Ἀκολουθία Ἁγ. ΙΟΥΒΕΝΑΛΙΟΥ ἀρχιεπ. Ἱεροσολύμων.
Ψαλλομένη τῇ 2α Ἰουλίου
Ποίημα Ἀρχιμανδρίτου Νικοδήμου Ἀεράκη (2004)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν
τὰ ἑξῆς Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἰουβενάλιον ὕμνοις λαμπρῶς τιμήσωμεν, Χριστοῦ τοῦ Θεανθρώπου, ἀφομοίωμα θεῖον, μέγαν Ἱεράρχην τῆς ἐν Σιών, Ἐκκλησίας καὶ καύχημα, Ὀρθοδοξίας δὲ στῦλον καὶ φρυκτωρόν, καὶ πιστῶν τὸ ἐγκαλλώπισμα.
Ἰουβενάλιον λόγοις ἐγκωμιάσωμεν, αἱρέσεως καὶ πλάνης, τὸν δεινὸν καθαιρέτην·
οὗτος γὰρ δυνάμει, τοῦ ἐν αὐτῷ, Παρακλήτου ἐκήρυξεν, Ὀρθοδοξίας τὰ δόγματα
εὐθαρσῶς, καὶ κατήσχυνε τὴν αἵρεσιν.
Ἰουβενάλιον πάντες ἀνευφημήσωμεν, Σιὼν Πρόεδρον θεῖον, Ὀρθοδόξων τὸ κλέος,
κόσμον Ἐκκλησίας, καὶ ἀρετῆς, τὸ δοχεῖον τὸ πάντιμον, τοῦ Θεανθρώπου δὲ κήρυκα
ἀψευδῆ, καὶ πιστῶν τὸ περιτείχισμα.
Ἰουβενάλιον ᾄσμασιν εὐφημήσωμεν, τῶν φιλεόρτων τεῖχος, εὐσεβῶν τὸν
προστάτην· κλέος τῶν Συνόδων καὶ τῶν πιστῶν, τῶν Ἁγίων ἐκτύπωμα, αἱρετιζόντων
πολέμιον σθεναρόν, Ὀρθοδοξίας τε τὸν φύλακα.
Δόξα. Ἦχος β΄.
Δεῦτε τῶν Ὀρθοδόξων ὁ σύλλογος, πνευματικῶς εὐφρανθρῶμεν, ἐπὶ τῇ μνήμῃ τοῦ
φρυκτωροῦ καὶ προστάτου τῆς θεοβαδίστου πόλεως Σιών, τοῦ θεοφόρου Ἰουβεναλίου.
Οὗτος γὰρ ἐν θεολογικαῖς διδαχαῖς, καὶ ἀντιαιρετικοῖς ἀγῶσι διαλάμψας, καὶ ἐν
Συνόδοις τὰ τῆς ἀληθείας δόγματα διασαφήσας, μετὰ τῶν Ἁγίων Ἱεραρχῶν
συναγάλλεται ἐν τῇ ἄνω Σιών, πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου…
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε περιχαρῶς, τιμήσωμεν ἐν ὕμνοις, τὸν θεῖον Ἱεράρχην, λαμπρὸν τε τόν
προστάτην, σεπτὸν Ἰουβενάλιον.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Πάντες τὸν ζηλωτήν, ποιμένα Ἐκκλησίας, Σιὼν θεοβαδίστου, τιμήσωμεν
ἐμφρόνως, κλεινὸν Ἰουβενάλιον.
Στ.: Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει
ἀγαλλιάσονται.
Χαῖρε θεία Σιών, τιμῶσά σου τὸ κλέος, τὸν μέγαν Ἱεράρχην, τῆς πίστεως τὸν
στῦλον, λαμπρὸν Ἰουβενάλιον.
Δόξα. Τριαδικόν.
Κύριον καὶ Θεόν, Μονάδα ἐν Τριάδι, δημιουργὸν τοῦ κόσμου, ὑπὲρ ἡμῶν
δυσώπει, σεπτὲ Ἰουβενάλιε.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα τοῦ παντός, περίσῳζε καὶ σκέπε, τοὺς εὐλαβῶς τιμῶντας, τὸν τῆς
Σιὼν προστάτην, κλεινὸν Ἰουβενάλιον.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου
Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν στιχολογοῦμεν τὴν α΄ στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔδωκας Θεάνθρωπε, θείᾳ Σιὼν μέγαν φύλακα, φρυκτωρόν τε καὶ Πρόεδρον, τὸν
Ἰουβενάλιον, τῆς Ὀρθοδοξίας, καὶ τῆς εὐσεβείας, ὑπερμαχοῦντα ὀτρηρῶς,
κατακρημνίζοντα πᾶσαν αἵρεσιν, καὶ πλάνην καὶ δυσσέβειαν, διὰ τῶν λόγων καὶ
πράξεων, καὶ στηρίζοντα ἄριστα, Ὀρθοδόξων τὸ ποίμνιον.
Δεῦτε ἀνυμνήσωμεν, καὶ ἐγκωμίοις τιμήσωμεν, ἀληθείας τὸν πρόμαχον, τὸν
Ἰουβενάλιον, τῆς Σιὼν ποιμένα, καὶ Ἀρχιερέα, τῆς ἀρετῆς ὑπογραμμόν, καὶ τῆς
ἀσκήσεως τὸ ὑπόδειγμα, τῆς πίστεως τὸ ἄγαλμα, Ὀρθοδοξίας ἀγλάϊσμα, Ἰησοῦ
ἀφομοίωμα, Ἐκκλησίας τὸ στήριγμα.
Ὕμνοις εὐφημήσωμεν, ἱερομύστην τὸν ἔνθεον, τῆς Σιὼν τὸν Ἐπίσκοπον, τὸν
Ἰουβενάλιον, ἀρετῆς τὸν τύπον, τῆς Ὀρθοδοξίας τὸν θεοφόρον ἀθλητήν, Χριστοῦ
δογμάτων φύλακα ἄριστον, καὶ γνήσιον διδάσκαλον, τῆς ἀληθείας τῆς πίστεως,
εὐλαβείας ὑπόδειγμα, ἐγκρατείας τὸν πρόβολον.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἡ τοῦ Ἁγίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν μνήμη ἡμᾶς συνήγαγε. Δεῦτε
οὖν χαρμονικῶς, ἐν Πνεύματι εὐωχηθῶμεν, καὶ ἐγκωμιαστικῶς αὐτῷ βοήσωμεν·
Χαίροις θεολόγε Ἱεράρχα θεοβαδίστου Σιών, καὶ ὀρθοδόξων δογμάτων φρουρὲ
ἀκοίμητε. Χαίροις Ἀποστόλων ἰσοστάσιε, καὶ τῶν Πατέρων ὁμότιμε. Χαίροις
Ὀρθοδοξίας ὑπέρμαχε, καὶ αἱρετικῶν γλωσσαλγιῶν ἀντίπαλε. Χαίροις τῶν ἐν πλάνῃ
ὁδηγέ, καὶ τῶν Ὀρθοδόξων βοηθέ. Ὡς ἔχων παῤῥησίαν πρὸς Χριστὸν τὸν Θεόν, Αὐτὸν
ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε;…
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον. Καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι΄ 7, γ΄13).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος
ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν
ἐμπορεύεσθαι, ἤ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων
πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ, οὐδὲν πονηρὸν εὔγνωστός ἐστι πᾶσι τοῖς
ἐγγίζουσιν αὐτήν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος
αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν
ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς
φυλάξει. Αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.
Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προίεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ
Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ
καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ
ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν, ἄκακοι, πανουργίαν, οἱ δὲ
ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ
ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ
ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου,
οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ
ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ
ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι΄ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν
δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι,
βδέλυγμα ἐνώπιον Κυρίου· στάθμιον δὲ δίκαιον, δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ
ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέως
ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει
ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος
ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη
ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν
ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς
δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας
ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις,
αἴσθησις δὲ δικαίων, εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν
ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις· στόματι δὲ ἀσεβῶν
κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν
ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ
πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ
ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Πανήγυριν πνευματικήν, καὶ ἑορτὴν θεόσδοτον, ἡ μήτηρ τῶν Ἐκκλησιῶν, ἡ
ἐπίγειος Ἱερουσαλήμ, ἐπὶ τῇ μνήμῃ τοῦ φρυκτωροῦ αὐτῆς καὶ ποιμένος, Ἰουβεναλίου
τοῦ σεπτοῦ Ἱεράρχου, ἐν ἀγαλλιάσει καὶ χαρμοσύνῃ σήμερον λαμπρῶς ἐπιτελεῖ.
Δεῦτε οὖν ἀδελφοί, τὴν θείαν αὐτοῦ διδασκαλίαν ἐνωτισθέντες, πνευματικῶς
εὐφρανθῶμεν, βοῶντες πρὸς αὐτόν· Χαίροις τῶν δογμάτων Χριστοῦ θεολόγε, καὶ
κήρυξ τῶν Αὐτοῦ ἀληθειῶν. Χαίροις τῶν οὐρανίων μυστηρίων μυσταγωγέ, καὶ τῶν
Ὀρθοδόξων ἐν λόγοις καὶ ἔργοις διδάσκαλε. Νῦν δὲ ἐν τῇ ἄνω Σιών, μετὰ πάντων
τῶν Ἁγίων εὐφραινόμενος, ἀδιαλείπτως πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Δεῦτε ἡ τῶν Ὀρθοδόξων σεπτὴ χορεία, μετὰ τῆς θεοβαδίστου Σιών, τὸν
πανευκλεῆ Ἰουβενάλιον, τὸν κλεινὸν Ἱεράρχην, πνευματικῶς ἐγκωμιάσωμεν λέγοντες·
Χαῖρε θεόληπτε διδάσκαλε, καὶ τῶν τῆς πίστεως δογμάτων λαμπρὲ ὑπέρμαχε. Χαῖρε
τῶν ἀρετῶν καταγώγιον, καὶ τῶν τοῦ Πνεύματος χαρισμάτων εὐρύχωρον δοχεῖον.
Χαῖρε κόσμε τῆς Σιωνίτιδος Ἐκκλησίας, καὶ θείας διδασκαλίας μυσταγωγέ. Ταπεινῶς
σοῦ δεόμεθα τῆς ἄνω Σιών πολῖτα, πρέσβευε ἐκτενῶς ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος γ΄.
Σκιρτῶντες ἐν Πνεύματι, δεῦτε πιστοὶ τὸν τῆς Σιὼν ποιμένα, ἐν ἐγκωμίοις
καταστέψωμεν. Οὗτος γὰρ ἑαυτὸν ἐν τῷ τοῦ Θεοῦ ἀμπελῶνι ἀναλώσας, τὴν τοῦ
Παρακλήτου χάριν δαψιλῶς ἐδέξατο. Ἐν λόγοις τὲ καὶ ἔργοις, τὸν εὐσεβὴ λαὸν
πνευματικῶς στηρίζων, πατρικῶς διεποίμανε. Ὅθεν καὶ ἡμεῖς εὐλαβῶς, τὴν ἄφθονον
αὐτοῦ χάριν ἐπικαλούμενοι, αἰτησώμεθα τὴν τῶν ψυχῶν ἡμῶν προστασίαν ἐκ πάσης
πλάνης καὶ αἱρέσεως.
Ἦχος δ΄.
Τῆς χαρᾶς καὶ εὐφροσύνης, τῆς θεοβαδίστου πόλεως Σιών, δεῦτε ἀδελφοὶ
μέτοχοι καὶ ἡμεῖς γενώμεθα. Ἐν ταύτῃ, ὁ τοὺς Ἁγίους δοξάζων Κύριος, ἄληστον τὴν
μνήμην τοῦ Ἱεράρχου Ἰουβεναλίου διετήρησε. Καὶ γὰρ ὡς κρουνὸς θεόσδοτος, ὁ
μέγας καὶ σοφὸς Ποιμενάρχης, ἀκενώτως τοῖς μετὰ πίστεως προστρέχουσιν αὐτῷ, τὴν
φωτιστικὴν αὐτοῦ χάριν ἀναβλύζει. Αὐτοῦ ταῖς πρεσβείαις, τῆς τῶν δωρημάτων τοῦ
Πνεύματος χάριτος ἀξιωθείημεν, πρὸς φωτισμὸν τῆς διανοίας, καὶ σωτηρίαν τῶν
ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε χριστοφόροι λαοί, θαῦμα κατίδωμεν, ἐν τῇ θεοβαδίστῳ Ἱερουσαλὴμ
τελούμενον, ὡς ὁ Κύριος καὶ Θεὸς ηὐδόκησεν. Ὁ Πρόεδρος καὶ Ἱεράρχης τῆς Ἁγίας
Πόλεως, πᾶσι τοῖς εὐλαβῶς τιμῶσιν αὐτόν, χάριν φωτιστικήν, ἀφθόνως καὶ
θαυμαστῶς παρέχει, οἱ δὲ δι’ αὐτοῦ τὰ δόγματα τῆς ἀληθείας μυούμενοι, κήρυκες
τοῦ ἐν Τριάδι Θεοῦ, καὶ τῶν ἐν μιᾷ ὑποστάσει δύο τελείων φύσεων τοῦ Θεανθρώπου
Χριστοῦ, ἀπλανεῖς ἀναδεικνύονται. Ὅθεν καὶ ἡμεῖς εὐχαριστοῦντες Θεῷ, τὴν τοῦ
θεοφόρου Ἰουβεναλίου χάριν ταπεινῶς αἰτησώμεθα.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε…
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ὀρθοδοξίας φωστήρ, Σιὼν ἁγίας Ἱεράρχης πανένδοξος, δογμάτων τῆς
ἀληθείας, ἱεροκήρυξ δεινός, τῶν αἱρετιζόντων ὁ πολέμιος. Χαίροις τὸ ἐκτύπωμα,
τῶν Πατέρων ἀντίτυπον, τῆς Ἐκκλησίας ἀσφαλὲς περιτείχισμα, τοῦ ποιμνίου σου,
παρακλήτωρ θερμότατος. Ὅθεν Ἰουβενάλιε, τιμῶντες τὴν μνήμην σου, ὕμνους
συντίθεμεν θείους, ταῖς σαῖς λιταῖς ἐξαιτούμενοι, τυχεῖν σωτηρίας, καὶ ἐλέους
τοῦ Κυρίου καὶ θείας χάριτος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις, Ἀρχιερέων πυρσός, θείων Πατέρων θαυμαστὸν ἀκροθίνιον, τῆς πίστεως
Ὀρθοδόξων, ὁ φρυκτωρὸς καὶ φρουρός, καὶ τῆς πλάνης ὄντως ὁ πολέμιος· τῆς
πίστεως πρόμαχος, ἀρετῆς τὸ ὑπόδειγμα, τῶν ἀσκουμένων, ὁ κανὼν ὁ παντέλειος,
καὶ θεώσεως, ἀληθοῦς τὸ ἐκτύπωμα. Ὅθεν Ἰουβενάλιε, ὑμνοῦντές σε ᾄσμασι, χάριν
Χριστοῦ ἐκζητοῦμεν, καὶ σαῖς λιταῖς ἐξαιτούμεθα, τυχεῖν σωτηρίας, καὶ τῷ κόσμῳ
δωρηθῆναι τὸ μέγα ἔλεος.
Στ.: Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει
ἀγαλλιάσονται.
Χαίροις, θεοβαδίστου Σιών, ποιμὴν καὶ στῦλος φαεινὸς, μέγα κλέϊσμα,
δογμάτων τῆς ἀληθείας, ἱεροκήρυξ κλεινός, τῶν αἱρετιζόντων ὁ ἀντίπαλος, λιμὴν
ἀσφαλέστατος, τῶν πιστῶν καὶ προπύργιον, ὁ τῆς χάριτος, κοινωνὸς θείου
Πνεύματος, καὶ πιστῶν Χριστοῦ, ἀσφαλὲς καταφύγιον. Ὅθεν Ἰουβενάλιε, τελοῦντες
τὴν μνήμην σου, ὕμνοις ἐνθέοις καὶ λόγοις, ἀνακηρύττομεν ἅπαντες, τὴν σὴν
προστασίαν, καὶ πολλὰς ευεργεσίας ὑπὲρ τῆς ποίμνης σου.
Δόξα. Ἦχος πλ. β’.
Σήμερον, ὁ θεοφύλακτος λαός, ἐμμελετῶν τὴν τοῦ Ἁγίου Ἰουβεναλίου περὶ Θεοῦ
διδασκαλίαν, καὶ ἐνάρετον βιοτὴν ᾀσματικοῖς ἐγκωμίοις αὐτὸν προσφωνεῖ· Χαίροις
ἐπίγειε Ἄγγελε καὶ οὐράνιε ἄνθρωπε. Χαίροις ἐν ἀρχιερεῦσι θεολόγε, καὶ τῶν
Πατέρων ὁμότιμε. Χαίροις ὁ τῆς σοφίας Θεοῦ ἐραστής, καὶ τῶν πιστῶν πνευματικὸς
πλουτιστής. Χαίροις τῶν Συνόδων τὸ μέγα καύχημα, καὶ τῶν αἱρετικῶν ὁ δεινὸς
ἀντίπαλος. Πρέσβευε Ἅγιε δεόμεθα, ὑπὲρ τῶν τιμώντων τὴν σεβάσμιον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος…
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῆς Σιὼν Ἱεράρχην Ἰουβενάλιον, Ὀρθοδοξίας τὸ κλέος καὶ φρυκτωρὸν τῶν
πιστῶν, εὐφημήσωμεν λαμπρῶς, καὶ ἀνυμνήσωμεν· ὅτι ἐφύλαξε πιστῶς τῶν δογμάτων
θησαυρόν, παλαίσας κατὰ τῆς πλάνης· καὶ ἔλαβεν ἐκ τοῦ Λόγου, στεφάνους δόξης ἐν
τῇ ἄνω Σιών.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος…
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀρετῆς ποιμενάρχην Ἰουβενάλιον, τῆς Ἐκκλησίας τὴν δόξαν, καὶ τῶν πιστῶν
ὁδηγόν, ἐγκαλλώπισμα Σιὼν ἐγκωμιάσωμεν· ὅτι σοφίᾳ θεϊκῇ, αἱρετικῶν τὸν
σκοτασμόν, διέλυσε καὶ τὴν πλάνην· διὸ ἔλαμψεν ἐν τῷ κόσμῳ, τῆς ἀληθείας τοῦ
Χριστοῦ διδαχή.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος…
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ποιμένα ἀρετῆς, Ἱεράρχην τὸν θεῖον, δογμάτων τοῦ Χριστοῦ, τὸν ὑπέρμαχον
πάντες, ἐν ᾄσμασιν τιμήσωμεν, Μέγαν Ἰουβενάλιον, καὶ κηρύξωμεν, περιχαρῶς
Ὀρθοδόξοις, ἀγωνίσματα, καὶ ἀρετὴν αὐτοῦ πᾶσαν, καὶ δόξαν τὴν ἄφθιτον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα Σε Θεοῦ, ἐπιστάμεθα πάντες…
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τῆς Σιὼν ὁ φρυκτωρός, καὶ Ἐκκλησίας ὁ φωστήρ, ὁ διδάσκαλος πιστῶν,
Ἰουβενάλιος ὁ σεπτός, εἰς εὐφροσύνην ἐκάλεσε τὴν ὑφήλιον· δεῦτε καὶ ἡμεῖς
ἀγαλλόμενοι, χάριτος αὐτοῦ ἀπολαύσωμεν, καὶ γεγηθότες Πνεύματι βοήσωμεν, ἐν
ἐγκωμίοις καὶ ᾄσμασι· Πατέρων κλέος, λιταῖς σου σῶσον, κόσμον ἐκ πάσης πλάνης.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγησαν Ἁγνή…
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμεῖ με πάθη·
ἀλλ’ αὐτὸς ἀντιλαβοῦ
καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γὰρ πυρὶ
ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ
μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ
Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Εὐαγγέλιον, τοῦ Ὄρθρου τῆς ιγ΄ Νοεμβρίου (Ἰωάνν. Ι΄,
1-10).
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β’.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἡ Σιωνῖτις Ἐκκλησία, τὸν ποιμένα αὐτῆς Ἰουβενάλιον, ἐν ᾠδαῖς πνευματικαῖς,
εὐφροσύνως ἐγκωμιάζει. Καὶ ἡ παλαίφατος Ἱερουσαλήμ, τὴν ἀπλανῆ τοῦ Ἁγίου
θεολογικὴν διδασκαλίαν κατέχουσα, ἱεροπρεπῶς ἐγκαυχωμένη, τοῖς πᾶσι τρανῶς
ταύτην κηρύττει. Ἡμεῖς δὲ τὴν τοῦ θαυμαστοῦ Ἰουβεναλίου πρεσβείαν ἐπικαλούμενοι,
δεόμεθα λαβεῖν τὴν τῶν πλημμελημάτων ἡμῶν συγχώρησιν.
Ὁ Κανὼν τῆς Θεοτόκου· καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: ΙΟΥΒΕΝΑΛΙΟΝ ΤΙΜΗΣΩΜΕΝ ΥΜΝΟΙΣ. ΝΙΚΟΔΗΜ(ΟΥ).
ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.
Ἰσχύν σου παράσχου μοι, τοῦ ἀνυμνῆσαι ἐν Πνεύματι, τὸν Ἰουβενάλιον, ὦ Ἰησοῦ
μου σεπτῶς, καὶ κηρῦξαι τὴν αὐτοῦ θεολογίαν, καὶ χάριν μυήσεως, εἰς θεῖα
δόγματα.
Ὁ Λόγος ἐφώτισεν, Ἰουβενάλιον ἔνδοξον, ὅς λόγος ἐρεύξατο, τῷ Βασιλεῖ καὶ
Θεῷ, καὶ ἐστήριξεν, ἐν πίστει ἀληθείας, πιστῶν τὰ συστήματα, θείοις ἐν
δόγμασιν.
Ὑψώθη ἐν χάριτι, Ἰουβενάλιος ἔνθεος, καὶ πᾶσιν ἐκήρυξε, τοῦ Θεανθρώπου
Χριστοῦ, τὴν σωτήριον ἐν κόσμῳ παρουσίαν, δι’ ἧς ἐλυτρώθημεν, ἅπαντες ἄνθρωποι.
Θεοτοκίον.
Βεβήλων τὰ στόματα, καὶ πλανωμένων διδάγματα, κατάπαυσον Δέσποινα, ὡς
Θεοτόκος Ἁγνή, ἡ γεννήσασα, τὸν ἕνα τῆς Τριάδος, καὶ μείνασα ἄφθορος, καὶ
ἀειπάρθενος.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκε.
Ἐπίσκοπον ἔχει Ἐκκλησία, ποιμένα θεσπέσιον Σιών, ποίμνιον καταυγάζοντα,
λόγοις τε καὶ διδάγμασι, καὶ μυστηρίων δόγματα, ἐν ταῖς Συνόδοις στηρίζοντα.
Νῦν Ἰουβενάλιος
ὁ θεῖος, ἐν χώρᾳ τῶν ζώντων κατοικεῖ, σὺν Ἀσωμάτων τάξεσι, χαρᾷ συμψάλλων
ᾄσματα, Λόγῳ τῷ ἐνοικήσαντι, Ἁγνῇ καὶ σώσαντι ἅπαντας.
Ἀπόῤῥητα δόγματα κηρύττει, ὁ Ἰουβενάλιος λαοῖς, καὶ πλάνης τὴν δυσσέβειαν,
ἀποκαλύπτειν ῥήμασιν, ἐπιστηρίζων ἅπαντας, τοὺς Ὀρθοδόξους ἐν χάριτι.
Θεοτοκίον.
Λόγον ἡ γεννήσασα τὸν θεῖον, ἱκέτευε Ἄχραντε Ἁγνή, ὑπὲρ τῶν ἀνυμνούντων σε,
καὶ πίστει κηρυττόντων σε, ὡς Θεοτόκον Δέσποιναν, καὶ κόσμου ὄντως μεσίτριαν.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εὐφήμως ὑμνήσωμεν, ἐν ἐγκωμίων ᾠδαῖς, καὶ ἄνθεσι στέψωμεν, ποιμένα θείας
Σιών, τὸν Ἰουβενάλιον· οὗτος γὰρ θεοπνεύστως, καθαιρῶν τὰς αἱρέσεις, δόγματα
ἀληθείας, ἐν Συνόδῳ κηρύττει· διὸ κατηξιώθη, ἰδεῖν τὸν Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ μόνη κυήσασα, τὸν Ποιητὴν τοῦ παντός…
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἰσχυρῶς ἐπιστηρίζει, θεῖος Ἰουβενάλιος, ὁ χρυσοῦς τῇ γλώττῃ, πάσης
Ἐκκλησίας συστήματα, διερμηνεύων ἐν λόγοις, θεῖα δόγματα, καὶ μυστήρια, ὄντως
φρικτά, καὶ ἀπόῤῥητα.
Ὁ Πατρὶ συνεδριάζων, ἐσαρκώθη ὡς ἄνθρωπος, τοῦ λυτρῶσαι κόσμον, ὤν ἀεὶ Θεὸς
ὑπερτέλειος, ἐν δὲ μιᾷ ὑποστάσει, ὡς Θεάνθρωπος, ὡς ὁ τῆς Σιών, Πρόεδρός φησιν
ὁ θεόσοφος.
Νικητὴς κατὰ τῆς πλάνης, ἀνεδείχθης θεσπέσιε, πάσας τὰς αἱρέσεις, ὄντως
καθελὼν θείᾳ χάριτι, καὶ ὀρθοδόξων δογμάτων τὴν ἀλήθειαν, διεσάφησας, ἐν ταῖς
Συνόδοις πανένδοξε.
Θεοτοκίον.
Τὸν Χριστὸν Βρεφοκρατοῦσα, ὡς Υἱόν σου καὶ Κύριον, πάντες προσκυνοῦμεν,
ἄφεσιν διδόντα καὶ λύτρωσιν, καὶ σὲ τιμῶμεν Παρθένε, ὡς δανείσασα, σάρκα Αὐτῷ
παντευλόγητε.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἰσχύϊ τοῦ Πνεύματος, αἱρετικῶς τὴν ἄνοιαν, Πάτερ ἐταπείνωσας ἐν λόγοις,
ὅθεν παράσχου τοῖς σὲ τιμῶσι λαμπρῶς, τοῦ γνῶναι μυστήρια Θεοῦ, θεῖα καὶ
ἀπόῤῥητα, πρὸς ἀγῶνα σωτήριον.
Μετάνοιαν ἔνθεον, ὡς ἱκεσίαν πρόσδεξαι, ὅπως, τὸν Θεὸν ἐξευμενίσῃς, ἄφεσιν
δοῦναι, τοῖς σὲ τιμῶσι σεπτέ, καὶ φώτισιν χάριτος τοῖς σέ, ὕμνοις μεγαλύνουσι,
καὶ ἐν κόσμῳ κηρύττουσιν.
Ἡμῖν τοῖς τιμῶσί σε, ὡς θεοφόρος δώρησαι Πάτερ, γνῶσιν θείων μυστηρίων, ἵνα
βιοῦντες, τὰς ἀληθείας Χριστοῦ, καὶ φέροντες ἔργα ἀρετῆς, ὄντως θεοπρόσδεκτα,
τῆς χαρᾶς ἐπιτύχωμεν.
Θεοτοκίον.
Σὺ Πάναγνε Δέσποινα, τῶν Προφητῶν τὸ κήρυγμα, πέλεις, ὡς σαρκώσασα τὸν
Λόγον, γένους βροτείου, ἡ σωτηρία Σεμνή, καὶ πάντων ἡμῶν καταφυγή, τῶν
μακαριζόντων σε, Θεοτόκε πανύμνητε.
ᾨδὴ στ . Τὴν θείαν ταύτην.
Ὤ Πάτερ Ἰουβενάλιε, Θεάνθρωπον κηρύξας τὸν Κύριον, δέξαι τὴν δέησιν, τῶν
ἀνυμνούντων τὴν μνήμην σου, καὶ ἐκζητούντων πόθῳ, ψυχῆς ἀνάτασιν.
Μερόπων γένος τρισόλβιε, ζηλοῦντές σου τὸν βίον αἰτούμεθα· ζήλου ἀξίωσον,
τοὺς σὲ τιμῶντας ἐκ πίστεως, ταῖς σαῖς πρεσβείαις Πάτερ, πρὸς τὸν Τρισάγιον.
Ἐδέχθη Λόγου τὸ πρόσταγμα, ἐλέγχει δὲ τοὺς πλάνην διδάσκοντας, καὶ τὴν
δυσσέβειαν, Ἰουβενάλιος ἔνδοξος, ἐπικυρῶν πανσόφως, πίστεως δόγματα.
Θεοτοκίον.
Ναῷ σου πάντες προστρέχομεν, Παρθένε τοῦ Υἱοῦ Σου δεόμενοι, ὅπως τὴν
ἄφεσιν, πλημμελημάτων δωρήσηται, τοῖς Θεοτόκον Κόρη, ἀεὶ κηρύττουσιν.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς Σιωνίτιδος τὸν Πρόεδρον τιμήσωμεν, τῶν Ὀρθοδόξων τὸν φρουρὸν καὶ θεῖον
φύλακα, τὸν συντρίψαντα αἱρέσων μένος πλάνης· ἀνεδείχθης τῶν Πατέρων
ἰσοστάσιος, καὶ μεγάλων θεολόγων τὸ ἀντίγραφον· ὅθεν κράζομεν· Χαῖρε Ἰουβενάλιε.
Οἶκος.
Ἡ τῶν Ἱεροσολύμων Ἐκκλησία, τὸν θαυμαστὸν θεολόγον καὶ τῶν αἱρέσεων
καθαιρέτην, ποιμένα καὶ φρυκτωρὸν αὐτῆς ἐκτήσατο. Ἡ τῆς Σιὼν θεοβάδιστος πόλις,
μυσταγωγὸν ἅγιον, ἐπιστηρίζοντα τοὺς δοκιμαζομένους ἐκ τῶν αἱρέσεων Ὀρθοδόξους,
τὸν θεῖον Ἰουβενάλιον, πατέρα καὶ φρουρὸν αὐτῶν ἀνέδειξεν. Ἡ Τρίτη καὶ Τετάρτη
Οἰκουμενικαὶ Σύνοδοι, μέλος ἀληθοῦς καὶ μετὰ παῤῥησίας ὁμολογίας, καὶ δεινῆς
κατὰ τῶν αἱρεσιαρχῶν ῥητορείας, τὸν τῆς ἁγίας Σιὼν Ἐπίσκοπον κατέχουσαι,
ἐγκαυχῶνται ἐν Κυρίῳ, ὅτι καὶ δι’ αὐτοῦ ἐθεμελίωσαν τὰ σωτήρια δόγματα, περὶ
τῆς θεανδρικῆς τοῦ Σωτῆρος Χριστοῦ Ὑποστάσεως. Καὶ ἡμεῖς φρυκτωρὸν τὸν θεοφόρον
Πατέρα κεκτημένοι, τὸν Τρισάγιον Κύριον πανευλαβῶς δοξολογοῦμεν, καὶ τῷ
προστάτῃ τῶν ψυχῶν ἡμῶν κράζομεν· Χαῖρε Ἰουβενάλιε.
Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰουβεναλίου
Πατριάρχου Ἱεροσολύμων.
Στίχοι:
Μνήμην γεραίρω τὴν Ἰουβεναλίου,
Οὐ μνῆμα θεῖον ἡ Παλαιστίνη φέρει.
Ἰουλίοιο θάνες, Ἰουβενάλιε δευτέρᾳ.
Αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὑψιπέτην σε, ὁρῶμεν Πάτερ ἔνδοξε, Ἰουβενάλιε· χαῖρε ὦ κήρυξ Χριστοῦ·
ἀξίωσον ἅπαντας, ψάλλειν ἐν Πνεύματι· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ
Θεὸς εὐλογητὸς εἶ.
Μακαρίζομεν, τῆς πίστεως τὸ ἄγαλμα, Ἰουβενάλιον, Σιὼν ποιμένα σεπτόν, καὶ
πάντας προτρέποντα, ψάλλειν ἐν ᾄσμασι· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ
Θεὸς εὐλογητὸς εἶ.
Νῦν τὸ ἔνθεον, δοχεῖον θείου Πνεύματος, Ἰουβενάλιον, τιμῶμεν ὕμνοις
σεπτοῖς· Χριστὸν γὰρ ἐκήρυξε, Θεὸν καὶ ἄνθρωπον, πρὸς Ὅν ψάλλομεν· Ὑπερύμνητε,
ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὅλη γέγονας, ναὸς τοῦ θείου Πνεύματος, Θεοχαρίτωτε, καὶ κόσμου σκέπη σεπτή,
κυήσασα Δέσποινα, Χριστὸν Θεάνθρωπον, Ὅν δοξάζομεν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων
Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἵνα χριστολόγους ἀληθείας, φυλάττωσι πόθῳ πάντες οἱ Ὀρθόδοξοι, ταύτας
διετράνωσας, ὦ Ἰουβενάλιε, ἐν ταῖς Συνόδοις ἔνδοξε. Διὸ νῦν ψάλλομεν· τὸν
Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εις πάντας τοὺς αἰῶνας.
Στήριξον ψυχὰς τῶν σὲ τιμώντων, ποιμὴν τῆς σεπτῆς Σιὼν Ἰουβενάλιε, καὶ πρὸς
βίον ἔνθεον, πάντας καθοδήγησον, ἵνα Θεὸν δοξάζωμεν, ἐν ὕμνοις ψάλλοντες· τὸν
Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εις πάντας τοὺς αἰῶνας.
Νίκας κατ’ ἐχθρῶν αἱρετιζόντων, παράσχου ἡμῖν σεπτὲ Ἰουβενάλιε, καὶ τὴν
πίστιν φύλαξον, ἐκ πάσης αἱρέσεως, καὶ ψάλλειν πάντας δίδαξον, Σιὼν Ἐπίσκοπε·
τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εις πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἴασον Ἁγνὴ Θεογεννῆτορ, τοὺς πίστει πρὸς τὸν Υἱόν σου καταφεύγοντας, ἐκ
παθῶν καὶ θλίψεων, καὶ λιταῖς σου φύλαξον, τοὺς εὐλαβῶς λατρεύοντας Αὐτῷ καὶ
ψάλλοντας· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εις πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Κῆπος ἐν Σιών, σὸν σῶμα ἐδέξατο, Ἰουβενάλιε· τοῦτον οἱ παράνομοι, ἐκ
Κεραμέως τότε ἠγόρασαν, εἰς τὴν ταφὴν τῶν ξένων τε, καὶ εἰς μαρτύριον,
θεοκτόνου, φιλαργύρου πράξεως, μαθητοῦ τοῦ Κυρίου ἀγνώμονος.
Ὄλβιος Μονή, ἐν ᾗ τεθησαύρισται, Ἰουβενάλιε, τὸ ἔνδοξον σῶμά σου, δι’ οὗ
τιμᾶται, καὶ ἁγιάζεται, κηρύττουσα τοῖς πέρασι, Χριστὸν Θεάνθρωπον, οὗ τὴν
χάριν, σαῖς λιταῖς αἰτούμεθα, τοῦ φυλάσσειν πίστεως, θεῖα δόγματα.
Δεῦτε εὐλαβῶς, τιμήσωμεν ἅπαντες, Ἰουβενάλιον, καὶ ἐγκωμιάσωμεν, ἐνθέοις
λόγοις, τούτου τὴν ἔνδοξον, ἐν οὐρανοῖς κατάπαυσιν, καὶ ἀλαλάξωμεν, ἐκβοῶντες·
Χαίροις θεοδόξαστε, τῆς Σιὼν Ἱεράρχα θεόσοφε.
Ἥλιον Χριστόν, τοῖς πᾶσιν ἐκήρυξας, Ἰουβενάλιε, ἀσεβεῖς κατήλεγξας, τοὺς
Ὀρθοδόξους τε παρεκάλεσας· διὸ ἡμᾶς τρισόλβιε, ἐκ τῶν αἱρέσεων, καὶ δαιμόνων,
φύλαξον σῇ χάριτι, Ἐκκλησίας Σιών, ἐγκαλλώπισμα.
Θεοτοκίον.
Μύησον Ἁγνή, τὸν νοῦν μυστηρίοις τε, καὶ θείοις δόγμασι, τῶν πιστῶς
τιμώντων σε, καὶ ἀνυμνούντων, τὰ μεγαλεῖά σου, τὰ ὑπὲρ νοῦν καὶ ἔννοιαν,
θεομακάριστε, καὶ βοώντων· Χαίροις θεοτίμητε, Θεοτόκε πιστῶν ἡ ἀντίληψις.
Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Ποιμένα εὐφημήσωμεν, Σιὼν τὸ ἐγκαλλώπισμα, πρόμαχον μέγαν πίστεως, φρουρὸν
δογμάτων τῶν θείων, σφοδρῶς κατανικήσαντα, αἱρέσεως τὰ ἔνεδρα, σεπτὸν
Ἰουβενάλιον, Χριστὸν δοξάσαντα ἔργοις, καὶ διδαχαῖς ὀρθοδόξοις.
Θεοτοκίον.
Μαρίαν τὴν θεόνυμφον, τὴν τέξασαν τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν· ζωῆς
γὰρ γέγονε Μήτηρ. Τράπεζα ἄρτον φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ
κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς καρδίας, ὑπάρχει ἡ Θεοτόκος.
Εἰς τοὺς Αἴνους. Ἦχος πλ. δ’. Ὅλην ἀποθέμενοι.
Δεῦτε εὐφημήσωμεν Ἰουβενάλιον θεῖον, καὶ ᾠδαῖς τιμήσωμεν, Ὀρθοδόξων
σύλλογος ὁ φιλάγιος· τὸν Χριστὸν ἅπασιν, ὡς Θεὸν καὶ Λόγον, σαρκωθέντα τε ἐκ
Πνεύματος, τοῦ σῶσαι βρότειον, φύσιν τοῦ Ἀδὰμ τοῦ προπάτορος, ἐκήρυξε
Θεάνθρωπον, καθαιρῶν τῆς πλάνης τὴν αἵρεσιν. Ὅθεν εὐχαρίστως βοήσωμεν αὐτῷ
χαρμονικῶς· χαῖρε Σιὼν μέγα καύχημα, πιστῶν τε τὸ στήριγμα. (Δίς).
Χαίρουσιν αἱ Σύνοδοι Ἰουβενάλιον μέγαν, ἐν μέσῳ κατέχουσαι, ὡς φωστῆρα
ἔκλαμπρον θείας χάριτος, τοῦ Χριστοῦ κήρυκα, καὶ δογμάτων θείων, τῆς δὲ πλάνης
τὸν ἀντίπαλον, πιστῶν τὸ στήριγμα, καὶ τῶν Ὀρθοδόξων τὸ καύχημα, τῆς πίστεως
τὸν πρόμαχον, καὶ Πατέρων θείων ἐφάμιλλον· ὅθεν γεγηθυῖαι, κηρύττουσιν αὐτοῦ
τὴν διδαχήν, καὶ ἀρετῆς βίον ἔνθεον, καὶ δόξαν αἰώνιον.
Πίστιν τὴν σωτήριον, Ἰουβενάλιος πᾶσι, τρανῶς διεκήρυξε, θεοφθόγγοις ῥήμασι
καὶ διδάγμασι· φοβερὰν αἵρεσιν, ἀληθείας λόγοις, ἐν Συνόδοις κατεκρήμνισε, καὶ
φῶς τῆς κτίσεως, Λόγον τοῦ Πατρὸς ἀνεκήρυξε, τὸν σώσαντα τὸν ἄνθρωπον, ὅμοιον
ἡμῖν πλὴν τοῦ πταίσματος· ὅθεν ἐπαξίως, εἰς δώματα εἰσῆλθεν οὐρανοῦ, καὶ σὺν
Ἀγγέλοις ἀγάλλεται, ὁ θεῖος διδάσκαλος.
Δόξα. Ἦχος πλ. β’.
Ἅπαντες ἀδελφοί, τὴν πανσεβάσμιον μνήμην, τοῦ Ἱεράρχου Ἰουβεναλίου, ἐν
ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς τιμήσωμεν. Οὗτος γὰρ ἐν δυσχειμέροις χρόνοις,
φύλαξ καὶ φρουρὸς τῆς ἀμωμήτου καὶ σωτηρίου ἡμῶν γέγονε πίστεως. Ἐν δυνάμει
χάριτος, καὶ λόγων ἀντιῤῥητικῶν, τὰ τῆς Ὀρθοδοξίας κηρύττων μυστήρια, τὴν τοῦ
Θεανθρώπου πίστιν, ἐν Ἐκκλησίαις καὶ Συνόδοις διετράνωσεν. Αὐτοῦ καὶ ἡμεῖς ταῖς
λιταῖς, ἀπὸ πάσης αἱρέσεως καὶ πλάνης λυτρωθείημεν, καὶ τοῦ θείου ἐλέους
ἀξιωθείημεν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι…
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά καὶ ἐκ τοῦ Κανόνος ᾠδὴ γ΄ καὶ στ΄.
Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς Λειτουργίας τῆς ιγ΄
Νοεμβρίου.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον…
Μεγαλυνάρια.
Ὤ Ἰουβενάλιε θαυμαστέ, Πατέρων τὸ κλέος, τῶν δογμάτων ὁ φρυκτωρός, πρέσβευε
τῷ Λόγῳ, ὑπὲρ τῶν σὲ τιμώντων, ῥυσθῆναι ἐκ πταισμάτων, καὶ πάσης θλίψεως.
Αἱρέσεως πλάνην καὶ ἀπειλήν, καθεῖλες ἐνθέως, καὶ ἐκήρυξας τοῦ Χριστοῦ, τὰ
δόγματα Πάτερ, καὶ θείας ἀληθείας, ὡς μέλος τῶν Συνόδων, Ἰουβενάλιε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου