Ἀκολουθία Μεγαλομάρτυρος ΙΑΚΩΒΟΥ τοῦ Πέρσου
Ψαλλομένη τῇ 27η Νοεμβρίου.
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ
Προσόμοια, δευτερούντες τὸ πρῶτον.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν οὐρανίων τὰ κάλλη ποθήσας ἔνδοξε, τὴν τῶν προσκαίρων δόξαν, εἰς οὐδὲν
ἐλογίσω, διόπερ καὶ τὸ φρόνημα τῶν Περσῶν, καταπτύσας Ἰάκωβε, τὰς πολυτρόπους
κολάσεις τῶν διωκτῶν, καρτερῶς φέρεις πανόλβιε.
Ἐν οὐρανίαις παστάσι χορεύων ἔνδοξε, καὶ ἐντρυφῶν τῇ δόξῃ, τοῦ τῶν ὅλων
Δεσπότου, Ἰάκωβε τρισμάκαρ δυσώπει Αὐτόν, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε, ἵνα τρυφῆς
αἰωνίου καὶ τῆς χαρᾶς, σὺν Ἀγγέλοις ἀπολαύσωμεν.
Τῇ παμφαεὶ πανηγύρει τοῦ θείου Μάρτυρος, εὐωχηθῶμεν πάντες, καὶ πιστῶς
εὐφρανθῶμεν, φιλέορτοι τιμῶντες φαιδρὰν ἑορτήν, τῆς αὐτοῦ τελειώσεως, ᾀσματικῶς
ἀνυμνοῦντες τὸν Ἰησοῦν, τὸν δοξάσαντα τὴν μνήμην αὐτοῦ.
Δόξα. Ἦχος πλ. α’.
Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ
Θεοῦ Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, Ἰάκωβε βοᾷ σοι· θεράπον Χριστοῦ καὶ
προστάτα θερμότατε, μὴ ἐλλείπῃς πρεσβεύων, ὑπὲρ τῶν δούλων σου.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος…
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Κάλλει τῶν ἀγαθῶν, σαφῶς τῶν ἀκηράτων, ἐνατενίζων μάκαρ, διέπλευσας
ἀβρόχως, βασάνων τὸ κλυδώνιον.
Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει…
Ὤφθης θεοπρεπῶς, γεώργιον Ὑψίστου, τεμνόμενον τρισμάκαρ, δρεπάνῃ μαρτυρίου,
Ἰάκωβε καλλίνικε.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ…
Δόξαν καταλιπών, ἐπίγειον θεόφρον, ζωῆς ὑπερκοσμίου, κεκλήρωσαι τὸ κλέος,
Ἀγγέλων συνομόσκηνε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα ἀγαθή, τὰς ἁγίας Σου χεῖρας, πρὸς τὸν Υἱόν Σου ἆρον, τὸν φιλόψυχον
Πλάστην, οἰκτειρῆσαι τοὺς δούλους Σου.
Ἀπολυτίκιον ὅρα ἐν τῷ Μεγάλῳ Εσπερινῷ.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακόν,καὶ τὴν α΄ στάσιν τοῦ Μακάριος ἀνήρ, εἰς τὸ Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἐν τῷ
Μηναίῳ γ΄ Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου, δευτεροῦντες αὐτά.
Δόξα. Ἦχος β΄.
Καρτερῶν ἐν ἀθλήσει… (βλέπε εἰς τὸ Μηναῖον).
Καὶ νῦν. Θεοτοκίον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου…
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μγ΄ 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ
συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς, ἤ τὰ ἐξ ἀρχῆς
τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ
εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς
ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν
μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ
ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν
ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι,
καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει
αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα
θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς
σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ
βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα
δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα
ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει
αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ
ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ
ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε,
δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ
ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.
Εἰς τὴν
Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Ὁ θεαυγὴς τοῦ Κυρίου Μάρτυς, περπυσευμένος τῷ φωτὶ τῆς Τριάδος, περιφανῶς
διελήλυθε τὸ σκότος τῶν κολάσεων, καὶ φωτοειδὴς γενόμενος, φέγγους ἀνεσπέρου
ἠξιώθη, καὶ ἐν Ἐκκλησίᾳ πρωτοτόκων εὐφραίνεται, καὶ Ἀγγέλων χοροῖς συναγάλλεται,
πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Δεῦτε φιλομάρτυρες πάντες, τὸν Ἀθλοφόρον Κυρίου ὕμνοις τιμήσωμεν, τῇ γὰρ
ἐλπίδι τῶν ἀγαθῶν νευρούμενος, τὴν τῶν μελῶν ἐκκοπὴν ὑπήνεγκε καρτερώτατα, καὶ
ἐκδυθεὶς σῶμα τὸ φθαρτόν, στολὴν ἀθανασίας, ὡς Μάρτυς νικηφόρος ἐνεδύσατο, καὶ
νῦν τῷ θρόνῳ τοῦ Παντάνακτος, ὡς ἀριστεὺς παριστάμενος, πρεσβεύειν ἀπαύστως,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Νεώσας τὴν ψυχὴν ἀρότρῳ πίστεως, τὸν ἄσταχυν τῆς ἀθλήσεως τὸν
ἑκατοστεύοντα, ἐν Πνεύματι Θεοῦ ἐξήνθησας, καὶ τῆς τρυφῆς τῆς μακαρίας
κατηξιώθης, χοροῖς τῶν Ἀθλοφόρων συναριθμηθείς. Μεθ’ ὧν τοῖς τελοῦσίν σου, τὴν
πανέορτον μνήμην αἴτησαι ἱλασμὸν καὶ ἔλεος, ἡμῖν παρασχεθῆναι.
Δόξα. Ἦχος πλ. α’.
Ἐξέλαμψε σήμερον ἡ σεβάσμιος μνήμη τοῦ Ἀθλοφόρου, τοὺς πιστοὺς συγκαλοῦσα
πρὸς εὐωχίαν μυστικήν, καὶ πρὸς πανήγυριν ἑόρτιον ἄγουσα τῶν φιλεόρτων τὰ
συστήματα. Οὗτος γὰρ ὁ γενναῖος διέπλευσεν ἀβρόχως, τὸ σφοδρὸν καὶ πικρὸν τῶν
βασάνων κλυδώνιον, καὶ τῇ κυβερνήσει τοῦ σωτηρίου ἐλπίδος, πρὸς τοὺς ἄνω
λιμένας προσωρμίσθη, πάσης θυμηδίας πληρούμενος. Πρὸς αὐτὸν οὖν βοήσωμεν·
πολύαθλε Ἰάκωβε, μὴ διαλίπῃς πρεσβεύων Χριστῷ τῷ Θεῷ, σωθῆναι τοὺς ἐκ πόθου,
σοῦ τὴν σεπτὴν ἑορτὴν ἐκτελοῦντας ᾄσμασι.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος…
Εἰς τὸν Στίχον. Ἦχος πλ. α᾿. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ στρατιώτης Χριστοῦ, ὁ τροπωσάμενος ἐχθροῦ τὴν παράταξιν, τῷ ὅπλῳ
τῆς εὐσεβείας, ὁ τῶν πιστῶν στηριγμός, ὁ πολλαῖς βασάνοις ὠνησάμενος, Θεοῦ τὴν
οὐράνιον, βασιλείαν Ἰάκωβε, ἐν ᾗ χορεύων, καὶ μεθέξει θεούμενος, καὶ
λαμπόμενος, καθαραῖς διαδόσεσι, μέμνησο τῶν τιμώντων σου, τὴν μνήμην τὴν
ἔνδοξον, καὶ τὴν σεπτὴν ἑορτήν σου, ἐπιτελούντων ἐν ᾄσμασι, τυχεῖν σωτηρίας,
καὶ πταισμάτων λυτρωθῆναι, καὶ περιστάσεων.
Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει…
Χαίροις, ὁ θεαυγὴς Ἀθλητής, τῶν Ἀθλοφόρων τὸ σεπτὸν ἀκροθίνιον, ὁ κόσμος
τῆς Ἐκκλησίας, ὁ καθαιρέτης ἐχθροῦ, ὁ ῥοαῖς αἱμάτων καλλυνόμενος, λαμπτὴρ τὴν
ὑφήλιον, καταυγάζων τοῖς θαύμασι, στύλος ὁ μέγας, διαμείνας ἀσάλευτος, ταῖς
προσρήξεσι, τῶν ἀπείρων κολάσεων, ξίφει τῆς καρτερίας σου, ὁ κτεῖνας τὸν
δράκοντα, ὁ ἀριστεύσας μεγάλως, ὡς στρατιώτης ἀήττητος, Χριστὸν ἐκδυσώπει, ταῖς
ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ…
Χαίρων, ταῖς τῆς συζύγου ὁρμαῖς, πρὸς τοὺς ἀγῶνας ἀνδρικῶς προσεχώρησας, τῷ
θείῳ πυρὶ τὴν πλάνην, πυρσολατρῶν δυσσεβῶν, κατασβέσας μάκαρ ἀξιάγαστε, ὑφ’ ὧν
ἐκτεμνόμενος, σοῦ τὰ μέλη Ἰάκωβε, καθάπερ κλῆμα, τῆς ἀμπέλου ἀνέμελπες, ὕμνον
πρόσφορον, ἐν ἑκάστῳ πρὸς Κύριον· ὅθεν σε μακαρίζομεν, καλῶς ἐναθλήσαντα, καὶ οὐρανίων
στεφάνω, ἐπιτυχόντα πανόλβιε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ
μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α’.
Ἐθαυμαστώθης Ἰάκωβε… (βλέπε εἰς τὸ Μηναῖον).
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε…
Ἀπολυτίκον. Ἦχος δ΄.
Ὡς τῶν Ἀθλητῶν ἀκροθίνιον, καὶ τῶν εὐσεβῶν περιτείχισμα, τῷ Δεσπότῃ τῶν
ὅλων Ἰάκωβε πρέσβευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ
μέγα ἔλεος.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Θείῳ Πνεύματι, πεφωτισμένος, θράσος τύραννον, ἐν παῤῥησίᾳ, μεγαλοφρόνως
Ἰάκωβε ᾔσχυνας, καὶ ἐκπεράσας τῆς πλάνης τὸ πέλαγος, πρὸς τὸν λιμένα τὸν θεῖον
κατήντησας· ὅθεν Ἅγιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα, τὸ αὐτό.
Καί νῦν. Θεοτοκίον.
Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε, Θεοκυῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν
γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν Σου ἐνθέοις
νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν τῶν μελῶν ἀποκοπὴν καρτερήσας, τῇ θείᾳ χάριτι ῥωννύμενος μάκαρ,
μαρτυρικῶς ἠγώνισαι Ἰάκωβε, στέφος ἀνεπλέξω δέ, ἀφθαρσίας θεόφρον, θρόνῳ
παριστάμενος τῆς Ἁγίας Τριάδος, ἥν ἐκδυσώπει ῥύσασθαι κακῶν, τροπαιοφόρε, τοὺς
πίστει ὑμνοῦντάς σε.
Δόξα, τὸ αὐτό.
Και νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε…
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν λαμπρὸν ἀριστέα καὶ ἀθλητήν, καὶ φαιδρὸν τροπαιοῦχον πάντες πιστοί,
Ἰάκωβον ᾄσμασι, κατὰ χρέος ὑμνήσωμεν, τοῦ γὰρ Χριστοῦ τῷ ζήλῳ ἐνθέως
πυρούμενος, τὴν ὁμίχλην τῆς πλάνης ἀθλήσει ἐσκέδασεν, ὅθεν ὥσπερ κλῆμα,
ἐκτεμνόμενος πίστει, τῆς δόξης ἐπέτυχε τῆς ἀφθάρτου τῇ χάριτι. Πρὸς αὐτὸν οὖν
βοήσωμεν· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χῆρα ἐκείνη δύο λεπτά, προσφέρω Σοι
Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων Σου, Σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια,
πειρασμῶν καὶ θλίψεων ἀεί με ἐξαίρουσα, ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου,
ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω Σοι· Θεοτόκε βοήθει μοι,
πρεσβεύουσα τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, Σὲ γὰρ ἔχω
ἐλπίδα ὁ ἀναξιος δοῦλός Σου.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμεῖ με πάθη·
ἀλλ’ αὐτὸς ἀντιλαβοῦ
καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γὰρ πυρὶ
ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει…
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ…
Εὐαγγέλιον Μαρτυρικόν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β’.
Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Σήμερον ἡ οἰκουμένη πᾶσα… (ζήτει εἰς τὸν Μικρὸν
Ἑσπερινόν).
Οἱ Κανόνες· τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ΄ καὶ
τοῦ Ἁγίου εἰς η΄.
Καταβασίαι. Χριστός γεννᾶται…
Ἀπὸ γ΄ ᾠδῆς Κάθισμα τοῦ Ἁγίου καὶ Θεοτοκίον. Ἀφ’
ἕκτης, Κοντάκιον καὶ Οἶκος τοῦ Ἁγίου. Ἐξαποστειλάριον τοῦ Ἁγίου καὶ Θεοτοκίον.
Βλέπε πάντα ταῦτα εἰς τὸ Μηναῖον.
Εἰς τοὺς Αἴνους. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Σωτηρίου ἱμάτιον ἐνεδύσω πανεύφημε, τοῦ γηΐνου σώματος ἐκδυόμενος, καὶ
πεπλησμένος συνέσεως, ἀλλόκοτον φρόνημα, καὶ ἀσύνετον βουλήν, ἀνομούντων
ἐξέκλινας ἀνδρικώτατα, καὶ ἐπέτυχες νίκης τῶν βραβείων, ὡς πολύαθλος ὁπλίτης,
παρὰ τοῦ πάντων δεσπόζοντος. (Δίς).
Ἱερεῖον ὡς ἄμωμον, προσφορά τε ὁλόκληρος, τῷ δι’ εὐσπλαγχνίαν Μάρτυς
πτωχεύσαντι, καὶ ὥσπερ θῦμα εὐπρόσδεκτον, προσήχθης Ἰάκωβε, τῷ Κυρίῳ ἀμοιβάς,
τῶν σῶν πόνων ληψόμενος, Ὅν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν
πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Ταῖς ῥοαῖς τῶν αἱμάτων σου, τὴν γῆ πᾶσαν κατήρδευσας, ἐναποξηράνας ὄμβρους
Ἰάκωβε, πυρσολατρῶν πλάνης, ὅθεν νῦν, λαμπρῶς κατεσκήνωσας, πρὸς τὸ ὕδωρ τῆς
ζωῆς, θυμηδίας πληρούμενος ἀξιάγαστε, ὑπὲρ πάντων πρεσβεύων τῶν ἐν πίστει, τὴν
σεπτήν σου καὶ φωσφόρον, ἐπιτελούντων πανήγυριν.
Δόξα. Ἦχος πλ. δ’.
Πιστῶς ἀθροισθέντες σήμερον… (ὅρα εἰς τὸ
Μηναῖον).
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι…
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ΄ καὶ στ΄
ᾠδή.
Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τοῦ Ἁγ. Δημητρίου.
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον…
Μεγαλυνάριον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, ᾄσμασιν ἐνθέοις, τὸν καλλίνικον Ἀθλητήν, τὸν
ἐκ τῆς Περσίδος, λαμπρῶς ἐπιφανέντα, Ἰάκωβον τὸν θεῖον καὶ ἀξιάγαστον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου