Ἀκολουθία Ὁσιομάρτυρος ΙΛΑΡΙΩΝΟΣ τοῦ Κρητός.
Ψαλλομένη τῇ 20η Σεπτεμβρίου
Ποίημα Μελετίου τοῦ Συρίγου
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Ὤ τοῦ παραδόξου θαύματος! ὁ ἀθλοφόρος Χριστοῦ, φωτισθεὶς τὴν διάνοιαν,
ἐπινεύσει πνεύματος, τὸν τὴν γῆν καὶ τὴν θάλασσαν, πρὶν ἐξαλείφειν,
κατακαυχώμενον, στεῤῥῶς ἀθλήσας, καταπεπάτηκεν. Ὢ τῆς δυνάμεως, τοῦ σταυροῦ καὶ
χάριτος, ἥτις αὐτοῦ, πᾶσαν ὑπεστήριζε, σαφῶς ἀσθένειαν. (Δίς).
Δεῦτε γηγενεῖς ἐν ᾄσμασι, τὴν ἱερὰν καὶ τερπνήν, τοῦ ὁπλίτου πανήγυριν, εὐσεβῶς ὑμνήσωμεν, Ἱλαρίωνος σήμερον· οὗτος γὰρ ὄντως, θείας ἐλλάμψεως, κατηξιώθη, τὸ φῶς εἰσδέξασθαι. Ὢ τῆς ἀφάτου σου, εὐσπλαγχνίας Κύριε, δι ᾿ ἧς ἡμεῖς,
ἔγνωμεν δοξάζειν σε τὸν Ὑπεράγαθον.
Μάρτυς Ἱλαρίων ἔνδοξε, τὴν τῶν τυράννων ὀφρύν, καὶ τὸ θράσος κατέβαλες, τοῦ δεινοῦ ἀλάστορος, ἐναθλήσας στεῤῥότατα, καθυπομείνας τῷ θείῳ ἔρωτι, πολλὰς βασάνους, καὶ τέλος θάνατον, ξίφει τὴν πάντιμον, ἐκτμηθεὶς ἀοίδιμε, κάραν τὴν σήν, ἣν Χριστὸς κατέστεψεν ὁ Ὑπεράγαθος.
Δόξα. Ἦχος β΄.
Δεῦτε πιστοὶ τιμήσωμεν, τὸν τοῦ Χριστοῦ ἀθλοφόρον, Ἱλαρίωνα τὸν ἔνδοξον,
τὸν γενναῖον στρατιώτην, τὸν καλῶς ἀγωνισάμενον ὑπὲρ τῆς εὐσεβείας· βασιλέων τε
καὶ τυράννων τὸν φόρον ἀποσεισάμενον. Διὸ νῦν παῤῥησίαν ἔχων πρὸς Χριστόν, ἀκαταπαύστως
πρεσβεύει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος β´. Οἶκος τοῦ Εὐφραθᾶ.
Δεῦτε οἱ εὐσεβεῖς, τιμήσωμεν ἐν ὕμνοις, τὴν μνήμην τοῦ ὁπλίτου, Χριστὸν
δοξολογοῦντες, τὸν τοῦτον στεφανώσαντα.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Μέμνησο ἀθλητά, ἡμῶν τῶν ἐκτελούντων, τὴν θείαν ἑορτήν σου, καὶ πόθῳ
συνελθόντων, ὑμνῆσαί σε ἐν ἄσμασι.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Δυσώπησον Χριστόν, γενναῖε Ἱλαρίων, ὡς ἔχων παῤῥησίαν, σωθῆναι σωτηρίαν,
σοῖς ὑμνηταῖς καὶ ἔλεος.
Δόξα. Ἦχος α´.
Γενναῖε Μάρτυς τοῦ Χριστοῦ Ἱλαρίων, ἐπαξίως εὐφημοῦμεν τὴν μνήμην σου· σὲ
γὰρ οὐ βίαι τυραννικαί, οὐ θωπεῖαι ἀπατηλαί, οἱ βασάνων ἐπιφοραί, οὐδ’ αὐτὸς ὁ
θάνατος, τῆς πρὸς Χριστὸν ἀγάπης χωρίσαι ἴσχυσαν· καὶ νῦν ἐν οὐρανοῖς
παριστάμενος, τῷ θρόνῳ τῆς θείας δόξης αὐτοῦ, καὶ τῆς ἐκεῖθεν ἀποῤῥεούσης δόξης
τε καὶ λαμπρότητος, πλουσίως ἐμπιπλάμενος, αἴτησαι δωρηθῆναι καὶ ἡμῖν τὸ μέγα
ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τὸν σταυρόν σου ἐπ᾿ ὤμων ἄρας ἀοίδιμε, ὁλοψύχως Κυρίῳ κατηκολούθησας,
Ἱλαρίων ἀθλητὰ γενναιότατε· καὶ νῦν οἰκεῖς τοὺς οὐρανούς, μετὰ πάντων ἀθλητῶν,
τὸν κτίστην καθιλαρύνων, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει, ἐπιτελούντων σου τὸ
μνημόσυνον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΙΙΕΡΙΝΩ
Ἱστῶμεν Στίχους η΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμια τῆς
Ἑορτῆς δ΄ καὶ τοῦ Ἁγίου δ΄.
Ἦχος πλ. α´. Τῶν οὐρανίων ταγμάτων.
Τῇ χαρμοσύνῳ ἡμέρᾳ, τῆς σῆς ἀθλήσεως, τρισμάκαρ Ἱλαρίων, οἱ φιλοῦντές σε
πάντες, εἰς ἕν συνελθόντες, ἀσματικοῖς, ἐγκωμίοις τιμῶμέν σε, ὡς τοῦ Χριστοῦ
στρατιώτην νεοφανῆ, καὶ ὡς Μάρτυρα στεῤῥότατον.
Ἰσχύϊ θείᾳ νομίμως, τὸν δρόμον ἥνυσας, τοῦ θείου μαρτυρίου, καὶ τὴν πίστιν βεβαίαν, ἐτήρησας παμμάκαρ, πρὸς τὸν Χριστόν, καὶ τὸ στέφος ἀπείληφας, ὡς καρτερῶς ἐναθλήσας ὑπὲρ αὐτοῦ, Ἱλαρίων τὸ ἀκήρατον.
Τὸν τοῦ Χριστοῦ στρατιώτην, καὶ Νεομάρτυρα, συμφώνως συνελθόντες, εὐφημήσωμεν ὕμνοις, αὐτῷ ἀναβοῶντες ἀπὸ ψυχῆς, ταῖς εὐχαῖς σου περίσωζε, ἡμᾶς τοὺς σὲ ἀνυμνοῦντας, ὦ Ἀθλητά, ἐκ παντοίων περιστάσεων.
Ἐν Κρήτῃ μάκαρ τὸ εἶναι, ἁπλῶς ἀπείληφας, ἐν Ὄρει δὲ τοῦ Ἄθῳ, τὸ εὖ εἶναι ἐκτήσω· ἐν πόλει δὲ τοῦ κράτους διὰ Χριστόν, τὸ μαρτύριον ἤνυσας, καὶ οὐρανοὺς ἐκπληρώσω, ὑπὲρ ἡμῶν, τὸν Χριστὸν καθικετεύων ἀεί.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ανέτειλεν ἡμῖν ὡς ἀστὴρ φαεινός, ὁ ἔνδοξος ἀθλοφόρος τοῦ Χριστοῦ,
Ἱλαρίων ὁ γενναῖος ἐν ταῖς καρδίαις τῶν πιστῶν, φέγγος εὐσεβείας τρανῶς
ὑπανάπτων, καὶ καταπυρσεύων φωτὶ τῆς θεογνωσίας· τὸ γὰρ πῦρ τὸ νοερὸν ἔνδον ἐν
καρδίᾳ δεξάμενος, Ἀγαρηνὴν θρασύτητα, ὡς φρυγανώδη κατέφλεξεν, ἀριστεύσας
λαμπρότατα καὶ μὴ ὑποπτήξας τὰς θηριώδεις ὁρμὰς τῶν ἀσεβῶν βαρβάρων. Διὸ καὶ
γενναίως ὑπομείνας τὰς ἀπείρους βασάνους αὐτῶν, τὸν τῆς νίκης στέφανον παρὰ
Χριστοῦ νομίμως ἐδέξατο καὶ τὸν ἀρχαῖον πολέμιον δράκοντα ἐν τῇ ῥοῇ τῶν αἱμάτων
αὐτοῦ ἀποπνίξας, τὴν ἀρχαίαν ἧτταν ἀνεκαλέσατο. Ὅθεν μετ΄ Ἀγγέλων ἐν οὐρανοῖς
συγχωρεύων, μέμνησο Μάρτυς καὶ ἡμῶν Ἱλαρίων ἀξιάγαστε, τῶν ἐν πίστει καὶ πόθῳ
ἐκτελούντων τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τό Ἀνάγνωσμα (Κεφ. ΜΓ 9-14).
Τάδε λέγει Κύριος· πάντα τά ἔθνη συνήχθησαν ἅμα, καί συναχθήσονται ἄρχοντες
ἐξ’ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τά ἐξ αὐτῆς; Ἤ τά ἐξ ἀρχῆς, τίς ἀκουστά ποιήσει
ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, καί δικαιωθήτωσαν, καί εἰπάτωσαν ἀληθῆ.
Γίνεσθε με μάρτυρες, καί ἐγώ Μάρτυς Κύριος ὁ Θεός, καί ὁ παῖς ὅν ἐξελεξάμην,
ἵνα γνῶτε καί πιστεύσητέ μοι, καί συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου οὐκ
ἐγένετο ἄλλος θεός, καί μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, καί οὐκ ἔστιν
πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγώ ἀνήγγειλα καί ἔσωσα, ὀνείδισα καί οὐκ ἦν ἐν ἡμῖν
ἀλλότριος. Ὑμεῖς ἐμοί Μάρτυρες, καί ἐγώ Κύριος ὁ Θεός· ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί,
καί οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καί τίς ἀποστρέψει
αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν
πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνῃ· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν
κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὁλίγα παιδευθέντες μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ·
ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνὴσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ, καὶ ὲπισκοπὴ
ἐν τοῖς ὲκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς
αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ
διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ
τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ
ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ
περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα,
ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς
παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου
τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται
χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν
ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς.
Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς·
ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη
παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄ .
Τὸν λαμπρὸν ἀριστέα τοῦ Χριστοῦ, Ἱλαρίωνα τὸν ἔνδοξον, συνελθόντες ὦ
φιλόχριστοι, μαρτυρικοῖς ἐγκωμίοις, καταχρέως εὐφημήσωμεν. Οὗτος γὰρ τὸν πρὸς
ἐχθροὺς ἀοράτους πόλεμον ὑπελθών, καὶ νομίμως ἀθλήσας, τὸν τῆς νίκης στέφανον
ἀξίως ἐδέξατο· καὶ νῦν ἐν οὐρανοῖς μετ’ Ἀγγέλων χορεύων, αἰτεῖται ταῖς ψυχαῖς
ἡμῶν τὸ μέγα ἔλεος.
Ὁ αὐτός.
Γενναῖε Μάρτυς τοῦ Χριστοῦ Ἱλαρίων, ἐπαξίως εὐφημοῦμεν τὴν μνήμην σου· σὲ
γὰρ οὐ βίαι τυραννικαί, οὐ θωπεῖαι ἀπατηλαί, οὐ βασάνων ἐπιφοραί, οὐδ’ αὐτὸς ὁ
ἐπίπονος θάνατος τῆς πρὸς Χριστὸν ἀγάπης χωρίσαι ἴσχυσαν· καὶ νῦν ἐν οὐρανοῖς
παριστάμενος τῷ θρόνῳ τῆς θείας δόξης αὐτοῦ, καὶ τῆς ἐκεῖθεν ἀποῤῥεούσης δόξης
τε καὶ λαμπρότητος, πλουσίως ἐμπιπλάμενος, αἴτησαι δωρηθῆναι καὶ ἡμῖν τὸ μέγα
ἔλεος.
Ἦχος β΄. Ἀθανασίου Ἱερομονάχου Σιμωνοπετρίτου.
Τῆς δυσσεβείας ὑπαχθεὶς τῇ πλάνῃ, ἐξ ἐπηρείας τοῦ ἐχθροῦ, διὰ μετανοίας
ὁλοψύχου πάλιν εἰς φῶς ἐπέστρεψας, τῆς ἀληθείας τοῦ Χριστοῦ. Τῷ βέλει δὲ τῆς
συνειδήσεως κεντούμενος, τὸ τῆς μετανοίας σχῆμα περιβληθείς, καὶ ὡς ἔλαφος
τοξευθεῖσα, τὸν Θεὸν διψητικῶς ἐζήτησας. Ὃν καὶ διὰ τῆς ξιφοτμήσεως εὑρὼν
Ἱλαρίων, τοῖς Νεομάρτυσι συναρίθμιος γέγονας, καὶ πρεσβεύεις ἀδιαλείπτως, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. β΄.
Σήμερον γὰρ ὡς ἀληθῶς, ἡ θεόπνευστος ῥῆσις τοῦ προφήτου Δαυῒδ πέρας εἴληφεν
ἐν ταῖς καρδίαις τῶν πιστῶν· λάκκον γάρ φησίν ὃν ὠρύξαντο τῷ σοφῷ Ἱλαρίωνι τὰ
τῆς Ἄγαρ φρυάγματα, καὶ ὃν ταῖς ἀπατηλαῖς θωπείαις ἐξαπατήσαντες, Χριστὸν
ἐξομόσασθαι ἔπεισαν, τῇ συνάρσει τῇ αὐτοῦ, διὰ τῆς καλῆς ὁμολογίας αὐτοὺς
κατασοφισάμενος, ἐν αὐτῷ δελεασθέντες ἐνέπεσον. Τὴν αὐτῶν γὰρ βδελυρὰν ἀσέβειαν
ἀποκηρύξας ἐμφρόνως, τὴν Ὀρθόδοξον πίστιν, λαμπρᾷ τῇ φωνῆ, ἐπ᾿ ὄρους ἀναρὰς
εὐαγγελιζόμενος ἀνεκήρυξεν. Οἵ καὶ τὴν ἧτταν τῆς αἰσχύνης μὴ φέροντες, δειναῖς
ταῖς βασάνοις παρέπεμψαν αὐτὸν τῷ Χριστῷ, ᾧ καί πρεσβεύει ἀδιαλείπτως ὑπὲρ ἡμῶν
τῶν τὴν μνήμην αὐτοῦ ἑορταζόντων φαιδρῶς.
Ἦχος πλ. δ΄. Ἀθανασίου Ἱερομονάχου Σιμωνοπετρίτου.
Διὰ κουφότητα νοὸς ἀχθεὶς εἰς σκότος πλάνης, διὰ τῆς μετανοίας πάλιν
ἐπέστρεψας ἀνδρικῶς εἰς φῶς, καὶ μαρτυρικῶς καθεῖλες τὸν ὑποσκελίσαντά σε ὄφιν,
γενόμενος δόξα καὶ καύχημα τῶν Ορθοδόξων· ὅθεν Ἱλαρίων γενναιόψυχε Νεομάρτυς,
ὡς τῷ Κυρίῳ δοὺς τὸ αἷμά σου, πρέσβευε, δεόμεθα, ὑπὲρ τῶν σὲ τιμώντων, ὅπως ἐν
τῷ φωτὶ τοῦ προσώπου Αὐτοῦ πορευόμενοι, εὕρωμεν τὴν μετὰ τῶν Ἁγίων συγκατοίκησιν.
Δόξα. Ἦχος πλ. δ΄.
Μετὰ τὸ ἀρνήσασθαι σαρκὸς τὴν εὐπάθειαν, ἀνεδείχθης στρατιώτης ἀκραιφνὴς
τοῦ δι’ εὐσπλαγχνίαν τοῖς ἀνθρώποις, συγκαταβάντος φιλανθρώπου Λόγου. Ὅθεν καὶ
ὡς καλῶς ἀριστεύσαντα, πρὸς ζωὴν τὴν ἀγήρω οἰκεῖν σε ἠξίωσεν ὡς ὑπεράγαθος. Τὰ
οὐράνια πάντα συγχαίρουσι, ὁρῶντά σε τὸ πρὶν ἐπηρείᾳ τοῦ ἐχθροῦ, ἀφρόνως
ἀποσκιρτήσαντα, καὶ ὄνειδος τῷ Χριστῷ διὰ τῆς ἀρνήσεως δειχθέντα, ὕστερον δὲ
διὰ τῆς πεπαῤῥησιασμένης ὁμολογίας τῆς πίστεως, καὶ τῆς ἐπ᾿ αὐτῇ μέχρι τέλους
ἀθλήσεως, καύχημα μὲν τῷ Χριστῷ, ὄνειδος δὲ τοῖς ἐχθροῖς πολλαπλάσιον
γενόμενον· ἀλλὰ πρέσβευε ἀδιαλείπτως Ἱλαρίων νεόαθλε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὸν φιλοῦντά σε Κύριον, ὑπὲρ φύσιν ἐφίλησας, καὶ σαρκὸς ἐμίσησας
ἡδυπάθειαν, καὶ τῷ Χριστῷ ἠκολούθησας, ἐπ᾿ ὤμων ἀράμενος, Μάρτυς χαίρων τὸν
σταυρόν, καὶ πρὸς βίαιον θάνατον προσεχώρισας· διὰ τοῦτό σου μάκαρ εὐφημοῦμεν,
ἐν ψαλμοῖς καὶ ὑμνωδίαις, τὴν παναοίδιμον ἄθλησιν.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ὥσπερ ῥόδον πανεύοσμον, νοητῶς ἀνεφάνης νῦν, ἐν χειμῶνι ἔνδοξε τῆς
ἀθλήσεως, ἐκπέμπων θεῖα χαρίσματα, πηγάς τε ἰάσεων, τῆς πανσέπτου σου σοροῦ,
ἀφ᾿ ἧς πλεῖστοι ἀρύονται, ῥῶσιν σώματος, ἀθλητῶν ὡραιότης Ἱλαρίων, διὰ τοῦτό σε
τιμῶμεν, ὡς πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ὡς καλῶς στρατευσάμενος, Βασιλεῖ τῶν δυνάμεων, σεαυτὸν ἀοίδιμε παραδέδωκας,
ἐθελουσίως εἰς βάσανα, καὶ βίαιον θάνατον, καὶ συνήφθης μυστικῶς, τοῖς Μαρτύρων
στρατεύμασιν, ἠξιώθης τε, τῶν στεφάνων τῆς νίκης Ἱλαρίων, τῷ Χριστῷ
καθικετεύων, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε.
Δόξα. Ἦχος πλ. α´.
Ἐξέλαμψε σήμερον, ἡ σεβάσμιος μνήμη τοῦ νεοάθλου, τοὺς πιστοὺς συγκαλοῦσα,
πρὸς εὐωχίαν μυστικήν, καὶ πρὸς πανήγυριν ἑόρτιον ἄγουσα τῶν φιλεόρτων τὰ
συστήματα. Δεῦτε οὖν φιλομάρτυρες, ὁμοφρόνως ἅπαντες εὐφημήσωμεν, τὸν τοῦ
Χριστοῦ ἀθλοφόρον, τὸν ὑπὲρ τῆς εὐσεβείας λαμπρῶς ἀγωνισάμενον, καὶ τὸ βραβεῖον
τῆς νίκης ἐκ χειρὸς Κυρίου δεξάμενον, τὸν φωστῆρα τῶν χριστωνύμων, καὶ νεολαμπῆ
ἀστέρα τῆς Ἐκκλησίας. Διὸ καὶ πρὸς αὐτὀν βοῶντες εἴπωμεν· Ἱλαρίων νεομάρτυς
ἔνδξε, γενοῦ ἡμῖν ψυχῶν τε καὶ σωμάτων σωτηρία, καὶ σκέπη ἀσάλευτος, πρεσβεύων
πρὸς Κύριον εἰς τὸ σωθῆναι ἡμᾶς.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τὸν σταυρόν σου ἐπ᾿ ὤμων ἄρας ἀοίδιμε, ὁλοψύχως Κυρίῳ κατηκολούθησας,
Ἱλαρίων ἀθλητὰ γενναιότατε· καὶ νῦν οἰκεῖς τοὺς οὐρανούς, μετὰ πάντων Ἀθλητῶν,
τὸν Κτίστην καθιλαρύνων, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει, ἐπιτελούντων σου τὸ
μνημόσυνον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΝ ΤΩ ΟΡΘΡΩ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ´. Θείας πίστεως.
Θείαν ἔννοιαν ἐν σῆ καρδίᾳ, φέρων ἔνδοξε τῶν ἐπιγείων, ἀντηλλάξω τὰ θεῖα
καὶ μόνιμα, καὶ συγχορεύων ἀγγέλοις γηθόμενος, ἐπαπολαύεις τῆς θείας
λαμπρότητος· ὅθεν ἅγιε Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α´. Χορὸς ἀγγελικός.
Ἀσκήσει σὴν ψυχήν, καὶ δακρύων τοῖς ῥείθροις, ἁγνίσας ἐναθλῶν, Ἱλαρίων
νομίμως, ἐνδόξως ἐλάμπρυνας, καὶ παρέθου τῷ Κτίστῃ σου, ὡς οὖν ἔτυχες, οὗπερ
ἐπόθεις δυσώπει, τὸ ἀνείκαστον, τῶν οἰκτιρμῶν αὐτοῦ πλῆθος, σωθῆναι πάντας
ἡμᾶς.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καθελὼν τοῦ πονηροῦ, τὰς πολυπλόκους μηχανάς, ἀνδρειότητι φρενῶν, νίκης
βραβεῖα ἐκ Θεοῦ, ὦ Ἱλαρίων ἀπείληφας ἐπαξίως· καὶ νῦν πρὸς οὐρανοὺς
κατεσκήνωσας, Ἀγγέλων σὺν χοροῖς ἀγαλλόμενος, μεθ᾿ ὧν ἡμῶν μνημόνευε, τῶν
πίστει ἐπιτελούντων τὴν μνήμην σου, καὶ προσκυνούντων τὴν τῶν λειψάνων θήκην,
ἀξιοθαύμαστε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμεῖ με πάθη·
ἀλλ’ αὐτὸς ἀντιλαβοῦ
καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γὰρ πυρὶ
ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν...
Εὐαγγέλιον Μαρτυρικόν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Στίχ. Ἑλέησόν με ὁ Θεός,…
Ἰδιομέλον ζήτει εἰς τὴν Λιτήν, οἷον βούλει.
Ὁ Κανὼν τῆς ἑορτῆς μετὰ τῶν εἱρμῶν εἰς στ΄ καὶ τοῦ
Ἁγίου εἰς η´.
ᾨδὴ α΄. Ἦχος α΄. Ὠδὴν ἐπινίκιον.
Ἐξέλαμψε σήμερον,ἡ θεία μνήμη τοῦ Ὁσιομάρτυρος συγκαλοῦσα πάντας τοὺς
φιλεόρτους ἡμᾶς πρὸς εὐφημίαν καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ.
Μυρίπνοον ῥόδον σε ἡ Ἐκκλησία, Ἱλαρίων κέκτηται Μάρτυς πολύαθλε, ἐδείχθης γάρ, τοῦ Χριστοῦ εὐωδία ὑπὲρ οὑ χαίρων ἤθλησας.
Χριστοῦ ἐπορφύρωσας τὴν Εκκλησίαν, Νεομάρτυς ἔνδοξε, ῥείθροις αἱμάτων σου· καὶ νῦν δεόμεθα, ἱκέτευε αὐτὸν ἀεὶ ὑπὲρ τῶν τιμώντων σε.
Θεοτοκίον.
Ἡ μόνη τὸν ἄχρονον, Υἱὸν ἐν χρόνῳ, τεκοῦσα σαρκούμενον, παναγία Ἄχραντε,
πάντα τὰ χρόνια, τῆς παναθλίας μοῦ ψυχῆς πάθη θεράπευσον.
Ὠδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Πανηγυρίσωμεν φιλέορτοι, καὶ συνευφρανθῶμεν τῷ πνεύματι, ἐπὶ τῇ μνήμῃ τῇ
σεπτῇ, εὐωχούμενοι σήμερον, Ἱλαρίωνος τοῦ θείου καὶ στεῤῥοῦ Νεομάρτυρος.
Τῆς Ἐκκλησίας νῦν τὸ στήριγμα, τὸ τῆς εὐσεβείας προπύργιον, τὸν καθαιρέτην τοῦ ἐχθροῦ, τοῦ Κυρίου τὸν Μάρτυρα, διανοίᾳ καθαρᾷ, μελωδικῶς εὐφημήσωμεν.
Θείᾳ παλάμῃ κυβερνώμενος, γαληνῶς διέπλευσας Ἅγιε, βασάνων πέλαγος, σφοδρόν, καὶ πρὸς ὅρμον ἀκύμαντον, ἱερῶς καθορμισθείς, σωτηρίαν ἡμῖν αἴτησαι.
Θεοτοκίον.
Ῥῦσαί με πάσης περιστάσεως, καὶ πολλῶν σκανδάλων τοῦ ὄφεως, καὶ αἰωνίζοντος
πυρός, καὶ τοῦ σκότους Πανάμωμε, ἡ τὸ φῶς ἀποκυήσασα, βροτοῖς τὸ ἀνέσπερον.
Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς τὸν πονηρὸν συμπατήσας, ἀθλητικῶς Μάρτυς Χριστοῦ ἐδοξάσθης,
καθυπομείνας βάσανα τελείῳ νοΐ· ὅθεν συνηρίθμησαι, τοῖς χοροῖς τῶν Μαρτύρων,
καὶ τὴν αἰωνίζουσαν βασιλείαν ἐκτήσω, ἐν ᾗ χορεύων μέμνησο ἡμῶν, τῶν
ἐκτελούντων ἐν πίστει τὴν μνήμην σου.
Δόξα. Τὸ αυτό. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὠδὴ δ΄. Ἐν πνεύματι προβλέπων.
Νευρώσας τὴν ψυχήν σου, μελέταις θεϊκαῖς, ἐχθρὸν ἐξενεύρισας ἀνδρείαις
συμπλοκαῖς· ὅθεν πᾶσα ἡ Χριστοῦ Ἐκκλησία, ἐπιγνοῦσά σε Μάρτυρα, ἀπερίγραπτον
μάκαρ γεραίρει σε.
Θαμβεῖται πρὸ βημάτων ἀλάστωρ δυσμενής, ἐστῶτα κατιδών σε ἐν πᾳῤῥησίᾳ πολλῇ, καὶ θωπείαις ἐκλύειν σου τὴν καρτερίαν, ᾤλετο Ἱλαρίων μακάριε, ἀλλ᾿ ἡττήθη ἀπονοίας τὰ φρυάγματα.
Σθένει δυναμούμενος, σαρκὸς τὸ ἀσθενές, τοῦ ἡμῶν ἀσθένειαν φορέσαντος Χριστοῦ, τὸν τῶν Μαρτύρων διήνυσας δρόμον, καὶ τὸν ἀνίσχυρον ἐχθρὸν ἀοίδιμε, ὡραιοτάτοις σου ποσὶ κατεπάτησας.
Θεοτοκίον.
Ἐλέησόν με μόνη ἐλέους τὴν πηγήν, Θεοτόκε τέξασα, καὶ λῦσον τὴν δεινήν,
ψυχῆς μου νόσον, καὶ πώρωσιν τῆς καρδίας, δακρύων ῥεῖθρα καὶ κατάνυξιν πρὸ
τέλους, δοῦσα καὶ δεινῶν ἀπολύτρωσιν.
ᾨδὴ ε´. Τὴν Σὴν εἰρήνην.
Ὁδὸν διανύσας Μάρτυς ἀνδρικῶς μαρτυρίου, ἀποθέσει τοῦ πνεύματος ἔφθασας,
πρὸς τὴν ἄνω βασιλείαν, ἐν ᾗπερ νῦν κέκτησαι Ἱλαρίων πολίτευμα τὸ θεῖον.
Ὤ τῆς πρὸς Θεόν σου θερμῆς ἀγάπης σοφέ, δι’ ἧς βιαιότατον ὑπέστης θάνατον· διὰ τοῦτο χαίροντες τὴν σὴν ἐκτελοῦμεν μνήμην Μάρτυς μετ’ ἐγκωμίων.
Ποθῶν τὸ παθεῖν ὑπὲρ Χριστοῦ τοὺς ῥαβδισμούς, ὑπήνεγκας παμμάκαρ στεῤῥότατα τυπτόμενος καὶ συντριβόμενος· καὶ νῦν καθιλαρύνεις ἡμῖν τὸν πάντων κτίστην.
Θεοτοκίον.
Διάσωσόν με Πάναγνε κινδύνων χαλεπῶν, ἔγειρον παθῶν κοπρίας καὶ ῥῦσαί με,
αἰχμαλωσίας καὶ κακώσεως, πονηρῶν δαιμόνων, τὸν σὸν ἀχρεῖον δοῦλον.
ᾨδὴ ς´. Τὸν Προφήτην Ἰωνᾶν.
Ἐναθλήσας ἀνδρικῶς, Ἱλαρίων ἀθλητά, νῦν παρίστασαι Χριστῷ, σὺν Ἀγγέλων τοῖς
χοροῖς, Ὁσίων τε καὶ τῶν Μαρτύρων, μεθ᾽ ὧν ἡμῶν μέμνησο.
Τὸν πτερνίσαντά σε πρίν, κατεπάτησας ἐχθρόν, καὶ ὡς θῦμα λογικόν,
προσηνέχθης τῷ Χριστῷ καὶ εἴληφας, τῆς νίκης στέφος Ἱλαρίων μακάριε.
Τοὺς τελοῦντας ἱερῶς, τὴν σὴν ἄθλησιν στεῤῥέ, καὶ τά λείψανα τὰ σά, προσκυνοῦντας εὐλαβῶς, περίσωζε ἐκ πάσης βλάβης, Ἱλαρίων πανόλβιε.
Θεοτοκίον.
Ἁγιάσματος σκηνή, δεδειγμένη Μαριάμ, μιανθεῖσαν ἡδοναῖς, τὴν ἀθλίαν μου
ψυχὴν ἁγίασον, καὶ θείας δόξης μέτοχον ποίησον.
Κοντάκιον. Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Τὸν κόσμον λιπὼν Χριστῷ ἠκολούθησας, ἀθλήσας δὲ στεῤῥῶς, αὐτῷ νῦν
παρίστασαι, μαρτυρίου αἵματι καὶ ἀσκήσεως πόνοις καλλυνόμενος Ἱλαρίων· ὅθεν καὶ
ἀνεδείχθης Μαρτύρων καὶ Ὁσίων ὁμόσκηνος.
Ὁ Οἶκος.
Τὸν γενναῖον ἐν Μάρτυσιν Ἱλαρίωνα, ἐν ἀσμάτων ᾠδαῖς εὐφημήσωμεν οἱ
φιλέορτοι. Οὗτος γάρ ὁ καρτερόψυχος, τῇ τοῦ Χριστοῦ δυνάμει θωρακισθείς, πάντα
τὰ τοῦ βίου τερπνὰ ὡς σκύβαλα ἐλογίσατο, καὶ σαρκὸς μηδόλως φεισάμενος, εἰς τὸ
στάδιον τῆς ἀθλήσεως ἀπεδύσατο· ἔνθα τὴν μὲν τῶν Αγαρηνῶν ἀσέβειαν θριαμβεύσας,
τὴν δὲ τοῦ Χριστοῦ Ὀρθόδοξον πίστιν ἐν παῤῥησίᾳ κηρύξας, ὑπὲρ ἧς καὶ πολυειδέσι
βασάνοις δοκιμασθείς, ἀνεδείχθης Μαρτύρων καὶ Ὁσίων ὁμόσκηνος.
Συναξάριον.
Τῇ κ’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἱλαρίωνος τοῦ Νέου.
Στίχ.
Ὁ Ἱλαρίων διττὸν εἴληφε στέφος,
Ὅσιος οἷα καὶ ἀθλητὴς Κυρίου.
Εἰκάδι Ἱλαρίων ξίφους μόρον ἴφι ὑπέστη.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Ἡ κάμινος, Σωτὴρ, ἐδροσίζετο.
Τοῖς πάθεσι τὸ πάθος τὸ ἄχραντον μιμούμενος, ὁπλῖτα πανένδοξε, τοὺς
αἰκισμοὺς γενναίως, τῶν ἐχθρῶν καθυπέμεινας.
Ἠγάλλοντο Ἀγγέλων τὰ τάγματα, ηὐφραίνοντο Μαρτύρων πνεύματα, ἰδόντα σε
Ἱλαρίων καλῶς ἐναθλήσαντα.
Νέμει σοι ζωὴν τὴν ἀκήρατον, ἡ ἀρχικὴ Τριὰς ἣν ἐδόξασας, ἧ νῦν μάκαρ παρέστης, ὑπὲρ τοῦ κόσμου πρέσβυς ἄριστος.
Θεοτοκίον.
Ἱκέτευε ὃν ἔτεκες Κύριον, ὡς εὔσπλαγχνον τῇ φύσει ὑπάρχοντα, Θεογεννῆτορ
σῶσαι, τὰς ψυχὰς τῶν ὑμνούντων σε.
ᾨδὴ η´. Ὅν φρίττουσιν Ἄγγελοι.
Τῇ πίστει νευρούμενος παμμάκαρ τοῦ Χριστοῦ, πρὸς σφαγὴν ἑκούσιον ἐκδέδωκας
σαυτόν, διό σε τὸν ἀγῶνα, τὸν θεῖον τελέσαντα, σὺν τοῖς ὁμοζήλοις ἐν
ἐπουρανίοις προσήκατο θαλάμοις.
Σαρκὶ συμπλεκόμενος ἀσάρκῳ δυσμενεῖ, αὐτὸν ἐτραυμάτισας γενναῖε Ἀθλητά, καὶ σὺν Ἀσωμάτοις νῦν συναγάλλῃ, ἰώμενος πάθη ψυχῶν τε καὶ σωμάτων.
Ἰσχύει ῥωννύμενος, τρισόλβιε Χριστοῦ, πάθος τὸ μακάριον ἐδέξω σῇ σαρκί, πάθεσι ποικίλοις διὰ τοῦτο, πάθη ἐξιᾶσαι τῶν σὲ μακαριζόντων.
Θεοτοκίον.
Ἰάσω τὸ σύντριμμα Ἀδὰμ τοῦ χοϊκοῦ, Σωτῆρα κυήσασα Πανάχραντε Θεόν, αὐτὸν
ἐκδυσώπει τὰς πληγὰς τῆς ἐμῆς ψυχῆς θεραπεῦσαι, ἀνίατα νοσούσης.
ᾨδὴ θ´. Τὴν φωτοφόρον νεφέλην.
Μετὰ τῶν ἄνω Ταγμάτων, συνηριθμήθης ἀξίως, κόσμον λιπὼν καὶ τὸν Χριστὸν
ποθήσας ἀοίδιμε, ὅν καὶ ἐκήρυξας Θεὸν τυράννων ἐνώπιον· ἀλλὰ καὶ νῦν ἡμῖν,
σωτηρίαν τοῖς ὑμνηταῖς σου δοθῆναι ἱκέτευε.
Σὺν ἀσωμάτοις Αγγέλοις, σὺν τοῖς σεπτοῖς Ἀποστόλοις, σὺν ἀθλοφόροις ἱεροῖς, σὺν ὁσίοις τρισμάκαρ, τὸν ὑπεράγαθον Θεόν, ἱκέτευε πάντοτε, τυχεῖν ἡμᾶς, ἀγαθῶν αἰωνίων, τοὺς τελοῦντάς σου τὴν μνήμην εὐλαβῶς.
Νέμοις μοι ἄφθονον χάριν, τῷ τῶν ἐπαίνων τοῖς λόγοις, στεφάνους πλέξαντι
σοφέ, ἐν προθύμῳ καρδίᾳ, ὦ Νεομάρτυς τοῦ Χριστοῦ, Ἱλαρίων μακάριε, ῥυόμενος ἐκ
παθῶν ψυχοφθόρων, σαῖς ἱκεσίαις παναοίδιμε.
Θεοτοκίον.
Φῶς ἡ τεκοῦσα τὸ θεῖον, ἐσκοτισμένον με πάσαις ταῖς μεθοδείαις τοῦ ἐχθροῦ,
καὶ ῥαθύμως βιοῦντα, καὶ παροργίζοντα Θεόν, Πανάμωμε, φώτισον ὁδήγησον, πρὸς
καλὰς ἐργασίας, ὡς αἰτία οὖσα πάντων τῶν καλῶν.
Ἐξαποστειλάρια. Ἦχος γ´. Ἐν Πνεύματι τῷ ἱερῷ.
Ἀσκήσεως τοῖς ὀδυρμοῖς, τὸν ἀρχέκακον ὄφιν, εἰς τέλος ἐξηφάνισας, ἐπὶ
τέλους δὲ στέφος, τοῦ μαρτυρίου εἴληφας, μοναστῶν τὸ καύχημα, καὶ τῶν Μαρτύρων
τὸ κλέος, Ἱλαρίων ἀθλητά, διὰ τοῦτό σε πιστῶς ἐν ὕμνοις νῦν εὐφημοῦμεν.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν ἐν Ὁσίοις λάμψαντα, καὶ Μάρτυσιν αὐγάσαντα, ὡς ἄστρον λάμπον ἐν πόλῳ,
καὶ κόσμον φωταγωγοῦντα, ταῖς φαειναῖς ἀριστείαις, τὸν μέγαν Ἱλαρίωνα, πιστοὶ
ἀνευφημήσωμεν, ὡς πρόμαχον εὐσεβείας, καὶ καθαιρέτην τῆς πλάνης.
Καὶ τῆς Ἑορτῆς.
Σταυρὸς ὁ φύλαξ πᾶσης τῆς οἰκουμένης...
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῇ ἐνδόξῳ ἀθλήσει σου, Ἐκκλησία ἀγάλλεται, καὶ ἀζύγων γέγηθε τὰ συστήματα·
πάντες πιστοὶ δὲ εὐφραίνονται, ᾠδὴν χαριστήριον, ἀναπέμποντες Χριστῷ, Ἱλαρίων
ἀοίδιμιε, Σῶτερ λέγοντες· ὁ τὸν σὸν ἀθλοφόρον ἐνισχύσας, στεφανώσας τε ἐν δόξῃ,
σῶσον ἡμᾶς ὡς φιλάνθρωπος.
Τῷ πυρὶ ἐκκαιόμενος, τῆς Χριστοῦ ἀγαπήσεως, ὡς τρυφὰς τὰ βάσανα σὺ λελόγησαι, ὡς ἁπαλὰ ῥόδα μάστιγας, τὸ ξίφος ὡς στέφανον, ὡς παράδεισον εἱρκτήν, κακουχίαν τε ἅπασαν, καὶ τὸν θάνατον, ὡς ζωὴν ἐπεπόθησας γλυκεῖαν, Νεομάρτυς Ἱλαρίων, ὅθεν σε νῦν μακαρίζομεν.
Οὐρανίαις ἐλλάμψεσι φωτισθεὶς τὴν διάνοιαν, τὸ τῆς πλάνης ἔφυγες σκότος ἔνδοξε, καὶ τῷ φωτὶ προσεπέλασας, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ ταῖς χάρισιν αὐτοῦ, καταυγάζεις τὰ πέρατα, διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει, ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Τὸν Δεσπότην σου ἔνδοξε, Ἱλαρίων μιμούμενος, ὡς ἀρνίον ἄμωμον προσετέθεισαι, ἐχθροῖς σφαγὴν πρὸς ἑκούσιον· διὸ παριστάμενος, τῷ Χριστῷ ἐν οὐρανοῖς, ταῖς ραφαῖς τῶν αἱμάτων σου, τοὺς τὴν ἔνδοξον, καὶ πανέορτον μνήμην σου τελοῦντας, σαῖς πρεσβείαις μὴ ἐλλίπης, βλάβης παντοίας ῥυόμενος.
Δόξα. Ἦχος πλ. α´.
Ἀθανασίου Ἱερομονάχου Σιμωνοπετρίτου.
Ὤ, τῶν σοφῶν σου κριμάτων, Χριστέ! πῶς ἐκ σκεύους πηλίνου καὶ εὐθραύστου
ἀδριάντα γενναιόψυχον ἀνέδειξας, τὸν πρὶν ἀρνησάμενόν σε Ἱλαρίωνα! Τῇ γὰρ
χάριτι τοῦ βαπτίσματος εἰς μετάνοιαν ἐλθών, καὶ τὸ μοναδικὸν σχῆμα ἐνδυσάμενος,
πρὸ τῶν ἀπίστων ὡς θεολόγος θεοφώτιστος, τὴν πλάνην τῆς Ἄγαρ κατεμυκτήρισε, καὶ
τῆς ὑπὲρ λόγου οἰκονομίας σου ὁμολογήσας τὸ μυστήριον, διὰ τοῦ ξίφους ἠξιώθη
τοῦ Παραδείσου. Αὐτοῦ ταῖς ἱκεσίαις δεόμεθα, Δέσποτα, τήρησον τοὺς σὲ
πιστεύοντας, ἐν μετανοίᾳ διηνεκεῖ ὡς φιλάνθρωπος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου