Ἀκολουθία Ἁγ. ΓΕΝΝΑΔΙΟΥ Πατριάρχου ΚΠόλεως.
Ψαλλομένη τῇ 17η Νοεμβρίου
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος πλ. β΄. Αἱ Ἀγγελικαί.
Τὴν θεοπρεπῆ, διανύων πολιτείαν, τῆς ἀπ᾿ οὐρανῶν, ἠξιώθης ἐπιπνοίας,
καθάρας τὴν καρδίαν, ἀρετῶν ἐπιδόσεσι, καὶ Ἀρχιερεὺς θεῖος ἐδείχθης, ἐν ἐκλογῇ
τῇ θεοκρίτῳ σαφῶς Ὅσιε· ὅθεν Γεννάδιε σοφέ, τιμῶμεν τὴν μνήμην σου.
Μέγας ἀληθῶς, Ἱεράρχης ἀνεδείχθης, οἷα θησαυρός, ταπεινώσεως ἁγίας, καὶ
μείζοσιν ἀγῶσι, καὶ λαμπροῖς προτερήμασι, Πάτερ κατεκόσμησας μεγάλως, ἥν περ
κεκλήρωσαι μεγάλην, καθέδραν Ἅγιε· διὸ μεγάλων ἐκ Θεοῦ, χαρίτων ἠξίωσαι.
Ζήλῳ ἱερῷ, διαπρέπων Ἱεράρχα, τῶν αἱρετικῶν, διαλύεις τὴν ἀπάτην, καὶ ἐν
δυσὶ τελείαις, τὸν Χριστὸν Πάτερ φύσεσιν, ἅμα ἐνεργείαις δογματίζεις, ἐν
ὑποστάσει μία ὄντα, καὶ μετὰ σάρκωσιν, τὸν σὲ δοξάσαντα λαμπρῶς, παμμάκαρ
Γεννάδιε.
Ποίμνης σου σοφῶς, ἡγησάμενος τῆς θείας, ἐπὶ τὴν Σιών, παρεγένου τὴν ἁγίαν,
ἐκεῖθεν δὲ εἰς Κύπρον, ὥσπερ ἄγνωστος ἔφθασας, ἔνθα τῷ Κυρίῳ ἐναπέθου, τὴν σὴν
ψυχὴν Ἀρχιεράρχα, καλῶς τελέσας σου, τὴν μετὰ σώματος ζωήν, Γεννάδιε ἔνδοξε.
Δόξα. Ἦχος β΄.
Τῶν ἀρετῶν ταῖς ἰδέαις ἐμπρέπων, ἱερωσύνης ἐκπληρώσω τὸ ἔνδυμα, ὡς τοῦ Θεοῦ
θεράπων, Γεννάδιε Πάτερ· τοῦ καλοῦ Ποιμένος τοῖς ἴχνεσιν, ἀκλινῶς ἀκουλουθῶν,
τύπον θείων πράξεων, καὶ εἰκόνα ἐνάρετου ζωῆς, σεαυτὸν παρέστησας, τῇ Ἐκκλησίᾳ
τοῦ Θεοῦ· διὸ ἑορτάζει σου, Ἱεράρχα μνήμην τὴν πάνσεπτον.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...
Ἀπόστιχα. Ἦχος πλ. β´. Τριήμερος ἀνέστης.
Ποιμένων ἀκροθίνιον, καὶ σκεῦος πολυτίμητον, οὐρανίων, ἀνεδείχθης δωρεῶν,
Χριστοῦ τῇ Ἐκκλησίᾳ, ὡς θεῖος Ἱεράρχης, Πάτερ Γεννάδιε μακάριε.
Στίχ.: Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην...
Καθάρας τὴν καρδίαν σου, ταῖς θείαις ἀναβάσεσι, φῶς τὸ θεῖον, ὑπεδέξω
μυστικῶς, καὶ τῶν θαυμάτων Πάτερ, τὴν χάριν ἐκομίσω, παρὰ Θεοῦ τοῦ σὲ
δοξάσαντος.
Στίχ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Δογμάτων τῶν τῆς πίστεως, καὶ θείων παραδόσεων, ἀνεδείχθης, Ἱεράρχα
ζηλωτής, ὡς Ἐκκλησίας ὄμμα, καὶ εὐσεβείας στόμα, Πάτερ Γεννάδιε θεόσοφε.
Δόξα. Τριαδικόν.
Τριάδα ὁμοούσιον, Μονάδα τρισυπόστατον, τὸν Πατέρα, καὶ Υἱὸν καὶ τὸ εὐθές,
Πνεῦμα σοφῶς κηρύττων, τὴν πλάνην διαλύεις, τὴν τῶν αἱρέσεων Γεννάδιε.
Καὶ νῦν. Θεοτοκίον.
Σαρκὸς ἐν ὁμοιώματι, τεχθεὶς ἐκ τῶν αἱμάτων σου, ὁ Πατρῷα, ἐν μορφῇ Υἱὸς
Θεοῦ, ἀνέπλασε Παρθένε, τοὺς σὲ Θεογεννῆτορ, ὡς Θεοτόκον μεγαλύνοντας.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον. Ἀπολυτίκιον.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἀρετῶν ταῖς ἰδέαις κατακοσμούμενος, τῆς Ἐκκλησίας ἐδείχθης Ἀρχιεράρχης
σοφός, καὶ ποιμὴν ἀληθινὸς Πάτερ Γεννάδιε, ὡς θεράπων τοῦ Χριστοῦ, καὶ Ὁσίων
κοινωνός, ἐν πάσῃ δικαιοσύνῃ. Καὶ νῦν δυσώπει ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων
εἰς σέ· χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν
σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων
τὸν τόκον σου.
Ἀπόλυσις.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακόν τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς
Προσόμοια τοῦ Ἁγίου.
Ἦχος α´. Πανεύφημοι Μάρτυρες.
Πάτερ Γεννάδιε τὸν σόν, βίον ἐκ νεότητας, ταῖς ἀρεταῖς κατεκόσμησας, ὡς
στοιχειούμενος, φόβῳ τῷ ἔνθεῳ· ὅθεν ἐχρημάτισας, θεράπων τοῦ Θεοῦ ἐνθεώτατος,
καὶ θεῖος πρόεδρος. Ἐκκλησίας ἀναδέδειξαι, Ἀποστόλων, ἴχνεσιν ἑπόμενος.
Πάτερ Γεννάδιε φωστήρ, εὐσεβείας μέγιστος, ὡς ἀληθῶς ὤφθης Ἅγιε, ζήλῳ τῆς
πίστως, καὶ λαμπρῶς κοσμήσας, Κωνσταντινουπόλεως τὸν θρόνον τὸν σεπτὸν καὶ
περίδοξον, λόγοις καὶ πράξεσι, τῆς ἁγίας πολιτείας σου, ἐπαξίως, θεόθεν δεδόξασαι.
Πάτερ Γεννάδιε τῆς σῆς, χάριτος τρυφήσασα, ἡ νῆσος Κύπρος ἀγάλλεται, ἐν τῇ
ἐλεύσει σου, καὶ ἡ Ἐκκλησία, Πάφου μακαρίζει σε· ἐν ταύτῃ γὰρ τὸ ἅγιον σῶμά
σου, ὡς κατατέθειται, ἰαμάτων κρηνην ἔβλυσεν ἐπομβρίᾳ, τοῦ Ἁγίου Πνεύματος.
Προσόμοια ἕτερα. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε Ἱεράρχης ἀληθής, ψήφῳ θεϊκῇ ἀνεδείχθης Πάτερ Γεννάδιε, τότε δοκιμώτατος
ποιμὴν καὶ πρόεδρος, βασιλίδος τῶν πόλεων, ὤφθης θεοφόρε, πάσης Ἐκκλησίας δέ,
λύχνος πολύφωτος, λάμπων εὐσεβείας ἀκτῖσι, καὶ τῆς ἐνάρετου ζωῆς σου, τοῖς θεοπρεπέσι
προτερήμασι.
Ὅτε ἀπεδίδως τῷ Θεῷ, Πάτερ τὰς ὁσίας εὐχάς σου, νύκτωρ Γεννάδιε, τότε τὸ
δαιμόνιον φάσμα τεθέασαι, προμηνύον τὴν μέλλουσαν, ἐν τῇ Ἐκκλησίᾳ, ταραχὴν καὶ
σύγχυσιν, τῇ ἐπηρείᾳ αὐτοῦ· ὅθεν ἐκ τῆς τούτου μανίας, λύτρωσαι ἡμᾶς Ἱεράρχα,
τοὺς εἰλικρινῶς σε μακαρίζοντας.
Χαίροις Ἱεράρχα τοῦ Χριστοῦ, καὶ μυσταγωγὲ τῶν ἀῤῥήτων Πάτερ Γεννάδιε·
χαίροις σκεῦος πάγχρυσον τῶν θεϊκῶν δωρεών, ἀπαθείας κειμήλιον, ποιμένων
ἀκρότης, ὕψος ταπεινώσεως, βάθος φρονήσεως· χαίροις λειτουργὲ θείας δόξης, καὶ
τῶν σὲ τιμώντων προστάτα, καὶ πρὸς τὸν Χριστὸν μεσῖτα μέγιστε.
Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ, τοῦ Εὐαγγελίου ἐργάτης γενόμενος, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ
προέστης, τῇ ἄνωθεν προμηθείᾳ· ἐν ἀληθείᾳ γὰρ καὶ πνεύματι, διεξάγων τὴν ζωήν,
καὶ τῇ θείᾳ ἐπιπνοίᾳ τὸν λόγον πιστούμενος, τῶν ἐντολῶν τὸν σπόρον, τοῖς
πιστοῖς ἐγεώργησας· καὶ καλῶς ποιμάνας τὸν λαὸν τοῦ Θεοῦ τὸν περιούσιον, τῆς
τοῦ Κυρίου χαρᾶς ἠξιώθης, ἀπολαβὼν τὸν μισθὸν τῶν καμάτων σου. Αὐτῆς, καὶ ἡμᾶς
ἀξίωσον, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου, Ἱεράρχα Γεννάδιε.
Καὶ νῦν. Ὁ αὐτός.
Τίς μὴ μακαρίσει σέ, Παναγία Παρθένε; ...
Εἴσοδος, Φῶς ἱλαρόν,
τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος
ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν
ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων
πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς
ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν
ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς
φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.
Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ
Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ
ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ
ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ
χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς
εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν,
καὶ πλησθήσεσθε Πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν
δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρεφήσεται. Ζυγοὶ δόλιοι
βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις
ἐκεῖ καὶ ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει
αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα
ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θάνατον. Ἀποθανὼν δίκαιος ἔλιπε
μετάμελλον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη
ἄμωμον ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν
ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς
δικαίου, οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καυχηματῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας
ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις,
αἴσθησις δὲ δικαίου εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ
ἀεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματα δὲ ἀσεβῶν
κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν
ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ
πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ
ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Φερωνύμως γενναίῳ φρονήματι, ὑπὲρ τῆς δόξης Χριστοῦ, λαμπρῶς
ἠγώνισαι,
Ἱεράρχα Γεννάδιε· πράξει γὰρ τὴν χάριν ἐκφαίνων, τρόπους ἐπιεικέσιν
ἐκπαίδευσας, τὰ ἄνω φρονεῖν καὶ ζητεῖν, τοὺς τῷ θείῳ σημειωθέντας αἵματι· καὶ
σωφρόνως καὶ ἀμέμπτως πολιτευσάμενος, ἱεραρχίας ὑπόδειγμα, ἐν Ἐκκλησίᾳ πολλῇ
ἐγένου. Ἄλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, ἀδιαλείπτως ἱκέτευε, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Πνευματικαῖς ἐμπρέπων πράξεσι, τοῦ Παρακλήτου ἐδέξω τὰς δωρεάς, καὶ τὰς
θείας ἐλλάμψεις, Ἱεράρχα Γεννάδιε· καὶ ἐν αὐτῷ ζῶν καὶ κινούμενος, τῆς
Ἐκκλησίας κυβερνήτης ὤφθης, καὶ ὁδηγὸς ἀληθής, καὶ βίου ἐνάρετου, θεόπνευστον
ὄργανον· ἔργῳ γὰρ ὑπέδειξας, τῶν ἀρετῶν τὰς ὑψώσεις, καὶ θείας ταπεινώσεις, τὸ
περίβλεπτον ὕψος· ἐν ᾧ ὡς φῶς τῷ κόσμῳ ἔλαμψας, φωτίζων καὶ στηρίζων, τοὺς
πίστει προσιόντας σοι.
Ἦχος γ΄.
Τῇ θεοειδεῖ σου ζωή, θεοειδέστατος ἱεράρχης ὤφθης, ἱερώτατε Πάτερ Γεννάδιε·
θεῖος γὰρ ζῆλος ἐν σοὶ διέλαμψε, χρηστότης τρόπων, ταπεινοφροσύνης ἀκρότης, καὶ
συνδρομὴ ἠθῶν σεμνότητος· ἐν οἷς εὐαρεστῶν Θεῷ, ὀρθῶν δογμάτων μυσταγωγεῖς τὴν
ἀκρίβειαν, θαύμασιν ἐκλάμπων, καὶ Ἀποστολικοῖς χαρίσμασι, καὶ πρεσβεύεις Κυρίῳ,
ὑπὲρ τῶν τιμῶντων σε.
Ἦχος δ΄.
Ὡς καθαρὸς τὴν ψυχήν, οὐρανίων καὶ θείων μυήσεων, ἀληθῶς ἠξιώθης, ἱερομύστα
Γεννάδιε· τὸ γὰρ Ἅγιον Πνεῦμα ἐν σοι οἰκῆσαν, τὰ μέλλοντα συμβαῖνεν σοι
ἐγνώρισε, καὶ θαυματουργίας χάριν σοι δέδωκε· δι᾿ ἧς ἀφρόνων μὲν ὤφθης
παιδευτής, τῆς Ἐκκλησίας δὲ σεπτὸς νυμφαγωγός, καὶ πρακτικὸς διδάσκαλος· πᾶσι
γὰρ τὰ κρείττω παρέθου, δικαιοσύνης ὑποδεικνύων τὴν ὁδόν, καὶ πρεσβεύεις Κυρἰῳ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος ὁ αὐτός.
Τὸν Ἱεράρχην τοῦ Χριστοῦ, Γεννάδιον τὸν μέγαν, τὸν ἐν ὀσιότητι καὶ ἀληθεῖα
ποιμάναντα, τὸν θεόφρονα λαόν, τῶν εὐσεβῶν τὸ πλήρωμα, συνελθόντες τιμήσωμεν·
οὐ μόνον γὰρ τῆς βασιλίδος τῶν πόλεων, τὸν θρόνον ἐκόσμησεν, ἀλλὰ καὶ πάσης
Ἐκκλησίας, κόσμος ὤφθη ἀληθής, καὶ τύπος καὶ παράδειγμα, κατὰ Παῦλον τὸν μέγαν,
καὶ ἐν Κύπρῳ τελέσας τὸν ἀγῶνα, τῆς ἄνω ἱεραρχίας, ἀξίως μετέσχε, τὰς ὑπὲρ ἡμῶν
ἱλαστηρίους ἀναφέρων Χριστῷ, καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...
Εἰς τὸν Στίχον. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις Ἱεραρχῶν καλλονή, τῆς Βυζαντίδος ὁ περίδοξος πρόεδρος, καὶ πάσης
τῆς Ἐκκλησίας, ὁ διαυγὴς ὀφθαλμός, ταπεινοφροσύνης ὕψος ἔνθεον· ἠθῶν
καθαρότητος, φυτοκόμος ὁ ἄριστος, βίου ἁγίου, ὑποφήτης θεόληπτος,
πρακτικότατος, ἐγκρατείας διδάσκαλος, σκεῦος τὸ πολυτίμητον, τῶν θείων
ἐλλάμψεων, τὸ τῆς ἀγάπης ταμεῖον, τὸ τῆς πραότητας σκήνωμα, Γεννάδιε Πάτερ, ὁ
παρέχων τοῖς αἰτοῦσι, χάριν καὶ ἔλεος.
Στίχ.: Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην...
Χαίροις ὁ τοῦ Χριστοῦ μιμητής, Ἱεραρχῶν περιφανὲς σεμνολόγημα, ὁ βίῳ
λελαμπρυσμένος, ἀγγελικῷ ἀληθῶς, καὶ σοφίᾳ θείᾳ καλλυνόμενος· τὸ στόμα τὸ
ἔνθεον, τῶν δογμάτων τῆς πίστεως, ὁ οὐρανόθεν, δεδεγμένος Γεννάδιε, θείου
Πνεύματος, τὴν σεπτὴν ἐπιφοίτησιν· ὅθεν σαφῶς προέβλεψας, τὴν μέλλουσαν σύγχυσιν,
τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἐπιβουλῇ τοῦ ἀλάστορος, ἐξ ἧς ἡμᾶς ῥῦσαι, ἱεράρχα
θεοφόρε, τῇ προστασίᾳ σου.
Στίχ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Δρόμον διαπερῶν τῆς ζωῆς, ὡς Ἱεράρχης θεοφόρος Γεννάδιε, ἐπέστης Πνεύματι
θείῳ, πρὸς τὴν ἁγίαν Σιών, ἐν ᾗ κόσμου ὤφθη τὸ σωτήριον· ἐκεῖθεν ἐν σχήματι,
ξένῳ Πάτερ κατέπλευσας, ἐπὶ τὴν Κύπρον, καὶ πρὸς πόλιν οὐράνιον, ἀνελήλυθας,
λιπὼν ταύτῃ τὸ σῶμά σου. Ὅθεν σὲ μακαρίζομεν, τελοῦντες τὴν μνήμην σου, καὶ
ἑξαιρέτως ἡ Πάφος, λαμπρυνομένη τῇ δόξῃ σοῦ, ἡ δίδου ὑψόθεν, τῆς σεπτῆς σου
εὐλογίας, χάριν τὴν ἄφθονον.
Δόξα. Ἦχος πλ. δ΄.
Ποιμαντικῇ σοφίᾳ φαιδρύνας τὸν βίον σου, διαπρεπὴς ἐν ἰεράρχαις, Γεννάδιε
πέφηνας· καὶ ἀληθεῖ ὁσιότητι, τὴν Ἀποστολικὴν ἐξουσίαν, λαμπροτέραν
ἐργασάμενος, Εὐαγγελικῶς ηὔξησας, τὸ δοθέν σοι τάλαντον. Καὶ νῦν τῆς δόξης τοῦ
Κυρίου σου, ἀνακεκαλυμμένως τρυφῶν, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε...
Νῦν ἀπολύεις, τὸ Τρισάγιον. Ἀπολυτίκιον. Ηχος πλ. α´.
Τὸν συνάναρχον Λόγον.
Ἀρετῶν ταῖς ἰδέαις κατακοσμούμενος, τῆς Ἐκκλησίας ἐδείχθης Ἀρχιεράρχης
σοφός, καὶ ποιμὴν ἀληθινὸς Πάτερ Γεννάδιε, ὡς θεράπων τοῦ Χριστοῦ, καὶ Ὁσίων
κοινωνός, ἐν πάσῃ δικαιοσύνῃ. Καὶ νῦν δυσώπει ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων
εἰς σέ· χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν
σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων
τὸν τόκον σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς σκεῦος ἐκλεκτόν, ἀρετῶν οὐρανίων, σοφὸς ἀρχιερεύς, τῆς Χριστοῦ
Ἐκκλησίας, Γεννάδιε μακάριε, ἀληθῶς ἐχρημάτισας. Ὅθεν σήμερον, τὴν σὴν
γεραίρομεν μνήμην, μακαρίζοντες, τοὺς ἱερούς σου καμάτους, δι’ ὧν κόσμῳ
ἔλαμψας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐδέξω ἐν γαστρί, τὸν Ὑπέρθεον Λόγον, καὶ τέτοκας αὐτόν, ἀσυγχύτως ἀτρέπτως,
Θεόν τε καὶ ἄνθρωπον, τὸν Ἀδὰμ ἀναπλάττοντα, Ἀειπάρθενε, Θεοχαρίτωτε Κόρη· ὃν
ἱκέτευε, ἐν μητρικῇ οἰκείώσει, ὑπὲρ τῶν ὑμνούντων σε.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῷ βίῳ θεόληπτος, ἐν ταπεινώσει πολλῇ, καὶ πλήρης χρηστότητας, καὶ φωτισμοῦ
θεϊκοῦ, γενόμενος Ὅσιε, ὤφθης τοῦ Βυζαντίου, εὐκλεὴς ποιμενάρχης, ἄγων καὶ
κατευθύνων, πρὸς νομὰς εὐσεβείας, τοὺς ἄρνας τοῦ Κυρίου, ἐν λόγοις καὶ πράξεσι,
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν τὸν ἀσώματον, σωματωθέντα ἐκ σοῦ, δι᾿ ἄφατον ἔλεος, τίκτεις ὡς βρέφος
Ἁγνή, καὶ ἄφθορος ἔμεινας· ὅθεν τοῦ ἀποῤῥήτου, μυστηρίου σου Κόρη, πίστει
ἀνενδοίαστῳ, ἀνυμνοῦμεν τὴν δόξαν, δι᾿ οὗ πρὸς ἀφθαρσίαν, ἀνεκλήθημεν Ἄχραντε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἡ νῆσος Κύπρος δεξαμένη σε Πάτερ, ὑπερηγάσθη ἀρετῶν σου τὸν πλοῦτον, καὶ
τὴν πολλὴν ταπείνωσίν σου Ὅσιε, ὅθεν καὶ κηδεύσασα, τὸ σὸν ἅγιον σκῆνος, μέγαν
σε ἐκτήσατο, πρὸς τὸν Κτίστην μεσίτην, καὶ τὴν σεπτήν σου μνήμην· ἐν χαρά,
πανηγυρίζει, παμμάκαρ Γεννάδιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Ὑπερούσιον, Θεὸν τετοκυῖα, οὐσιωθέντα δι’ ἡμᾶς εὐσπλαγχνίας,
Θεογεννῆτορ Κόρη παντευλόγητε, κόσμου καταφύγιον, καὶ προστάτις ἐδείχθης, καὶ
θερμὴ ἀντίληψις, τῶν εἰς σὲ προστρεχόντων, διὸ ποικίλων ῥύου ἀναγκῶν, τοὺς
προσιόντας, .ἀεὶ τῇ πρεσβείᾳ σου.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμεῖ με πάθη·
ἀλλ’ αὐτὸς ἀντιλαβοῦ
καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γὰρ πυρὶ
ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει
ἀγαλλιάσονται.
Στίχ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον· τὸ ἐν τῷ ὄρθρῳ τοῦ Ἅγ. Χρυσοστόμου.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στίχ.: Ἐλεῆμον, ἐλέησον μὲ ὁ Θεὸς.... Ἰδιόμελον. Ἦχος πλ. β΄.
Ἀγγελικὴν ἐπιδειξάμενος ζωήν, τῶν ἀρετῶν τῇ πράξει, τὴν σὴν στολὴν ἐποίκιλας,
θεοφόρε Γεννάδιε· καὶ εὐσεβείας πόνοις, καὶ γνώσει τῇ κρείττονι, θεοπρεπῶς
διακονήσας ἐν τῇ δοθείσῃ σοι χάριτι, τῆς ἀφθαρσίας τὸ διάδημα, παρὰ Χριστοῦ
ἐδέξω· ᾧ πρέσβευε ἐκτενῶς, δοῦναι ἱλασμὸν ταῖς ψυχαῖς ἡμῶν, καὶ ζωὴν αἰώνιον.
Εἶτα οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὑ ἡ
ἀκροστιχίς. Τῷ ἱερομύστῃ Γενναδίω αἰνός. Γερασίμου.
ᾨδὴ α´. Ἦχος β´. Ἐν βυθῷ κατέστρωσέ ποτε.
Τοῦ φωτὸς τοῦ θείου τὰς αὐγάς, Πάτερ εἰσδεχόμενος, καὶ ἐν μεθέξει ἀΰλῳ
θεούμενος, φωτισμόν μοι δώρησαι, φωτοφόροις σου ἱκεσίαις Γεννάδιε, ὅπως
ἀνυμνήσω, μνήμην σου τὴν θείαν καὶ ὑπέρλαμπρον.
Ὡς τῷ θείῳ φόβῳ ἐκ παιδός, Πάτερ στοιχειούμενος, καὶ πρὸς Θεὸν ὁλικῶς
ἀναγόμενος, πάσης ματαιότητος, ὑπεξέκλινας οὐρανίῳ φρονήματι, καὶ ἀμέμπτῳ βίῳ,
σεαυτὸν ἐλάμπρυνας Γεννάδιε.
Ἱεράρχης ὤφθης ἱερός, Ὅσιε Γεννάδιε, τοῦ Παρακλήτου χρισθεὶς ἐν τῇ χάριτι,
καὶ καθάπερ Ἄγγελος, ἱεράτευσας τῷ Κυρίῳ μακάριε, ταπεινοφροσύνῃ, καὶ πάσῃ
πραότητι κοσμούμενος.
Θεοτοκίον.
Ἐκ γαστρὸς σου ἐλαμψεν ἡμῖν, ὁ τῆς δόξης Κύριος, σωματωθεὶς ἐξ ἀχράντων
αἱμάτων σου, καὶ παρθένων ἀφθορον, μετὰ τόκον σε διασώσας Πανάμωμε, καὶ τὴν
πεπτωκυῖαν, φύσιν τῶν ἀνθρώπων ἀνεμόρφωσε.
ᾨδὴ γ΄. Ἐξήνθησεν ἡ ἔρημος.
Ῥάβδῳ θείᾳ Ὅσιε, πρὸς νομὰς ὡδήγησας, λαὸν τὸν περιούσιον, εὐσεβείας ποιμὴν
ὡς ἔνθεος, καὶ ζωῆς ἐνάρετου καὶ σεμνότητος.
Ὁ βίος σου λαμπόμενος, ἀρετῶν ταῖς λάμψεσιν, ἀστέρα σε πολύφωτον, Ἐκκλησίᾳ
πάσῃ Γεννάδιε, καὶ φωστῆρα ἀνέδειξε παγκόσμιον.
Μεμυημένος Ὅσιε, τὴν Χριστοῦ ταπείνωσιν, ἐν πλοῦτος ταπεινώσεως, καὶ ἀγάπης
τε καὶ πραότητας, ἐν τῷ κόσμος διέπρεψας Γεννάδιε.
Θεοτοκίον.
Ὑπὲρ ἡμῶν ἱκέτευε, Θεοτόκε Δέσποινα, τὸν σὸν Υἱὸν καὶ Κύριον, λυτρωθῆναι
πάσης κακώσεως, τοὺς ἐν πίστει δοξάζοντας τὸν τόκον σου.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείαις πράξεσι, κεκοσμημένος, ἱεράτευσας, Θεῷ ἀμέμπτως, Ἱεράρχα θεόφρον
Γεννάδιε, καὶ μεταστὰς πρὸς τὰ ἄνω βασίλεια, τῶν Ἀσωμάτων συνόμιλος γέγονας.
Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὰρξ γεγένηται, ὁ Θεὸς Λόγος, ἐξ αἱμάτων σου, ἀνερμηνεύτως, καὶ ἐφάνη τῷ
κόσμῳ ὡς ἄνθρωπος, διπλοῦς τῇ φύσει ὁμοῦ καὶ θελήσεσι, τῇ ὑποστασει δὲ εἶς ὡς
ηὐδόκησε. Κόρη Πάναγνε, αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ᾨδὴ δ΄. Ἐλήλυθας, ἐκ Παρθένου.
Συνέσεως, πεπλησμένος τῆς θείας Γεννάδιε, ὅσιος καὶ δίκαιος, καὶ σώφρων
ὤφθης ἐν ἅπασι, τῶν πιστῶν τὸ φρόνημα τῇ πολιτείᾳ σου, τῶν φθαρτῶν παιδεύων
ἀπέχεσθαι.
Τὸν Κύριον, ἐν νυκτὶ ἱκετεύων Γεννάδιε, τὸν ἐχθρὸν τεθέασαι, τὴν ἣν ἐπάξει
προλέγοντα, ἐκ τῶν αἱρετιζόντων ζάλη ψυχόλεθρον, ἐν τῇ Ἐκκλησία μακάριε.
Ἡγίασας τὴν ψυχὴν καὶ τὸ σῶμα Γεννάδιε, θείαις ἀναβάσεσιν, ἐξ ὑλικῆς πάσης
σχέσεως, ὡς τὸν νοῦν ἐκάθηρας πόνοις ἀσκήσεως ὅθεν θείας δόξης ἠξίωσαι.
Θεοτοκίον.
Γεννήσασα, ὑπὲρ φύσιν τὸν πάντων Δεσπόζοντα, ὤφθης πάσης κτίσεως, ὡς ἀληθῶς
ὑπερέχουσα· ὅθεν με ὑπέρτερον δεῖξον Πανάχραντε, ἐκ τῆς τῶν παθῶν καταπτώσεως.
ᾨδὴ ε΄. Μεσίτης Θεοῦ.
Ἐν οἴκῳ Θεοῦ, ἐλαία κατακαρπὸς Γεννάδιε, κατὰ Δαβὶδ πέφηνας, καὶ ἐλαίῳ
Πάτερ τῶν καμάτων σου, τῶν πιστῶν ἱλαρύνεις, καρδίας τε καὶ πρόσωπα.
Νοΐ καθαρῷ, καὶ χερσιν ὁσίαις ἱερούργησας, ἅγιε Γεννάδιε, τοῦ Χριστοῦ τὸ θεῖον
Εὐαγγέλιον, Ἀποστόλων τὸν ζῆλον, ἐν ἅπασι δεικνύμενος.
Ναῷ παρεστώς, νύκτωρ προσευχόμενος Γεννάδιε, δαιμόνιον φάντασμα, ἐν αὐτῷ
τεθέασαι καὶ ᾔσχυνας, τὴν αὐτοῦ κακουργίαν, συντόνῳ ἱκεσίᾳ σου.
Θεοτοκίον.
Ἀφράστως Χριστόν, τὸν τῶν ὅλων Κύριον κυήσασα, φθορᾶς τὴν ἐπιχύσιν, Κόρη
ἀπεξήρανας τῷ τόκῳ σου, καὶ πηγὴν εὐλογίας, τοῖς πέρασιν ἀνέβλυσας.
ᾨδὴ στ´. Ἐν ἀβύσσῳ πταισμάτων.
Διδαχαῖς μὴ προσεχῶν τῆς γλώττης σου, ὁ ἀτάκτως Ὅσιε πολιτευόμενος, δίκην
δικαίαν εὕρηκεν, ὡς Θεοῦ παριδὼν τὸ μακρόθυμον.
Ἵνα δόξης μετάσχης τῆς κρείττονος, δόξαν τὴν ἐπίγειον καὶ θρόνον Ἅγιε,
ἐμφρόνως καταλέλοιπας, καὶ Χριστοῦ τὴν πτωχείαν ἠγάπησας.
Ὡς πτωχός τε καὶ ξένος καὶ ἄοικος, ἐν τῇ Κύπρος ἔφθασας Πάτερ Γεννάδιε, καὶ
ἀπαντᾷς ἐξέπληξας, μετὰ τέλος γνωσθεὶς τοῖς προστρέξασι.
Θεοτοκίον.
Ἀειπάρθενε Κόρη Ἀπείρανδρε, ἡ κυοφορήσασα τὸν πάντων αἴτιον, δι’ ἔλεος
ἀμέτρητον, σκοτισθέντα τὸν νοῦν μου καταύγασαν.
Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ἱεράρχης ἔνθεος Πάτερ ἐδείχθης, λαμπρυνθεὶς τῷ Πνεύματι, τῇ καθαρῇ σου
βιοτῇ, ἱερομυστα Γεννάδιε, Χριστῷ πρεσβεύων ὑπὲρ τῶν τιμώντων σε.
Ὁ Οἶκος.
Τῆς καθαρῶς καὶ ἀμέμπτου ζωῆς, τὰς ἐπιδόσεις θησαυρίσας, θησαυρὸς ὁσίων
ἠθῶν, καὶ ταπεινοφροσύνης ἐνδιαίτημα, καὶ ἀγάπης πλοῦτος ἀκένωτος, ἀναδέδειξαι
Ὅσιε· ὅθεν ἱερωσύνης κληρωσάμενος τὸ ἔνδυμα, ἱεραρχικὼς Χριστῷ εὐηρέστησας, καὶ
πρόεδρος περίδοξος, τῆς βασιλίδος τῶν πόλεων γέγονας, καὶ κυβερνήτης ἱερός, τῆς
Ἐκκλησίας τῆς σεπτῆς· ἣν ἰθύνας ἀσφαλῶς, λάθρα ἐν Σιών, καὶ ἐν σχήματι ταπεινῷ,
ἐν Κύπρῳ ἧκες, τῶν φθαρτῶν τὰ ἄφθαρτα, καὶ τῶν σφαλλομένων τὰ αἰώνια
ἀνταλλαττόμενος· καὶ ἅπαντας ἐξέπληξας τῇ πολλῇ ταπεινώσει, καὶ τῇ ξένῃ πτωχείᾳ
ἱερομύστα Γεννάδιε· οἵ τὸ σεπτὸν σῶμά σου κηδεύσαντες, ἐβόων σοι Πάτερ· Μὴ
παύσῃ Χριστῷ πρεσβεύων ὑπὲρ τῶν τιμώντων σε.
Συναξάριον.
Τῇ ιζ΄ τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Γεννάδιος, Πατριάρχης Κωνσταντινουπόλεως,
ἐν εἰρήνῃ τελειοῦται.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Ἰδόντες ἐθαύμασαν οἱ τὸ σεπτόν σου, εὐράμενοι λείψανον, τὴν σὴν πολλὴν
ταπείνωσιν, ὡς ξένος γὰρ ἅγιε, μετέστης ἀπὸ τῆς γῆς, πρὸς δόξαν ὑπερκόσμιον,
Γεννάδιε παμμάκαρ, ἀξιοθαύμαστε.
Ναὸν σοι ἀνήγειραν Κυπρίων δῆμοι, ἐν ᾧ τὸ σεβάσμιον, κατέθεντό σου
λείψανον, ἐξ οὑ ἔῤῥει ἄφθονος, τῶν ἰαμάτων ῥοή, ἐκπλύνουσα Γεννάδιε, παθῶν τὰς
δυσωδίας, Πνεύματος χάριτι.
Ὁ ἔνδοξος πρόεδρος τοῦ Βυζαντίου, ὁ μέγας Γεννάδιος, Κυπρίων τὸ ἀγλάϊσμα,
καὶ ἑξαιρέτως Πάφου δέ, πρὸς τὸν Χριστὸν πρεσβευτής, καὶ θεῖος ἡμῶν ἔφορος,
ὑμνείσθω παρὰ πάντων, ᾠδαῖς καὶ ᾄσμασι.
Θεοτοκίον.
Σωτῆρα καὶ Κύριον καὶ Βασιλέα, Χριστὸν τὸν φιλάνθρωπον, κυήσασα Πανάχραντε,
σωθῆναί με πρέσβευε, τὴν εὐσπλαγχνίαν αὐτοῦ, καὶ καταξιώσαι με, τῆς ἄνω
βασιλείας, καθικετεύω σε.
ᾨδὴ η´. Κάμινος πότε.
Γνώμην ταπεινήν, καὶ ἄκακον καρδίαν, καὶ ἦθος ἄπλαστον κτησάμενος, καὶ
τρόπον φιλόθεον, περιφανῶς διέπρεψας, ἐν ἱεράρχαις Πάτερ Γεννάδιε, Εὐλογεῖτε
κράζων, τὰ ἔργα τὸν Κύριον.
Ἔλιπες σοφέ, καθέδρας τῆς μεγάλης, τὴν περιφάνειαν Γεννάδιε, καὶ ξένῷ ἐν
σχήματι, ἐπὶ ξένης ἐπεδήμησας, οἷα περ ξένος Πάτερ καὶ ἄγνωστος· διὸ ἐδοξάσθης,
μεγάλοις χαρίσμασι.
Ῥήμασι τοῖς σοῖς, τὸν τὴν μορφὴν Κυρίου, παραχαράξαντα διήλεγξας, καὶ
τοῦτον ἐπαίδευσας, καὶ ἐνθέοις μεσιτείαις σου, τούτου ἰάσω αὖθις τὸ σύντριμμα,
θαυμάζοντός σου Πάτερ, τὴν τῶν θαυμάτων ἐνέργειαν.
Θεοτοκίον.
Ἄχραντε Ἁγνή, Θεοκυῆτορ Κόρη, τὴν ῥυποθεῖσάν μου διάνοιαν, ὁρμαῖς τοῦ
ἀλάστορος, ἀποκάθαρον καὶ λάμπρυνον, τοῖς ῥείθροις τοῦ πλουσίου ἐλέους σου, ἵνα
σὲ δοξάζω, σωθεὶς τῇ σῇ χάριτι.
ᾨδὴ θ΄. Ἀνάρχου Γεννήτορος.
Σωφρόνως ἐβίωσας, καὶ ἰσαγγέλως Ἅγιε, ἀπάθειᾳ λαμπρύνας τὴν πολιτείαν σου,
καὶ εὐαρεστήσας Κυρίῳ, ὡς ἱερεὺς ὅσιος καὶ πρᾶος· διὸ κατ’ ἀξίαν σε, ὁ Χριστὸς
Πάτερ ἐδόξασε.
Ἰάσεις ὁ τάφος σοῦ, πηγάζει, θείῳ Πνεύματι, καὶ ἰᾶται κατάῤῥου Πάτερ τὸ
πάθημα, καὶ ὑγείαν πᾶσι παρέχει, καὶ ψυχικὴν ὄντως εὐρωστίαν, τοῖς πίστει,
προστρέχουσι, τῇ ταχείᾳ ἀντιλήψει σου.
Μαρτύρων συνόμιλος, Ἱεραρχῶν ὁμόσκηνος, καὶ Ἁγίων ἁπάντων ὤν ἰσοστάσιος,
σὺν αὐτοῖς ἀπαύστοις δυσώπει, ὑπὲρ ἡμῶν τῶν ἐπιτελοῦντων, Γεννάδιε ἔνδοξε, τὴν
ἁγίαν σου πανήγυριν.
Οὐράνιον σκήνωμα, χαρὰν τὴν ἀνεκλάλητον, ἐκ Θεοῦ κατοικίαν λαβὼν Γεννάδιε,
μέμνησο ἡμῶν τῶν σῶν τέκνων, ὡς συμπαθὴς Πάτερ θεοφόρε, κἀμοῦ δὲ τὴν αἴνεσιν,
εὐτελὲς ὡς δῶρον πρόσδεξαι.
Θεοτοκίον.
Ὑψίστου ἀνάκτορον, καὶ θεῖον ἐνδιαίτημα, Παντευλόγητε Κόρη Θεοχαρίτωτε,
ῥῦσαι τῆς πικρὰς συνοχῆς με, ἐπιβουλῆς τῆς τοῦ βροτοκτόνου, καὶ δίδου μοι
Δέσποινα, ἐν παντὶ φόβον τὸν ἔνθεον.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Θεοπρεπῶς ἐποίμανας, τὸν λαὸν τοῦ Κυρίου, ὡς Ἱεράρχης ἔνθεος, πράξει καὶ
θεωρίᾳ, Γεννάδιε θεοφόρε, καὶ Θεὸν μεγαλύνας, ταῖς ἐναρέτοις πράξεσι, παρ’
αὐτοῦ ἐδοξάσθης πανευκλεῶς, καὶ Ἀγγέλων σύσκηνος ἀνεδείχθης· μεθ’ ὧν ἀπαύστως
πρέσβευε, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.
Θεοτοκίον.
Σωματωθέντα τέτοκας, τὸν Ὑπέρθεον Λόγον, καὶ τοῦ Ἀδὰμ ἀνέτρεψας, τὴν
ἀρχαίαν κατάραν, τὴν εὐλογίαν Παρθένε, ἀντεισάξασα κοσμῶ, καὶ τὴν χαρὰν τὴν
ἄληκτον, καὶ ζωὴν τὴν ἀγήρῳ καὶ τὴν τρυφήν, τὴν διαιωνίζουσαν Θεοτόκε· διὸ σὲ
μεγαλύνομεν, ὡς πηγὴν ἀφθαρσίας.
Εἰς τοὺς Αἰνούς. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου
θαύματος!
Πάτερ ἱερὲ Γεννάδιε, τῶν ἀρετῶν τῷ φωτί, λαμπρυνθεὶς τὴν διάνοιαν, τῶν
παθῶν ἐσκέδασας, ὁλικῶς τὴν σκοτόμαιναν, καὶ ποιμενάρχης ὤφθης θεόληπτος, τῆς
βασιλίδος πασῶν τῶν πόλεων· ὢ τῆς βαθείας σου, ὄντως ταπεινώσεως! Δι’ ἧς ἐκ
γῆς, πρὸς ὕψος μετάρσιον, ὑψώθης Ὅσιε.
Πάτερ θεόφρον Γεννάδιε, τῇ ἰσαγγέλῳ ζωῇ, διαλάμπων ἐν ἅπασι, τὸν ἐχθρὸν
ἑώρακας, ὅτε ηὔχου πρὸς Κύριον, ἐπαπειλοῦντα σάλον καὶ κλύδωνα, τῇ Ἐκκλησίᾳ
μετὰ τὸ τέλος σου· ὅθεν κατάβαλε, τούτου τὰ φρυάγματα, τὰ καθ’ ἡμῶν, καὶ
εἰρήνην βράβευσον, τοῖς σὲ γεραίρουσι.
Πάτερ παμμάκαρ Γεννάδιε, τὰς ἐπιγείους τιμάς, καὶ καθέδραν περίβλεπτον,
νουνεχῶς κατέλιπες, οὐρανίῳ φρονήματι, καὶ ἐπὶ ξένης παραγενόμενος, ἐν νήσῳ
Κύπρῳ ὁσίως τέθνηκας, καὶ ἀνελήλυθας, ἅρματι ὀχούμενος, τῶν ἀρετῶν, πρὸς τὰ
ὑπερκόσμια, χαίρων σκηνώματα.
Πάτερ ἱερὲ Γεννάδιε, ὅτε τὸ σκῆνος τὸ σόν, ἐν ὁδῷ εὗρον κείμενον, ἅπαντες
ἐξέστησαν, τὸν σὸν τρόπον ὡς ἔμαθον, ταφῇ ὁσίᾳ δὲ τοῦτο ἔδωκαν, καὶ ναὸν θεῖόν
σοι ἀνεδείμαντο· ὅθεν περίσωζε, τοὺς τελοῦντας Ἅγιε, τὴν ἱεράν, καὶ ἁγίαν
μνήμην σου, ταῖς ἱκεσίαις σου.
Δόξα. Ἦχος πλ. α΄.
Τῷ φωτὶ τῆς χάριτος, τῇ σῇ ἀμέμπτῳ πολιτείᾳ ὡς φωστὴρ ἐξέλαμψας, τῇ Ἐκκλησίᾳ
Ὅσιε· τύπον γὰρ ἐν πᾶσι, σεαυτὸν παρέστησας, μὴ τὰ ὑψηλὰ φρονεῖν παιδεύων, τῷ
οἰκείῳ ὑποδείγματι· καὶ τῶν θείων δογμάτων, τὸν θησαυρὸν φυλάττων, τῆς ἄνω
βασιλείας, τὸ δηνάριον ἐδέξω, Ἱεράρχα Γεννάδιε, πᾶσιν αἰτούμενος εἰρήνην, καὶ
τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομεν σὲ Θεοτόκε Παρθένε, καὶ δοξάζομεν σὲ οἱ πιστοὶ κατὰ χρέος, τὴν
πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν
τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου
ἡ γ΄ καὶ στ΄ ᾠδή.
Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς ιγ΄ Νοεμβρίου.
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον...
Μεγαλυνάριον.
Βίῳ διαπρέψας ἀγγελικῷ, ὤφθης Βυζαντίου, ποιμενάρχης θεοειδής, καὶ ἐν Κύπρῳ
Πάτερ, Κυρίῳ ἐκδημήσας, Γεννάδιε ἐδέξῳ, δόξης τὸν στέφανον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου