Πέμπτη 18 Ιουνίου 2015

Ὁσίου ΙΛΑΡΙΩΝΟΣ τοῦ Μεγάλου



Ἀκολουθία Ὁσίου ΙΛΑΡΙΩΝΟΣ τοῦ Μεγάλου
Ψαλλομένη τῇ 21η Ὀκτωβρίου


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό Κύριε ἐκέκραξα  ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθείς.
Ὁ ἱλαρὸς τὴν ψυχὴν καὶ τὴν καρδίαν, ὅτε σε ὁ ἔνθεος ἔρως κατέτρωσε, καὶ ἱεραῖς ἀναβάσεσιν, ἐπαναστῆναι, τῶν κοσμικῶν σε θορύβων ἔπεισε, τότε ὁπλισάμενος Σταυροῦ τὴν δύναμιν, πρὸς τὴν δαιμόνων ἐχώρησας, Παμμάκαρ πάλην, καὶ ἀνεπλέξω νίκης διάδημα, καὶ νῦν αὐλίζῃ, ταῖς λαμπρότησι τῶν Ἁγίων· μεθ' ὧν ἡμῖν αἴτησαι, φωτισμὸν καὶ εἰρήνην, καὶ πταισμάτων ἀπολύτρωσιν.

Ταῖς φωτοβόλοις ἀκτῖσι παραδόξως, Πάτερ ἀξιάγαστε τῶν ἰαμάτων σου, φωταγωγεῖς τὴν ὑφήλιον, τῶν νοσημάτων, διασκεδάζων σκότος βαθύτατον, ἐντεῦθέν σε ἥλιον ἄλλον γνωρίζομεν, καὶ μοναζόντων ἑδραίωμα, καὶ ποδηγέτην, τῶν σῳζομένων θείῳ ἐν Πνεύματι, καὶ νῦν τὴν μνήμην ἐκτελοῦμέν σου, τὴν φωταυγῆ καὶ σωτήριον Ὅσιε, Ἱλαρίων πταισμάτων, διὰ σοῦ λύσιν λαμβάνοντες.

Δι' ἐγκρατείας τοῦ σώματος τὰ πάθη, Πάτερ καθυπέταξας, τῷ νοερῷ τῆς ψυχῆς, καὶ ἀπαθείας ταῖς πτέρυξι, κεκοσμημένος, χάριν ἐδέξω ἰᾶσθαι Ὅσιε, ἀνθρώπων ἐν πνεύματι, τὰ ἀῤῥωστήματα, καὶ ἀπελαύνειν τὰ πνεύματα, τῆς πονηρίας, καὶ διασῴζειν τοὺς προσιόντας σοι· ὅθεν χοροί σε μακαρίζουσιν, μοναζόντων Σοφὲ ἀξιάγαστε, καὶ τιμᾷ πᾶσα κτίσις, Ἱλαρίων τοὺς ἀγῶνάς σου.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τοῦ σαρκίου ἀπόλαυσιν, καὶ τοῦ κόσμου τερπνότητας, Πάτερ Ἱλαρίων μισήσας ἔδραμες, εἰς Θηβαΐδος τὴν ἔρημον, καὶ πόνους ἐζήλωσας, τοῦ σοφοῦ ἐν ἀσκηταῖς, Ἀντωνίου τοῦ σώφρονος, ἱκανώνατον, παρ’ αὐτῷ παραμείνας χρόνον μάκαρ, καὶ αὐτοῦ τὰς νουθεσίας, τὰς σωτηρίους δεξάμενος.
Ἐκ δυσώδους ἀνέθηλας, ῥίζης ἄνθος μυρίπνοον, Ἱλαρίων πρᾷε ἡδὺ καὶ ἄκακε, καὶ ἀνθηδόνα ἐμύρισας, τὴν θείαν ἀγῶσί σου, καὶ ποικίλαις ἀρεταῖς, ὅθεν πάντες βοῶμέν σοι· ἀξιάγαστε, τῆς πανσόφου Τριάδος ἐκμαγεῖον, καὶ ναὸς ἁγιώσυνης, περικαλλέστατος γέγονας.

Τῇ συντόνῳ ἀσκήσει σου, Ἱλαρίων τρισόλβιε, καὶ ἀδιαλείπτῳ εὐχῇ ἐκάθηρας, τὸν νοῦν ναὸν ἐργασάμενος, αὐτὸν θείου Πνεύματος, ὅθεν πάντες τὴν σεπτήν, καὶ σεβάσμιον μνήμην σου, ἑορτάζοντες, ἀρυόμεθα πλοῦτον διδαγμάτων, τὸν βλυζάνοντα ἀφθόνως, ἐκ τῆς σοφῆς πολιτείας.
Δόξα. Ἦχος β'. Ἀνατολίου.
Ἐκ νεότητός σου φέρων τελειότητος φρόνημα, ὑπέθου σεαυτὸν Ἱλαρίων τῷ ζυγῷ τοῦ Χριστοῦ, καὶ τὸν βίον ζηλώσας τοῦ θείου Ἀντωνίου, τοῖς ἴσοις μέτροις τῆς ἀρετῆς ἀφομοιούμενος, κατέτηξας τὴν σάρκα, σκιρτῶσαν ὥσπερ πῶλον, ὡς ὤφειλε τῇ ψυχῇ καθυποτάσσεσθαι, καὶ τῆς ἀσκήσεως δρόμον ἐξετέλεσας· ἀλλ' ὦ μακαριώτατε Πάτερ, καὶ θαυματουργὲ θεοφόρε, τοῖς τὴν μνήμην σου ἐκ πόθου τελοῦσιν, αἴτησαι ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον. Ὅτε, ἐκ τοῦ ξύλου Σε.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς.  Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως,βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Ἦχος α΄.
Ἀγάλλεται σήμερον ἡ ἐπὶ γῆς στρατευομένη Ἐκκλησία, καὶ σὺν τῇ ἐν οὐρανοῖς θριαμβευούσῃ, πανηγυρίζει ἐν τῇ ἐνδόξῳ μνήμῃ σου, Ἱλαρίων Πάτερ ἡμῶν θεόσοφε. Σὺ γὰρ ὡς ἀστὴρ χρυσαυγέστατος ἐναρέτου πολιτείας, κατεφώτισας τὸ νοητὸν ἡμῶν στερέωμα, καὶ τοῖς πανσόφοις λόγοις σου ηὔγασας, τῆς ἐρήμου τὰ πλάτη Ἀντωνίου σύσκηνε. Αὐτουργὸς οὖν θαυμάτων πολλῶν γενόμενος, καὶ νικητὴς δειχθεὶς κατ’ ἐχθρῶν ἀοράτων, μετέστης πρὸς Κύριον, ἔνθα τὰ γέρα τῶν πόνων σου εἴληφας, καὶ πρεσβευτὴς ἡμῶν θερμότατος γέγονας.
Ἦχος β΄.
Ἔρωτι τρωθεὶς τῷ θείῳ, ἀρετῶν ἀσκήσεσιν ἐκ νεότητος, τῆς σαρκὸς τὰς ὀρέξεις ἐμάρανας, ἀναθάλλων καρποὺς τοῦ Πνεύματος. Διανείμας γὰρ τὴν τῶν γονέων σου οὐσίαν, τοῖς χρείαν ἔχουσιν, ἐν τῇ βαθυτάτῃ ἐρήμῳ, τὴν ἀσκητικήν σου καλιὰν ἔπηξας. Διό σε πνευματέμφορε Ἱλαρίων, πλουσίαις δωρεαῖς ἐπλούτισεν, ὁ μεσίτην ταχινὸν ἡμῖν δείξας σε, πλουτοδότης Κύριος.
Ἦχος γ΄.
Ὁ μόνος ἐν Ἁγίοις ἐπαναπαυόμενος Κύριος, τὴν πανάσπιλον ψυχήν σου εὑρὼν καταγώγιον, σκήνωμα ἅγιον τῆς δόξης Αὐτοῦ ἐποίησεν, Ἱλαρίων τρισμέγιστε. Πρέσβευε οὖν τῷ Κυρίῳ, ἀσκητῶν ἀκροθίνιον, καταδεχθῆναι Αὐτὸν καὶ ἐν ἡμῖν σκηνῶσαι, καὶ ναοὺς χρυσοτεύκτους ἀναδεῖξαι τῆς χάριτος, τοὺς πιστῶς τιμῶντας τὴν μνήμην σου.
Ἦχος δ΄.
Τῶν μοναστῶν τὰ πλήθη, καὶ τῶν μιγάδων αἱ χορεῖαι, τὸν καθηγητὴν τῆς ἐρήμου, ἀξίως ὕμνοις εὐήχοις τιμήσωμεν. Οὗτος γὰρ ὡς ἐχέφρων, τὰς τρίβους τοῦ θείου Ἀντωνίου ἐζήλωσε, καὶ μόνῳ Χριστῷ ἄχρι τελευτῆς αὐτοῦ ἐδούλευσε. Καὶ νῦν σὺν Ἀγγέλοις αὐλιζόμενος, τῷ Κυρίῳ πρεσβεύει, ἐλεηθῆναι τὰς ψυχὰς τῶν τελούντων, αὐτοῦ τὸ μνημόσυνον.
Δόξα. Ὁ αὐτός.
Ἀσκητικοῖς παλαίσμασι σαυτὸν κατεκόσμησας, ἀγγελικὸν βίον ἐν γῇ ἐπέδειξας, Ἱλαρίων τρισόλβιε. Πάντα γὰρ ὡς σκύβαλα ἡγησάμενος, καὶ ὡς φίλην καὶ σύνοικον τὴν ἀρετὴν κτησάμενος, τὸ ζῆν ἐξεμέτρησας. Διὸ καὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἀπείληφας, πρεσβευτὴς ἡμῶν γενόμενος, πρὸς τὸν Κύριον θερμότατος.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ σὺν Πατρὶ καὶ Πνεύματι δοξολογούμενος Υἱός, ἐν ὑψίστοις ὑπὸ τῶν Σεραφείμ, τὸν Πρωτόπλαστον ἀναπλάσαι βουλόμενος, ὅλον ἑαυτὸν ἐκένωσεν ἀφράστως ἐν μήτρᾳ σου, Θεοτόκε Πανύμνητε, καὶ ἐκ σοῦ ἀνατείλας, ἐφώτισε πάντα τὸν κόσμον θεότητι, ῥυσάμενος εἰδωλομανίας, καὶ ἐν ἑαυτῷ θεώσας, εἰς οὐρανοὺς ἀνήγαγε τὸ ἀνθρώπινον, Χριστὸς ὁ Θεὸς καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τὴν σοφὴν βιοτήν, ἐζηλωκὼς τοῦ Ἀντωνίου τοῦ μάκαρος, καὶ πάσας λιπὼν μερίμνας, τὰς κοσμικὰς ἀσκητά, Ἱλαρίων σκεῦος, ἀγαθότητος, συντόνοις γὰρ πόνοις σου, λαμπρυνόμενος Ὅσιε, φωστὴρ ἐδείχθης, τῶν ποθούντων τελείωσιν, καὶ τὴν ἔρημον, πολισάντων φανότατος, ὅθεν καὶ θείᾳ χάριτι, θαυμάτων ἐπλήρωσας, τὴν οἰκουμένη καὶ πλάνου, τὰς ἐπινοίας κατήργησας, ὑψίκομε φοῖνιξ, ὁ σοφίας ἐξανθήσας, καρπὸν γλυκύτατον.

Χαίροις, τὸν ζυγὸν τοῦ Χριστοῦ, τὸν ἐλαφρότατον λαβὼν ἐπαυχένιον, καὶ πόθῳ ἀκολουθήσας, αὐτῷ τοῦ βίου τερπνά, καὶ ὁρμὰς ἀτάκτους, παρωσάμενος, ἐντεῦθεν ἠξίωσαι, εἰς οὐράνια δώματα, κατασκηνῶσαι, ἔνθα καὶ Ἀντώνιος, διδάσκαλος, τῶν σῶν πόνων ἀγάλλεται, Πάτερ ἐρήμου σέμνωμα, Γαζαίων ἀνάστημα, καὶ Ἐκκλησίας κοσμῆτορ, ὑπὲρ ἡμῶν καθικέτευε, Χριστὸν Ἱλαρίων, τῶν τιμώντων γηθοσύνως, τὴν θείαν μνήμην σου.

Αἴγλῃ, κατορθωμάτων τῶν σῶν, ὑφηγητὰ τῶν ἀσκητῶν ἱλαρώτατε, δυνάμεις ἐσκοτισμένας, τοῦ παμβεβήλου ἐχθροῦ, τοῦ καὶ μισοκάλου κατεδίωξας, καὶ θείοις πυρσεύμασι, πρὸς τὴν πίστιν ἐφώτισας, τοὺς προσιόντας, τῇ σῇ χάριτι Ὅσιε, ἐκλαμπρότατε, τρισαθλίους ἱκέτας σου, πᾶσιν ἡμῖν ἀνάτειλον, τὸν ἥλιον γνώσεως, σωτηριώδους καὶ νέφη, τῆς ἀγνωσίας ἐξάρπασον, λάμψας ἐν κόσμῳ, Ἱλαρίων σωφροσύνης, βολαῖς καὶ νήψεως.
Δόξα. Ἦχος πλ. δ'.
Πνεύματος Ἁγίου πλήρης γενόμενος, ὁ ὅσιος Ἱλαρίων, τὰς τῶν δαιμόνων ἐπινοίας κατήργησε· τῷ Σταυρῷ γὰρ ὁπλισάμενος, καὶ ἐν τούτῳ θαῤῥῶν, πάσας τὰς νόσους λόγῳ ἐθεράπευσε, ψυχῶν μὲν τὰ πάθη, σωμάτων δὲ πᾶσαν μαλακίαν· αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, κατάπεμψον καὶ ἡμῖν τὴν εἰρήνην σου, ὡς φιλάνθρωπος.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἐγκρατείας τῇ αἴγλῃ λαμπρυνθεῖς τὴν διάνοιαν, ἤστραψας θαυμάτων ἀκτῖνας Ἰλαρίων Πατὴρ ἡμῶν, καὶ γεγονὸς φωστὴρ περιφανής, καὶ στῦλος εὐσέβειας θεαυγῆς, καταυγάζων τῇ ἐνθέῳ σου βιοτῇ, τοὺς πίστει προσιόντας σοί. Δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σου, πάσιν ἰάματα.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀγάπῃ θεϊκῇ, τετρωμένος τὴν πόλιν, Γαζαίων ἱλαρέ, τῇ ψυχῇ καὶ τῇ ὄψει, ταχὺ ἐγκατέλιπες, καὶ τὴν ἔρημον ὤκησας, ἣν ἀνέδειξας, τῶν σῶν καμάτων παλαίστραν, θαυματόβρυτε, Πατὴρ ἡμῶν Ἱλαρίων, τῆς πίστεως πρόβολε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένε ἀγαθή, τῆς ψυχῆς μου τὰ πάθη, εὐχαῖς σου ῥυπτικαῖς, πρὸς Υἱὸν καὶ Θεόν Σου, θεράπευσον δέομαι, καὶ συγγνώμην παράσχου μοι, ὧν διέπραξα, παραπτωμάτων ἀφρόνως, ἵνα Δέσποινα, Σὲ μεγαλύνω ἀπαύστως, καρδίᾳ καὶ χείλεσι.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὰ τοῦ κόσμου μάταια, φυγὼν τελείως, ἧρας ἐπαυχένιον, τὸν σὸν σταυρὸν καὶ τοῦ Χριστοῦ, ὦ Ἱλαρίων τοῖς ἴχνεσιν, ὡσεὶ ἐχέφρων, καλῶς ἠκολούθησας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῶν δαιμόνων παίγνιον, οἴμοι ὁ τάλας, Θεοτόκε γέγονα, πλὴν ταῖς δεήσεσι ταῖς Σαῖς, θαῤῥῶν κραυγάζω Σοι· δίωξον, παθῶν μου νέφος, ἁγνὴ Ἀειπάρθενε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ἀΰλου λαμπρότητος θεοειδὲς κοινωνέ, ἠθῶν τῆς χρηστότητος φωτολαμπὲς φρυκτωρὲ καὶ ὄλβε πολύτιμε τῆς θεϊκῆς ἀγάπης, εὐκλεὲς Ἱλαρίων, ὁ ὑπερόπτης πάντων τῶν φθαρτῶν καὶ προσύλων, ἀφθάρτων καὶ ἡμᾶς ἀγαθῶν πόλου ἀξίωσον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Δρακὶ τὸν συνέχοντα πᾶσαν τὴν κτίσιν, Χριστόν, ἀφράστως ἐβάστασας ἐν σῇ γαστρί, Μαριάμ, πανύμνητε Δέσποινα· ὅθεν ἀξιοχρέως χοϊκῶν αἱ χορεῖαι σὲ ἀνυμνολογοῦμεν καὶ πιστῶς σοι βοῶμεν· ἱλέωσαι ἡμῖν σὸν Υἱὸν τὸν ὑπεράγαθον.
 Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων Θεός, Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ἰδιόμελον. Ἦχος πλ. β´.
Στίχ. Ἐλέησόν με, Θεός,….
Ἐπισκοπῆς τῆς ἐν Πάφῳ τὸν ἀσκητὴν καὶ σεμνὸν οἰκήτορα, Ἱλαρίωνα τὸν θεοείκελον καὶ θαυματόβρυτον οἱ πιστοὶ ἐγκωμιάσωμεν λέγοντες· τῆς Κωνσταντίας, τῆς διακονησάσης σοι ἰασάμενος τὸν γαμβρὸν καὶ τὴν θυγατέρα καὶ παράλυτον ἐκ τῆς κλίνης ἐγείρας, ἔγειρόν με ἐκ πτώσεως θανατηφόρων, ἵνα εἰς αἰῶνας μεγαλύνω σε.

Εἶτα, οἱ Κανόνες· τῆς Παναγίας,καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς: Τὸ φαιδρὸν ὑμνῶ, παμμάκαρ, σῶν θαυμάτων. Ποίημα Θεοφάνους.

ᾨδὴ α' Ἦχος β'. Ἐν βυθῷ κατέστρωσε.
Τὸν φωσφόρον καὶ φωτοειδῆ, βίον σου Μακάριε, περιχαρῶς εὐφημεῖν προθυμούμενος, τῇ τῆς σῆς λαμπρότητος, ἱλαρότητι φαιδρυνθῆναί με πρέσβευε, καὶ τῆς ἁμαρτίας, Πάτερ τὴν κατήφειαν ἀπέλασον.
Ὁλοτρόπως Μάκαρ τῷ Θεῷ, χαίρων προσεχώρησας, ἔξω σαρκὸς καὶ τοῦ κόσμου γενόμενος, καὶ τὸν νοῦν ἀθόλωτον, τεταμένον δι' ἐγκρατείας ἐτήρησας, τὸ τῆς ἀπαθείας, ἔνθεον ἐντεῦθεν μνηστευσάμενος.

Φανοτάταις σὺ μαρμαρυγαῖς, περιαυγαζόμενος, τῆς ἀρχικῆς καὶ ἀκτίστου θεότητος, πατρικῆς ἠλόγησας, ἀθεΐας καὶ πολυτάραχον ἄγνοιαν, ταύτης ἀπεστράφης, μόνῃ τῇ Τριάδι συντασσόμενος.
Θεοτοκίον.
Ἀνατείλας ἥλιος ἐκ σοῦ, Μῆτερ ἀειπάρθενε, ὁ ἐκ Πατρὸς πρὸ αἰώνων νοούμενος, καὶ τῷ ὁρωμένῳ δέ, παραδόξως περιγραφόμενος σώματι, τῷ τῆς εὐσεβείας, φέγγει τοὺς ἀνθρώπους κατεφώτισεν.

ᾨδὴ γ'. Ἐν πέτρᾳ με τῆς πίστεως.
Ἰώμενος παθῶν τὰς ἐπαναστάσεις, συντόνοις ταῖς ἀσκήσεσιν, Ἱλαρίων, ἐμάρανας ἀοίδιμε ἀνακράζων, οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Δερματίνους νεκρώσεως τοὺς χιτῶνας, ἀπέξεσας τῷ ξίφει τῆς ἐγκρατείας, καὶ ὕφανας ἱμάτιον σωτηρίου, βοῶν τῷ Κτίστῃ σου· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Ῥωννύμενος ἐλπίδι τῶν αἰωνίων, καὶ Θεῷ προσαγόμενος θεοφόρε, παλάμαις τοῦ θεόφρονος Ἀντωνίου, ὃν καὶ μιμούμενος, φωστὴρ γεγένησαι, Ἱλαρίων θαύμασι, λάμπων Ὅσιε.
Θεοτοκίον.
Ὁ πάντα τῇ βουλήσει μόνῃ μορφώσας, τὸν ἄνθρωπον ἠξίωσε μορφωθῆναι, πλαττόμενος ἐν μήτρᾳ σου Θεομῆτορ, ᾧ νῦν κραυγάζομεν· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καί Λόγον.
Ἀντωνίου τοῦ θείου ἐζηλωκώς, τὸν ἐνάρετον βίον πνευματικῶς, ἐπ' ὤμων σου ἔλαβες, τὸν σταυρὸν τοῦ Κυρίου σου, καταλιπὼν τοῦ βίου, τὴν ἅπασαν μέριμναν, τῇ τῶν παθῶν νεκρώσει, τῷ πνεύματι ἔζησας· ὅθεν καὶ τὴν κτίσιν, παραδόξων θαυμάτων, ἐπλήρωσας Ὅσιε, τῇ τοῦ Πνεύματος χάριτι. Ἱλαρίων Πατὴρ ἡμῶν, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωτεινήν, νεφέλην ὑμνήσωμεν, βάτον τὴν ἀκατάφλεκτον, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων· διὸ καὶ βοῶμεν αὐτῇ· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον τόκον σου.

ᾨδὴ δ'. Ὑμνῶ Σ, ἀκοῇ γὰρ Κύριε.
Νεκρώσας, τῆς σαρκὸς τὸ φρόνημα, τὸν χειμάῤῥουν τῆς ἀνομίας, Ἱλαρίων Ὅσιε, δαιμόνων τε τὰς μεθοδείας φυγών, ἐν γαλήνῃ θείου Πνεύματος, μετὰ δικαίων Πάτερ ἀναπέπαυσαι.

Ὑδάτων, ἐπιῤῥοίαις Ὅσιε, ἀρδευόμενος τῶν δακρύων, τὴν τῆς ψυχῆς ἄρουραν, πολύκαρπον τῇ γεωργίᾳ σαφῶς, τοῦ Σωτῆρος πᾶσιν ἔδειξας, τῶν ἀσκητῶν πληθύνας τὰ συστήματα.

Μεθέξει, τοῦ Ἁγίου Πνεύματος κρατυνόμενος, Ἱλαρίων, πονηρίας πνεύματα κατέῤῥαξας, καὶ τῇ δυνάμει Χριστοῦ, ἀσθενοῦντας ἐθεράπευσας, προφητικὴν πλουτήσας καθαρότητα.
Θεοτοκίον.
Ναόν σε, καὶ παστάδα ἔμψυχον, Θεομῆτορ εὐλογημένη, καὶ νοητὴν τράπεζαν, καὶ λυχνίαν κατανοοῦμεν, ἐξ ἧς τοῖς ἐν σκότει ἐξανέτειλε, τῆς πατρικῆς οὐσίας τὸ ἀπαύγασμα.

ᾨδὴ ε'. Ὁ φωτισμός.
Ὡς ἀστραπή, καθαρότητι βίου καὶ πολιτείᾳ, τῇ τῶν Ἀσωμάτων ὁμοιουμένῃ, λάμψας ἐν κόσμῳ, τὸν τοῦ σκότους προστάτην, ἀπελαύνεις Θεομακάριστε, τῷ τῆς εὐσεβείας φωτὶ λαμπρυνόμενος.

Παντοδαπαῖς, διαλάμπων θεόφρον θαυματουργίαις, καὶ χάριτι θείᾳ πεφωτισμένος, πᾶσιν ἐγνώσθης, θησαυρὸς Ἱλαρίων, ἰαμάτων Πάτερ θεόληπτε, ἄλλος τις Προφήτης Θεοῦ γνωριζόμενος.

Αἴγλῃ τῶν σῶν, ἱλαρώτατε Πάτερ κατορθωμάτων, τὰς ἐσκοτισμένας ἐχθροῦ δυνάμεις καταδιώξας, καὶ τῆς τούτων μανίας, ἀφαρπάσας τοὺς σοὶ προστρέχοντας, θείαις δᾳδουχίαις, πρὸς πίστιν ἐφώτισας.
Θεοτοκίον.
Μίαν ἡμῖν, ἐν δυσὶ ταῖς οὐσίαις καθορωμένην, ὑπόστασιν μόνη Εὐλογημένη, τίκτεις ἀφράστως τὸν Θεοῦ Θεὸν Λόγον, σαρκωθέντα δι' οἶκτον ἄφατον· Τοῦτον οὖν δυσώπει, φρουρῆσαι τοὺς δούλους σου.

ᾨδὴ ς'. Ἐν ἀβύσσῳ πταισμάτων.
Μοναρχίᾳ λατρεύων Θεότητος, τὸ τῆς ἀναρχίας πολύαρχον ἤλεγξας, εἰδωλικὴν δυσσέβειαν, καταργήσας θεόφρον τῇ χάριτι.

Ἀνατείλας ὡς φοίνιξ ἐξήνθησας, ἐν τῇ Ἐκκλησίᾳ Πατὴρ ἡμῶν Ὅσιε, τῇ τῶν καρπῶν γλυκύτητι, κατευφραίνων πιστῶν τὰ πληρώματα.

Καθαιρέτης ἐδείχθης ἀήττητος, τῶν τῆς πονηρίας πνευμάτων ἀοίδιμε, πλουτοποιὰ χαρίσματα, πρὸς Θεοῦ Ἱλαρίων δεξάμενος.
Θεοτοκίον.
Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.

Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος.
Ὡς φωστῆρα ἄδυτον, τοῦ νοητοῦ σε ἡλίου, συνελθόντες σήμερον, ἀνευφημοῦμεν ἐν ὕμνοις· ἔλαμψας τοῖς ἐν τῷ σκότει τῆς ἀγνωσίας, ἅπαντας ἀναβιβάζων πρὸς θεῖον ὕψος, Ἱλαρίων τοὺς βοῶντας· χαίροις ὦ Πάτερ, τῶν Ἀσκητῶν ἡ κρηπίς.
Ὁ Οἶκος.
Ἐρασθεὶς τῶν τοῦ Χριστοῦ θείων παραγγελμάτων, καὶ μισήσας σαρκὸς καὶ κόσμου τὴν ἀπόλαυσιν, προσῆλθες προθύμως αὐτῷ, καὶ ἐγένου ἀστήρ, φωτίζων τὰ πέρατα πάντα, τῇ αἴγλῃ τοῦ Πνεύματος· διὸ προσπίπτων καθικετεύω σε· φώτισον κἀμοῦ τοὺς ὀφθαλμούς τῆς ψυχῆς, τοῦ ἀνυμνῆσαι τοὺς σοὺς ἀγῶνας, οὓς ἐπεδείξω ἐπὶ γῆς διὰ τὴν μέλλουσαν ζωήν, ἧσπερ νῦν ἀπολαύων, μνήσθητι τῶν ἐκβοώντων· χαίροις ὦ Πάτερ, τῶν Ἀσκητῶν ἡ κρηπίς.

Συναξάριον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Μεγάλου.
Στίχοι.
Ἐν δάκρυσι πρὶν καὶ πόνοις σπείρας κάτω,
Ἱλαρίων θέριζε νῦν χαίρων ἄνω.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ἀντίθεον πρόσταγμα,
Ῥημάτων ὁ φθόγγος σου, καὶ τῶν θαυμάτων ἡ χάρις ἡ ἔνθεος, εἰς πᾶσαν ἐξελήλυθε, τὴν γῆν Πάτερ Ὅσιε, θεοσεβείας πυρσῷ, πᾶσιν ἐπιλάμπουσα πιστοῖς, τῶν ἰαμάτων τὴν ἱλαρότητα.

Σταυρῷ τειχιζόμενος, τῷ τοῦ Σωτῆρος, ἀλώβητος ἔμεινας, ἀλόγως ἐφορμήσαντος, δαιμόνων φρυάγματος ἐπὶ σὲ Πάνσοφε· οἶδε γὰρ ὕψιστος Θεός, περιφρουρεῖν τούς αὐτοῦ θεράποντας.

Ὡς στῦλος ἀκράδαντος, οὐρανομήκης, ὡς πύργος ἀσάλευτος, ὡράθης δι' ἀσκήσεως, πυρσεύων τὰ θαύματα, διδοὺς ἰάματα, βρύων θεῖα δόγματα πηγῆς, ἐξ ἀενάου τῶν θεοπνεύστων Γραφῶν.
Θεοτοκίον.
Νεφέλη Παρθένος σε, δικαιοσύνης, τὸν Ἥλιον ἔτεκε, παρθένος διαμείνασα, τῷ πάθει τοῦ σώματος προσομιλήσαντα, ἄνθρωπον γενόμενον Χριστέ, δι' εὐσπλαγχνίαν καὶ συγκατάβασιν.

ᾨδὴ η'. Κάμινος ποτέ.
Θρόνος ἀληθῶς, αἰσθήσεως ἐγένου, θείᾳ συνέσει λαμπρυνόμενος, καὶ θείοις προστάγμασι, θεοφρόνως ὁδηγούμενος, καὶ ἀρετῇ λαμπόμενος, Ὅσιε Ἱλαρίων, τῶν Ἀσκητῶν ἐγκαλλώπισμα.

Ἅρμα μυστικόν, τὸ ὄνομα βαστάζων, τὸ τοῦ Κυρίου ὤφθης Ὅσιε, δι' ἔργων λαμπρότητος, καὶ θαυμάτων ἐπιδείξεως, καὶ καθαρᾶς βιώσεως, Ὅσιε Ἱλαρίων, τῶν Ἀσωμάτων ὁμόσκηνε.

Υἱοθετηθείς, τῇ χάριτι τῇ θείᾳ συγκληρονόμος Θεοῦ γέγονας, καὶ πλοῦτον οὐράνιον, βασιλείαν ἀδιάδοχον ἀπείληφας θεσπέσιε, κράζων· ὑπερυψοῦτε, πάντα τὰ ἔργα τὸν Κύριον.
Θεοτοκίον.
Μύρον νοητόν, ἐκκενωθὲν Παρθένε, ὠνομασμένον Υἱὸν τέτοκας, ἀτμοῖς τῆς θεότητος, τοὺς βροτοὺς εὐωδιάζοντα, καὶ τῆς φθορᾶς ῥυόμενον, κράζοντας· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον.

ᾨδὴ θ'. Ἀνάρχου Γεννήτορος.
Ἁγίων σκηνώματα, χοροβατεῖν ἠξίωσε, τὴν ζωὴν διανύσας ἁγίως Ὅσιε· καὶ ὡς πεφηνότι δικαίῳ, σοὶ τριλαμπές, ἀνέτειλε φέγγος, καὶ ἡ τούτου σύζυγος, εὐφροσύνῃ σε ἐδέξατο.

Τῶν ἄθλων τὰ ἔπαθλα, παρὰ Θεοῦ δεξάμενος, καὶ ζωῆς αἰωνίου σαφῶς λαβόμενος, καὶ τῆς καλλονῆς Ἱλαρίων, τῆς ὑπὲρ νοῦν, Πάτερ εὐμοιρήσας, ὑπὲρ τῶν ὑμνούντων σε, τὸν Δεσπότην καθικέτευε.

Ὡς κέδρος ὑψίκομος, δι' ἀρετῆς ὑψούμενος, ἐν αὐλαῖς Ἱλαρίων, Θεοῦ πεφύτευσαι, καὶ ὡς κεκλεισμένος δὲ κῆπος, ὡς εὐθαλής, Παράδεισος ὤφθης, ὡς πηγὴ ἰάματα, Ἱλαρίων ἀναβλύζουσα.
Θεοτοκίον.
Νυμφὼν ἐχρημάτισας, τῆς ὑπὲρ νοῦν σαρκώσεως, τῆς τοῦ Λόγου Παρθένε Θεογεννήτρια, περιβεβλημένη ἐν δόξῃ, τῶν ἀρετῶν, καὶ πεποικιλμένη· διὸ σε Πανάμωμε, Θεοτόκον καταγγέλλομεν.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὸ ἱλαρόν σου Πάτερ, καὶ καθαρώτατον ὁρῶν, τῆς διανοίας ὁ πάντων, γινώσκων τὰς ἐνθυμήσεις, φωστῆρα κόσμῳ δεικνύει, σὲ μοναζόντων τὸ κλέος.
Θεοτοκίον.
Τὸν Ποιητὴν τῶν αἰώνων, καὶ τῶν Ἀγγέλων Δεσπότην, ἀποτεκοῦσα Παρθένε, τοῦτον ἱκέτευε δεῖξαι, τῆς δεξιᾶς παραστάτας, μερίδος τοὺς σοὺς ἱκέτας.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Ὅλος ἀνακείμενος, διὰ παντὸς τῷ Κυρίῳ, σάρκα μὲν ἐνέκρωσας, ἀρετῶν ἀσκήσεσιν ἐκ νεότητος· τῆς ψυχῆς ὄμμα δέ, θεωρίαις Πάτερ, φωτοβόλοις ἀνεπτέρωσας· διὸ γενόμενος, θείων δεκτικὸς διαδόσεων, ἰάσεων χαρίσματα, καὶ θεοσημίας ἐπλούτησας, πᾶσι διανέμων, τοῖς χρῄζουσι πλουσίας δωρεάς, καὶ παῤῥησίᾳ δεόμενος, ὑπέρ τῶν ψυχῶν ἡμῶν. (Δίς).

Αἴγλην τὴν τρισήλιον, φωτιστικῶς δεδεγμένος, Ἱλαρίων Ὅσιε, αἰσθητὸς ὡς ἥλιος διελήλυθας, τὰ τῆς γῆς πέρατα, διασπείρων πᾶσι, τὰς ἀκτῖνας τῶν θαυμάτων σου· διὸ Προφήτην σε, καὶ θαυματουργὸν ἀνεκήρυττον, καὶ θεῖον καὶ θεόληπτον, οἱ τῆς εὐποιΐας μετέχοντες, καὶ τῶν ἰαμάτων, θεόφρον ἀπολαύοντες τῶν σῶν, καὶ σωτηρίαν καρπούμενοι, ταῖς διδασκαλίαις σου.

Βίου τὴν τερπνότητα, καὶ τὰ ὁρώμενα πάντα, ὑπερβὰς τῇ χάριτι, καὶ πρὸς τὰ νοούμενα καὶ ἀσάλευτα, μεταβὰς Ὅσιε, καθαρῶς τῷ μόνῳ, καθαρῷ τε προσωμίλησας,νοὸς ὀξύτητι, καὶ τῇ τῆς ψυχῆς καθαρότητι, ὡς Ἄγγελος ἐβίωσας, καὶ μετὰ τῆς ὕλης ὁρώμενος· καὶ νῦν τῷ Δεσπότῃ, των ὅλων παριστάμενος Χριστῷ, ἐν παῤῥησίᾳ, ἱκέτευε,ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος β'.
Τὸ ἱλαρόν σου Πάτερ, καὶ καθαρὸν τοῦ βίου, ἰδὼν ὁ Χριστός, τὸ πρᾶον καὶ ἡσύχιον, μονὴν πεποίηται ἐν σοί, καὶ γέγονας οἰκητήριον θεῖον· καὶ διὰ τοῦτο σύν Ἀγγέλοις ἐν οὐρανοῖς, αὐλίζῃ μακάριε.
Καὶ νῦν. Θεοτοκίον. Ὅτε ἐκ τοῦ ξύλου σε.
Ὅλος, ἡδονῶν φθοροποιῶν, ὅλος πεπλησμένος παντοίων, κακῶν γεγένημαι, ὅλος ὁ ταλαίπωρος, ἐκ παίδων βέβηλος, ἕως γήρως μεστός εἰμι, κακῶν τῶν συνήθων· ἀλλὰ ἡ τὸν αἴροντα τὰ ἁμαρτήματα, κόσμου ἀποῤῥήτως τεκοῦσα, τοῦτον καθικέτευε δοῦναι, τῶν πλημμελημάτων μοι τὴν ἄφεσιν.

Δοξολογία Μεγάλη καί Ἀπόλυσις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου