Πέμπτη 18 Ιουνίου 2015

ΠΑΝΑΓΙΑΣ ΚΑΘΑΡΙΩΤΙΣΣΗΣ Ἰθάκης.



Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΚΑΘΑΡΙΩΤΙΣΣΗΣ Ἰθάκης.
Ψαλλομένη  τῇ 8η Σεπτεμβρίου
Ποίημα Δρ. Χαραλάμπους Μπούσια


ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄. Προσόμοια, Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων. Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος, καὶ τὰ ἑξῆς.
Ἦχος δ΄. ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐξανατέλει ὡς ἧμαρ ἡμῖν φωτόλαμπρον, Ἰωακεὶμ καὶ Ἄννης, ὁ πανόλβιος γόνος, ἡ μόνη Θεοτόκος καὶ τῶν βροτῶν, σωτηρίας ἡ πρόξενος· διὸ θαυμάζοντες πάντες Αὐτὴν φαιδρῶς, μεγαλύνωμεν γηθόμενοι.

Τῶν Ὀρθοδόξων οἱ δῆμοι πανηγυρίζοντες, τὴν γέννησίν Σου Μῆτερ, Θεοτόκε ὑμνοῦμεν, ὡς ἔμψυχον τοῦ Λόγου Σὲ κιβωτόν, ἐκ πλημμύρας τὴν σώσασαν, τῆς ἁμαρτίας πᾶν γένος τῶν χοϊκῶν, τῶν πιστῶς μακαριζόντων Σε.

Ἰθακησίων προστάτις Καθαριώτισσα, τὸν σὸν Υἱὸν καὶ Κτίστην, δυσωποῦσα μὴ παύσῃ, ὑπὲρ τῶν προστρεχόντων πανευλαβῶς, τῷ ἁγίῳ τεμένει Σου, καὶ Σὲ ὑμνούντων μελίσμασιν ἱεροῖς, θαυματόβρυτε Παντάνασσα.

Χαρᾶς ἐπλήσθησαν πάντες οἱ τὴν εἰκόνα Σου, εὑρόντες ἐν τοῖς σχοινίοις, πάλαι βόσκοντες ἄρνας, φωτὶ κατηυγασμένην Θαυματουργέ, Μῆτερ Καθαριώτισσα· καὶ νῦν ἀῤῥήτου Σοὺς δούλους πληροῖς χαρᾶς, τοὺς ἐν πόθῳ προσκυνοῦντάς Σε.
Δόξα. Καὶ νῦν. Ἦχος β΄.
Δεῦτε Ἰθακησίων θεόφρονες δῆμοι, καὶ φιλεόρτων πάντων τὰ συστήματα, τιμήσωμεν τῆς νήσου ἡμῶν τὴν πολιοῦχον, καὶ μονῆς Καθαρῶν τὸ περίβλεπτον καύχημα, θαυματουργὸν Καθαριώτισσαν· δεῦτε μεγαλύνωμεν, τὸ ἀνεξάντλητον φρέαρ τῆς χάριτος, τὸ βλυστάνον ὕδωρ ζωῆς, τὸ ἀλλόμενον εἰς ζωὴν αἰώνιον, σήμερον ἐκ στειρωτικῆς προελθὼν ἀρούρης, καὶ σώσαντος τὸν κόσμον.
Ἀπόστιχα, Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πύλαι στειρωτικαί, τῇ σήμερον ἡμέρᾳ, ἀνοίγονται καὶ πύλη, παρθενικὴ καὶ θεία, προβάλλεται τοῖς πέρασι.

Στ.: Ἄκουσον θύγατερ...
Χαίροις εἰκὼν σεπτή, τῆς Καθαριωτίσσης, ἥν ἔχει ἡ Ἰθάκη, ἀνύστακτον προστάτιν, καὶ στέμμα πολυτίμητον.

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύουσιν...
Κόσμημα τῆς Μονῆς, τῶν Καθαρῶν ὑπάρχεις, εἰκὼν θαυματοβρύτις, καὶ σέμνωμα Ἰθάκης, Ἁγνὴ Καθαριώτισσα.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ἐν χορῷ, βοῶμεν καθ’ ἑκάστην, Τριὰς Ὑπεραγία, τῇ μίᾳ θεαρχίᾳ, Πατρί, Υἱῷ καὶ Πνεύματι.

Καὶ νῦν. Θεοτοκίον.
Δεῦτε μετὰ σπουδῆς, προσδράμωμεν τῇ μάνδρᾳ, τῆς Καθαριωτίσσης, ὑμνοῦντες τῆς Παρθένου, τὴν παναγία Γέννησιν.

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος δ'.
Ἡ γέννησίς Σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ Σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Καὶ τῆς Εἰκόνος. Ἦχος γ΄. Θείας πίστεως.
Εὔχος πάντιμος Ἰθακησίων, πέλεις Ἄνασσα Θεοκυῆτορ, ἱερὰ Καθαριώτισσα κράζομεν· τῇ Σῇ ἁγία Εἰκόνι προστρέχοντες, ἐν συμφοραῖς καὶ δειναῖς περιστάσεσιν, ἵνα εὕρωμεν εἰρήνην ψυχῶν καὶ ἴασιν, σωμάτων ταῖς πρεσβείαις Σου πρὸς Κύριον.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν τὴν α' στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα  ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ παρόντα Ἰδιόμελα τῆς ἑορτῆς.
Ἦχος πλ. β'. Σεργίου.
Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς Ἑαυτῷ προητοίμασεν· ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης, φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα Αὐτοῦ· ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα Σοι.
Ὁ αὐτὸς.
Αὕτη ἡμέρα Κυρίου, ἀγαλλιᾶσθε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών, καὶ ἡ βίβλος τοῦ λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε· καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα, προσμένει τὴν εἴσοδον τοῦ Ἱερέως τοῦ Μεγάλου, μόνη καὶ μόνον εἰσάγουσα Χριστὸν εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτὸς. Στεφάνου Ἁγιοπολίτου.
Σήμερον στειρωτικαὶ πύλαι ἀνοίγονται, καὶ πύλη παρθενικὴ θεία προέρχεται· σήμερον καρπογονεῖν ἡ χάρις ἀπάρχεται, ἐμφανίζουσα τῷ κόσμῳ Θεοῦ Μητέρα, δι᾿ ἧς τὰ ἐπίγεια, τοῖς οὐρανοῖς συνάπτεται, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Καὶ τῆς Εἰκόνος. Ἦχος α΄. Ὤ τοῦ παραδόξου θαύματος.
Ὦ τοῦ παραδόξου θαύματος, ἐν Ἰθάκῃ ποτέ, ἀνερεύθη Δέσποινα, εἰκών Σου ἡ εὐκλεής, τοὺς ἐξ Ἠπείρου εὐφραίνουσα πρόσφυγας, τοὺς βόσκοντας τοὺς ἀμνούς, αὐτῶν φαιδροῖς λαμπομένη πυρσεύμασιν, ἧσπερ ἦσαν λελησμένοι, ἐν τῷ οἴκῳ φεύγοντες, καὶ πικρῶς διὰ τοῦτο, ὠδυνῶντο οἱ ταλαίπωροι.

Βαβαὶ τῆς Σῆς πρὸς ἡμᾶς ἀρωγῆς, Καθαρῶν τῆς μάνδρας, ἀνεδείχθης Ἄνασσα, ἀκέστωρ πανσθενουργός, καὶ πάντων πρόμαχος· τῶν πίστει τῇ ἱερᾷ, καὶ σεβασμίᾳ σπευδόντων εἰκόνι Σου, τῇ χάριτας δαψιλῶς, Ἰθακησίων κιρνώσῃ τοῖς τάγμασιν· ὅθεν χαῖρέ Σοι βοῶμεν, ὦ Καθαριώτισσα, ἡ παρέχουσα κόσμῳ, ἱλασμὸν καὶ θεῖον ἔλεος.

Ὤ τοῦ παραδόξου θαύματος, ὡς εἰς φρέαρ βαθύ, οἱ πιστοὶ προστρέχουσιν, εἰκόνι Σου τῇ σεπτῇ, ἵνα ἰάσεων ὕδωρ ἀντλήσωσι, καὶ μέλψωσί Σε φαιδρῶς, Καθαριώτισσα, Νύμφη Ἀνύμφευτε· μὴ ἐλλίπῃς οὖν ὑψόθεν, ἐποπτεύειν ἅπαντας, καὶ κατ’ ἄμφω ὐγείαν, χορηγεῖν τοῖς Σὲ γεραίρουσι.
Δόξα. Τῆς ἑορτῆς. Ὁ αὐτὸς. Σεργίου.
Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς Ἑαυτῷ προητοίμασεν· ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα Αὐτοῦ· ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα Σοι.
Καὶ νῦν. Τῆς εἰκόνος. Ὁ  αὐτός.
Τῶν Γεννεθλίων Σου μνείαν ποιούμενοι, ἐξ Ἑώας καὶ Δυσμῶν καὶ Βοῤῥᾶ καὶ θαλάσσης, οἱ Ἰθακήσιοι ἀναβαίνουσι, πρὸς τὸ ἱερόν Σου σεμνεῖον, Καθαριώτισσα Πανύμνητε· Σὺ γὰρ πολυειδῶς εὐργετοῦσα τοὺς προσκυνοῦντάς Σε, παρέχεις ἐνὶ ἑκάστῳ τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ἀπαλλάττεις συμφορῶν καὶ θλίψεων, τοὺς προστρέχοντας τῇ σκέπῃ Σου.

Εἴσοδος,  Φῶς ἱλαρόν, τὸ Προκείμενον καὶ τὰ Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. 28, 10-17).
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν. Καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς· Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς, καὶ εἶπεν·Ἐγὼ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ, ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βορρᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς· καὶ ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν. Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν. Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. 43, 27 & 44, 1-4).
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδ' 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ᾿ αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς Βορρᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. 9, 1-11).
Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· Ὃς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν, ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς)· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος α'. Στεφάνου Ἁγιοπολίτου.
Ἡ ἀπαρχὴ τῆς ἡμῶν σωτηρίας, λαοὶ σήμερον γέγονεν· ἰδοὺ γὰρ ἡ προορισθεῖσα ἀπὸ γενεῶν ἀρχαίων, Μήτηρ καὶ Παρθένος, καὶ δοχεῖον Θεοῦ, ἐκ στείρας γεννηθῆναι προέρχεται· ἄνθος ἐκ τοῦ Ἰεσσαί, καὶ ἐκ τῆς ῥίζης αὐτοῦ ῥάβδος ἐβλάστησεν. Εὐφραινέσθω Ἀδὰμ ὁ προπάτωρ, καὶ ἡ Εὔα ἀγαλλιάσθω χαίρουσα· ἰδοὺ γὰρ ἡ οἰκοδομηθεῖσα ἐκ πλευρᾶς τοῦ Ἀδάμ, τὴν θυγατέρα καὶ ἀπόγονον, μακαρίζει ἐμφανῶς· Ἐτέχθη μοι γὰρ φησι λύτρωσις, δι᾿ ἧς ἐκ τῶν δεσμῶν τοῦ ᾍδου ἐλευθερωθήσομαι. Ἀγαλλιάσθω ὁ Δαυΐδ κρούων τὴν κινύραν, καὶ εὐλογείτω τὸν Θεόν· ἰδοὺ γὰρ ἡ Παρθένος πρόεισιν ἐκ πέτρας ἀγόνου, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος β'.
Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί· δεῦτε ὑποδέξασθε πόθῳ, τῆς παρθενίας τὸ καύχημα, ἐκ πέτρας βλυστάνουσαν στερεᾶς, τὴν πηγὴν τῆς ζωῆς, καὶ ἐκ τῆς ἀτεκνούσης, τὴν βάτον τοῦ ἀΰλου πυρός, τοῦ καθαίροντος, καὶ φωτίζοντος τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτὸς. Ἀνατολίου.
Τὶς ὁ ἦχος τῶν ἑορταζόντων γίνεται; Ἰωακεὶμ καὶ Ἄννα πανηγυρίζουσι μυστικῶς. Συγχάρητε ἡμῖν λέγοντες, Ἀδὰμ καὶ Εὔα σήμερον· ὅτι τοῖς πάλαι παραβάσει κλείσασι Παράδεισον, καρπὸς εὐκλεέστατος ἡμῖν ἐδόθη, ἡ θεόπαις Μαρία, ἀνοίγουσα τούτοις πᾶσι τὴν εἴσοδον.
Ὁ αὐτὸς.
Ἡ προορισθεῖσα παντάνασσα, Θεοῦ κατοικητήριον, ἐξ ἀκάρπου σήμερον νηδύος προῆκται, τῆς Ἄννης ἠγλαϊσμένης, τῆς ἀϊδίου οὐσίας τὸ θεῖον τέμενος· δι᾿ ἧς ἰταμός ᾍδης καταπεπάτηται, καὶ παγγενῆ Εὔα ἐν ἀσφαλεῖ ζωὴ εἰσοικίζεται· ταύτῃ ἐπαξίως ἐκβοήσωμεν· Μακαρία σὺ ἐν γυναιξί, καὶ ὁ καρπὸς τῆς κοιλίας σου εὐλογημένος.

Καὶ τῆς Εἰκόνος. Ἦχος α΄.
Ταῖς νοηταῖς ἀκτῖσι τῆς σῆς χάριτος αὐγαζομένη, ἡ τῆς Ἰθάκης νῆσος ἡ περίδοξος, πανήγυριν λαμπρὰν νῦν ἄγει, καὶ ἑόρτιον αἴνεσιν προσάγει σοι Μῆτερ πανύμνητε· ἰδοὺ γὰρ ἐν τῇ πανσέπτῳ γεννήσει, τὰ τέκνα αὐτῆς συναθροίζονται ἀγαλλόμενα, ἐν τῇ Ἁγίᾳ Μονῇ σου, καὶ τὴ σεπτὴν εἰκόνα σου ἀσπάζονται, θαυμαστὴ Καθαριώτισσα· δίδου οὖν Δέσποινα τὴν σὴν βοήθειαν πάντοτε, τοῖς ἐπικαλουμένοις τὴν χάριν σου, καὶ πρέσβευε τῷ σῷ Υἱῷ καὶ Κυρίῳ, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Ὁ τῆς ἀτεκνίας δεσμὰ διαῤῥήξας, καὶ χαρισάμενός σε ὡς ἄμπελον εὐκληματοῦσαν τῷ κόσμῳ, νέκταρ ἀθανασίας ἀποστάζουσαν, Αὐτὸς Σὲ ἡγίασε Δέσποινα, καὶ διὰ σοῦ ἔσωσε τὸ γένος τὸ βρότειον· διό σου τὸ μυστήριον τῆς κυήσεως θαυμάζοντες, τὴν πρὸς ἡμᾶς σου κηδεμονίαν κηρύττομεν, καὶ τὴν σὴν εἰκόνα, ἐν Καθαρῶν τῇ μάνδρᾳ προσπυσσόμενοι, κομιζόμεθα θείας δωρεᾶς καὶ ἄμετρον ἔλεος.
Δόξα. Ἦχος πλ. δ'. Σεργίου Ἁγιοπολίτου.
Ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν σαλπίσωμεν, πνευματικῇ κιθάρᾳ· ἡ γὰρ ἐκ σπέρματος Δαυΐδ, σήμερον τίκτεται, ἡ Μήτηρ τῆς ζωῆς τὸ σκότος λύουσα· τοῦ Ἀδὰμ ἡ ἀνάπλασις, καὶ τῆς Εὔας ἡ ἀνάκλησις, τῆς ἀφθαρσίας ἡ πηγή, καὶ τῆς φθορᾶς ἀπαλλαγή, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν, καὶ τοῦ θανάτου ἐλυτρώθημεν· καὶ βοήσωμεν αὐτῇ σὺν τῷ Γαβριήλ οἱ πιστοί· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, διὰ σοῦ, χαριζόμενος ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Εἰκόνος.
Τῶν δόσεων τῆς πρὸς ἡμᾶς εὐνοίας σου ἀπολαύοντες, καὶ τὰ μεγαλεῖα τῆς δόξης σου θαυμάζοντες, εὐλαβῶς προσκυνοῦμεν τὴν εἰκόνα σου, Ἰθάκης ἀγλάϊσμα· σκέπε οὖν Καθαριώτισσα Κόρη οὐρανόθεν, καὶ ἴσθι πάντων καταφύγιον καὶ προστάτις, τῶν ἐπικαλουμένων σε ἀπαύστως, καὶ ὕμνοις εὐφημούντων σε.

Εἰς τὸν Στίχον, Στιχηρά Ἰδιόμελα.
Ἦχος δ'. Γερμανοῦ Πατριάρχου.
Ἡ παγκόσμιος χαρά, ἐκ τῶν δικαίων ἀνέτειλεν ἡμῖν, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἡ πανύμνητος Παρθένος· ἥτις δι᾿ ὑπερβολὴν ἀγαθότητος, ναὸς Θεοῦ ἔμψυχος γίνεται, καὶ μόνη κατὰ ἀλήθειαν, Θεοτόκος γνωρίζεται. Αὐτῆς ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ τῆς Εἰκόνος, ἦχος πλ. δ΄.
Ὡς γενναῖον ἐν Μάρτυσι.
Στίχ.: Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Ἡ Μονὴ ἡ περίκλυστος, Καθαρῶν ἑορτάζουσα, γέννησιν τὴν θείαν σου ἐπαγάλλεται, καὶ τὴν Ἁγίαν Εἰκόνα σου, προβαλλούσα Δέσποινα, ἱεραῖς μαρμαρυγαῖς, λαμπομένην χαρίτων σου, νῆσον ἅπασαν, τῆς Ἰθάκης καλεῖ πρὸς εὐωχίαν, μυστικὴν καὶ μετουσίαν, τῆς σῆς ἀῤῤήτου χρηστότητος.

Στ.: Τὸ πρόσωπόν σου λιτανεύουσι...
Τὸ σεπτόν σου ἐκτύπωμα, ὡς θησαύρισμα ἔχουσα, ἄσυλον ἡ μάνδρα σου πανευφρόσυνον, τῶν Καθαρῶν θεονύμφευτε, πανήγυριν σήμερον, ἄγει ἐν τῇ παμφαεῖ, σῇ γεννήσει καὶ χαίρουσα, τὴν ὁμήγυριν, συγκαλεῖ τῶν σεμνῶν Ἰθακησίων, εἰς φαιδρὰν δοξολογίαν, τῶν θαυμασίων σου, Ἄχραντε.
Δόξα.Ἦχος πλ. δ'. Σεργίου Ἁγιοπολίτου.
Δεῦτε ἅπαντες πιστοί, πρὸς τὴν Παρθένον δράμωμεν· ἰδοὺ γὰρ γεννᾶται, ἡ πρὸ γαστρὸς προορισθεῖσα τοῦ Θεοῦ ἡμῶν Μήτηρ, τὸ τῆς παρθενίας κειμήλιον, ἡ τοῦ Ἀαρὼν βλαστήσασα ῥάβδος, ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαί, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν δικαίων, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα. Γεννᾶται τοίνυν, καὶ ὁ κόσμος σύν αὐτῇ ἀνακαινίζεται, Τίκτεται, καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν καταστολίζεται, ὁ ναὸς ὁ ἅγιος, τὸ τῆς θεότητος δοχεῖον, τὸ παρθενικὸν ὄργανον, ὁ βασιλικός θάλαμος, ἐν ᾧ τὸ παράδοξον τῆς ἀπορρήτου ἑνώσεως, τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων, ἐτελεσιουργήθη μυστήριον· ὃν προσκυνοῦντες ἀνυμνοῦμεν, τὴν τῆς Παρθένου πανάμωμον γέννησιν.
Καὶ νῦν, τῆς Εἰκόνος.
Ἡ χαριτόβρυτος εἰκών σου, ἐν ᾗ ὁρᾶται ἡ ἄχραντος γέννησίς σου, Καθαριώτισσα Θεοτόκε, τὰ ὅμματα τῶν ψυχῶν ἡμῶν καὶ τῶν σωμάτων ἐλκύει, τῶν πιστῶς προσιόντων σοι· δέξαι οὖν τὰς τῶν δακρύων ἡμῶν ῥανίδας ὡς δῶρον ἀτίμητον, καὶ γεώργησον δι’ αὐτῶν τὰς ψυχὰς τῶν τιμώντων σε Δέσποινα, ἵνα καρπὸν πολύχουν μετανοίας ἐκβλαστήσωμεν.

Νῦν Ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον τῇς ἑορτῆς. Ἦχος δ'.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Καὶ τῆς Εἰκόνος. Ἦχος γ΄. Θείας πίστεως.
Εὔχος πάντιμος Ἰθακησίων, πέλεις Ἄνασσα Θεοκυῆτορ, ἱερὰ Καθαριώτισσα κράζομεν· τῇ σῇ Ἁγία Εἰκόνι προστρέχοντες, ἐν συμφοραῖς καὶ δειναῖς περιστάσεσιν, ἵνα εὕρωμεν εἰρήνην ψυχῶν καὶ ἴασιν, σωμάτων ταῖς πρεσβείαις σου πρὸς Κύριον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα
Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ.
Ἀναβόησον Δαυΐδ, τὶ ὤμοσέ σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον· ἐξ ἧς ὁ πλαστουργός, Χριστός ὁ νέος Ἀδάμ, ἐτέχθη βασιλεύς, ἐπὶ τοῦ θρόνου μου· καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Εἰκόνος.
Κῆπος πέλει εὐανθής, ἡ σὴ πανίερος μονή, δένδρον ἔχων εὐθαλές, Καθαριώτισσα σεμνή, τὴν σὴν εἰκόνα, ἐξ ἧσπερ καρπούμεθα, δόσεις οἱ βροτοί, τῆς προστασίας σου, ὄντως ἐναργοῦς, Ἰθάκης σέμνωμα, διὸ ἡμεῖς εὐφραινόμενοι, σοὶ χαριστήριον αἶνον προσᾴδομεν, βοῶντες· Χαῖρε Θεοῦ χαρίτων, μυροβόλον ὀσφράδιον.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα ὅμοιον.
Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν, καὶ νεουργεῖται, ἡ σύμπασα καὶ θεουργεῖται. Συγχάρητε ὁμοῦ, ὁ οὐρανός καὶ ἡ γῆ· αἰνέσατε αὐτήν, αἱ πατριαὶ τῶν ἐθνῶν, Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Εἰκόνος. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Ἰθακησίων αἱ χορεῖαι προσέλθωμεν, ἐν κατανύξει προσκυνῆσαι τὴν πάνσεπτον, εἰκόνα σου καὶ ᾄσμασι αὐτὴυν μυστικοῖς, στέψαι ἀνακράζοντες· τοῖς οἰκέταις σου δοῦναι, πρέσβευε ἀείποτε τὴν κατ’ ἄμφω ὑγείαν, Καθαριώτισσα θαυματουργέ, τοῖς κετημένοις σε πρέσβυν ἀκοίμητον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος πλ. δ'. Τὸ προσταχθὲν μυστικῶς.
Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω· ὁ τοῦ Θεοῦ γὰρ οὐρανός, ἐν γῇ ἐτέχθη, ἡ Θεόνυμφος αὕτη ἐξ ἐπαγγελίας. Ἡ στεῖρα βρέφος θηλάζει τὴν Μαριὰμ· καὶ χαίρει ἐπὶ τῷ τόκῳ Ἰωακείμ. Ῥάβδος λέγων ἐτέχθη μοι, ἐξ ἧς τὸ ἄνθος Χριστός, ἐβλάστησεν ἐκ ῥίζης Δαυΐδ. Ὄντως θαῦμα παράδοξον!
Δόξα. Καὶ νῦν. Τῆς Εἰκόνος.
Τῇ ἀῤῥαγεῖ σου λαυχωμένη προστασίᾳ, Καθαριώτισσα ἡ νῆσος τῆς Ἰθάκης, ἐπαγάλλεται καὶ χαίρει ἀδιαλείπτως, ἀσπαζομένη δὲ εἰκόνα σου τὴν πάνσεπτον, ἐν τῇ μονῇ σου ὕμνον πέμπει σοι μελίῤῥύτον, ἀνακράζουσα· Χαῖρε κόσμου βοήθεια.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον Ἦχος δ'.  Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν. Ἀναστᾶσα Mαριὰμ ἐπορεύθη...
Δόξα. Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν. Ταῖς λιταῖς Παντάναξ, τῆς Καθαριωτίσσης, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου... Ἰδιόμελον. Ἦχος δ'. Γερμανοῦ Πατριάρχου.
Ἡ παγκόσμιος χαρά, ἐκ τῶν δικαίων ἀνέτειλεν ἡμῖν, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἡ πανύμνητος Παρθένος, ἥτις δι᾿ ὑπερβολὴν ἀγαθότητος, ναὸς Θεοῦ ἔμψυχος γίνεται, καὶ μόνη κατὰ ἀλήθειαν, Θεοτόκος γνωρίζεται. Αὐτῆς ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Οἱ Κανόνες τῆς ἑορτῆς· ὁ α’μετὰ τῶν Εἱρμῶν εἰς η´ καὶ ὁ β’εἰς ς'.
Ὁ Κανὼν ἁγ. Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ᾨδὴ α'. Ἦχος β'. Ὁ Εἱρμὸς. Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ...
Δεῦτε πιστοί, Πνεύματι θείῳ γηθόμενοι, τὴν ἐξ ἀκάρπου σήμερον, ἐπιδημήσασαν, εἰς βροτῶν σωτηρίαν, ἀειπάρθενον Κόρην, ὕμνοις τιμήσωμεν.

Χαῖρε σεμνή, Μήτηρ καὶ δούλη Χριστοῦ τοῦ Θεοῦ, ἡ τῆς ἀρχαίας πρόξενος, μακαριότητος, τῶν ἀνθρώπων τῷ γένει, σὲ πάντες ἐπαξίως, ὕμνοις δοξάζομεν.

Ἡ τῆς ζωῆς, τίκτεται σήμερον γέφυρα, δι' ἧς βροτοὶ ἀνάκλησιν, τῆς καταπτώσεως, τῆς εἰς ᾍδου εὑρόντες, Χριστὸν τὸν ζωοδότην, ὕμνοις δοξάζουσιν.

Ὁ Κανὼν ἁγ. Ἀνδρέου Ἱεροσολυμίτου.
ᾨδὴ α'. Ἦχος πλ. δ'.
Ὁ Εἱρμὸς. Τῷ συντρίψαντι πολέμους...
Χορευέτω πᾶσα κτίσις, εὐφραινέσθω καὶ Δαυΐδ, ὅτι ἐκ φυλῆς αὐτοῦ, καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ, προῆλθε ῥάβδος, ἄνθος φέρουσα τὸν Κύριον, καὶ λυτρωτὴν τοῦ παντός.

Ἡ Ἁγία τῶν Ἁγίων, ἐν ἁγίῳ ἱερῷ βρέφος ἀνατίθεται, ἀνατραφῆναι ἐκ χειρὸς Ἀγγέλου· πάντες οὖν πιστῶς συνεορτάσωμεν, ἐν τῇ γεννήσει αὐτῆς.

Στεῖρα ἄγονος ἡ Ἄννα, ἀλλ' οὐκ ἄτεκνος Θεῷ· ἤδη γὰρ προώριστο, ἐκ γενεῶν ἁγνῆς Παρθένου Μήτηρ· ὅθεν ὁ τῆς κτίσεως ἐβλάστησε, Κτίστης ἐν δούλου μορφή.

Σὲ τὴν ἄσπιλον ἀμνάδα, τὴν τὸ ἔριον Χριστῷ, μόνην ἐκ κοιλίας σου προσαγαγοῦσαν, τὴν ἡμῶν οὐσίαν, πάντες ἐκ τῆς Ἄννης τικτομένην σε, ὕμνοις γεραίρομεν.

Τρία ἄναρχα δοξάζω, τρία ἅγια ὑμνῶ, τρία συναΐδια, ἐν οὐσιότητι μιᾷ κηρύττω· εἷς γὰρ ἐν Πατρὶ Υἱῷ καὶ Πνεύματι, δοξολογεῖται Θεός.

Τὶς ἑώρακε παιδίον, ὃ οὐκ ἔσπειρε πατήρ, γάλακτι τρεφόμενον; ἢ ποῦ τεθέαται παρθένος Μήτηρ; Ὄντως ὑπὲρ ἔννοιαν ἀμφότερα, Θεογεννῆτορ ἁγνή.
Καὶ τῆς Εἰκόνος, οὗ ἡ ἀκροστιχίς: ΙΘΑΚΗΣ ΣΤΕΜΜΑ, ΚΑΘΑΡΙΩΤΙΣΣΑ ΠΕΛΕΙΣ. Χ. Μ.
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ἰθάκης διάδημα τιμαλφές, καὶ νήσου προστάτιν, σὴν μητέρα, Υἱὲ Θεοῦ, γεραίρειν ἀξίωσον σὸν δοῦλον, Καθαριώτισσαν, ὕμνοις ἐμπρέπουσι.

Θαυμάτων ἐδείχθη ὑπερφυῶν, ἀείῤῥοος κρήνη, σὸν ἐκτύπωμα τὸ σεπτόν, προχέουσα νάματα τοῖς πόθῳ, Καθαριώτισσα σοὶ καταφεύγουσιν.

Ἀείφωτος φάρος παντοειδῶν, χαρίτων ἐδείχθη, τὸ σεμνεῖον τῶν Καθαρῶν, ἐν ᾗ τεθησαύρισται ἡ θεία, Εἰκών σου Μῆτερ Ἰθάκης ἀπαύγασμα.

Καθάπερ μελίσσας ὁ ροδεών, Εἰκών σου ἐλκύει, τοὺς οἰκοῦντας ἀπανταχοῦ, τῆς γῆς Ἀγαθὴ Ἰθακησίους, καὶ ἐν θαλάσσῃ μακρὰν διαπλέοντας.
Καταβασία.
Σταυρὸν χαράξας Μωσῆς, ἐπ᾿ εὐθείας ῥάβδῳ τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι κροτήσας ἥνωσεν, ἐπ᾿ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν ὅτι δεδόξασται.

ᾨδὴ γ'. Ὁ Εἱρμὸς. Ἦχος β´. Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε...
Ἀμέμπτως τῷ Θεῷ πολιτευσάμενοι, τὴν πάντων ἐκύησαν σωτηρίαν, οἱ θεόφρονες γεννήτορες, τῆς τὸν Κτίστην τεκούσης καὶ Θεὸν ἡμῶν.

Ὁ πᾶσι τὴν ζωὴν πηγάζων Κύριος, ἐκ στείρας προήγαγε τὴν Παρθένον· ἣν εἰσδῦναι κατηξίωσε, μετὰ τόκον φυλάξας ἀδιάφθορον.

Τῆς Ἄννης τὸν καρπὸν Μαρίαν σήμερον, τὴν βότρυν κυήσασαν ζωηφόρον, ὡς Θεοτόκον ἀνυμνήσωμεν, προστασίαν τε πάντων καὶ βοήθειαν.
Εἱρμὸς ἄλλος. Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ...
Εὐλογημένη ἡ κοιλία σου σώφρων Ἄννα· καρπὸν γὰρ ἤνθησε παρθενίας, τὴν ἀσπόρως τὸν τροφέα τῆς κτίσεως, τεκοῦσαν καὶ λυτρωτὴν Ἰησοῦν.

Σὲ μακαρίζει Ἀειπάρθενε πᾶσα κτίσις, ἐξ Ἄννης σήμερον γεννηθεῖσαν, τὴν ἐκ ῥίζης Ἰεσσαὶ ῥάβδον ἄχραντον, τὸ ἄνθος Χριστὸν βλαστήσασαν.

Σὲ ἀνωτέραν πάσης κτίσεως Θεοτόκε, δεικνύων ἄχραντε ὁ Υἱός σου, τὴν ἐξ Ἄννης μεγαλύνει σου γέννησιν, καὶ πάντας εὐφραίνει σήμερον.

Ἀνατραφεῖσα εἰς τὰ Ἅγια τῷν Ἁγίων, Παρθένε ἄχραντε Θεοτόκε, ἀνωτέρα ἀνεδείχθης τῆς κτίσεως, τὸν Κτίστην σαρκὶ κυήσασα.

Σὲ προσκυνοῦμεν Πάτερ ἄναρχε τῇ οὐσίᾳ, ὑμνοῦμεν ἄχρονον τὸν Υἱόν σου, καὶ τὸ Πνεῦμα συναΐδιον σέβομεν, ὡς ἕνα τὰ τρία φύσει Θεόν.

Τὸν φωτοδότην καὶ ἀρχίζωον τῷν ἀνθρώπων, τεκοῦσα ἄχραντε Θεοτόκε, ἀνεδείχθης θησαυρὸς τῆς ζωῆς ἡμῶν, καὶ πύλη τοῦ ἀπροσίτου φωτός.

Τῆς Εἰκόνος. Οὐρανίας ἁψίδος.
Ἡ τιμία Εἰκών σου, τῶν Καθαρῶν καύχημα, ἐν συστάσι σχοίνων εὑρέθη, φέγγος ἐκχέουσα, ἐν ἀσελήνοις νυξί, καὶ θάμβους πάντα πληροῦσα, τοὺς ἐκεῖσε βόσκοντας, τούτων τὰ ποίμνια.

Σοῦ βοσκοὶ ἐξ Ἠπείρου, οἱ τὸν ζυγὸν φεύγοντες, τῆς δουλείας ᾧδε ἐλθόντες, εὕρον τὸ ἕκτυπον, ἐν τῇ πατρίδι αὐτῶν, οὕ ἐπελάθοντο πάλαι, ἔνδον σχοίνων ἅπασι, φῶς πέμπον Πάναγνε.

Στάντες ἔκθαμβοι Μῆτερ, οἱ τοὺς αὐτῶν βόσκοντες, ἄρνας πρὸ Εἰκόνος πανσέπτου, Καθαριώτισσα, τῆς σῆς αἰσίαις φωναῖς, ἐδοξολόγουν τὸν Κτίστην, τὸν αὐτοῖς δωρήσαντα, σοῦ τὸ ἐκτύπωμα.

Τιμαλφέστατος ὄλβος, καὶ θησαυρὸς ἄσυλος, τῶν Ἰθακησίων ὑπάρχεις, Καθαριώτισσα, τῶν προσφερόντων πιστῶς, χείλεσιν εἰ καὶ ἀνάγνοις, σοῦ τὸ θεῖον ὄνομα, καὶ ἱερώτατον.
Καταβασία.
Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν Ἱερέα, τῇ στειρευούσῃ δὲ πρώην Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

Ἡ Ὑπακοὴ. Ἦχος β'.
Πύλην ἀδιόδευτον ὁ Προφήτης, μόνῳ τῷ Θεῷ ἡμῶν τηρουμένην, τὴν Ἁγίαν Παρθένον ἐκάλεσε, δι᾿ αὐτῆς διῆλθεν ὁ Κύριος, ἐξ αὐτῆς προῆλθεν ὁ Ὕψιστος, καὶ πάλιν ἐσφραγισμένην κατέλιπε, λυτρούμενος ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

Κοντάκιον τῆς Εἰκόνος, ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἡ πανσεβάσμιος Μονή σου ὡς διάδημα, τὴν νῆσον στέφει τῆς Ἰθάκης, Μητροπάρθενε, καὶ τὸ θεῖόν σου ἐκτύπωμα ἀγιάζει, τὸν λαὸν αὐτῆς τῷ πόθῳ καταφεύγοντα, ταῖς οιταῖς σου ἐν παντὶ τοῦ βίου κλύδωνι, ἀνακράζοντα· Χαίροις Καθαριώτισσα.
Κάθισμα. Τῆς Ἐορτῆς. Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ.
Ἡ Παρθένος Μαριάμ, καὶ Θεοτόκος ἀληθῶς, ὡς νεφέλη τοῦ φωτός, σήμερον ἔλαμψεν ἡμῖν, καὶ ἐκ Δικαίων προέρχεται εἰς δόξαν ἡμῶν. Οὐκ ἔτι ὁ Ἀδὰμ κατακρίνεται· ἡ Εὔα τῷν δεσμῶν ἠλευθέρωται· καὶ διὰ τοῦτο κράζομεν βοῶντες, ἐν παρρησίᾳ τῇ μόνῃ Ἁγνῇ· Χαρὰν μηνύει, ἡ γέννησίς σου, πάσῃ τῇ οἰκουμένῃ.
Δόξα. Καὶ νῦν. Τὸ αὐτὸ.

ᾨδὴ δ'. Ὁ Εἱρμὸς. Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας...
Ἀνυμνοῦμέν σε Κύριε, τὸν τοῖς πιστοῖς σωτήριον λιμένα, παρασχόντα πᾶσι τὴν σὲ κυήσασαν.

Σὲ Θεόνυμφε καύχημα, πᾶσι Χριστὸς ἀνέδειξε καὶ κράτος, τοῖς ὑμνοῦσι πίστει σοῦ τὸ μυστήριον.

Ἀπειρόγαμε Δέσποινα, ταῖς σαῖς λιταῖς λυτρούμενοι πταισμάτων, εὐγνωμόνως πάντες σὲ μακαρίζομεν.

Εἱρμὸς ἄλλος. Ἀκήκοα Κύριε τὴν ἀκοήν σου καὶ ἐφοβήθην...
Τὴν πάνσεπτον γέννησιν τῆς Θεοτόκου, ψαλμοῖς καὶ ὕμνοις, δοξολογοῦντες πιστοί, τὸν ἄψευστον, τὸν τῷ Δαυῒδ προομόσαντα καρπόν, ἐκ τῆς ὀσφύος παρασχεῖν, πίστει προσκυνήσωμεν.

Διήνοιξας Κύριε τὴν μήτραν Σάρρας, καρπὸν ἐν γήρᾳ τὸν Ἰσαὰκ παρασχών· ὁ αὐτὸς καὶ σήμερον, τῇ εὐσεβεῖ Ἄννῃ δέδωκας Σωτήρ, ἐκ μήτρας γόνιμον καρπόν, ἄσπιλον Μητέρα τὴν σήν.

Ἐπήκουσας Κύριε τῆς προσευχῆς μου, λεγέτω Ἄννα, ἐπαγγελίας καρπόν, παρασχών μοι σήμερον, τὴν ἐκ πασῶν γενεῶν καὶ γυναικῶν προορισθεῖσαν, εἰς ἁγνὴν ἄχραντον Μητέρα σου.

Συγχαίρει σοι σήμερον θεόφρον Ἄννα, ἡ οἰκουμένη· τοῦ λυτρωτοῦ γὰρ αὐτῆς, τὴν Μητέρα ἤνθησας, τὴν ἐκ ῥίζης βλαστήσασαν Δαυΐδ, δυνάμεως ῥάβδον ἡμῖν, φέρουσαν τὸ ἄνθος Χριστόν.

Δοξάζω σε ἄναρχε Τριάς, ἀμέριστε τῇ οὐσίᾳ, χερουβικῶς ἐκβοῶν, τῇ πηλίνῃ γλώσσῃ μου· Ἅγιος Ἅγιος Ἅγιος, ὁ ὤν καὶ διαμένων εἷς ἀεί, εἷς Θεὸς ἀΐδιος.

Πεπλήρωνται Ἄχραντε, τῷν θεηγόρων αἱ προφητεῖαι, ἐν τῇ γεννήσει τῇ σῇ, τῶν πιστῶς καλούντων σε, σκηνὴν καὶ πύλην καὶ ὄρος νοητόν, βάτον καὶ ῥάβδον Ἀαρών, φυεῖσαν ἐκ ῥίζης Δαυΐδ.

Τῆς Εἰκόνος. Εἰσακήκοα Κύριε.
Ἔαρ ὥσπερ μυρίπνοον, ἡ σεπτὴ Εἰκών σου Καθαριώτισσα, καθηδύνει τοὺς ἑκάστοτε, ταύτῃ προσιόντας μετὰ πίστεως.

Μὴ βδελύξῃ με δοῦλόν σου, τὸν ῥερυπωμένον Καθαριώτισσα, πλείστοις πάθεσιν ἀλλ’ ἔπιδε, ἐπ’ ἐμὲ καὶ κάθαρον τοῦ ῥύπου μου.

Μεγαλώνυμον μέλαθρον, ἐν Ἰθάκῃ νήσῳ Καθαριώτισσα, τῇ σῇ χάριτι δεδόμηται, τὸ δειχθὲν ἀζύγων φροντιστήριον.

Ἀσιγήτως προστρέχουσι, τῆ σεπτῇ μονῇ σου οἱ Ἰθακήσιοι, καὶ Εἰκόνα σου ἀσπάζονται, τὴν θαυματουργὸν Καθαριώτισσα.
Καταβασία.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

ᾨδὴ ε'. Ὁ Εἱρμὸς. Ὁ σκιόγραφον ἀχλύν, αἰνιγμάτων σκεδάσας...
Ἀνυμνήσωμεν λαοί, τὴν τῶν πάντων αἰτίαν· τοῦ καθ᾿ ἡμᾶς γενέσθαι τὸν αἴτιον· ἧς τὸν τύπον ἔχαιρον, ἀξιούμενοι Προφῆται, ἐναργῆ σωτηρίαν ταύτης καρπούμενοι.

Τῆς ἀνίκμου ὁ βλαστὸς ῥάβδου τοῦ Ἱερέως, τῷ Ἰσραὴλ ἐδήλωσε πρόκρισιν· καὶ νῦν τὴν λαμπρότητα, τῶν φυσάντων παραδόξως, δᾳδουχεῖ τὸ ἐκ στείρας πανένδοξον κύημα.

Εἱρμὸς ἄλλος. Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν.
Ἄχραντός σου ἡ γέννησις, Παρθένε ἄχραντε· ἄφραστος καὶ ἡ σύλληψις, καὶ ἡ ὠδίς· ἄρρητος ὁ τόκος σου, νύμφη ἀνύμφευτε· Θεὸς γὰρ ἦν, ὅλον φορέσας ἐμέ.

Σήμερον εὐφραινέσθωσαν, Ἀγγέλων τάγματα· ᾄσμασι χορευέτωσαν οἱ ἐξ Ἀδάμ· ἐτέχθη γὰρ ῥάβδος, τὸ ἄνθος βλαστάνουσα, Χριστὸν τὸν μόνον λυτρωτὴν τοῦ Ἀδάμ.

Σήμερον Εὔα λέλυται τῆς καταδίκης, λέλυται καὶ ὁ Ἀδάμ, τῆς ἀρχαίας ἀρᾶς, ἐπὶ τῇ γεννήσει τῇ σῇ βοῶν ἄχραντε· Ἐν σοὶ τῆς φθορᾶς ἐλυτρώθημεν.

Δόξα σοι τῷ δοξάσαντι, τὴν στεῖραν σήμερον· ἔτεκε γὰρ τὴν ῥάβδον τὴν ἀειθαλῆ, ἐξ ἐπαγγελίας, ἐξ ἧς ἀνεβλάστησε Χριστός, τὸ ἄνθος τῆς ζωῆς ἡμῶν.

Ἄναρχον προσκυνοῦμέν σε Τριὰς ἀμέριστε, ἄκτιστον συναΐδιον καὶ συμφυῆ, ἐν μιᾷ οὐσίᾳ, τρισὶν ὑποστάσεσιν, ὑπερφυῶς κηρυττομένην ἀεί.

Γέγονεν ἡ κοιλία σου Ἁγία Τράπεζα, ἔμεινεν ἡ ἁγνεία σου ὥσπερ τὸ πρίν, ἀσινὴς Παρθένε· Χριστὸς γὰρ ὁ ἥλιος, ὡς ἐκ παστοῦ νυμφίος ὤφθη ἐκ σοῦ.

Τῆς Εἰκόνος. Φώτισον ἡμᾶς.
Κάθαρον ταχύ, τῆς ψυχῆς μου τὸ ἱμάτιον, πρὸς Θεὸν ταῖς ρυπτικαῖς σου προσευχαῖς, καὶ Υἱόν σου θαυμαστὴ Καθαριώτισσα.

Ἄνωθεν ἡμῖν, τῆς σῆς χάριτος ἐπίσταξον, τὰς ῥανίδας καὶ ἐλέησον ἡμᾶς τοὺς εἰς σὲ Καθαριώτισσα προσπίπτοντας.

Θάμνοι τοῦ δρυμοῦ, σοῦ καὶ σχοίνοι ὑπεδέξαντο, τὴν εἰκόνα καὶ ἐφύλασσον αὐτήν, ἅχρι καύσεως αὐτῶν Καθαριώτισσα.

Ἄνθος μυριστόν, τῆς Ἰθάκης κατεμύρισας, σὺν τοῖς ἄλλοις καὶ ψυχὴν τοῦ πολιοῦ, ἀσκητοῦ Ἰωακεὶμ Καθαριώτισσα.
Καταβασία.
Ὢ τρισμακάριστον ξύλον, ἐν ᾧ ἐτάθῃ Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι' οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ᾨδὴ ς'. Ὁ Εἱρμὸς. Πρὸς Κύριον ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε...
Πρὸς Κύριον ἐν θλίψει στειρώσεως ἐβόησαν, τῆς Θεομήτορος, οἱ θεόφρονες γεννήτορες, καὶ ταύτην γενεαῖς γενεῶν ἐκύησαν, εἰς κοινὴν σωτηρίαν καὶ καύχημα.

Ἐδέξαντο οὐράνιον δῶρον ἀξιόθεον, τῆς Θεομήτορος, οἱ θεόφρονες γεννήτορες, αὐτῶν τῶν Χερουβὶμ ὑπερφέρον ὄχημα, τὴν τοῦ Λόγου καὶ Κτίστου λοχεύτριαν.

Εἱρμὸς ἄλλος. Ὡς ὕδατα θαλάσσης Φιλάνθρωπε...
Ὑμνοῦμεν τὴν ἁγίαν σου γέννησιν, τιμῶμεν καὶ τὴν ἄσπορον σύλληψιν, σοῦ νύμφη Θεόνυμφε καὶ Παρθένε· σκιρτῶσι δὲ σὺν ἡμῖν Ἀγγέλων τάξεις, καὶ τῶν Ἁγίων ψυχαί.

Ἁγίαν τῶν Ἁγίων ὑπάρχουσαν, οἱ σώφρονες πατέρες σου Ἄχραντε, ἀνέθεντό σε ἐν οἴκῳ Κυρίου, ἀνατραφῆναι σεμνῶς, καὶ εἰς Μητέρα ἑτοιμασθῆναι αὐτῷ.

Αἱ στεῖραι καὶ μητέρες χορεύσατε· θαρσεῖτε καὶ σκιρτήσατε ἄγονοι· ἡ ἄτεκνος γὰρ στεῖρα, τὴν Θεοτόκον βλαστάνει, ἥτις λύσει τῶν ὠδίνων τὴν Εὔαν, καὶ τῆς ἀρᾶς τὸν Ἀδάμ.

Ἀκούω τοῦ Δαυῒδ μελῳδοῦντός σοι· Ἀχθήσονται παρθένοι ὀπίσω σου, ἀχθήσονται εἰς ναὸν Βασιλέως· καὶ σὺν αὐτῷ σε κἀγώ, θυγατέρα τοῦ Βασιλέως ὑμνῶ.

Ἐν σοὶ τὸ τῆς Τριάδος μυστήριον, ὑμνεῖται καὶ δοξάζεται ἄχραντε· Πατὴρ γὰρ ηὐδόκησε, καὶ ὁ Λόγος ἐσκήνωσεν ἐν ἡμῖν, καὶ θεῖον Πνεῦμα σοὶ ἐπεσκίασε.

Χρυσοῦν θυμιατήριον γέγονας· τὸ πῦρ γὰρ ἐν γαστρί σου ἐσκήνωσεν, ὁ Λόγος ἐκ Πνεύματος τοῦ Ἁγίου, καὶ ἐν ἀνθρώπου μορφῇ καθωράθη, Θεογεννῆτορ ἁγνή.

Τῆς Εἰκόνος. Τὴν δέησιν.
Ῥωννύμενοι, οἱ ἐν κλίνῃ Ἄνασσα, κατακείμενοι δεινῆς ἀσθενείας, τῇ τῶν εὐχῶν σου πρὸς Κτίστην ἰσχύϊ, σοὶ χαριστήριον αἶνον προσάγουσι, Καθαριώτισσα ψαλμοῖς, ἱεροῖς καὶ εὐήχοις μελίσμασι.

Ἰλύος με, τῶν παθῶν ἀπόπλυνον, μόνη ἄσπιλε καὶ ἄμωμε Κόρη, Καθαριώτισσα ἵνα ὑμνῶ σε, κεκαθαρμένῃ καρδίᾳ καὶ χείλεσιν, ἀμώμοις σέμνωμα λαμπρόν, τῆς Ἰθάκης καὶ κόσμημα γνήσιον.

Ὡς ἔκλαπρον, τιμαλφὲς διάδημα, τὴν μικρὰν κατακοσμεῖς τῆς Ἰθάκης, Καθαριώτισσα νῆσον ἥν σκέπεις, ἐκ τοῦ σεπτοῦ ὑψηλοῦ ἀνακτόρου σου, καὶ δαψιλῶς ἐπευλόγεις, ἐν αὐτῇ τοὺς οἰκοῦντας ἑκάστοτε.

Τετύφλωμαι, οἵμοι ὁ πολύστηνος, ἐκ τοῦ πάθους τοῦ ἀνόμου μου Μῆτερ, καὶ οὐχ εὐρίσκω τὸν δρόμον ὁ τάλας, τῆς σωτηρίας μου πλὴν ἱκετεύω σε· Καθαριώτισσα ταχύ, ἄνοιξόν μου τὰς κόρας καὶ σῶσόν με.
Καταβασία.
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.

Κοντάκιον τῆς Ἑορτῆς. Ἦχος δ'. Αὐτόμελον.
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Ὁ Οἶκος.
Ἡ προσευχὴ ὁμοῦ καὶ στεναγμός, τῆς στειρώσεως καὶ ἀτεκνώσεως Ἰωακείμ τε καὶ Ἄννης, εὐπρόσδεκτος, καὶ εἰς τὰ ὦτα Κυρίου ἐλήλυθε, καὶ ἐβλάστησαν καρπὸν ζωηφόρον τῷ κόσμῳ· ὁ μὲν γὰρ προσευχὴν ἐν τῷ ὄρει ἐτέλει, ἡ δὲ ἐν παραδείσῳ ὄνειδος φέρει· ἀλλὰ μετὰ χαράς, ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Συναξάριον.
Τῇ Η' τοῦ αὐτοῦ μηνός, τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Τῇ αὐτῆ ἡμέρᾳ, μνείαν ποιούμεθα τῆς εὑρέσεως καὶ τῶν θαυμάτων τῆς θαυματουργοῦ Εἰκόνος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπικεκλημένης Καθαριωτίσσης, καὶ εὑρισκομένης ἐν τῇ φερωνύμῳ αὐτῆς Μονῇ, τῇ ἐν τῆ νήσῳ τῆς Ἰθάκης.
Στίχοι.
Ἰθακησίων πέλεις πάντιμον εὖχος,
Εἰκὼν ἀγλαὴ τῆς Καθαριωτίσσης.
Ταῖς τῆς Παναχράντου Σου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Εἱρμός. Βάτος ἐν ὄρει πυράφλεκτος.
Σοῦ ταῖς ἀΰλοις ἐμφάσεσιν, ὁ νομοθέτης εἴργετο κατανοεῖν, τὸ μέγα Πάνσεμνε μυστήριον, μὴ φρονεῖν χαμαίζηλα, συμβολικῶς παιδευόμενος ποτέ· διὸ ἐκπλαγεὶς τὸ θαῦμα ἔλεγεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὄρος καὶ πύλην οὐράνιον, καὶ νοητὴν σε κλίμακα θεοπρεπῶς· χορὸς ὁ θεῖος προηγόρευσε· ἐκ σοῦ γὰρ λίθος τέτμηται, οὐχ ὑποστὰς ἐγχειρίδιον ἀνδρός· καὶ πύλην, δι᾿ ἧς διῆλθε Κύριος, τῶν θαυμασίων Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Εἱρμὸς ἄλλος. Τῶν Χαλδαίων ἡ κάμινος.
Ἑορτάζομεν Ἄχραντε, καὶ πιστῶς προσκυνοῦμεν, τὴν ἁγίαν σου γέννησιν, τὴν ἐξ ἐπαγγελίας, δι᾿ ἧς ἐλυτρώθημεν, τῆς ἀρχεγόνου ἀρᾶς, ἐπιφανέντος Χριστοῦ.

Νῦν ἡ Ἄννα εὐφραίνεται, καὶ βοᾷ καυχωμένη· στεῖρα οὖσα γεγέννηκα, τοῦ Θεοῦ τὴν Μητέρα, δι' ἧς τὸ κατάκριμα, τῆς Εὔας λέλυται, καὶ ἡ ἐν λύπαις ὠδίς.

Ὁ Ἀδὰμ ἠλευθέρωται, καὶ ἡ Εὔα χορεύει, καὶ βοῶσιν ἐν πνεύματι, πρὸς σὲ τὴν Θεοτόκον· Ἐν σοὶ ἐλυτρώθημεν, τῆς ἀρχεγόνου ἀρᾶς, ἐπιφανέντος Χριστοῦ.

Στεῖραι ἄγονοι σπεύσατε, ψυχαὶ ἠτεκνωμέναι, ὅτι Ἄννα πολύτεκνος, καὶ νῦν εὐφραινομένη· μητέρες χορεύσατε, σὺν τῇ Μητρὶ τοῦ Θεοῦ, καὶ συναγάλλεσθε.

Τὸν Πατέρα δοξάσωμεν, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ἐν μονάδι Θεότητος, Τριάδα Παναγίαν, ἀχώριστον ἄκτιστον, καὶ συναΐδιον καὶ ὁμοούσιον.

Σὺ Θεὸν μόνη ἔτεκες, Παρθένε μετὰ τόκον· σὺ τὴν φύσιν ἐκαίνισας, τῷ τόκῳ σου Μαρία· σὺ τὴν Εὔαν ἔλυσας, τῆς πρωτογόνου ἀρᾶς, Θεογεννῆτορ ἁγνή.

Τῆς Εἰκόνος. Παῖδες Ἐβραίων.
Ἴσθι τῶν δούλων σου ἀκέστωρ, ταχινὴ καὶ παραστάτις ἐν ἀνάγκαις, Θεοτόκε Ἁγνὴ Ἰθακησίων κλέος, σεμνὴ Καθαριώτισσα ἵνα πόθῳ σὲ ὑμνῶμεν.

Στήριγμα πέλεις κλονουμένων, καὶ στεῤῥὰ οἰακόστροφος ποντουμένων, τῆς Μονῆς Καθαρῶν εἰκὼν θαυματοβρύτις, πιστοῖς ἡ πᾶσι νέμουσα δωρημάτων θείων δόσεις.

Σὲ προσφωνοῦσιν οἱ ἐν βίῳ, χειμαζόμενοι Ἰθάκης γόνοι πάντες, ἐν ἁπάσῃ τῇ γῇ καὶ τῶν ναυτιλλομένων, κλεινὴ Καθαριώτισσα ἐν θαλάσσῃ αἱ χορεῖαι.

Ἄκουσον Δέσποινα ὑψόθεν, τῆς ψυχῆς τοὺς στεναγμοὺς τῶν οἰκετῶν σου, τῶν εἰκόνα τὴν σὴν πιστῶς ἀσπαζομένων, ἐν τῷ σεπτῷ σεμνείῳ σου, Πολιοῦχε τῆς Ἰθάκης.
Καταβασία.
Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'. Ὁ Εἱρμός. Ἐν τῇ καμίνῳ τῇ τῶν Παίδων.
Τῆς πρὸς Θεὸν ἡμῶν καταλλαγῆς, ἡ προορισθεῖσα σκηνή, τοῦ εἶναι νῦν ἀπάρχεται, τεξομένη Λόγον ἡμῖν παχύτητι, σαρκὸς ἐμφανιζόμενον· ὃν ὑμνοῦμεν οἱ ἐκ μὴ ὄντων, δι᾿ αὐτοῦ τὸ εἶναι λαβόντες, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἡ τῆς στειρώσεως μεταβολή, τὴν κοσμικὴν τῶν ἀγαθῶν, διέλυσε στείρωσιν, καὶ τρανῶς τὸ θαῦμα Χριστὸν ὑπέδειξε, βροτοῖς ἐπιδημήσαντα· ὃν ὑμνοῦμεν οἱ ἐκ μὴ ὄντων, δι᾿ αὐτοῦ τὸ εἶναι λαβόντες, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Εἱρμὸς ἄλλος. Ὁ στεγάζων ἐν ὕδασι.
Ὁ ποιήσας παράδοξα, τῇ στειρωθείσῃ γαστρί, ὁ ἀνοίξας Ἄννης ἄγονον μήτραν, καὶ καρπὸν αὐτῇ δούς, σὺ Θεὸς ἅγιος, σὺ Υἱὸς τῆς Παρθένου, σὺ ἐκ ταύτης σάρκα προσελάβου, τῆς ἀειθαλοῦς Παρθένου καὶ Θεοτόκου.

Ὁ σφραγίζων τὴν ἄβυσσον, καὶ ἐξανοίγων αὐτήν, ὁ ἀνάγων ὕδωρ ἐν ταῖς νεφέλαις, καὶ διδοὺς ὑετόν, σὺ ὁ δοὺς Κύριε, ῥίζης ἐκ τῆς ἀκάρπου ἐξανθῆσαι,, Ἄννης τῆς ἁγίας, ἄχραντον καρπόν, τὴν ῥάβδον τὴν Θεοτόκον.

Σὺ ὁ λύσας τὰ ἄλυτα, τῆς ἀπαιδίας δεσμά· σὺ ὁ δοὺς τῇ στείρᾳ γόνιμον τόκον, καὶ καρπὸν εὐκλεῆ, ἧς Υἱὸς γέγονας καὶ βλαστὸς ἀνεφύης· ἣν Μητέρα ἔσχες κατὰ σάρκα, ἐν τῇ πρὸς ἡμᾶς Οἰκτίρμον ἐπιδημίᾳ.

Γεωργὲ τῶν φρενῶν ἡμῶν, καὶ φυτουργὲ τῶν ψυχῶν, σὺ ὁ ἄκαρπον γῆν, εὔκαρπον δείξας· σὺ τὴν πάλαι ξηράν, γόνιμον εὔσταχυν, ἄρουραν καρποφόρον ἀπειργάσω, Ἄνναν τὴν ἁγίαν, ἄχραντον καρπὸν ἀνθῆσαι τὴν Θεοτόκον.

Ὢ Τριὰς ὑπερούσιε, μονὰς συνάναρχε, σὲ ὑμνεῖ καὶ τρέμει, πληθὺς Ἀγγέλων, οὐρανὸς καὶ ἡ γῆ, ἄβυσσοι φρίττουσιν, ἄνθρωποι εὐλογοῦσι, πῦρ δουλεύει, πάντα ὑπακούει, σοὶ Τριὰς ἁγία, φόβῳ τὰ ἐν τῇ κτίσει.

Ὢ καινότατον ἄκουσμα! Θεὸς Υἱὸς γυναικός, καὶ ἀσπόρου τόκου, ἄνανδρος Μήτηρ, καὶ Θεὸς τὸ τεχθέν, ὢ φρικτὸν θέαμα! ὢ συλλήψεως ξένης τῆς παρθένου! ὢ ἀφράστου τόκου! ὄντως ὑπὲρ νοῦν τὰ πάντα καὶ θεωρίαν.

Τῆς Εἰκόνος. Τὸν Βασιλέα.
Παῦσον ὀδύνας, τῶν οἰκετῶν σου καὶ σπεῦσον, θαυμαστὴ Καθαριώτισσα λυτρῶσαι, σὲ τοὺς ἀνυμνοῦντας, ἐκ συμφορῶν παντοίων.

Ἔχομεν πάντες, Καθαριώτισσα ῥῦστιν, ἐκ δεινῶν οἱ ἐν Ἰθάκῃ καὶ προστάτιν, σὲ διὸ τὰς θείας, αἰτούμεθα λιτάς σου.

Λῦσον δεσμούς μου, τῆς ἀμαρτίας καὶ ῤῦσαι, Καθαρῶν μονῆς θησαύρισμα Παρθένε, τοὺς προσκυνητάς σου, ἐξ Ἅδου κατωτάτου.

Ἐλέησόν με, καὶ δὸς κατάνυξιν Μῆτερ, τοῖς βλεφάροις μου σεμνὴ Θεογεννῆτορ, ἵνα σε δοξάζω, Ἰθακησίων γέρας.
Καταβασία.
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ'. Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται. Ὁ Εἱρμὸς. Ἡ τὸν πρὸ ἡλίου φωστῆρα.
Ὁ τοῖς ἀπειθοῦσι λαοῖς, ἐξ ἀκροτόμου βλύσας νάματα, τοῖς εὐπειθοῦσιν ἔθνεσι χαρίζεται, ἐκ λαγόνων στειρωτικῶν, καρπὸν εἰς εὐφροσύνην ἡμῖν, σὲ Θεομῆτορ ἄχραντε, ἣν ἐπαξίως μεγαλύνομεν.

Τὴν τῆς ἀποτόμου ἀρχαίας, ἀναιρέτιν ἀποφάσεως, καὶ τῆς Προμήτορος τὴν ἐπανόρθωσιν, τὴν τοῦ γένους τῆς πρὸς Θεὸν αἰτίαν οἰκειώσεως, τὴν πρὸς τὸν Κτίστην γέφυραν, σὲ Θεοτόκε μεγαλύνομεν.

Εἱρμὸς ἄλλος. Ἀλλότριον τῶν μητέρων ἡ παρθενία.
Ἐπάξιον Θεομῆτορ τῆς σῆς ἁγνείας, τὸν τόκον ἐκληρώσω δι᾿ ἐπαγγελίας· τῇ ποτὲ γὰρ ἀκάρπῳ, θεόβλαστος καρπὸς ἐδόθης· διὸ σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν.

Πεπλήρωται τοῦ βοῶντος ἡ προφητεία, φησὶ γάρ· Ἀναστήσω σκηνὴν τὴν πεπτωκυῖαν, τοῦ ἱεροῦ Δαυΐδ, ἐν σοί, Ἄχραντε προτυπωθεῖσαν, δι᾿ ἧς ὁ σύμπας τῶν ἀνθρώπων χοῦς, εἰς σῶμα ἀνεπλάσθη Θεῷ.

Τὰ σπάργανα προσκυνοῦμέν σου Θεοτόκε, δοξάζομεν τὸν δόντα καρπὸν τῇ πρώην στείρᾳ, καὶ ἀνοίξαντα μήτραν, τὴν ἄγονον ἐκ παραδόξου· ποιεῖ γὰρ πάντα ὅσα βούλεται, Θεὸς ὢν παντεξούσιος.

Ἐβλάστησας νυμφοτόκε Ἄννα θεόφρον, ἐκ μήτρας παρ᾽ ἐλπίδα, καὶ ἐξ ἐπαγγελίας, παρθενόφυτον ἄνθος, θεόβλαστον ἁγνείας κάλλος· διὸ σε πάντες μακαρίζομεν, ὡς ῥίζαν τῆς ζωῆς ἡμῶν.

Ἀλλότριον τοῖς ἀνόμοις ἐστὶ δοξάζειν, τὴν ἄναρχον Τριάδα, Πατέρα καὶ Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν ἄκτιστον παγκρατορίαν, δι᾿ ἧς ὁ σύμπας κόσμος ἥδρασται, τῷ νεύματι τοῦ κράτους αὐτῆς.

Ἐχώρησας ἐν γαστρί σου Παρθενομῆτορ, τὸν ἕνα τῆς Τριάδος Χριστὸν τὸν Βασιλέα, ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ τρέμουσιν οἱ ἄνω θρόνοι· αὐτὸν δυσώπει πανσεβάσμιε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τῆς Εἰκόνος. Κυρίως Θεοτόκον.
Ἱλέῳ ὄμματί σου, πρόσβλεψον ὠς Μήτηρ, τοῦ Παντοκράτορος, Καθαριώτισσα, τοὺς τῆ εἰκόνι ἑστῶτας τῇ σῇ ἑκάστοτε.

Στεφάνῳ ἀφθαρσίας, στέψον τοὺς σοὺς δούλους, Καθαριώτισσα ὡς χρυσοκόλλητον, Ἰθάκης στέμμα τῆς νήσου ἀεὶ ὑπάρχουσα.

Χαρὰ Ἰθακησίων, καὶ ναυτιλλομένων, Καθαριώτισσα ἄγκυρα πρόσδεξαι, τόνδε τὸν ὕμνον θυμίαμα ὥσπερ εὔοσμον.

Μετ’ εὐμενείας δέχου, πάντων παρακλήσεις, τῶν προσφευγόντων τῇ θείᾳ Εἰκόνι σου, ἀξιοχρέως Κυρία Καθαριώτισσα.
Καταβασία.
Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ᾿ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.
Ἑτέρα.
Ὁ διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενος θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ Προμήτορος ἡ παγγενής, κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος· ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσι.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀγάλλονται τὰ πέρατα, τῆς οἰκουμένης σήμερον, ἐν τῇ γεννήσει σου Κόρη, Θεοκυῆτορ Μαρία, καὶ ἀπειρόγαμε νύμφη· ἐν ᾗ τῶν φυσάντων σε, τὸ λυπηρὸν διέλυσας, τῆς ἀτεκνίας ὄνειδος, καὶ τῆς Προμήτορος Εὔας, τὴν ἐν τῷ τίκτειν κατάραν.
Ἕτερον ὅμοιον.
Ἀδὰμ ἀνακαινίσθητι, καὶ Εὔα μεγαλύνθητι, Προφῆται σὺν Ἀποστόλοις, χορεύσατε καὶ Δικαίοις, κοινὴ χαρὰ ἐν τῷ κόσμῳ, Ἀγγέλων τε καὶ ἀνθρώπων, ἐκ τῶν Δικαίων σήμερον, Ἰωακεὶμ καὶ τῆς Ἄννης, γεννᾶται ἡ Θεοτόκος.
Ἕτερον τῆς Εἰκόνος. Ὅμοιον.
Ἰθάκη ἐπαγέλλεται, τὴν πάνσεπτον Εἰκόνα σου, Καθαριώτισσα Μῆτερ, ὥσπερ θησαύρισμα μέγα, καὶ ἱερὸν κειμήλιον, κατέχουσα καὶ ἅπαντας, καλεῖ πρὸς θείαν αἴνεσιν, τῆς ἀντιληπτόρος κόσμου, καὶ φοβερᾶς προστασίας.

Εἰς τοὺς Αἴνους ἱστῷμεν Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς καὶ γ΄ τῆς Ἁγίας Εἰκόνος.
Ἦχος α'. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐκ τῆς στείρας τίκτεται, ἡ χάρις καρπογονεῖν, λαμπρῶς ἀπάρχεται. Εὐφραίνου Ἰωακείμ, τῆς Θεοτόκου γεννήτωρ γενόμενος, οὐκ ἔστιν ἄλλος ὡς σύ, τῶν γηγενῶν γεννητόρων θεόληπτε· ἡ γὰρ θεοδόχος Κόρη, τοῦ Θεοῦ τὸ σκήνωμα, τὸ πανάγιον ὀρος, διὰ σοῦ ἡμῖν δεδώρηται.

Ὢ τοῦ παραδόξου θαυματος! ὁ ἐκ στείρας καρπός, ἀναλάμψας νεύματι, τοῦ πάντων Δημιουργοῦ, καὶ παντοκράτορος, εὐτόνως τὴν κοσμικήν, τῶν ἀγαθῶν διαλέλυκε στείρωσιν. Μητέρες σὺν τῇ Μητρί, τῆς Θεοτόκου χορεύσατε κράζουσαι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.

Στήλη σωφροσύνης ἔμψυχος, καὶ λαμπρὸν δοχεῖον, ἀποστίλβον χάριτι, ἡ Ἄννα ἡ εὐκλεής, φανεῖσα τέτοκε, τὴν πρόβολον ἀληθῶς, τῆς παρθενίας τὸ θεῖον ἀπάνθισμα, τὴν πάσαις παρθενικαῖς, καὶ παρθενίας ποθούσαις τὸ χάρισμα, τὸ τῆς παρθενίας κάλλος, ἐμφανῶς βραβεύουσαν, καὶ παρέχουσαν πᾶσι, τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

Τῆς Εἰκόνος, ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Αἰνοῦσί σε Μῆτερ τοῦ Θεοῦ, γέρας Ἰθακήσιον, τῶν εὐσεβῶν τὰ συστήματα, Καθαριώτισσα, καὶ τῇ σῇ Εἰκόνι, εὐλαβῶς προσφεύγουσιν, ἐν βίου ταῖς δειναῖς περιστάσεσι, πιστῶς κραυγάζοντα· μὴ ἐλλίπῃς τὸν Παντάνακτα, δυσωποῦσα, ὑπὲρ τῶν ὑμνούντων σε.

Μονῆς Καθαρῶν τὸν θησαυρόν, δεῦτε προσκυνήσωμεν, Ἰθακησίων τὴν πρόμαχον, καὶ ἀντιλήπτορα, καὶ πιστῶν ἁπάντων, τὴν θερμὴν μεσιτρίαν, βοῶντες· θαυμαστὴ Ἀειπάρθενε, Καθαριώτισσα, ἐκδυσώπει τὸν Θεὸν ἡμῶν, καταπέμψαι, ἠμῖν θεῖον ἔλεος.

Καέντων τῶν σχοινῶν θαυμαστῶς, ἐν σποδῷ πανάφθορον, τὸ ἱερόν σου ἐκτύπωμα, Καθαριώτισσα, ἀνευρέθη πάλαι, χαρμονῆς τοὺς πρόσφυγας, πληροῦν τοὺς ἐξ Ἠπείρου οἱ πάγκαλον, ναὸν ἐδόμησαν, ἐν τῷ τόπῳ σῆς εὑρέσεως, καὶ ὅς ὤφθη, Ἰθάκης ἁγίασμα.
Δόξα. Ἦχος πλ. β'.
Αὕτη ἡμέρα Κυρίου, ἀγαλλιᾶσθε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών, καὶ ἡ βίβλος τοῦ λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε· καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα, προσμένει τὴν εἴσοδον, τοῦ Ἱερέως τοῦ μεγάλου, μόνη καὶ μόνον εἰσάγουσα Χριστὸν εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Εἰκόνος.
Θαυμαστῶς σωματώσασα τὸν ὑπὸ τῶν Ἀσωμάτων, ἀνυμνούμενος Κύριον, θαυμάτων παραδόξων πρόξενος γέγονας, Θεοτόκε Ἁγνὴ παντευλόγητε· ὅθεν καὶ τοὺς προσκυνοῦντας, τὴν θαυματόβρυτον εἰκόνα σου, ὑπερφυῶς περισκέπεις Καθαριώτισσα, καὶ αὐτῶν πληροῖς τὰ πρὸς σωτηρίαν αἰτήματα.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΝ ΤΗ ΛΕΙΤΟΥΡΓΙΑ

Τὰ συνήθη.
Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς Ἑορτῆς.

Ἀπολυτίκιον ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὡς φωτόλαμπρον ἄστρον καὶ ἀνθόπλοκος στέφανος, τῶν Ἰθακησίων τῆν νῆσον ὡραΐζεις τὴν πάγκαλον, σεμνὴ Καθαριώτιδδα τὴν νῦν, καὶ πάντοτε προστρέχουσαν ταῖς δαῖς, πρὸς τὸν Κύριον πρεσβείαις, καὶ θεσπεσίοις ὕμνοις σοὶ κραυγάζουσαν· Δόξα τῷ Σὲ δοξάσατι τρανῶς, δόξα τοῖς θαυμασίοις σου, δόξα τῇ πρὸς ἠμᾶς σου ἀρωγῇ, καὶ σκέπῃ Δέσποινα.

Μεγαλυνάρια.
Βλέψον ἐκ τοῦ ὕψους σου εὐμενῶς, τοὺς Ἰθακησίους, τοὺς ὡς ἄσυλον θησαυρόν, τιμαλφῆ τε ὄλβον, κατέχοντες τὴν θείαν, Εἰκόνα σου Παρθένε, Καθαριώτισσα.

Χαίροις τῆς Δεσποίνης ἡμῶν εἰκών, ἰαμάτων πᾶσιν, ἡ προχέουσα δαψιλῶς, ῥεῖθρα καὶ διδοῦσα, χαρὰν τοῖς προσκυνοῦσι, πανευλαβῶς Σε Κόρη, Καθαριώτισσα.

Χαίροις τῆς Ἰθάκης ἡ ἀρωγός, καύχημα καὶ κλέος, καὶ θεόσδοτος χορηγός, δωρεῶν παντοίων, ἡ νέμουσα ἀφθόνως, χαρίτων θείας δόσεις, Καθαριώτισσα.

Καύχημα περίβλεπτον τῆς Μονῆς, Καθαρῶν ὑπάρχεις, τὸ σὸν ἔκτυπον Μαριάμ, ὅπερ προσκυνοῦντες, λαμβάνομεν ἐκ τούτου, ἰάματα παντοῖα, χάριν καὶ ἔλεος.

Ἔχει ὠς θησαύρισμα τιμαλφές, τῆς γεννήσεώς σου, τὴν Εἰκόνα Μῆτερ Θεοῦ, καὶ ταμεῖον ξένων, θαυμάτων πολιοῦχε, Ἰθάκης καὶ προστάτις, Καθαριώτισσα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου