Πέμπτη 18 Ιουνίου 2015

Ὁσίου ΓΕΡΜΑΝΟΥ Μαρούλη, τοῦ Ἀθωνίτου



Ἀκολουθία Ὁσίου ΓΕΡΜΑΝΟΥ Μαρούλη, τοῦ Ἀθωνίτου
Ψαλλομένη τοῦ 11η Ὀκτωβρίου


ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Ἱστῶμεν Στίχους δ’ καί ψάλλομεν τά ἑξῆς Προσόμοια.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Χαίροις τοῦ Ἄθωνος χώρα ἐν ᾗ διέμεινεν, ὁ Γερμανὸς ὁ θεῖος, ἐν ἀσκήσει τελείᾳ, τὸ θέλημα δουλώσας τὸ ἑαυτοῦ, τῇ κελεύσει τοῦ Πνεύματος, ὁσιακὸν τέλος εἴληφεν ἐκ Θεοῦ, Τρισαγίου ὁ μακάριος.

Τῶν Μοναστῶν ποδηγέτης κἂν θεῖον ἔρεισμα, καὶ τῶν ἐν Ἄθῳ δόξα, καὶ ἐντρύφημα μέγα, θεόθεν ἐδοξάσθης Ὅσιε ζῶν, ἐπὶ γῆς ὡς οὐράνιος, διὸ θαυμάτων τὴν χάριν παραλαβών, ἰαμάτων βρύεις νάματα.

Ἐπὶ τοῦ Ἄθωνος ὤφθης, φωστὴρ λαμπρότατος, φωτίζων τοὺς ἐνταῦθα, ἐνοικοῦντας καὶ πάντας, τοὺς ἐπικαλουμένους σὲ Γερμανέ, καὶ τιμῶντάς σε Ὅσιε καὶ αἰτουμένους πρεσβείας σου ἐν ᾠδαῖς, καὶ τὴν μνήμην σου γεραίροντας.

Πάντες πιστοὶ συνελθόντες ἀνευφημήσωμεν, τὸν Γερμανὸν τὸν μέγαν, μοναζόντων προστάτην, καὶ πάντων τὸν ἐν βίῳ τὸν βοηθόν, καὶ θερμὸν ἀντιλήπτορα, τὸν προσδεχόμενον πάντας τὰς προσευχάς, καὶ αἰτήματα ἀμείβοντα.
Δόξα. Ἦχος δ’.
Ἐκ νεότητός σου τὸν Χριστὸν ἠκολούθησας, καὶ λαβὼν τὸν Σταυρόν σου ἐπ᾿ ὤμου, ἐν τῷ ὄρει ἐβίωσας τὸ τοῦ Ἄθωνος καὶ πολλὰ διεργασθείς, καὶ χαρίτων ἀξιωθεὶς, αἰσίαν ἔσχες τὴν τελείωσιν· ἄνωθεν οὖν κατάπεμψον ἡμῖν, τὴν τῶν πρεσβειῶν σου δρόσον, καὶ ἀνάψυξον τὰς ψυχὰς ἡμῶν ὡς φιλάδελφος.
Καί νῦν. Ὁ αὐτός.
Θεοτόκε ἱκέτευε τὸν Υἱόν σου Πανάμωμε, ἵνα πρεσβείαις ταῖς σαῖς, ῥυσθῶμεν παντὸς κινδύνου καὶ θλίψεως.

Ἐν τοῖς Ἀποστίχοις.
Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἄθως τρανῶς βοᾷ, περὶ τῆς βιοτῆς σου, ἐπευφημῶν σε πᾶσι, ὦ Γερμανὲ τρισμάκαρ, Ὁσίων ἀκροθίνιον.

Δεῦτε πάντες πιστοί, νῦν ἑορτὴ μεγάλη, ἐν ᾗ πολλὰ τιμᾶται, ὁ Γερμανὸς ὁ θεῖος, τὸ κλέος τοῦ Ἄθωνος.

Ἔχομεν ἱερόν, ἐπόπτην καὶ προστάτην, θερμό-τατον πρέσβυν, τὸν Γερμανὸν τὸν μέγα, Ὁσίων ἐγκαλλώπισμα.
Δόξα.
Δέχου Πάτερ σοφέ, τὴν ὑμνωδίαν ταύτην, τὴν σοὶ προσφερομένην, καὶ ῥῦσαι τῶν κινδύνων, σοὺς ὑμνητὰς πανεύφημε.
Καὶ νῦν.
Θέλων ὁ Πλαστουργός, γένος ἀνθρώπων σώσαι, κατῆλθεν ἐκ τῶν ἄνω, ἐν μήτρᾳ σου Παρθένε· σὺ δὲ Παρθένος ἔμεινας.

Νῦν ἀπολύεις, τό Τρισάγιον καί τό Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ.

Ἀπόλυσις.

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Ἱστῶμεν στίχους στ’ καί ψάλλομεν τά ἑξῆς Προσόμοια.
Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Ἐν Ἄθῳ διέμεινας σοφέ, βίον μάκαρ ἔνθεον, ἀσκητικῶς ἄγων Ὅσιε, ὅθεν πεπλήρωκας, πάσας τοῦ Δεσπότου, τὰς κελεύσεις Ἅγιε, καὶ νῦν ἐν οὐρανοὺς κατευφραίνεσαι, ἔνδοξε Γερμανέ, ἀνυμνοῦμέν σου τὴν κοίμησιν, καὶ τιμῶμεν τὸν σὲ ἀναδείξαντα.

Τοῦ Ἄθωνος χαῖρε χαρμονή, τῶν πιστῶν τὸ καύχημα, σὺ τῶν Ὁσίων ὁμόσκηνος, πάτερ γεγένηκας, τῇ ὑπομονῇ σου, τῇ στεῤῥᾷ ἀσκήσει σου· ὁμοῦ καὶ ταῖς σεπταῖς σου παλαίσμασι, νήψῃ ἐν προσευχαῖς, ἀγρυπνίαις θείοις δάκρυσι, μετανοίας εὐχῇ τῇ ἀλήκτῳ σου.
Πανεύφημε Ὅσιε τὴν σήν, βιοτὴν ἀνέδειξας, ὁσιακὴν τῇ ἀσκήσει σου, καὶ τοῖς ἁγῶσί σου, Γερμανὲ σπηλαίου οἰκιστὴς γενόμενος, καὶ μόνος σὺν Θεῷ ἐνασκούμενος, ᾔσχυνας τὸν ἐχθρόν, διὸ ἤρθης πρὸς οὐράνια, θριαμβεύων Πάτερ ἀξιάγαστε.

Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι.
Ὅλος ἀποθέμενος, σοῦ τῆς σαρκὸς τὰς κινήσεις, βιοτὴν τὴν ἔνθεον, ὅσιε διήγαγες ἐν τῷ Ἄθωνι, καὶ τροφῆς στερούμενος, καὶ τρυφὴν ἀπώσας, μακαρίου τέλους ἔτυχες, καὶ εἰς πανθαύμαστον, ὕψος ἀρετῶν Πάτερ ἔφθασας, διὸ τὰ ἐπουράνια, χαίρουσί σε γῆθεν δεχόμενα, τῷ πυρί τῆς πρὸς τὸν Κύριον, Ὅσιε θείας ἀγαπήσεως.

Ὅλην εἰσδεξάμενος, τοῦ νοητοῦ πυρὸς φλόγα, καὶ φλεχθεὶς ἀοίδιμε, πᾶσαν τῷ Παντάνακτι ἐναπέθηκας, μέριμναν τοῦ βίου σου, εἰς λιμένα θεῖον, καταπαύσεως εἰσήγαγεν, σὲ ὁ Φιλάνθρωπος, καὶ μισθοδότης καὶ Κύριος, ἐξ οὗ πρεσβείαν ἔν-θερμον, ποίει ὑπὲρ πάντων, πανόσιε Γερμανὲ Πατέρων, τὸ θεῖον ἐγκαλλώπισμα σοφέ, καὶ Μοναστῶν καταφύγιον, Ὀρθοδόξων πρόμαχε.

Πρᾶξιν ἐνυπόστατον, τὴν θεωρίαν ποιήσας, μέθεξιν τὴν ἔνθεον, τοῦ ἀκτίστου ἔφθασας θείας ἐλλάμψεως, καὶ τὴν ἀδιάλειπτον, καὶ πνευματοφόρον, προσευχὴν κατέχων Ὅσιε, βίον ἰσάγγελον μάκαρ· πολιτείαν οὐράνιον, βιώσας ὥσπερ ἄσαρ-κος, νῦν ὑπὲρ ἡμῶν Πάτερ πρέσβευε, τῶν ἐπιτελούντων, τὴν μνήμην σοι παμμάκαρ Γερμανέ, καὶ δεομένους ἱκέτευε, πάντας εὑρεῖν ἔλεος.
Δόξα. Ἦχος πλ. α’.
Ἐξ ἁπαλῶν ὀνύχων ἐκλεχθεὶς ὑπὸ Θεοῦ, καὶ αὐτῷ δουλεύσας ἕως ἐσχάτων, λήξιν εὗρες εὐφρόσυνον. Ὡς παιδίον φρόνησιν ἔχων γεροντικήν, ὡς γέρων τὴν καρδίαν παιδικήν, ἔσχες πεπαιδευμένην, ὡς νέος δὲ τὰς ὁρμὰς εἰς παλαίσματα ἀσκητικὰ διοχετεύσας, ὡς πρεσβύτης τὰς πλοκὰς διαβόλου συνέτριψας· ἐν ὅλῳ τῷ βίῳ σου ἔσχες χάριν ὥστε καὶ θαύματα τελεῖν, μετὰ δὲ τὴν τελευτήν σου, οὐκ ἔπαυσας διηνεκῶς δεήσεις τῷ Θεῷ ἀναπέμπειν ὑπὲρ τοῦ κόσμου παντός. Ὅθεν τιμῶμέν σε πολύαθλε καὶ ὕμνους ἱκετηρίους πρὸς σὲ ἀναπέμπομεν· πρέσβευε λέγοντες· ὑπὲρ ἡμῶν τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
ν τῇ Ἐρυθρᾷ…

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. Γ΄. 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψη-ται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦ-ντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α’.
Δεῦτε φιλομόναχοι πάντες συνελθόντες ὑμνήσωμεν τὸν τῆς ἁγνείας ἐραστὴν καὶ ἐν ὕμνοις τούτῳ εἴπωμεν· εὐφραίνου Πάτερ σήμερον, ἐν τῇ σεπτῇ ἑορτῇ σου Γερμανὲ πολύαθλε, καὶ σκέπε τοὺς ὑμνοῦντάς σε καὶ αἰτουμένους τὴν λύτρωσιν, ἐκ παντοίων πειρασμῶν, καὶ περιστάσεων ἐναντίων, πρεσβείαις σου μακάριε.
Ἦχος β’.
Τὸ κλέος τοῦ Ἄθωνος, τῆς Οἰκουμένης τὸν φωστῆρα τὸν διαυγέστατον ἐν ὕμνοις τιμήσωμεν· τὸν ἐν ἀσκήσει τελειωθέντα τὸν ἑκούσιον Μάρτυ-ρα, τὸν ἐν ὑπακοῇ ἐνθέως βιώσαντα, τὸν Γερμανὸν τὸν ἔνδοξον, τὸν θαυματουργίαις ἐπιτελοῦντα καὶ τὰς νόσους διώκοντα, ἐν ὕμνοις δεόμενοι καὶ ἐν ᾠδαῖς μεγαλύνοντες ἱκετεύομεν καὶ βοῶμεν· Χαίροις Πάτερ τρισόλβιε.
Ἦχος γ’.
Εὐφραινέσθωσαν σήμερον οἱ ὑμνηταί σου ἅπαντες, καὶ τιμῶντές σε Ὅσιε, σήμερον γὰρ συνεφραίνονται, πᾶσαι τῶν Ἀσωμάτων αἱ ἐπουράνια καὶ θεῖαι ταξιαρχίαι καὶ ἡμεῖς σὺν αὐταῖς ψάλλομεν λέγοντες· ὄντως τίμιος ἐναντίον Κυρίου ὁ θάνατός σου Ὅσιε, Γερμανὲ ἀξιάγαστε, ῥῦσαι ἡμᾶς περιστάσεων παντοίων ταῖς πρὸς Θεὸν μεσιτείαις σου.
Δόξα. Ἦχος πλ. α’.
Ὤ τῶν σεπτῶν σου ἀγώνων σοφέ, πῶς ἐνησκήθης, πῶς ἡ χάρις σε ἀνέδειξεν ἐπίγειον Ἄγγελον· ἀξίως οὖν σὲ μακαρίζομεν· καὶ τὴν μνήμην σου ἑορτάζομεν, ἀνυμνοῦντές τε καὶ ψάλλοντες· δεχόμεθα τῆς ἀῤῥήτου εὐωδίας τῶν κόπων σου τὰ θεῖα κύματα, καὶ σὲ μεγαλύνοντες θαυμάζομεν τὴν Ἁγίαν σου ὑπακοήν, τὴν σεμνήν σου ἁπλότητα, τὴν ὑψοποιόν σου ταπείνωσαν. Οὕτως σοι κράζομεν, σῶσον ἡμᾶς, ταῖς πρεσβείαις σου πανόσιε.
Καί νῦν. Ἦχος πλ. β’.
Θεὸς ἐτέχθη ἐκ σοῦ Παρθένε ἄνευ σπορᾶς Θεονύμφευτε, διὸ καὶ κατεπλάγη ἡ Κτίσις ἅπασα, τὸν ἄφραστον Τόκον σου καθορῶσα. Ἡμεῖς δὲ οἱ γηγενεῖς πιστῶς σοι κράζομεν· χαῖρε ἡ ῥύσασα ἡμᾶς ἐκ τῆς φθορᾶς ἀπειρόγαμε.

Εἰς τόν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν Μοναστῶν ὁδηγός, Ὀρθοδοξίας ὁ ἀήττητος πρόμαχος, ἐν μέσῳ δεινῶν ὁ ζήσας, ἐν τῷ τοῦ Βέκκου καιρῷ, φρόνημα τηρήσας ἀπαρά-τρεπτον, ἐνθέως διήνυσας, τὴν στενὴν τρίβον Ὅσιε, ἐτελειώθης, ἐν ἀσκήσει μακάριε· κατευφραίνεσαι, σὺν Ἀγγέλοις καὶ Μάρτυσι, ὅθεν σε ἱκετεύομεν, θερμῶς καὶ βοῶμέν σοι, δέχου τὸν ὕμνον καὶ σπεῦσον, τῷ Φιλανθρώπῳ καὶ Παντοκράτορι, Χριστῷ καὶ Δεσπότῃ, τοῦ δοθῆναι τὴν εἰρήνην καί μέγα ἔλεος.

Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ…
Χαίροις, ὑπακοῆς ὁ καρπός, ὁ ταπεινώσας σεαυτὸν Παναοίδιμε· ὁ πάνυ Εὐλογημένος, ὁ ἐκ τῶν ἄνω λαβών, δωρεὰν παμμάκαρ τῶν ἰάσεων, διὸ ἐθεράπευσας, συγγενοῦς τὴν ἀσθένειαν, τοῦ ἐρχομένου, σὲ εἶδεν Πάτερ ὅσιε, καὶ ἀπέδωκας, τοῖς οἰκείοις ἀλώβητον. Ὅθεν ταῦτα κηρύττοντες, πιστῶς ἱκετεύομεν, τὰς ἀσθενείας ἁπάντων τῶν σέ τιμώντων θεράπευσον, ἡμῖν τὴν ὑγείαν, δωρηθῆναι ἱκετεύων κατ’ ἄμφω τάχιον.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ...
Χαίροις, τῶν Καρεῶν οἰκιστής, Βατοπαιδίου τε Μονῆς ἥν ἐλάμπρυνας, τῆς Λαύρας τὸ μέγα κλέος, τῶν μονοτρόπων φωστήρ, καὶ τῆς Οἰκουμένης ἐγκαλλώπισμα· φαιδρῶς ἑορτάζομεν, σοῦ τὴν μνήμην γεραίροντες, καὶ τοὺς ἀγῶνας, οὓς ἐτέλεσας βλέποντες, ἐκθειάζομεν, τὸν θεόστεπτον βίον σου, κράζομεν δὲ καὶ λέγομεν, ἐπίσκεψον Ὅσιε, τοὺς σὲ τιμῶντας παμμάκαρ, καὶ ἐκβοῶντάς σοι πάντοτε, Χριστὸν ἐκδυσώπει, τοῦ δοθῆναι τὴν εἰρήνην καὶ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α’.
Τῆς Θεσσαλονίκης τὸν γόνον, τὸν ἐκ δένδρου ἀγαθοῦ γλυκύτατον καρπόν, τοῦ Ἄθω τὸν οἰκιστὴν τὸν τρισένδοξον, τὸν θεῖον Γερμανόν, τὸν μέγαν ἐν ἀσκήσει ἀνευφημήσωμεν. Σήμερον γὰρ αἱ τῶν Ἀγγέλων ταξιαρχίαι συνεφραίνονται ἡμῖν δεχόμεναί σε Ἰσάγγελε, καὶ τῶν δαιμόνων αἱ ὀρδαὶ ἐν ἀλαλαγμῷ εἰς φυγὴν τρέπονται αἰσχυνόμεναι· καὶ ἡμεῖς οἱ ἐν ᾠδαῖς τῇ Ἁγίᾳ σου μνήμῃ συναχθέντες βοῶμέν σοι τὸ χαῖρε· ὢ κάλλιστε Γερμανέ, ἡμῶν ἐλπίς τε καὶ στήριγμα καὶ βακτηρία τῶν ἐν ἀσκήσει, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός.
Χαῖρε Πανάχραντε Θεοτόκε, Παραμυθία καὶ Βηματάρισσα, Ἐσφαγμένη καὶ κλεινὴ Ἀντιφωνήτρια, Ἐλαιοβρύτισσα καὶ Παντάνασσα μεγαλώνυμε, Πυροβοληθεῖσα τῆς Μονῆς ἡμῶν θυρωρέ, καὶ προφυλακὴ ἀδιάῤῥηκτε. Τῇ θείᾳ σου ζώνη τῇ Παναχράντῳ περίζωσον τόδε τὸ ἱερόν σου τέμενος, καὶ ταῖς σεπταῖς σου Εἰκόσι, τοὺς ἐν αὐτῷ χαρίτωσον καὶ διάσωσον καὶ ἡμᾶς τοὺς προσπίπτοντάς σοι ἐν ᾠδαῖς, Ἔφορε ἡμῶν καὶ προστασία, ἀξίωσον τῆς ἀγαθῆς μερίδος τυχεῖν, ὦ Παντοδέσποινα, εἷς αἰῶνας ἀγάλλεσθαι· καὶ καθορᾶν τοῦ Υἱοῦ σου τὸ χαριέστατον πρόσωπον.

Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον.
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τῆς ἐρήμου πολίτης ἀνεδείχθης μακάριε, καὶ τοῦ Ὄρους Ἄθω τὸ κλέος Γερμανὲ παναοίδιμε, ἐνθάδε γὰρ ἐνθέῳ βιοτῇ, ἠξίωσαι μεγίστων δωρεῶν, θεραπεύειν τοὺς νοσοῦντας ὡς ἰατρὸς τῶν πίστει προσιόντων σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σὲ ἡμῖν, πρέσβυν ἀκοίμητον.

Καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τὴν μνήμην τελέσωμεν, καὶ τὴν λαμπρὰν ἑορτήν, τὴν ὄντως χαρμόσυνον, τοῦ ἀοιδίμου Πατρός, αὐτῷ πάντες κράζοντες, πρέσβευε τῶν Ὁσίων, καλλονὴ καὶ τοῦ Ἄθω, καύχημα ὄντως μέγα, Γερμανὲ θεοφόρε, ὑπὲρ τῶν τελούντων σου τὴν μνήμην σήμερον.
Δόξα.
Ταχὺς εἰς ἀντίληψιν, ὑπάρχεις ὄντως σοφέ, ἡμῶν τῶν βοώντων σοι, Πατὴρ ἡμῶν Γερμανέ, καὶ ἀνευφημούντων σοι, χαίροις τῶν ἱκετῶν σου, βοηθὸς καὶ προστάτης, πάντων δὲ τῶν ἐν Ἄθῳ, ποδηγέτης καὶ ῥύστης, θερμὸς ἀντιλήπτωρ καὶ καύχημα μέγιστον.
Καὶ νῦν.
Παρθένος Θεόνυμφε, πρὸ τοῦ τεκεῖν ἀληθῶς, Παρθένος διέμεινας καὶ μετὰ Τόκον σεμνή, Μαρία Ὑπέραγνε, πρέσβευε Θεομήτωρ, τῶν Ἀγγέλων Κυρία, πᾶσι δοθῆναι χάριν, τοῖς πιστῶς προσκυ-νοῦσι, τὴν ἄχραντον Ζώνην σου καὶ τὰς Εἰκόνας σου.

Μετά τήν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησας τῇ σῇ, ἐνθέῳ Πάτερ βιοτῇ, τῶν Ἀγγέλων στρατιαί, καὶ ὑπεδέξαντο φαιδρῶς, σὲ Γερμανὲ θεοφόρε ἐν τῇ κοιμήσει σου, καὶ χαίρομεν ἡμεῖς, ἀνευφημοῦντές σε, διὸ καὶ δωρεὰς ἀπολαμβάνομεν, καὶ παρὰ σοῦ δεχόμενοι τὰς χάριτας, ἐπὶ τῇ μνήμῃ σου τρέχομεν. Χαίροις βοῶντες, Ὁσίων δόξα, καὶ Μοναζόντων προπύργιον.
Δόξα. Ὁ αὐτός.
Ἐν τῷ Ὄρει τῷ σεπτῷ, βίον διῆγες ἱερόν· ἀσκηθεὶς δὲ σὺν Θεῷ, εἰς ὕψος ἦλθες ἀρετῶν, καὶ σὺν Ἁγίοις αὐλίζεσαι σήμερον, πάντες ἐν ᾠδαῖς σὲ μακαρίζομεν, ἀεὶ Πάτερ πρέσβευε, καὶ ἱκεσίαν ποίει παμμάκαρ, ὑπὲρ τῶν ὕμνοις τελούντων σου, μνήμην τὴν θείαν, Πατέρων κλέος, Γερμανέ, θεοδόξαστε.
Καί νῦν. Θεοτοκίον.
Θεοτόκε οἱ πιστοί, σὲ μακαρίζομεν ἀεί, καὶ δοξάζομεν φαιδρῶς, σὲ τὴν μητέρα τοῦ Θεοῦ, καὶ εὐφημοῦμεν τὸν Τόκον σου Παναγία, σκέπε ἡ Ἁγνή, τὴν θείαν μάνδραν σου, ἆρον ἀφ᾿ ἡμῶν, τὰς τοῦ ἡλίου πλοκάς, καὶ μὴ ἐάσης τοὺς δούλους σου Δέσποινα, ὧν σὺ ἐλπὶς καὶ κραταίωμα, ῥῦσαι Παρθένε, τοὺς σοὺς ἱκέτας, παντὸς κινδύνου καὶ θλίψεως.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ’. Ἀνέστης ἐκ νεκρῶν.
Ἠσκήθης ἱερῶς ἐν τῷ Ὄρει τοῦ Ἄθω, διὸ καὶ ὁ Θεός, σὲ ἡγίασε μάκαρ, σπεύδομεν οὖν οἱ πάντες ἐπὶ τῇ μνήμῃ σου τὴν πανθαύμαστον, ὕμνοις ᾠδαῖς τιμῶντές σε, τὸν Ἀγγέλοις συναυλιζόμενον, ὦ Γερμανὲ Πανόσιε, ἀεὶ ὑπὲρ ἡμῶν ἱκέτα.
Δόξα. Ἐπεφάνης σήμερον.
Ἐπεφάνη σήμερον, σοῦ ἡ φωσφόρος μνήμη, Πάτερ Ὅσιε, τοὺς ἐν τῷ Ὄρει θαυμαστῶς, φωτα-γωγοῦσα τοῦ Ἄθωνος, Γερμανὲ μάκαρ, Ὁσίων τὸ καύχημα.
Καὶ νῦν.
Τὴν ψυχήν μου Πάναγνε, σκέπε Παρθένε, ἐκ παντοίων θλίψεων, Παραμυθία ἱερά, ἵνα βοῶ σοι Πανύμνητε, χαῖρε Μαρία, πιστῶν ἡ ἀντίληψις.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμει μὲ πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον…
Εὐαγγέλιον Ὁσιακὸν.

Ὁ Ν´  Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Ὅσιε Πάτερ Ἰσάγγελε, φίλε τοῦ Χριστοῦ, Θεοφόρε καὶ θεοδόξαστε, Πανόσιε Γερμανέ, τοῦ Ἄθω ἀστὴρ Θεοφώτιστε, τῶν Μοναστῶν ἡ χαρμονὴ καὶ καταφυγὴ προσφιλέστατε, μὴ παρίδῃς τὰς ἐκτενεῖς ἡμῶν εὐχάς, τὰς πρὸς σὲ νῦν πεμπομένας, καὶ πρέσβευε ἀεὶ ὑπὲρ ἡμῶν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἶτα ὁ Κανὼν τῆς Θεοτόκου ἐκ τῆς Μικρᾶς Παρακλήσεως εἰς στ´ μετὰ τῶν Εἱρμῶν.
Ὁ Κανὼν τοῦ Ὁσίου εἰς δ΄, οὗ ἡ Ἀκροστιχίς: Γερμανῷ Ἀθωνίτῃ ἐν ὕμνοις αἰνέσατε.
Ὠδή α’. Ἦχος δ’. Ἀνοίξω το στόμα μου.
Γηΐνοις κατέλιπες Πάτερ ἐδᾶφοις λαμπρότατα, καὶ εὗρες οὐράνιον τὴν κατοικίαν σοφέ, καὶ ὃν ψάλλομεν, ὕμνον σοι Πάτερ δέχου, καὶ πάντας κατεύθυνον νῦν πρὸς τὰ κρείττονα.
Ἐν ὕμνοις τιμήσωμεν Θεσσαλονίκης τὸ βλάστημα, καρπὸν τὸν γλυκύτατον, γονέων τῶν εὐλαβῶν, ἐνασκούμενον, ἐξ ἁπαλῶν ὀνύχων, λαμπρῶς δὲ τιμώμενον Ὅσιον σήμερον.

Ῥοὰς τῶν δακρύων σου ἂς ἐκ νεότητος ἔχεες, ὁ Πλάστης ἐδέξατο ὥσπερ θυσίαν σοφέ, καὶ ὡδήγησεν, ἐν ὄρει τῷ τοῦ Ἄθω, τὰ σὰ διαβήματα πρὸς τὴν Μητέρα αὐτοῦ.
Θεοτοκίον.
Μητέρα Πανάμωμον καὶ Θεοτόκον Παρθένον σε, Μαρία κηρύσσομεν, Χαῖρε μητέρων χαρά, χαῖρε καύχημα, Ὁσίων καὶ δικαίων, καὶ πάντων ὡράϊσμα τὸ ἐκλαμπρότατον.

Ἕτερος Κανών τοῦ Ὁσίου, οὗ ἀκροστιχίς· Πρέσβευε Πάτερ ὑπέρ τῶν ἱκετῶν σου θερμῶν.
Ὠδή α’. Ἦχος α’. Ὠδήν ἐπινίκιον.
Πολλὴν ἐπουράνιον ἔχων παμμάκαρ, Θεοῦ χάριν Ὅσιε, ἐπ ἐμοὶ ἵλεως γενοῦ Πάτερ ἀγαθέ, καὶ πρόσδεξαι οὖν τὴν ἐμήν, ταύτην ἀνάμνησιν.

Ῥοαῖς τῶν δακρύων σου χέων συνήφθης, τῷ πάντων δεσπόζοντι ἐπὶ γῆς Ὅσιε καὶ ὤφθης ἐν Μονασταῖς, πολύφωτος ἀστὴρ λαμπρός, φωτίζων ἅπαντας.

Ἐχθρὸν κατετρόπωσας ἔχων τὸν βίον, ἀμόλυντον, ἄμεμπτον, ἀγαθόν, Ὅσιον, διὸ Πάτερ Γερμανέ, τιμῶμέν σε οἱ γηγενεῖς ὕμνον προσάδοντες.
Θεοτοκίον.
Στολὴν ἣν τὸ πρότερον εἶχον Παρθένε, ἠμαύρωσα Ἄχραντε καὶ γυμνὸς ἵσταμαι, εἰς κρίσιν τὴν φοβεράν, δεόμενος πρὸς σὲ Ἁγνή, σπεῦσον βοήθησον.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἀνῆλθες σοφὲ ἐπὶ τῷ Ὄρει, τοῦ κόσμου τρυφὰς καταλιπών, κἀκεῖ παλαίων Ὅσιε, τὸ σῶμα καθυπέταξας, ἐπιταγαῖς τοῦ πνεύματος, τρωθεὶς Χριστοῦ θείῳ ἔρωτι.
Νοῒ καθαρθεὶς ἐν τῇ ἀσκήσει, καθ’ ὅλα ὑπήκουες Θεῷ, οὐδόλως σου τὸ θέλημα, ὑπήκων Πάτερ Ὅσιε, ὑψοποιὸν ταπείνωσιν, δείξας ἐνθέως πεπόρευσαι·.

Ὡραῖον ἀνέδειξε παμμάκαρ, ἡ χάρις τοῦ Πνεύματος σαφῶς, ἐν ὄρει τῷ τοῦ Ἄθωνος, σὲ Γερμανὲ πανεύφημε, ἐν ᾧ ἐνθέως ἔζησας, τὸν βίον ἔχων πανάριστον.
Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου Παρθένε, εἷς χεῖράς σου τίθημι Ἁγνή, κινδύνων πάντων ῥῦσαί με, τὸν δοῦλόν σου Θεόνυμφε, καὶ ἐκ παντοίων θλίψεων καὶ δυσμενῶν περιστάσεων.

Ἕτερος. Ἦχος α’. Στερεωθήτω ἡ καρδία μου.
Βεβαρημένην τὴν συνείδησιν, καὶ τὴν σὴν καρδίαν οὐδέποτε, ἔσχες παμμάκαρ Γερμανέ, παραδοὺς βίον ἅπαντα, τῷ Θεῷ σοῦ καὶ Δεσπότῇ καὶ Κυρίῳ Παντάνακτι.

Εὐτεκνουμένη οὖσα ἔρημος, ἔτεκες υἱὸν τὸν πανάριστον, τὸν θεῖον ὄντως Γερμανόν, τὸν ἐν Ἄθῳ ἔνδοξον, ὃν τιμῶντες εὐφημοῦμεν καὶ γεραίρομεν ἅπαντες.

Ὑψηλοφρόνως οὐκ ἐβίωσας· ἔχων ταπεινὸν ἀεὶ φρόνημα, σκύβαλον ἔσχες ἑαυτόν, ἐν ἀνθρώποις ἐλάχιστον, διὰ τοῦτο ἀνυψώθης, ὑπὲρ γῆς παναοίδιμε.
Θεοτοκίον.
λεηθῆναί με τὸν ἄθλιον, πρέσβευε Παρθένε Πανύμνητε καὶ τῆς κολάσεως Ἁγνή, ῥῦσαι Ἄχραντε Δέσποινα, τὸν ἀνάξιον ἱκέτην, τοῦ Υἱοῦ σου Θεονύμφευτε.

Καθίσματα. Ἦχος γ’. Θείας πίστεως.
Θείαν ἄσκησιν, τὴν σὴν παμμάκαρ, κατεπλάγησαν, οἱ καθορῶντες, καὶ τιμῶντές σε πανεύφημε Ὅσιε, πρέσβευσε ὅθεν ὑπὲρ τῶν ὑμνούντων σε, καὶ τὰς δεήσεις ἐκπλήρωσον τάχιον, Πάτερ Ἅγιε, Χριστῷ τῷ Θεῷ ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Θεῖον ὄνομα, Παραμυθία, οἱ ἱκέται σου, ἀνα-βοῶντες, ἐκ παντοίων πειρασμῶν ἐκλυτρούμεθα, ὅθεν μὴ παύσῃ δεήσεις Πανάμωμε, πρὸς τὸν Υἱόν σου ὑπὲρ τῶν ὑμνούντων σε, Μῆτερ Ἄχραντε, Χριστῷ τῷ Υἱῷ σου πρέσβευε, δεήσεις ἱκετῶν σου προσκομίζουσα.

Ὠδή δ’. Τήν ἀνεξιχνίαστον.
Ὡς ἡμῖν παράδοξος πᾶσι σοφέ, Γερμανὲ ἐφάνη ὁ βίος σου, πῶς ἐνησκήθης, δοκιμάζων σεαυτὸν εἰς φοβερὰ παλαίσματα, ἔχων ταπεινὸν ἀεὶ φρόνημα.

Ἄχρι τελευτῆς σου τῆς ὄντως σεπτῆς, οὐδὲ πρὸς καιρὸν Πάτερ ἔμεινας, ἄνευ ποιμένος ἵνα φέρῃ τὸν ζυγόν, ὑπακοῆς τὸν ἔνθεον, πάνυ ἐλαφρὸς καὶ εὐφρόσυνον.

Θέλημα μηδόλως τὸν σὸν Ἀγαθέ, ἔχων ἐδοξάσθης λαμπρότατα, ὑπὸ Χριστοῦ σου, ὃν καρδίᾳ καὶ νοΐ, ἐπιποθῶν ἐκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον.
Ὤ, πῶς ἀδιάφθορον Μῆτερ Ἁγνή, ἔσχες τὸν ὑπὲρ λόγον Τόκον σου, πῶς τὸν Θεόν σου, ὑπεδέχθης ἐν γαστρί, πῶς τὸν Χριστὸν ἐκύησας, ὄντως φοβερὸν καὶ παράδοξον.

Ἕτερος. Ὠδή δ’. Ἐν Πνεύματι προβλέπων.
Παντοίας ἀλγηδόνας ὑπέφερες σοφέ, τὸ φθαρτὸν σαρκίον σου ἀσκήσας πολλαπλῶς, τῇ ῥαθυμίᾳ οὐδόλως σὺ παρεδόθης, τῇ ἐγρηγόρσει τὴν ψυχὴν ἐξεπαιδεύθης, Χαίροις Γερμανὲ ἀξιά-γαστε.
Ἀσκηθεῖς ἐν ὄρει τοῦ Ἄθωνος σεπτέ, Γερμανὲ πανάριστε κατέληξας σαφῶς, εἰς θεωρίας ἐνδόξους τῶν οὐρανίων, εἰς ἐνεργείας θαυμαστὰς τὰς ὑπὲρ φύσιν, καὶ τέλος ἀγαθὸν εὗρες ἔνδοξε.
Τὰς θείας σου πρεσβείας αἰτοῦμαι ἀγαθέ, ἵνα εὕρω ἔλεος, ἀνάξιος πλὴν ὤν, ἐν ἁμαρτίαις πολλάκις κατερυπώθην, μετάνοιαν δὲ πολλαπλῶς ἀπεποιήθην, σῶσόν με πρεσβείαις σου Ὅσιε.
Θεοτοκίον.
Ἐμμένων τῇ κακίᾳ ὦ Μῆτερ ἀγαθή, εἰς βυθὸν κατάκειμαι τοῦ ᾍδου φοβερόν, τὴν σὴν πρεσβείαν αἰτοῦμαι Ἁγνὴ Παρθένε, τῆς ἀπωλείας ῥυσθῆναί με τὸν ἀχρεῖον, Χαῖρέ σοι βοῶν Παμμακάριστε.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Νοΐ σῷ καθαρώτατος τῇ δὲ ψυχῇ λαμπρό-τατος, σὺ γὰρ Γερμανὲ Ὁσίων κάλλος, Βατο-παιδίου οἰκήτωρ ὤφθης λαμπρός, διάγων τὸν βίον σου σεμνῶς, ἔχων τῆς ἀσκήσεως φλόγα ἔσωθεν μέγιστον.
Ἰδὼν ὅτι μάταιον, ἐστὶ πᾶν τὸ ἐπίγειον, πᾶν τὰ ἐβδελύξω τὰ τοῦ βίου, ἐδείχθης μόνον τὰ τῆς ψυχῆς ἀγαθά, νήψιν ἀγρυπνίαν προσευχή, ἄσκησιν ἐγκράτειαν καὶ ταπείνωσιν μέγιστον.

Τιμίως ἐδούλευσας τῷ Πλάστῃ Πάτερ Ὅσιε, ὄντως οὖν τιμίως ἀποθνήσκεις, ἔχων προτέραν τὴν τῆς σαρκὸς αὐστηράν, νέκρωσιν εἰς πάντα ἀγαθέ, τεθνικῶς κατ᾿ ἄνθρωπον, ζῶν αἰῶνι τῷ μέλλοντι.
Θεοτοκίον.
Ἡ μόνη Πανάμωμος, σὺ εἶ καὶ Πανυπέραγνος, Μῆτερ τοῦ Θεοῦ Παραμυθία, δέξαι Παρθένε σῶν ἱκετῶν γοεράν, δέησιν καὶ δώρησαι σεμνή, λύτρωσιν εὐφρόσυνον, ἐκ παντοίας κακώσεως.

Ἕτερος. Τὸ φαεινόν ἡμῖν ἐξανάτειλον.
Ῥύεις ταχύτατα σὺ τοὺς κάμνοντας, Πάτερ τῷ σώματι, ὥσπερ ἄλλοτε ῥῶσιν ἐδώρησας, τῷ συγγενεῖ σου, τῷ ἑξασθενήσαντι, εἰς ἔσχατον ὅριον.

Ὑψηλοφρόνησαν οἱ Προπάτορες, σὺ τεταπείνωσαι, καὶ ἡγίασεν ὁ πάντων Κύριος, Ὅσιε Πάτερ σὲ ὃν ἱκετεύομεν, πιστοὶ μακαρίζοντες.

Περιβαλλόμενος τὴν τοῦ Πνεύματος χάριν πεπόρευσαι καὶ ἐνήσκησαι, ὄντως λαμπρότατα, Ἄθωνος κλέος· ὅθεν ἀνυμνοῦμέν σε, Ὁσίων ἀγλάϊσμα.
Θεοτοκίον.
Ἐγκαταλείψασα ἡ καρδία μου πᾶσαν ἐγρήγορσιν πρὸς σὲ δέομαι, τὴν Θεομήτορα, πρέσβευε Μῆτερ ὑπὲρ τοῦ ἱκέτου σου, δοθῆναί μοι δάκρυον.

Ὠδή στ’. Τήν θείαν ταύτην.
Εἰς πάντας ἔδειξας Ὅσιε, ἀγάπην ἀνυπόκριτον ἔμπρακτον, ἔργοις καὶ πράξεσι, διὸ καὶ πάντες προσήρχοντο, τὴν τῆς ψυχῆς εἰρήνην Θεόπνευστε.

Νυκτὶ ἡμέρᾳ οὐκ ἔπαυσας, εὐχὴν τὴν ἀδιάλειπτον Ὅσιε, καὶ τὴν ἐγκράτειαν, διὸ λαμβάνεις τὸ δώρημα, ἐπιτελεῖν μεγάλα ὄντως παράδοξα.

Ὑψῶν λαμπρῶς τὴν διάνοιαν, πρὸς Κύριον Θεὸν τὸν Παντάνακτα, πάντα ἀπέβαλλες, τὰ τῆς σαρκὸς ἐλαττώματα, εὑρὼν τὴν τῶν θαυμάτων χάριν τρισόλβιε.
Θεοτοκίον.
Μητέρα πάντων γινώσκομεν, σὲ Μῆτερ τοῦ Θεοῦ ἡμῶν Ἄχραντε, ἄσπιλε ἄμωμε, δέχου τὴν ὕμνησιν Δέσποινα, ἣν γηγενεῖς τιμῶντες ἐπισυνά-πτομεν.

Ἕτερος. Τὸν Προφήτην Ἰωνᾶν.
Ῥητορεύουσα ψυχήν, τὰ δὲ χείλη σιωπήν, ἔχων Πάτερ Γερμανέ, ἐδοξάσθης ἐκ Θεοῦ, ὑπάρχεις νῦν, ἐν τοῖς Ἁγίοις χαρᾶς πληρούμενος.

Ἰατρεύει σου ἡ χεὶρ τῶν σωμάτων τὰς πληγάς, θεραπεύεις δὲ ψυχὰς ἡ τῶν λόγων ἀκοή, σοφὲ τῶν σῶν, πάτερ θεόφρον σὲ μακαρίζομεν.

Κατευνάζεις τὰς ὁρμάς, ἐκδιδάσκων τοὺς πιστούς, τὸν ἀγῶνα τὸν καλόν, εὐσεβῶς ἐπιτελεῖν, τρισόλβιε Βατοπεδίου μέγα προπύργιον.
Θεοτοκίον.
Ἐπισκέπουσα πιστούς, ἐνισχύεις, ὁδηγεῖε, ἐμψυχοῖς τοὺς ἀμελεῖς, καὶ βραβεύεις εὐσεβεῖς, ἐπίσκεψόν με Παναγία ὄντα τρισάθλιον.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀναδειχθεὶς ἀσκητικῶς ἐν τῷ Ἄθῳ, ἐν ἀγρυπνίαις, προσευχαῖς καὶ ἐν ἄλλοις, τῶν σῶν ἀγώνων εὗρες τὴν ἀντίδοσιν· ὅθεν εἰς οὐράνιον μετεφέρθης λειμῶνα, ἔνθα ταῖς πρεσβείαις σου θεραπεύεις παμμάκαρ, τὸν σὲ ὑμνοῦντας Πάτερ Γερμανέ, καὶ εὐφημοῦντας τὸν ἔνθεον βίον του.
Ὁ Οἶκος.
Πῶς τὴν σὴν μνήμην τελέσωμεν πάτερ, καὶ τοὺς ἀγῶνας τοὺς σοὺς εὐφημήσωμεν, οἱ ἀναξίως ὑμνοῦντές σε πάντες καὶ εὐφημοῦντες τὰ θεῖα παλαίσματα. Πῶς περὶ θείας, ἥν ἔσχες μεγάλων, ὑπακοῆς σου τὸν λόγον στηρίξωμεν, οὐδ’ ἐλάχι-στον τμῆμα κατέχοντες Ὅσιε τῶν ἀρετῶν σου, δεόμενοι πρὸς σέ, πρέσβευε, λέγομεν Ἅγιε, πάντοτε ὑπέρ τῶν εὐφημούντων τὸν ἔνθεον βίον σου.

Συναξάριον.
Τῇ 11ῃ Ὀκτωβρίου, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΓΕΡΜΑΝΟΥ τοῦ Ἀθωνίτου, τοῦ καὶ Μαρού-λη ἐπικαλουμένου, ὡς πατρικὴν τὴν κλήσιν ταύτην ἔχοντος.
Στ.:Ὁσίως τὸν βίον ἐν Ὄρει Ἁγίῳ,
  Δραμὼν ἡγιάσθης τρανώτατα Πάτερ.
  Γερμανὸν ἐν τοῖς ὕμνοις ἱκετεύσατε πάντες,
 Ὃς οὐδόλως μανίαν, πλὴν τὸ γέρας κατέχει.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείες, Χριστέ ὁ Θεός, ἐλέησον και σῶσον ἡμᾶς, Ἀμήν.
Ὠδή ζ’. Οὐκ ἐλάτρευσαν.
Νῦν σοι ἅπαντες, προσφέρομεν πανεύφημε, ᾠδὰς αἰτούμενοι, ταῖς σαῖς πρεσβείαις ἀεί, καὶ ῥῶσιν καὶ λύτρωσιν ἐκ τῶν πολλῶν ὀδυνῶν, ὧν ὑπέστημεν, πταισμάτων ἡμῶν ἕνεκα, Γερμανὲ Ὅσιε Πάτερ.
Ὁ ὑπέρτιμος καὶ τῶν Ὁσίων σύσκηνος, Ἄθωνος μέγιστον, κλέος καὶ πάντων ἡμῶν, ὑμνείσθω ὁ ἔνδοξος, καὶ εὐκλεὴς Γερμανός, εὐφραινέσθωσαν, Ἀγγέλων δὲ τὰ τάγματα, τῇ αὐτοῦ σεπτῇ κοιμήσει.

Ἱερώτατε Πατέρων θεῖον καύχημα, Ὁσίων σύσκηνε, ἀειλαμπὴς Γερμανέ, ὡς ἥλιος πάμφωτος, ὑπάρχεις Πάτερ σοφέ, στερέωματι, τῆς Ἐκκλησίας σήμερον, ὁ φωτίζω θεῖε μάκαρ.
Θεοτοκίον.
Σὺ Πανάμωμε βροτῶν ἐφάνης λύτρωσις, θανάτου νέκρωσις, ἐλπὶς καὶ καῦχος ἡμῶν, πρεσβεία Πανάχραντε ἀκαταμάχητος, σωτηρία δέ, βεβαία τοῖς προστρέχουσι, σοὶ ἐν πίστει Θεοτόκε.

Ἕτερος. Ὠδή ζ’.
Ἡ κάμινος, Σωτήρ, ἐδροσίζετο.
Τῇ μνήμῃ σου σοφέ, νῦν προστρέχοντες, χαρί-των σου δεχόμενοι πλήθεσι, Εὐλογητὸς κραυγά-ζομεν, ὁ τρανῶς σε θαυμαστώσας Χριστός.

Ὡράθης ὡς ἀστήρ, ἐν τῷ Ἄθωνι, φωτίζων τὰς ψυχὰς ἡμῶν Ὅσιε, Εὐλογητὸς ὁ Κύριος, ὧδε πέλλης ὡς μεσίτης ἡμῶν.

Νοός σου φυλακὴν ἕως τέλους σου, φυλάττων καὶ ἡμᾶς περιφρούρησον Εὐλογητὸς ὁ Κύριος, ἐς ἀεὶ ἵνα βοῶμεν τρανῶς.
Θεοτοκίον.
Σὺ πάντων Ὀρθοδόξων προσφύγιον, τῶν πί-στει σου Ἁγνὴ τὰ ἐφύμνια, Εὐλογημένη Πάναγνε ἐκτενῶς ψαλλόντων Κόρη σεμνή.

Ὠδή η’. Παῖδας εὐαγεῖς.
Ἄλλον πλὴν Θεοῦ οὕπω κατεῖχες, εἰ μόνον τὸν Κτίστην ἐν τῷ Πνεύματι, ὅθεν ἐν ὁδῷ ποτέ, Πάτερ οὐκ ἀπένειμας, τιμὴν ἣν ἔδει εἰς τινά, ὃν οὐχ ἑώρακας, ὀργίσθη δὲ καὶ ἦρξε ταχέως, τοῦ συκοφαντεῖν σε, εἰς πάντας ἐν τῷ ὄρει.

Ἴδιον συμφέρον οὐκ ἐσκέφθης, διὸ ἑαυτὸν ἐξεμυκτήρισας, ὅθεν ἐν τοῖς δάκρυσι, ἔσπευσας μακάριε, συγχωρηθῆναι τάχιστα καὶ εἰς τὴν κέλλην αὐτοῦ, ἐν δάκρυσι προσήτεις συγγνώμην, ὑπὸ τοῦ ἑτέρου ἐν γόνυ κεκλιμένῳ.

Νέος τις Δαυῒδ Πάτερ ἐφάνης, αἰτῶν τὴν συγχώρησιν πανάριστε, ἐν κλαυθμοῖς ἱκέτευες, πλὴν οὐδόλως ἔπταισας, διὸ καμφθεὶς ὁ ἕτερος ἐκ γῆς ἀνήγειρεν, Σὲ Ἅγιε, ὁρῶν μέγεθός σου, ταπεινοφροσύνης ἣν ἔσχες πλεῖον ἄλλων.
Θεοτοκίον.
Ἔχουσα ἐν μήτρᾳ τὸν Δεσπότην, Παρθένε δρακὶ τὸν πάντα ἔχοντα, ἄφθορος διέμεινας, πάντας οὖν κατέπληξας, ὁρῶντας Παναμώμητον καὶ παρθενεύουσα, μητέρα σὲ μὴ ἔχουσα ἄνδρα, ὅθεν ἐδοξάσθης, εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος. ᾨδὴ η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Ὃν πάντες οἱ Ἄγγελοι προσδέχονται φαι-δρῶς, καὶ χαίρουσιν ὁρώμενοι τὸν μέγαν Ἀθλητήν, ἀθλήσει ὑγείαν κατέχοντα , ψυχῆς, ἐκ τοῦ Ὄρους Ἄθω, ὁρμώμενοι ὑμνοῦμεν.

Ὑμνοῦμέν σε Ὅσιε φαιδρῶς, πάντες πιστοὶ , ἐν ὕμνοις γεραίρομεν, τὴν κοίμησιν σεπτέ, τὴν σὴν θεοφόρε, τῶν Ὁσίων καλλονή, καὶ παντὸς τοῦ κόσμου, ἀγλάϊσμα καὶ δόξα.

Θερμότατον πρέσβυν σε σοφέ, πάντες ἡμεῖς κατέχομεν Ὅσιε, καὶ ῥύστην ἐκ δεινῶν, καὶ μέγαν προστάτην σε, καὶ θεῖον ἰατρόν, πάσης ἀσθενείας, ὀδύνης καὶ ἀνάγκης.
Θεοτοκίον.
Ἐλέησον Ἄχραντε Ἁγνὴ πάντας ἡμᾶς, τοὺς σὲ ἱκετεύοντας, ἐν ὕμνοις καὶ ᾠδαῖς, καὶ πρὸς τὸν Υἱόν σου, τὰς δεήσεις ἀγαθή, κόμισον Παρθένε πρεσβεύουσα συνάμα.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Στῦλος ἀκλινής, ἐν βίῳ διέμεινας, Πάτερ τῆς πίστεως, ὅθεν τέλος ἐν Θεόν, ἑξασθενήσας ἔλαβες Ὅσιε, καὶ ἀποδοὺς ὅ ὄφειλες, τὸ τῆς φθαρτῆς σαρκός, ἀναβαίνεις Ἅγιε εἰς ἄφθαρτον καὶ εὐώδη λειμῶνα τερπνότητος.
Ἅπαντες σοφέ, ἐκπλήττονται Ὅσιε, τῆς σῆς ἀσκήσεως, ἔκτασιν γνωρίζοντες, καὶ τῶν ἀγώνων μέγεθος βλέποντες, διὸ δικαίως ἔταξεν, ἐκβραβεύων τρανές, ὁ Χριστός σου ἐν χοροῖς Ἀγγέλων σε καὶ Ὁσίων πανθαύμαστον σύλλογον.

Τέλος Ἱερὸν λαβὼν Πάτερ Ὅσιε, ἀπαύστως πρέσβευε, ἵνα τέλος ἔχομεν, ἐν τῇ εἰρήνῃ πάντες μακάριον, καὶ οἰκτιρμοῖς σου λάβομεν, ἐκ τοῦ Σωτῆρος Χριστοῦ, τὴν προτέραν θέσιν ἥνπερ ἔχασεν ὁ Ἀδὰμ ὁ Πρωτόπλαστος Ἅγιε.
Θεοτοκίον.
Ἔχουσα Υἱόν, τὸν Κτίστην τοῦ σύμπαντος πρεσβείαν ποίησον Μῆτερ ἀειπάρθενε, καὶ ἱκεσίαν ἄπαυστον Δέσποινα, ἵνα ῥυσθῶμεν Ἄχραντε, ἐξ ὀδυνώντων κακῶν, ἄλλην πλήν σου, ἄσπιλε οὐκ ἔχομεν ἵνα σώσῃ ἡμᾶς ἐκ κολάσεως.
Ἕτερος. Ὠδή θ’. Τήν φωτοφόρον νεφέλην.
Ῥοῇ δακρύων ἐῤῥύσθης, ἐκ τῶν δεινῶν τῶν τοῦ ᾍδου, πρέσβευε οὖν ὑπὲρ ἡμῶν Γερμανὲ θεοφόρε, τῶν δακρυόντων πολλαπλῶς, χεόντων δὲ δάκρυα, ὑπὲρ κόσμου ματαίου, πλὴν λεγόντων τὸ ἱλάσθητι ἡμῖν.

Μετὰ δικαίων σὲ πάτερ, ἀπὸ τοῦ νῦν καθορῶμεν καὶ ἐν τοῖς κόλποις Ἀβραάμ, καὶ Ἀγγέλων χορείαις, ὅθεν τιμῶμέν σε σοφέ, πιστῶς καὶ γεραίρομεν τὸν βίον σου, Γερμανὲ τῶν Ὁσίων, λαμπροτάτη καὶ μεγίστη καλλονή.

Ὤ, τῶν λαμπρῶν σοῦ ἀγώνων, τῶν ὑπὲρ νοῦν τε καὶ λόγον. Ὢ τῆς σοφῆς ὑπακοῆς, ἣν ὑπέδειξας Πάτερ· ὤ ταπεινώσεως σεπτῆς, ἣν ἔσχες ὑψώσης σε πανεύφημε, Γερμανὲ καθορῶντες, σὲ τιμῶμεν ἐν ᾠδαῖς πνευματικοῖς.
Θεοτοκίον.
Νεανικῇ ἡλικίᾳ, τὸν σὸν Θεὸν ὑπεδέχθης, καὶ ἐν τοῖς κόλποις σου Ἁγνή, ὁ Θεὸς ἀνεπαύθη, σπεῦσον Παρθένε Μαριάμ, ἐν τάχει ἐλέησον τοὺς δούλους σου, Θεοτόκε Ἁγία, ταῖς πρεσβείαις σου πρὸς Κύριον Σεμνή.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τοῦ Ἄθω σεμνολόγημα Ὁσίων τε τὸ καύχημα, ἡμῶν δὲ θεῖον προστάτην καὶ ἀντιλήπτορα μέγα, τὸν Γερμανὸν αἰνέσατε καὶ ὕμνοις ἱκετεύσατε, ὑπὲρ ἑκάστου ἕκαστος, ἱκετηρίοις ἐν ὕμνοις καὶ τὰς ᾠδὰς χρῶντες πάντες.
Ἕτερον. Ὁ γλυκασμὸς τῶν Ἀγγέλων.
Ὑπακοὴν ἐπίδειξας, ὑψώθης Ὅσιε τρανῶς, ἀκτημοσύνην δὲ ἔχων, πλοῦτον οὐράνιον πολύν, εὗρες σοφὲ διαμένων, ἐν ταῖς Ἁγίων χορείαις.
Θεοτοκίον.
Τὴν Θεοτόκον πάντες, δεῦτε τιμήσωμεν πιστοὶ τὴν τοῦ Ὑψίστου Μητέρα πάντων ἡμῶν τὴν ἀρωγόν, τὴν τῶν Ἀγγέλων Κυρίαν καὶ τῶν ἀνθρώ-πων ἐλπίδα.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ.
Ἦχος πλ. δ’. Ὤ τοῦ παραδόξου θαύματος.
Ὤ, τῆς σῆς σεπτῆς ἀσκήσεως, ἣν ἐν τῷ Ἄθῳ σοφέ, ἀνελθὼν ἀγαλλόμενος, Γερμανὲ ἐπέδειξας ἐν τῷ μήκει τοῦ βίου σου, ὅθεν Χριστός σου ἣν ἐπεπόθησας, σὲ ὑπεδέχθη εἰς τὰ οὐράνια, λέγων πανεύφημε, δεῦρο ὦ παμφίλτατε ἀπὸ τοῦ νῦν, ἴσθι εἰς ἀνάπαυσιν τερπνὴν αἰώνιον. (Δίς).

Ὢ, πῶς ἐνησκήθης Ὅσιε, πῶς ἐν τῷ Ὄρει βοῶν, τὴν ψυχήν σου ἐτράνωσας, ἔχων τὰ τοῦ σώματος, ὡς κατώτερα Ὅσιε, πῶς τὴν τελείαν ἔσχες ταπείνωσιν, καὶ τοὺς ἀγῶνας πῶς ἐτελείωσας. Ὄντως μακάριε, ὁ Χριστὸς ἐνίσχυσε τὴν βιοτήν, ἣν ἐπὶ τοῦ Ἄθωνος ἔσχες τρισόλβιε.

Πάντες εὐφημοῦμεν Ὅσιε, οἱ γηγενεῖς τὴν σεπτήν, ἑορτὴν τὴν εὐφρόσυνον, ἣν τελοῦμεν σήμερον, ἀνυμνοῦντες σὴν Κοίμησιν, σὲ Πάτερ ὕμνοις καθικετεύομεν, σκέπασον πάντας τοὺς εὐφημοῦντάς σε, λύτρωσον Ἅγιε, Γερμανὲ μακάριε τῆς φοβερᾶς, ἅπαντας κολάσεως ταῖς ἱκεσίαις σου.
Ἕτερα Προσόμοια διὰ πᾶσαν χρῆσιν, ὅπου ὁ Τυπικάρης βούλεται.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν ἐπιγείων τὸν ὕμνον δέχου πανεύφημε, καὶ τὰς αἰτήσεις πάσας, πρὸς Θεὸν μεταφέρων, ἐνίσχυσον ἱκέτας σου Γερμανέ, ταῖς ἁγίαις πρεσβείαις σου, καὶ τὰς ᾠδὰς τῶν ὑμνούντων σε ἱερῶς, μὴ παρίδῃς ὡς φιλάδελφος.

Χαίροις Ὁσίων ἡ δόξα, τοῦ Ἄθω καύχημα, τῶν Μοναζόντων κλέος, καὶ ἐλπὶς ὑμνητῶν σου, Κυρίου χαῖρε δοῦλε, ὁ ἀγαθὸς ὁ μὴ κρύψας τὸ τάλαντον, χαίροις τρισόλβιε Ὅσιε Γερμανέ, Χαίροις Πάτερ παμμακάριστε.

Τὸν ἐν τῷ Ὄρει τοῦ Ἄθω σεμνῶς ἀσκήσαντα, τῶν Μοναστῶν τὸν θεῖον, ὁδηγὸν καὶ Πατέρα, τὸν μέγαν ἐν ἀσκήσει, τὸν τοὺς ἐχθροὺς ἐμφανῶς καταισχύναντα, τὸν Γερμανὸν εὐφημήσωμεν οἱ πιστοί, καὶ θερμῶς καθικετεύσομεν.
Δόξα. Ἦχος πλ. δ’.
Ὡς κρίνον νεόδρεπτον, ἐν Παραδείσῳ φυτευθέν, τὴν ψυχήν σου καθορῶντες, εὐφραινόμεθα Ἅγιε, καὶ τὴν Ὁσιακήν σου πολιτείαν, θεωροῦντες ἐκπληττόμεθα. Ἰδοὺ πῶς εὐκόλως οἱ πλούσιοι εἰσελεύσονται εἰς τὰ ἄνω βασίλεια· ἰδού, πῶς οἱ τὰ χρήματα ἔχοντες, ἐν Παραδείσῳ τάσσονται. Ὃς λέγει Κύριος, πάντα δίδωσι πτωχοῖς, ἤ πάντα καταλιμπάνουσι τὰ φθαρτά, καὶ τὰ οὐράνια δέχονται. Τοιαῦτα καὶ τὰ ἔργα σου Πάτερ, καὶ ἡ πολιτεία σου· πρέσβευε οὖν ὑπὲρ ἡμῶν, τῶν εὐφημούντων σε.
Καί νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι…
Δοξολογία Μεγάλη.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τά Τυπικά, οἱ Μακαρισμοί καί ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου ἡ γ’ καί  στ’ ὠδή.
Ἀπόστολος καὶ Εὐαγγέλιον Ὁσιακά.

Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον…

Μεγαλυνάριον.
Τὸν τοῦ Ὄρους Ἄθω καθηγητήν, Γερμανὸν τὸν θεῖον, καὶ πανεύφημον Ἀθλητήν, τὸν ἐν τῇ ἀσκήσει, λαβόντα τοὺς στεφάνους, δεῦτε πιστοὶ ἐν ὕμνοις πάντες τιμήσωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου