ΙΟΥΝΙΟΥ 8.
Εἰς
τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν γ΄ τῆς ἑορτῆς ἤ τῆς
Ὀκτωήχου· καὶ γ΄ τοῦ Ἁγίου.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Παῤῥησίᾳ διήλεγξας, βασιλέα
παράνομον, καὶ σεπτῶν ἐτράνωσας παμμακάριστε, εἰκόνων θείαν προσκύνησιν, διὸ
καὶ ἐνήθλησας, ὑπομείνας ῥαβδισμούς, καὶ στρεβλώσεις καὶ θάνατον, ὅθεν εἴληφας,
καὶ ἀξίων ἐπάθλων θεῖα γέρα, δεξιᾶς ἐκ ζωηφόρου, Παῦλε Μαρτύρων ἀγλάϊσμα.
Καὶ εἱρκτῇ συγκλειόμενος, καὶ κλοιοῖς
βαρυνόμενος, καὶ πληγαῖς τὸ σῶμά συ μαστιζόμενος, οὐκ ἐξηρνήσω τὴν πάντιμον,
καὶ θείαν προσκύνησιν, τῆς εἰκόνος τοῦ Χριστοῦ, Ἀθλητὰ ἐγκαλλώπισμα, διὸ
πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν
ἀεισέβαστον μνήμην σου.
Ὀφθαλμοὺς ἀφαιρούμενος, καὶ τὴν ῥῖνα
τεμνόμενος, κεφαλὴν τῇ πίσσῃ δὲ φλογιζόμενος, καὶ δημοσίᾳ συρόμενος, καὶ λίθοις
βαλλόμενος, οὐχ ἡττήθης Ἀθλητά, ἀλλ’ ἐνήθλησας ἄριστα, ὡς ἀήττητος, τοῦ Χριστοῦ
στρατιώτης ὡς τῶν θείων, καὶ σεπτῶν εἰκόνων Παῦλε, προσκυνητὴς ἀληθέστατος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς ἤ τῆς Ὀκτωήχου.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.
Εἰς τὸν στίχον, τῆς ἑορτῆς ἤ τῆς Ὀκτωήχου.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θείοις δόγμασι, τὴν τῶν εἰκόνων,
ἐβεβαίωσας, τιμὴν τρισμάκαρ, ὡς εὐσεβῆ τε καὶ νόμιμον πέλουσαν, καὶ καταισχύνας
τὸ ἄθεον πρόσταγμα, τοῦ Κοπρωνύμου γενναίως ἐνήθλησας, Παῦλε ἔνδοξε, Χριστὸν
τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμὶν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ
νῦν. Τῆς ἑορτῆς ἤ τῆς Ὀκτωήχου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὸν ἑξάψαλμον, τὰ ἀπολυτίκια, καὶ εἰς τὰ καθίσματα τὰ Τροπάρια της ἑορτῆς ἤ τῆς
ὀκτωήχου.
Μετὰ
τὸν Ν΄ ψαλμόν· οἰ Κανόνες· τῆς ἐορτῆς ἤ τῆς ὀκτωήχου· καὶ τοῦ Μάρτυρος, οὗ ἡ
ἀκροστιχίς κατ’ ἀλφάβητον. Ἐν δὲ τοῖς Θεοτοκίοις: Γρηγορίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἄναρχε Πάτερ καὶ Υἱὲ συνάναρχε καὶ
Πνεῦμα Ἅγιον, τὸ τριλαμπὲς φάος, τὴν ψυχήν μου φώτισον, καὶ λόγον Σῆς συνέσεως,
δίδου μοι τὴν φωσφόρον, ἀνευφημοῦντι πανήγυριν, Παύλου τοῦ σοφοῦ Ἀθλοφόρου Σου.
Βίου τὴν δόξαν τὴν φθαρτὴν τὴν
ῥέουσαν καὶ διαπίπτουσαν, καταλιπὼν Παῦλε, μόνην ἐπεπόθησας, τὴν δόξαν τὴν
οὐράνιον, καὶ Χριστοῦ τὴν εἰκόνα, σεπτῶς τιμήσας κατήσχυνας, τὴν τοῦ Κοπρωνύμου
θρασύτητα.
Γνώμην ἀνδρείαν κεκτημένος ᾔσχυνας
γνώμην μισό-χριστον, τοῦ Κοπρωνύμου μάκαρ, διελέγξας ἄνομον, πρόσταγμα σὺ ὡς
ἔννομος, τοῦ Χριστοῦ στρατιώτης, τὴν τῶν εἰκόνων προσκύνησις, δείξας εὐσεβῆ τε
καὶ νόμιμον.
Θεοτοκίον.
Γερῶν τῶν θείων Σὺ ὑπάρχεις πρόξενος
Μῆτερ ἀνύμφευτε, τοῖς σχετικῶς τὴν θείαν, καὶ σεπτὴν εἰκόνα Σου, τιμῶσι
παναμώμητε, καὶ σεπτῶς προσκυνοῦσι, παρεκτικὴ γὰρ ἐλλάμψεως, πέλεις ὡς τοῦ
Κτίστου λοχεύτρια.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Δαβιτικῶς σὺ μελωδῶν, Παῦλε Χριστῷ
ἀνεβόας· τοὺς μισοῦντάς Σε ἐμίσησα Λόγε, καὶ ἐπὶ τοὺς Σοὺς ἐχθρούς, ἐξετηκόμην
εὔσπλαγχνε, τοὺς τὴν σεπτὴν εἰκόνα, Σοῦ πονηρῶς ἐνυβρίζοντας.
Ἔλεον θεῖον τοῦ Χριστοῦ, μιμούμενος
Ἀθλοφόρε, ἐλεήμων ἐγενήθης ἐν τοῖς πᾶσι, διανέμων δαψιλῶς, τὸ ἔλεος τοῖς
χρήζουσι, διό σου καὶ τὴν πρᾶξιν, τῇ κλήσει ἔσχες κατάλληλον.
Ζωῆς τῆς θείας καὶ τρυφῆς, ἀξιωθεὶς
τοὺς ἐν πίστει, τὴν πανίερον καὶ θείαν σου μνήμην, ἑορτάζοντες φαιδρῶς, ἐκ
πάσης περιστάσεως, λύτρωσαι σαῖς πρεσβείαις, Παῦλε Μαρτύρων ἀγλάϊσμα.
Θεοτοκίον.
Ῥῦσαί με πάσης προσβολῆς, τῶν
ἐναντίων Παρθένε, δυσωπῶ Σε τὴν τεκοῦσαν τὸν Λόγον, ὑπὲρ λόγον τοῦ Πατρός, Οὗ
λόγος φρᾶσαι Ἄχραντε, οὐκ ἐξαρκεῖ τὸν τρόπον, τῆς ἀνεκφράστου Σου κυήσεως.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Καθαρόν σου τὸ σῶμα Μάρτυς Χριστοῦ,
διετήρησας Παῦλε ἐκ σαρκικῶν, παθῶν ὅθεν γέγονας, οἶκος θεῖος τοῦ Πνεύματος,
καὶ τὴν Χριστοῦ εἰκόνα τιμήσας ἐνήθλησας, καὶ διπλοῦν ἐδέξω παμμάκαρ τὸν στέφανον,
ὅθεν μετὰ τέλος, τὸ πολύαθλον ὄντως, καὶ πάντιμον σῶμά σου ἀδιάφθορον ἔμεινεν,
Ἀθλοφόρε πανένδοξε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς, ἤ Θεοτοκίον.
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου
σου μήτρας, σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ τοῦτο
πάντες, πρὸς σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων, αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης,
λυτρωθῆναι βασάνου, καὶ πάσης κολάσεως, τῆς ἐκεῖσε δεόμεθα, ἵνα πίστει βοῶμέν
σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν, τοῖς πιστῶς προσιοῦσι
τῇ σκέπῃ σου.
ᾨδὴ δ΄. Εισακήκοα Κύριε.
Ἡ σορὸς ἠ τὸ εὔοσμον, σῶμά σου
κατέχουσα τὸ πολύαθλον, ἀστραπὰς θαυμάτων πέμπουσα, τῶν δαιμόνων φλέγει τὰ
συστήματα.
Θαῦμα ὄντως παράδοξον, πῶς μετὰ
ἐνύλου σαρκὸς τὸν ἄϋλον, ἐτροπώσω Μάρτυς δράκοντα, τὴν Χριστοῦ εἰκόνα
ἀσπαζόμενος.
Ἰταμὸς μὲν ὁ τύραννος, ἀλλὰ προσβαλών
σοι γέγονε παίγνιον, Ἀθλοφόρε τῇ δυνάμει γάρ, τῆς Χριστοῦ εἰκόνος κατησχύνετο.
Θεοτοκίον.
Ἡ τον ἕνα κυήσασα, τῆς ἀδιαιρέτου
Τριάδος Ἄχραντε, ὑπὲρ λόγον καὶ διάνοιαν, Θεοτόκε σῶζε τοὺς ὐμνοῦντάς Σε.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Κραταιῶς συνεπλάκης, μάκαρ τῷ
ἀλάστορι, καὶ ἀλαζόνι ἐχθρῷ, ἐν σταδίῳ Παῦλε, καὶ νικήσας αὐτὸν στέφος εἴληφας,
ἐκ Θεοῦ τῆς νίκης, ὡς στρατιώτης νικηφόρος, καὶ γενναῖος ὁπλίτης ἀοίδιμος.
Λεοντόσκυμνον θῆρα, ἔνδοξε
κατέσφαξας, λόγχῃ δογμάτων σου, ἱερῶν ὡς πάλαι, Γολιὰθ ὁ Δαβὶδ τὸν ἀλάστορα,
καὶ σεπτῶν εἰκόνων, σὺ τὴν τιμὴν ἔδειξας πᾶσι, διαβαίνουσαν πρὸς τὸ πρωτότυπον.
Μανικῶς ὁ παράφρων, ὄντως καὶ
δυσώνυμος, ἄναξ τοὺς θείους σου, ὀφθαλμοὺς προστάττει, ἐξορύττεσθαι Μάρτυς ἀλλ’
ἔνδοθεν, ὀφθαλμοὺς Χριστός σοι, φωτὸς δωρεῖται ἀϊδίου, δι’ ὧν φῶς καθορᾷς τὸ
ἀΐδιον.
Θεοτοκίον.
Γεωργὸν ἡ τεκοῦσα, τὴν κεχερσωμένην
μου, Κόρη διάνοιαν, πρεσβείαις Σου θείαις, τῷ ἀρότρῳ ἁγνὴ νεοποίησον,
καρποφόρον ταύτην, ἐργαζομένη ἐναρέτων, λογισμῶν Θεοτόκε πανάμωμε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νοῦν σου, τὸ ὀπτικὸν οὐκ ἴσχυσε,
κατασβέσαι τῷ καπνῷ τῶν ἀθέων, καὶ βδελυρῶν, εἰσηγήσεων Μάρτυς, ὁ πονηρότατος
ἄναξ καὶ δείλαιος, ἐφρούρει γάρ σε τοῦ σεπτοῦ, Παρακλήτου ἡ χάρις ἡ ἔνθεος.
Ξεσμούς σοι, καὶ σπαραγμοὺς
ἠπείλησεν, ὁ Κοπρώνυμος καὶ βέβηλος δράκων, καὶ τὴν σεπτήν, σοῦ καὶ πάντιμον
ῥῖνα, μανιωδῶς ἀποτέμνει ὁ δείλαιος, ἀλλ’ ἔκαμνε μᾶλλον αὐτός, τῇ στεῤῥᾷ σου
ἐνστάσει νικώμενος.
Ὁ νοῦς σου, τὴν ἐκ Θεοῦ λαμπρότητα,
ἐλλαμπόμενος πολύαθλε Παῦλε, καὶ τὴν τερπνήν, τῶν Ἀγγέλων χορείαν, τῷ νοητῷ
νοητῶς ἐνηδόμενος, οὐκ ᾔσθου γὰρ πυριφλεγοῦς, χεομένης σοι πίσσης τὴν κάκωσιν.
Θεοτοκίον.
Ὁ νώτοις, χερουβικοῖς ὀχούμενος, τοῦ
Πατρὸς ὁ ὁμοούσιος Λόγος, ἐν Σῇ γαστρί, ὑπὲρ λόγον σκηνώσας, τὴν τῶν ἀνθρώπων
οὐσίαν ἀνέπλασεν, καὶ γέγονε περιγραπτός, ὁ τῇ θείᾳ μορφῇ ἀπερίγραπτον.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τοῦ Χριστοῦ πολύαθλε, ὑπὲρ τῆς θείας
εἰκόνος, μαρτυρήσας εἴληφας, στέφανον ἄφθαρτον Παῦλε, ὅθεν σου καὶ μετὰ τέλος
τὸ θεῖον σῶμα, ἄλυτον, διετηρήθη, πηγὰς θαυμάτων, ἀναβλύζον τοῖς τιμῶσι, τὴν
παναγίαν καὶ θείαν μνήμην σου.
Ὁ Οἶκος.
Δαψιλῶς τὸν φθαρτόν, πλοῦτον πτωχοῖς
διένειμας, καὶ ἀφθάρτου ζωῆς, ἐγένου μάκαρ μέτοχος, καὶ τοῦ παραδείσου, τρυφῆς
ἀπολαύεις, ὅτι ἐφάνης, Μάρτυς ἀήττητος, ἐλέγξας στεῤῥότατε, τοῦ Κοπρωνύμου
γνώμην μισόχριστον, θείας γὰρ μορφάς, κακῶς ἠθέτησε, σεπτῶν εἰκόνων, ἀλλἀ
ᾐσχύνθη, ῥώμῃ δογμάτων σου σοφῶν, Παῦλε Μαρτύρων καλλονή. Διὰ τοῦτό σε ἀξίως, ὁ
Χριστὸς καταφαιδρύνει, τὴν παναγίαν καὶ θείαν μνήμην σου.
Συναξάριον.
Τῇ Η΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου
Μάρτυρος Παύλου τοῦ νέου ὁμολογητοῦ καὶ ἐλεήμονος, τοῦ μαρτυρήσαντος ἐπὶ
Κωνσταντίνου τοῦ Κοπρωνύμου τοῦ εἰκονομάχου.
Χριστὸν
ἀγαπήσας Παῦλε παμμακάριστε,
ἀθλητικῷ
τέλει αὐτῷ προσηνέχθης.
Ὀγδοάτη ὑπὲρ
εἰκόνων ὁ Παῦλος Κυρίῳ ἔστη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ
Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ στρατηλάτου.
Νεκρόν με
Θεόδωρον ἡ πατρὶς δέχου,
ὃν ζῶντα
πλουτεῖ Μαρτύρων πατρὶς πόλος.
Οὗτος
ἦν ἐπὶ Λικινίου, ἐν Εὐχαΐτοις μὲν γεγονώς, καὶ τὸ γένος ἐκεῖθεν ἕλκων, ἐν
Ἡρακλείᾳ δὲ τὴν κατὰ Πόντον κειμένῃ, τὰς διατριβὰς ποιούμενος, ὡραῖος τὸν
σωματικὸν χαρακτῆρα, καὶ τὴν ψυχὴν ὡραιότερος, λόγῳ καὶ γνώσει καὶ τῇ λοιπῇ
σοφίᾳ κεκοσμημένος, ὅθεν καί τινες αὐτόν, Βρυοῤῥήτορα ἀνηγόρευον. Οὗτος διὰ
πάντων τῶν κολαστηρίων ὀργάνων διελθών, τὸ μὲν μακάριον αὐτοῦ σῶμα τῇ γῇ
καταλελοιπώς, τοῖς πιστοῖς προσιοῦσιν αὐτῷ τῶν ἰαμάτων ἐκβλύζει ῥεῖθρα. Τὸ δὲ
ἅγιον αὐτοῦ πνεῦμα ἐν οὐρανοῖς
αὐλίζεται. Οὗ τινος τιμίου καὶ ἁγίου σώματος τὴν μετακομιδὴν ἑορτάζομεν.
Τῇ αὐτῇ ἡμέρᾳ,
ἡ Σύναξις τελεῖται τῆς Ὑπεραγίας Θεοτόκου καὶ τοῦ Ἀρχαγέλου Μιχαήλ, ἐν τῷ
Σωσθενείῳ.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τῶν Ἁγίων Μαρτύρων Νικάνδρου καὶ Μαρκιανοῦ.
Τοῦ
Μαρκιανοῦ τῷ ξίφει τετμημένου,
Νίκανδρος
εἶπεν, ἀκόλουθος εἰμί σοι.
Οὗτοι,
διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἐπὶ Μαξίμου τοῦ ἡγεμόνος ἐξητάσθησαν, καὶ φρουρᾷ
ὑπεβλήθησαν. Μετὰ τοῦτο δὲ πάλιν, ἀναγκασθέντες ἀρνήσασθαι τὸν Χριστόν, καὶ μὴ
πεισθέντες, ξέονται ὄνυξι σιδηροῖς, καὶ ἐπὶ ξύλοις ὀρθοῖς μετεωρίζονται, καὶ
κατακεντῶνται σιδήροις, καὶ πυρὶ καταφλέγονται. Καὶ κατανεχθέντες ἐπ’ ἀνθράκων
πυρὸς ἐφαπλοῦνται, καὶ ῥάβδοις ἄνωθεν τύπτονται. Καὶ ὀξάλμῃ ταῖς πληγαῖς
ἐπιχυθέντες, ὀστράκοις ὀξέσι συντρίβονται, καὶ λίθοις τὰ στόματα καὶ τὰς ὄψεις
συνθλῶνται, καὶ τὰς γλώσσας μαχαίρᾳ ἐκτέμνονται, και τέλος τὸν διὰ ξίφους
δέχονται θάνατον.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τῆς Ἁγίας Μάρτυρος Καλλιόπης.
Κάλλη
παραβλέπουσα τῶν ποιημάτων,
Κτίστου τὰ
κάλλη ὀπτάνῃ Καλλιόπη.
Αὕτη ἦν κατὰ τοὺς χρόνους Δεκίου τοῦ
βασιλέως, ὥρᾳ σώματος καὶ κάλλει ψυχῆς διαλάμπουσα. Συσχεθεῖσα οὖν, ἀναγκάζεται
ἀποστῆναι τῆς τοῦ Χριστοῦ ἀγάπης καὶ πίστεως. Ὡς δὲ κραταιῶς ταύτης ἀντείχετο,
αἰκίζεται σφοδρῶς καὶ τοὺς μασθοὺς κόπτεται, οὓς Ἄγγελος ἐπιστὰς ὑγιεῖς
ἀπέδειξεν. Εἶτα ἐπ’ ὀστράκου κεκομμένου σύρεται, καὶ πυρὶ καταφλέγεται, καὶ τὰς
καταφλεχθείσας σάρκας ἅλατι ἐπιπάσσεται, καὶ τριχίνοις ὑφάσμασι κατατρίβεται.
Εἶθ’ οὕτω τὴν κεφαλὴν ἀποτέμνεται, εἰς δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας
Μελανείας.
Τρέψασα
Μελάνεια πνεῦμα παν μέλαν,
Λευκὴ τὸ
πνεῦμα πρὸς Θεὸν χωρεῖ λόγον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὀσίου Ἀθρέ.
Κάλλη τὰ τῆς
γῆς ἐμφρόνως διαπτύσας,
ἀθρεῖς τὸ
κάλλος Ἀθρέ, τοῦ σοῦ Δεσπότου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νίκανδρος, ξίφει
τελειοῦται.
Ἀλλ’ οἷδα
καὶ Νίκανδρον ἄνδρα γεννάδαν,
Νίκης
λαβόντα τὸ στέφος διὰ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάρκος, ξίφει τελειοῦται.
Τμηθεὶς ὁ
Μάρκος θυμιᾷ τῷ Κυρίῳ,
ἀτμὸν
προπέμπων ἐκ ζεόντων αἱμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ναυκρατίου.
Γῆν
Ναυκράτιος ἐκπερῶν ἐπιτρέπει,
Τὴν ψυχικὴν
ναῦν τῷ κυβερνήτῃ Λόγῳ.
Οὗτος,
φαίνεται κατὰ τὸν Ὅσιο Νικόδημο τὸν Ἁγιορέιτη, ὅτι εἶναι ὁ ἀδελφὸς τοῦ Μεγάλου
Βασιλείου, ὅστις ἦτο θαυμάσιος κατὰ τὴν ασκησιν. Εἶχε δὲ ἔργον τὸ νὰ ψαρεύη εἰς
τὰς λίμνας καὶ τοὺς ποταμούς, καὶ τὰ ὀψάρια νὰ τὰ μοιράζη εἰς τοὺς πτωχούς,
καθὼς διηγεῖται τὸν βίον αὐτοῦ ὁ ἀδελφός του Ἅγιος Γρηγόριος Νύσσης.
Ὅμως, ὁ
Συναξαριστὴς τοῦ Μαυρικίου ἀναφέρει ὅτι οὗτος ἦτο ὁ μοναχὸς Ναυκράτιος ὁ
Στουδίτης, ὁ ὁμολογητὴς καὶ ὑπέρμαχος τῶν Ἁγίων Εἰκόνων
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Θεοφάνης, ὁ μαρτυρήσας
ἐν Κωνσταντινουπόλει κατὰ τὸ ἔτος 1559, ὀγγίνοις τελειοῦται.
Ὁ Θεοφάνης
ὀγγίνοις στέφος μέγα,
ἐξηγόρασεν ὦ
συναλλαγῆς ξένης.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ Ἐπισκόπου
τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὕρεσις τῶν ἱερῶν λειψάνων τοῦ
Ἁγίου Πρίγκηπα Βασιλείου τοῦ Γιάροσλαβ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὕρεσις τῶν ἱερῶν λειψάνων τοῦ
Ἁγίου Πρίγκηπα Κωνσταντίνου.
Ταῖς αὐτῶν
Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Παίγνιον σύρεσθαι προστάττει, ἀνὰ
πᾶσάν σε τὴν πόλιν Ἀθλοφόρε, ὁ Κοπρώνυμος θήρ, βιαίῳ σε θανάτῳ, καθυποβάλλει
ψάλλοντι, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ῥῦσαί με πάσης τρικυμίας, καὶ
κακώσεως τοῦ βίου Ἀθλοφόρε, ἵνα πόθῳ τὸ σόν, μνημόσυνον γεραίρω, Παῦλε Μαρτύρων
καύχημα, καὶ Χριστοῦ θεῖε ὁπλῖτα.
Σοῦ τὴν εἰκόνα τὴν ἁγίαν, ὑπεράγαθε
Χριστὲ προσκυνῶ πόθῳ, καὶ τῆς σὲ ἀπαθῶς, τεκούσης Θεοτόκου, καὶ τῶν Ἁγίων
ἔκραζες, Παῦλε μέσον τοῦ σταδίου.
Θεοτοκίον.
Ῥῆξόν μου δέομαι Παρθένε, τὸ
χειρόγραφον τῶν δεινῶν ἐγκλημάτων, ἡ Θεὸν ἐν σαρκί, τὸν αἴροντα τοῦ κόσμου, τὴν
ἁμαρτίαν τέξασα, Ὃν δοξάζει πᾶσα κτίσις.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Τοῦς ἐν ἡμῖν σκηνώσαντος, καὶ τὴν
φύσιν θεώσαντος, Παῦλε τὴν βροτείαν Θεοῦ Λόγου ἔνδοξε, μορφὴν ἀσπαζόμεθα, ἣν ἐκ
Παρθένου εἴληφε, ταύτην τε εἰκόσιν ἐκτυποῦντες τιμῶμεν, καὶ πόθῳ προσκυνοῦμεν,
τῷ τυράννῳ ἐβόας, Χριστὸν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὑπὸ τὴν γῆν κρυπτόμενον, το πολύαθλον
σῶμά σου, Παῦλε ἐπὶ χρόνους ἱκανοὺς διέμεινεν, ἀπήμαντον ἄφθορον, ὁλοτελὲς
ὁλόκληρον, ὅλον εὐωδίας ἐμπιπλῶν ἡμᾶς θείας, πηγάζον πᾶσι ῥῶσιν, πᾶσι λύτρωσιν
νόσων, χάριτας πᾶσι πέμπον, τοῖς πόθῳ προσιοῦσιν.
Φῶς τριλαμπὲς ἀΐδιον, ἑνιαῖον
ἀμέριστον, μάκαρ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ Πνεύματος, τῆς μίας θεότητος, ὡς
καθορῶν τρανότερον, μέμνησο τῶν πίστει προσιόντων ἐκ πόθου, καὶ φόβῳ
προσψαυόντων, τῷ σεπτῷ σου λειψάνῳ, καὶ θείῳ Ἀθλοφόρε, Παῦλε Μαρτύρων κλέος.
Θεοτοκίον.
Ὄρος Θεοῦ τὸ ἅγιον, ὄρος πῖον
πανύμνητον, ὄρος ἐκλεκτὸν ἐν ᾧ Θεὸς εὐδόκησεν, ὁ τῷ Πατρὶ καὶ Πνεύματι,
σύνθρονος συνάναρχος ἰσότιμος Λόγος, Ὃν πάντες μελωδοῦσιν, ἱερεῖς ἀνυμνεῖτε,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Χριστέ μου ζωοδότα σοῦ ἐν χερσί, τὴν
ψυχὴν τὴν ἐμὴν παρατίθημι, ἣν ἐν σκηναῖς, τάξον αἰωνίαις ὡς ἀγαθός, ὑπὲρ γὰρ
σοῦ ὑπήνεγκα, μάστιγας καὶ πόνους καὶ αἰκισμούς, καὶ θάνατον οἰκτίρμον, τὸν βίαιον
ἐβόας, Παῦλε συρόμενος πολύαθλε.
Ψυχαὶ αἱ τῶν δικαίων ἐν τῇ χειρί, τοῦ
Θεοῦ ἀληθῶς ὧν οὐχ ἤψατο, τῶν ἀσεβῶν, βάσανος δεινὴ οἳ καὶ ὀφθαλμοῖς, τοῦτων
τεθνᾶναι ἔδοξαν, οἱ δὲ ἐν εἰρήνῃ καὶ χαρᾷ, εἰσὶ τῇ μακαρίᾳ, Τριάδι αἰωνίως, σὺν
Ἀρχαγγέλοις παριστάμενοι.
Ὦ Παῦλε τῶν Μαρτύρων ἡ κορωνίς,
Ἀθλητῶν τοῦ Θεοῦ τὸ ἐγκαλλώπισμα, ὑπὲρ ἡμῶν, ποίησον πρεσβείαν ἐκ ψυχῆς γάρ,
τὴν ἱεράν σου σήμερον, μνήμην ἐκτελοῦντες χαρμονικῶς, λυτρούμεθα κινδύνων, καὶ
νόσων καὶ πταισμάτων, καὶ πειρασμῶν μακαριώτατε.
Ἐξαποστειλάριον
τῆς ἡμέρας ἢ τῆς ἑορτῆς
Εἰς
τὰ στιχηρά, τῆς ἑορτῆς ἤ τῆς ὀκτωήχου.
Καὶ
τὰ λοιπὰ ὡς συνήθως.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου