ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Συμφώνως οἱ
πιστοί, συνελθόντες ἐκ πόθου, τὸν Μάρτυρα Χριστοῦ, ἐπαινέσωμεν
ὕμνοις,
τῆς πίστεως ἀδάμαντα, καὶ ἀνδρείας
τὸν πρόβολον, θεῖον Νέστορα, τῶν Ἀθλοφόρων
τὸ κλέος· τὸν συντρίψαντα, δεινοῦ
Λυαίου τὸ θράσος, Σταυροῦ ἐν
τῷ δόρατι.
Δόξα. Ὅμοιον.
Ἀγγέλων οἱ
χοροί, ἐξεπλάγησαν θάμβει, ὁρῶντες
ἀνδρικῶς,
ἐν
σταδίῳ μολοῦντα, σὲ Νέστορ καὶ συντρίβοντα, κατὰ
κράτος τὸν τύραννον· ὅθεν στέφανον, σοι ἐπεκόμιζον
Μάρτυς, ὅν ἡτοίμασεν, Χριστὸς ὁ σὸς Ἀθλοθέτης,
καὶ μόνος Θεὸς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὰς
χεῖράς σου Ἁγνή, αἷς τὸν
πάντων Δεσπότην, ἐβάστασας Αὐτῷ, ἀναπέτασον
Κόρη, τὸ μέγα αὐτοῦ ἔλεος,
ἐκζητούσα
Πανάμωμε, τοῦ δωρήσασθαι, τοῖς καταφεύ-γουσι πόθῳ·
τῇ πρεσβείᾳ σου, τῇ Μητρικῇ
Θεοτόκε, καὶ χαῖρέ σοι ᾄδουσιν.
Μετὰ τὴν β΄
στιχολογίαν.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Πόλις σήμερον,
Θεσσαλονίκης, θείως σκίρτησον, ὑμνολογούσα, τῶν Ἀθλοφόρων
Χριστοῦ τὸ ἐγκαλλώπισμα, τὴν ἐκκλησίαν
αὐτοῦ τὸν φαιδρύναντα, ταῖς δαδουχίαις τῶν ἄθλων
κραυγάζουσα· Νέστορ ἔνδοξε, Χριστῷ τῷ
Θεῷ προσάγαγε, πρεσβείαν ὑπὲρ
πάντων τῶν τιμώντων σε.
Δόξα. Ἦχος ὁ αὐτός. Τὴν ὡραιότητα.
Ἀστὴρ ὡς
πάμφωτος, Νέστορ ἐπέφανας, καὶ σκότος ἔλυσας, εἰδώλων
φέγγει σου, καὶ καταυγάζεις νοητῶς, καρδίας τῶν
σοι βοώντων· Χαίροις ἱερώτατον, τοῦ Δεσπότου ἀπαύγασμα·
χαίροις θείας πίστεως, ἡ αὐγὴ ἡ ἀνέσπερος, ἡλίου Ἀρχιφώτου ὁ
λύχνος· χαίροις ἀκτὶς χρυσαυγεστάτη.
Καὶ νῦν. Θεοτοκίον ὁμόηχον.
Ἁγίαν Τράπεζαν, Ἁγνὴ
καλοῦμέν σε, Ἄρτον Οὐράνιον, ἡμῖν
παρέχουσαν, τὸν διατρέφοντα πιστούς, ἀῤῥήτῳ
συγκαταβάσει· χαίροις ὅθεν ᾄδομεν, Μητροπάρθενε Δέσποινα, χαίροις πανυπέρλαμπρον, Θεοῦ
Λόγου παλάτιον· Ἀγγέλων, καὶ βροτῶν θυμηδία, χαίροις
Πανάσπιλε Μαρία.
Μετὰ τὸν Πολυέλεον.
Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀθεΐας θολερά, ῥεύματα
Νέστορ παντελῶς, κατεξήρανας καὶ ῥοῦν,
χάριτος θείας Ἀθλητά, τῇ ἐκκλησίᾳ ἐξέβλυσας
σοῖς ἀγῶσι, βότρυν δὲ γλυκὺν ἐναπέδωκας,
κλῆμα ὡς σεπτὸν καὶ κατάκαρπον, τὸν
τὰς ψυχὰς εὐφραίνοντα ἀπαύστως, τῶν ἐκβοώντων
ἐκ
πόθου σοι· Μαρτύρων χαίροις ἡ ὡραιότης, καὶ
πιστῶν τὸ κραταίωμα.
Δόξα. Καὶ νῦν. Ὁμόηχον.
Ἐν χερσί σου τὸν
Θεόν, βρέφος ἐβάστασας Ἁγνή, ὃν ἐκύησας
σαρκί, ἄνευ θελήματος ἀνδρός· τῇ ἐπελεύσει
τοῦ Πνεύματος τοῦ Ἁγίου,
γένος οὖν βροτῶν, κατὰ χρέος σοι, χαίροις ἐκβοᾷ
Μητροπάρθενε· τῶν δωρεῶν κειμήλιον τῶν
θείων. Καὶ θησαυρὸς ἀδαπάνητος· ναμάτων
χαίροις τῶν ἀκένωτων, ῥεῖθρον Κόρη γλυκύῤῥοον.
Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος: Τοῖς ἁγίοις
τοῖς ἐν τῇ γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Ἐκ
τοῦ κατὰ Λουκᾶν (κα΄, 12-19). Τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγίου Δημητρίου.
Δόξα: Ταῖς
τὸν Ἀθλοφόρου πρεσβείαις...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου πρεσβείαις...
Στίχος: Ἐλεῆμων,
Ἐλέησόν
με ὁ Θεός...
Ἰδιόμελον. Ἦχος δ´.
Σήμερον τὰ τῶν Ἀγγέλων
στρατεύματα ἀγάλλονται ἐν δόξῃ, καὶ
Μαρτύρων οἱ χοροί, εὐφραίνονται ἐν
οὐρανῷ, πιστῶν δὲ τὰ
πλήθη, ἐπὶ τῆς γῆς πανηγυρίζουσι· Νέστωρ γὰρ ὁ
τοῦ Χριστοῦ πολυδόξαστος Μάρτυς, συγκαλεῖ ἡμᾶς
πρὸς εὐωχίαν μυστικήν, τοὺς ἄθλους
αὐτοῦ καὶ τὰ σκάμματα, ὡς ἔδεσμα πνευματικὸν
προτιθέμενος, αὐτὸν οὖν ἐγκωμιάσωμεν πιστῶς, φιλέορτοι πάντες,
Χριστῷ δὲ τῷ Θεῷ βοήσωμεν· αὐτοῦ
ταῖς ἱκεσίαις Κύριε, δίδου καὶ ἡμῖν,
πίστιν τηρεῖν τὴν εἰς σὲ ἀκράδαντον, ἵνα εἰς αἰῶνας
Σὲ δοξάζωμεν.
Εἶτα οἱ κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου οἱ ἐφεξῆς δύο.
ΚΑΝΩΝ ΠΡΩΤΟΣ οὗ ἡ ἀκροστιχίς: Νέστορος τὴν εὐτολμίαν εὐφημῶ. Ἰσιδώρας.
ΚΑΝΩΝ ΠΡΩΤΟΣ οὗ ἡ ἀκροστιχίς: Νέστορος τὴν εὐτολμίαν εὐφημῶ. Ἰσιδώρας.
Ἦχος α´. ᾨδὴ α´. Ὁ εἱρμός. Ἀναστάσεως ἡμέρα.
Τροπάρια.
Νικητὴς ὧν
τοῦ θανάτου, καὶ ζωῆς
χορηγός. Λόγε Θεοῦ παράσχου τῇ νεκρωθείση μου ψυχῇ,
τὴν ζωηφόρον σου ἰσχύν, τὸν
σὸν Ἀθλητήν, ὑμνῆσαι ἐν ᾄσμασιν,
τὸν πανθαύμαστον Νέστορα.
Εἰς ἐπαύλεις ὁ σκηνώσας, ἀενάου φωτός, Νέστορ Χριστοῦ ὁπλῖτα· τῆς θείας χάριτος τὸ φῶς, τῇ καρδίᾳ μου αἰτῶ, λιταῖς σοῦ θερμαῖς, παράσχου τοῦ μέλπειν σου, τὰ γενναία παλαίσματα.
Εἰς ἐπαύλεις ὁ σκηνώσας, ἀενάου φωτός, Νέστορ Χριστοῦ ὁπλῖτα· τῆς θείας χάριτος τὸ φῶς, τῇ καρδίᾳ μου αἰτῶ, λιταῖς σοῦ θερμαῖς, παράσχου τοῦ μέλπειν σου, τὰ γενναία παλαίσματα.
Συμπλακεὶς
δεινῷ τυράννῳ, ἐν σταδίῳ λαμπρὰ
νίκης βραβεῖα ἦρας, ὅθεν παράσχου καὶ ἡμῖν,
τοῖς τιμῶσί σε πιστῶς, νικᾶν τὸν ἐχθρόν,
ὦ
Νέστορ καὶ στέφανον, θείας δόξης κομίζεσθαι.
Θεοτοκίον.
Τὴν
πρεσβείαν σου Παρθένε, ὡσεὶ τεῖχος στεῤῥόν. Πάντες πιστοὶ
πλουτοῦμεν ἐν περιστάσεσι διό, καὶ ταῖς
θλίψεσι ἀεί, ἐν Σοὶ τῇ Μητρί, τοῦ πάντων Δεσπόζοντος, ἀδιστάκτως
προστρέχομεν.
ΚΑΝΩΝ
ΑΕΥΤΕΡΟΣ, οὗ ἡ ἀκροστιχίς: Θεσσαλονίκης ὡς κλέος
Νέστορα ὑμνῶ. Ἰσιδ(ώρας)
Ἦχος δ´. ᾨδὴ α´. Ὁ εἱρμός. Ἀνοίξω τὸ στόμα μου.
Τροπάρια.
Θεῷ τῶν
δυνάμεων, ἱκετικῶς νῦν προσέπεσον, τὴν χάριν αἰτούμενος,
τοῦ ἀνυμνῆσαι ᾠδαῖς τὰ παλαίσματα, τοῦ Νέστορος τοῦ
θείου, τοῦ ἄθλοις ὑμνήσαντος, Τούτου τὸ ὄνομα.
Εὐφρόσυνον
ἤνθησας,
ὡς ἔαρ
Νέστορ ἀοίδιμε, εὐφραίνων σοῖς σκάμμασιν, τῶν
φιλεόρτων ψυχάς· καὶ χαρμόσυνον, προσάγων εὐωδίαν, Κυρίῳ τῷ
κάλλεσι, σὲ καταστέψαντα.
Στολὴν
Θεοΰφαντον, προφυρωθεῖσαν ἐν αἵμασι, φορέσας ἐστόλισας, τὴν ἐκκλησίαν
Χριστοῦ, καὶ παρίστασαι, λαμπρὸς ὡς
στεφηφόρος, τῷ θρόνῳ τῆς Χάριτος, Νέστορ πανάριστε.
Θεοτοκίον.
Σκηνὴ ἡ ὁλόφωτος,
τοῦ Βασιλέως ὑπάρχουσα, Πανύμνητε Δέσποινα, τὴν
σκοτεινήν μου ψυχήν, φωταγώγησον, πρεσβείαις Μητρικαῖς
σου, καὶ οἶκον τοῦ Πνεύματος, ποίησον δέομαι.
ᾨδὴ γ´. Ὁ εἱρμός. Δεῦτε πόμα. Τροπάρια.
Ὅπλον ὡς ἀήττητον
Σταυρόν, τὸν πανάγιον ἔχων Νέστορ ἐνίκησας,
τὴν τῶν βαρβάρων ὀφρύν, δοξάσας τὸν
σθένει θεϊκῷ, τὸν ᾌδην νικήσαντα.
Ῥείθροις τῶν
αἱμάτων σου σεπτοῖς, ἀθεΐας
χειμάῤῥους Νέστορ ἐξήρανας, καὶ
Μαρτυρίου καρπόν, βλαστήσας ἀπέδωκας Χριστῷ,
τῷ σὲ γεωργήσαντι.
Ὄρθρος ὡς ἡμέρας
ἀφεγγοῦς,
ἑξανέτειλας
Νέστορ καὶ κατεφώτισας, τοῦ Μαρτυρίου αὐγαῖς,
τὴν κτίσιν ὑμνεῖν θεοπρεπῶς,
πηγὴν Φωτοδότιδα.
Θεοτοκίον.
Σύσκιον ὡς ὅρος
καὶ δασύ, Ἀββακοὺμ προορᾶ
σε Κόρη Θεόνυμφε, τῆς παρθενίας τῆς σῆς,
ἀπόῤῥητον
βάθος ἐξυμνῶν, Χριστὸς ἥν ἐδόξασε.
Κανὼν β´. Ὁ εἱρμός. Τοὺς σοὺς ὑμνολόγους.
Τροπάρια.
Ἀγγέλων κατηύφρανας
χορείας, εὐτόνῳ ἀνδρείᾳ σου στεῤῥέ, λαμπρῶς δὲ
κατεδόξασας, τὸν ὑπ᾿ αὐτῶν ὑμνούμενον, Θεὸν τὸν ὑπερένδοξον,
παρ᾿ οὗ τὸ στέφος ἀπείληφας.
Λαμπτὴρ ὡς
πολύφωτος ἐφάνης, καὶ νύκτα εἰδώλων τὴν
πικράν, ἀγῶσί σου κατέπαυσας, Χριστὸν δὲ
μέγαν Ἥλιον, Νέστορ ὁπλῖτα
ἔνδοξε,
Μαρτυρικῶς διετράνωσας.
Ὁρμίσας ψυχῆς
σου τὴν ὁλκάδα, λιμένι ἀκλύστῳ τῷ
Χριστῷ, ἱστίῳ Μαρτυρίου σου, Νέστορ γαλήνην εὕρηκας,
εὐχαῖς σου ταύτην δώρησαι, τοῖς εὐφημοῦσι
τοὺς ἄθλους σου.
Θεοτοκίον.
Ναὸς
τοῦ Θεοῦ τοῦ ἀχώρητου, γεγένησαι Κόρη Μαριάμ, τῇ ἐπελεύσει
Πνεύματος, καθὼς Πατὴρ ηὐδόκησε, βουλῇ ἀῤῥήτῳ Ἄχραντε,
τοῦ σώσαι γένος ἀνθρώπινον.
Εἶτα τὸ Κάθισμα.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ Ἀμνῷ
καὶ Ποιμένι καὶ Λυτρωτῇ, τῷ
τυθέντι ἐν ξύλῳ τῷ τοῦ Σταυροῦ, θυσία ὡς ἀμώμητος,
λογική τε προσήχθησαν, σὺν Δημητρίῳ Νέστωρ, ἀμνοὶ ἐθελούσιοι,
τῷ Ἀρχιθύτῃ αἵματα, ὡς
δῶρον προσάγοντες· στέφος ὅθεν δόξης, ἀθανάτου
λαβόντες, χειρὶ τοῦ Παντάνακτος, τοῖς χοροῖς
συνευφραίνονται, τῶν Μαρτύρων πρεσβεύοντες· ἄφεσιν πταισμάτων ἡμῖν,
καὶ τοῦ ἐλέους τὰ ῥεῖθρα
δωρήσασθαι, τοῖς γεραίρουσι, τὰ αὐτῶν ἀγωνίσματα.
Δόξα. Ὅμοιον.
Ὡς Δαυΐδ τῇ
σφενδόνῃ τὸν Γολιάθ, τὸν μεγάλαυχον ἔκτεινε
πανσθενῶς, τῆς πίστεως τὰ τρόπαια, ἀνεγείρας λαμπρότατα, καὶ
τοῦ Χριστοῦ τρανώσας, ἰσχὺν
τὴν ἀήττητον, ἥν κραταιῶς παρέχει, Αὐτῷ
τοῖς πιστεύουσιν, οὕτως θεῖε
Νέστορ, τοῦ Σταυροῦ τῇ σφραγίδι, ἥν
χείρ σοι ἐπέθηκε, Δημητρίου συνάθλου σου, τοῦ
Λυαίου συνέτριψας, θράσος καὶ κακίστην ὀφρύν, τὸν ἐν
Σταυρῷ τε παγέντα ἐδόξασας πρὸς ὃν
πρέσβευε, τοῦ σωθῆναι τοὺς δούλους σου.
Καὶ νῦν. Ἦχος ὁ αὐτός.
Τῶν ἀγγέλων
τὰ πλήθη ἐν οὐρανῷ,
καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς
γῆς, Παρθένε μακαρίζομεν, σὲ τὴν
μόνην ἀπείρανδρον, καὶ ὡς
Θεοῦ Μητέρα, συμφώνως δοξάζομεν, χαριστηρίους ὕμνους
τε, προσάδομεν Δέσποινα, χαίροις μελωδοῦντες, Θεοτόκε Μαρία, τοῦ
Λόγου παλάτιον, φωτοφόρον τε σκήνωμα, καὶ εὐῶδες
κειμήλιον, γέφυρα ἑνοῦσα βροτούς, τῷ ἐκ
μὴ Ὄντων τὰ πάντα ποιήσαντι, πρὸς Ὃν
πρέσβευε, τοῦ σωθῆναι τοὺς δούλους σου.
ᾨδὴ δ´. Ὁ εἱρμός. Ἐπὶ τῆς θείας φυλακῆς. Τροπάρια.
Τῶν ἀσωμάτων
οἱ χοροί, σὲ μετὰ σώματος θνητοῦ,
βλέποντες στεῤῥῶς ἐναθλοντα, μετὰ δέους ἵσταντο,
καὶ τῆς ζωῆς ἐκόμιζον, στέφανον τὸν ἀμάραντον
Νέστορ, ὃν σοι ἐδίδου Χριστὸς ὁ ἀθλοθέτης
σου.
Ἠκονημένον καὶ
δεινόν, βέλος ὠράθης Ἀθλητά, Νέστορ τοῦ ἐχθροῦ τὴν
καρδίαν, τραυματίζων ἄθλοις σου, καὶ ὀξυτάτη
μάχαιρα, κράτιστα κατακόπτουσα τούτου, τὴν δολερὰν
κεφαλὴν σθένει τοῦ Πνεύματος.
Νόμους τοὺς
θείους σοῦ Χριστέ, ὁ Ἀθλοφόρος σοῦ
τηρῶν, νόμους τῶν ἀθέων παρεῖδε,
καὶ εὐτόνως ἔμπροσθεν, τῶν
τυραννούντων ἔλεγεν· Κύριον τὸν τοῦ
νόμου Δεσπότην, σέβω ὡς μόνον Θεὸν καὶ παντοδύναμον.
Θεοτοκίον.
Ἐλευθερίαν τοῖς
βροτοῖς, ἐκ τῆς τοῦ ᾍδου φυλακῆς, Δέσποινα Ἁγνὴ ἐδωρήσω,
τῷ ἀσπόρῳ τόκῳ σου, καὶ εὐλογίας νάματα· ὅθεν
σοι εὐχαρίστως βοῶμεν, χαίροις ἐλέους
πηγὴ ἡ ἀνεξάντλητος.
Κανὼν β´. Ὁ εἱρμός. Ὁ καθήμενος ἐν δόξῃ. Τροπάρια.
Ἱερεῖον
ὥσπερ
θεῖον, τῷ Χριστῷ προσενήνεξαι, τῷ
Σταυρῷ τιμίῳ, χεῖρας ἑκουσίως ἁπλώσαντι, καὶ τῶν ἀνθρώπων
τὸ γένος καταλλάξαντι, τῷ ποιήσαντι Νέστορ ἀεὶ Ὃν ἱκέτευε.
Καρτερίας σὲ κανόνα, οἱ πιστοὶ
Νέστορ ἔγνωμεν, καὶ ἀνδρείας
στήλην, πίστεως σεπτὸν ἐνδιαίτημα,
καὶ εὐψυχίας εἰκόνα, καὶ ἑδραίωμα,
τῶν τιμώντων σου· τὰ τῆς
ψυχῆς προτερήματα.
Ἠκολούθησας γενναῖε,
τῷ Χριστῷ μετὰ πίστεως, καὶ
πρὸς πάλην Νέστορ, τοῦ δεινοῦ
Λυαίου ἐχώρησας, αὐτοῦ καρδίαν συντρίψας, τὴν ὀλέθριον,
καὶ ἐδόξασας σθένος τὸν δόντα σοι ἄμαχον.
Θεοτοκίον.
Σὴ γαστὴρ ὦ
Θεομῆτορ, ἀνεδείχθη παράδεισος, ἐν αὐτῇ γὰρ
Κόρη, σάρκα ὁ Θεὸς προσελάβετο, καὶ ὁ Ἀδὰμ
σὺν τῇ Εὔᾳ, ἐλυτρώθησαν παραβάσεως· καὶ τῆς Ἐδὲμ
κατετρύφησαν.
ᾨδὴ ε´. Ὁ εἱρμός. Ὀρθρίσωμεν. Τροπάρια.
Ὑδρίαν ὑδάτων
ἐνθέων,
καὶ ἀκενώτων χαρίτων ἐπέγνωμέν σε κρατῆρα,
τὰς ψυχὰς ἀρδεύοντα, τοῖς Μαρτυρίου νάμασι,
Νέστορ τῶν πίστει τιμώντων σε.
Τοξεύμασι πίστεως θείας,
τὴν τοῦ Λυαίου καρδίαν συνέτριψας ἐν σταδίῳ,
καὶ Σταυροῦ ἐτράνωσας, τὴν
νικηφόρον δύναμιν, Νέστορ ἀνδρείας ὁ πρόβολος.
Ὀχύρωμα Νέστορ καὶ
σκέπη, Θεσσαλονίκη πλουτοῦσα προστρέχει σου τοῖς Λειψάνοις, ἐκτενῶς
βοῶσά σοι, ἐκ τῶν κινδύνων λύτρωσαι,
Μάρτυς ἡμᾶς ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
Λαγόσι σου Κόρη Παρθένε,
ὁ τῶν ἁπάντων
Δεσπότης σεσάρκωται παραδόξως, καὶ βροτῶν
τὸ φύραμα, ἐκ τῆς κατάρας ἔσωσε,
δείξας πηγὴν εὐλογίας σε.
Κανὼν β´. Ὁ εἱρμός. Ἐξέστη τὰ σύμπαντα. Τροπάρια.
Ὠς σύναθλον ἔσχηκας,
τὸν θαυμαστὸν Δημήτριον, Νέστορ τὸν
θαῤῥύναντά σε θείως· οὗτος γὰρ
τύπον τοῦ ζωηφόρου Σταυροῦ, ἐπέθηκε
σοῦ τῇ κορυφῇ, στέφει ἥν ἐστόλισε,
ἀθανάτῳ ὁ
Κύριος.
Στρατὸν τὸν θεόλεκτον, Μαρτύρων κατελάμπρυνας Νέστορ γενναιότατε ὁπλῖτα, τόλμῃ σου θείᾳ, δι᾿ ἧς τὸν πάντων Θεόν, σταδίου ἐν μέσῳ εὐσθενῶς, πᾶσι διετράνωσας, ὡς τὸν μόνον Ἀθάνατον.
Στρατὸν τὸν θεόλεκτον, Μαρτύρων κατελάμπρυνας Νέστορ γενναιότατε ὁπλῖτα, τόλμῃ σου θείᾳ, δι᾿ ἧς τὸν πάντων Θεόν, σταδίου ἐν μέσῳ εὐσθενῶς, πᾶσι διετράνωσας, ὡς τὸν μόνον Ἀθάνατον.
Καρπὸς ὥσπερ
τίμιος, ζωῆς τοῦ δένδρου πέφυκας, πόνοις τοῦ σεπτοῦ
σου Μαρτυρίου, θείως σιτίζων τῶν εὐσεβῶν
τὰς ψυχάς, ἀεὶ τῶν
τιμώντων εὐλαβῶς, Νέστορ τὰ τῶν ἄθλων
σου, ἱερὰ ἀκροθίνια.
Θεοτοκίον.
Λιμὴν ὡς ἀχείμαστος,
ὑπάρχουσα
Πανάμωμε· πάντας τοὺς προστρέχοντας σοι πόθῳ, βλάβης λυτροῦσαι
καὶ τρικυμίας παθῶν, καὶ
πέλαγος θείων οἰκτιρμῶν, δίδως ἀνεξάντλητον, ὡς
Θεοῦ Μήτηρ ἄφθορος.
ᾨδὴ στ´. Ὁ εἱρμός. Κατῆλθες. Τροπάρια.
Μεγάλῃ
καὶ εὐτονωτάτῃ φωνῇ, ἀνεκήρυξας
Χριστὸν ἐν σταδίῳ, ὡς σάλπιγξ εὐηχεστάτη
αὐτοῦ, καὶ διέδραμε εἰς τὰ πέρατα τῆς
γῆς, Μαρτυρίου ὁ φθόγγος.
Ἰάσεις σου ἡ
πανευώδης σορός, τῶν Λειψάνων δαψιλῶς ἀναβλύζει,
καὶ ῥεῖθρα παντοδαπῶν δωρεῶν,
ταύτην ἅπαντες, μετὰ δέους οἱ πιστοί, ἀσπαζόμεθα
πόθῳ.
Ἀνδρείας καὶ τῆς
καρτερίας κανῶν, ὡς ὑπάρχων ἀνδρικῶς ηὐτομόλεις,
πρὸς πάλην τῶν μεγαλαύχων ἐχθρῶν,
καὶ συνέτριψας, Νέστορ ὅπλοις ἱεροίς,
τὴν αὐτῶν δυναστείαν.
Θεοτοκίον.
Νηδύϊ σου καθαρωτάτη Ἁγνή,
ἐσαρκώθη
ὁ ὑπέρθεος
Λόγος, θεῶσαι τὸν προσληφθέντα Ἀδάμ, Βασιλείας τε, Οὐρανίου
κοινωνούς, τοὺς ἀνθρώπους ποιήσαι.
Κανὼν β´. Ὁ εἱρμός. Τὴν θείαν
ταύτην. Τροπάρια.
Ἑστὼς
τυράννων ἐνώπιον, τὸ ὄνομα Χριστοῦ ἐμεγάλυνας,
τὸ ὑπερύμνητον, καὶ τὴν
αὐτοῦ Νέστορ δύναμιν, δι᾿ ἧς
σοφῶς τὸν κόσμον κρατεῖ ὃν ἔπλασεν.
Οἰκεῖς
σκηνὴν εἰς ὁλόφωτον, Μαρτύρων σὺν χοροῖς ἱερώτατε,
καὶ τοῦ Δεσπόζοντος, Νέστορ ὁρᾷς
τὴν λαμπρότητα, ὑπὲρ ἡμῶν
πρεσβεύων, τῶν εὐφημούντων σε.
Σφενδόνῃ
πάλαι συνέτριψε, μικρὰ τὸν Γολιὰθ τὸν μεγάλαυχον, Δαυΐδ ὁ ἔνδοξος,
σὺ δὲ Λυαῖον ἀπέκτεινας, τῷ τοῦ
Σταυροῦ σημείῳ Νέστορ ἀήττητε.
Θεοτοκίον.
Νηδύς σου στάμνος
γεγένηται, τὸ Μάννα τῆς ζωῆς τὸ Οὐράνιον,
Κόρη φυλάξασα, ἐξ οὑ φαγόντες οὑ θνήσκομεν, ἀλλὰ
ζωὴν τρυγῶμεν τὴν αἰωνίζουσαν.
Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ἐγκαυχάται ἄμετρα
Θεσσαλονίκη, τοῖς γενναίοις ἄθλοις σου, οὓς ἐν
σταδίῳ τοῦ Σταυροῦ, τῇ δυναστείᾳ
κατόρθωσας, Νέστορ Μαρτύρων Χριστοῦ τὸ ἀγλάϊσμα.
Ὁ Οἶκος.
Τὸν ἀριστέα
τοῦ Χριστοῦ τὸν ἀνδρικώτατον,
καὶ στρατιώτην τὸν πιστὸν
καὶ γενναιότατον, τὸν καταδείξαντα Σταυροῦ ἰσχὺν
τὴν ἀπροσμάχητον, ἐν τῷ
συντρίβειν τοῦ ἐχθροῦ ὀφρὺν τὴν ὑπερήφανον, Νέστορα τὸν πανένδοξον ὁπλίτην,
ἐπαξίως
εὐφημοῦντες, οὕτως εἴπωμεν·
Χαίροις Θεσσαλονίκης
βλαστὸς εὐκλεέστατος·
χαίροις τῆς Ἐκκλησίας
καρπὸς θεοδόξαστος.
Χαίροις τῆς ἀνδρείας
εἰκὼν ἡ ἀπαράμιλλος·
χαίροις εὐψυχίας
κανῶν ὁ ἀκριβέστατος.
Χαίροις τοῦ
Παμβασιλέως στρατιώτης εὐπειθής·
χαίροις ὁ
τοῦ Δημητρίου σύναθλος πανευσθενής.
Χαίροις πίστεως ἁγίας
πρόβολος ὁ τηλαυγής·
χαίροις θείας δαδουχίας
λύχνος ὁ φωτοειδής.
Χαίροις κάραν τοῦ
Λυαίου ὁ συντρίψας παντελῶς·
χαίροις σθένος
Σταυρωθέντος ὁ τρανώσας ἀκραιφνῶς.
Χαίροις πλάνης τὸν
χειμάῤῥουν ὁ ξηρᾶνας ἄθλοις σοῖς·
χαίροις γῆν ὁ
καταρδεύσας τῶν αἱμάτων σου κρουνοῖς.
Χαίροις Νέστορ,
Μαρτύρων Χριστοῦ τὸ ἀγλάϊσμα.
Συναξάριον.
Τῇ
ΚΖ´ τοῦ αὐτοῦ μηνός, μνήμην ἐπιτελοῦμεν
τοῦ Ἁγίου ἐνδόξου καὶ καλλινίκου Μάρτυρος Νέστορος.
Στίχοι:
Σταυροῦ τρανώσας τὴν δυναστείαν Νέστορ, τῷ Σταυρωθέντι ἄγει τὴν κεφαλὴν ὡς δῶρον.
Σταυροῦ τρανώσας τὴν δυναστείαν Νέστορ, τῷ Σταυρωθέντι ἄγει τὴν κεφαλὴν ὡς δῶρον.
Τιμᾷ ἄθλους
σου Θεσσαλονίκη Νέστορ, ἥν φρούρει ἄτρωτον ἐκ βλάβης ἐναντίων,
Εἰκάδι
ἑβδόμῃ
Νέστορ στέφος ἄφθαρτον τμηθείσῃ κεφαλῇ ἐδέχθη.
Οὗτος κομιδῆ νέος ὢν καὶ ὡραῖος,
καὶ γνωστὸς ὢν τῷ
Μεγαλομάρτυρι Δημητρίῳ, προσδραμὼν ἐν ᾧ ἐφυλάττετο
τόπῳ, πεσὼν πρὸς τοὺς πόδας αὐτοῦ· «Δοῦλε
τοῦ Θεοῦ, ἔφη, βούλομαι τῷ Λυαίῳ
μονομαχῆσαι, καὶ εὖξαί μοι, τὸν
Χριστὸν ὀνομάσας». Ὁ δὲ Ἅγιος,
σφραγίσας αὐτὸν τῷ τιμίῳ Σταυρῷ, εἶπε· «Καὶ τὸν
Λυαῖον νικήσεις καὶ ὑπὲρ
Χριστοῦ μαρτυρήσεις». Ἐλθὼν
οὖν ἐν τῷ σταδίῳ, θεωροῦντος τοῦ
Μαξιμιανοῦ καὶ εἰπὼν «Ὁ Θεὸς Δημητρίου βοήθει μοι», συμπλακεὶς
τῷ παλαμναίῳ Λυαίῳ ἐκείνῳ,
καὶ καρίαν βαλὼν κατὰ τῆς
καρδίας, ἀνῄρηκε, καὶ τῷ βασιλεῖ
ψυχικὴν περιεποιήσατο σύγχυσιν· καὶ αὐτίκα
τὸν μὲν ἅγιον Δημήτριον προσέταξε λόγχαις τρωθῆναι,
ὡς
αἴτιον τῆς σφαγῆς τοῦ
Λυαίου· τὸν δὲ ἅγιον Νέστορα τῷ ἰδίῳ
ξίφει ἀναιρεθῆναι.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων, Καπιτωλίνης καὶ Ἐρωτηΐδος.
Στίχοι.
Κτείνουσι δούλην ἐκ ξίφους καὶ κυρίαν, Δούλας Τριάδος τῆς ἀληθοῦς Κυρίας.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων, Καπιτωλίνης καὶ Ἐρωτηΐδος.
Στίχοι.
Κτείνουσι δούλην ἐκ ξίφους καὶ κυρίαν, Δούλας Τριάδος τῆς ἀληθοῦς Κυρίας.
Αὗται ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ τοῦ
βασιλέως, καὶ Ζιλικινθίου ἄρχοντος Καππαδοκίας· καὶ ἡ μὲν
Καπιτωλίνη, εὐγενὴς ὑπάρχουσα καὶ πλουσία, πάντα τὰ
προσόντα αὐτῇ πτωχοῖς διανείμασα καὶ
τοὺς οἰκέτας ἐλευθερίᾳ τιμήσασα, παῤῥησιάζεται
πρὸς τὸν ἄρχοντα· καὶ τῇ εἱρκτῇ ἐγκλεισθεῖσα,
ἕωθεν
τὴν διὰ ξίφους τιμωρίαν ὑπέστη. Ἡ δὲ Ἐρωτηΐς,
ἡ
καὶ δούλη τῆς Ἁγίας, ἐπεὶ
καὶ λίθοις τὸν ἔπαρχον ἔβαλε,
ῥάβδοις
τύπτεται. Ὡς δὲ Χριστοῦ χάριτι ἔμεινεν ἀβλαβής,
ξίφει τὴν κεφαλὴν ἀποτέμνεται.
Τῇ αὐτῇ ἡμέρᾳ
μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν
Κυριακοῦ, Πατριάρχου Κωνσταντινουπόλεως.
Στίχοι.
Ὁ Κυριακὸς ἐκλιπὼν γῆν καὶ βίον, Πρὸς αὐτὸν ἥκει Κύριον τῶν κυρίων.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Πρόκλης, συζύγου τοῦ Πιλάτου.
Στίχοι.
Ἔχει παρεστῶσάν σε, Πρόκλα, Δεσπότης, Ὁ Πιλάτῳ πρὶν σῷ παραστὰς συζύγῳ.
Ὁ Κυριακὸς ἐκλιπὼν γῆν καὶ βίον, Πρὸς αὐτὸν ἥκει Κύριον τῶν κυρίων.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Πρόκλης, συζύγου τοῦ Πιλάτου.
Στίχοι.
Ἔχει παρεστῶσάν σε, Πρόκλα, Δεσπότης, Ὁ Πιλάτῳ πρὶν σῷ παραστὰς συζύγῳ.
Διήγησις περὶ τῶν Ἰβήρων,
ὅπως
ἦλθον
εἰς θεογνωσίαν.
Στίχοι.
Ἔργον μέγιστον εἰργάσω, σεμνὴ γύναι, Ἐπιστρέφεις γὰρ ἔθνος Ἰβήρων ὅλον.
Ἐν ταῖς ἡμέραις Κωνσταντίνου τοῦ ἐν Ἁγίοις βασιλέως τοῦ μεγάλου, γυνή τις ἀπαχθεῖσα εἰς τοὺς Ἴβηρας, ἄκρως τὴν ἀσκητικὴν ἀγωγὴν παιδιόθεν ἐκπαιδευθεῖσα καὶ αἰχμάλωτος γενομένη, τῶν αὐτῶν εἴχετο πόνων. Καὶ ἐπεὶ τῆς ἰατρικῆς ἐπιστήμης οἱ Ἴβηρες πάμπαν σπανίζοντες, πρὸς ἀλλήλους φοιτᾶν εἰώθασιν, ὡς ἀπὸ πείρας ἐπιζητοῦντες ἐπὶ τοῖς συμβαίνουσι νοσήμασι τὸν τρόπον τῆς ὑγείας, ἀφίκετό τις γυνὴ πρὸς τὸ ἀξιέπαινον γύναιον, παιδίον νόσου δεινῇ μάστιγι πιεζόμενον ἐπιφερομένη, τὸ πρακτέον τάχα ζητοῦσα μαθεῖν. Ἡ οὖν αἰχμάλωτος τοῦτο λαβοῦσα καὶ ἀνακλίνασα, προσηύξατο λυθῆναι τοῦ παιδαρίου τὴν νόσον. Ἤκουσεν ὁ τὰ κρυπτὰ τῶν καρδιῶν εἰδὼς καὶ παρέσχε μὴ μελήσας τὴν ὑγείαν.
Ἐντεῦθεν ἡ θαυμασία γυνὴ πολυθρύλητος γέγονε, ὡς καὶ εἰς ὦτα τῆς τοῦ βασιλέως συζύγου διελθεῖν τὸ γενόμενον· ἥτις καὶ παραυτίκα ταύτην μετεπέμψατο· (κατείχετο γὰρ καὶ αὐτὴ χαλεπῷ πάθει)· ἡ δὲ μετριοφρονοῦσα γυνή, ἀναξίαν ἑαυτὴν κρίνουσα πρὸς τὴν Βασιλίδα ἀφικέσθαι, καταπειθὴς οὐκ ἦν. Ἀλλ᾿ ἡ βασίλισσα, τὸ τῆς βασιλείας ἐπηρμένον εἰς οὐδὲν λογισαμένη, πρὸς τὴν δορυάλωτον ἔδραμεν. Ἡ δὲ καὶ ταύτην τὴν βασίλισσαν πρὸς τὴν πανευτελῆ ταύτης κλίνην κατακλίνασα, ἐν ᾗ καὶ τὸ παιδάριον, φάρμακον τοῦ πάθους ἀλεξίκακον, τὴν προσευχὴν προσενήνοχεν. Ἡ δὲ βασίλισσα, τοῦ πάθους ἀπαλλαγεῖσα, χρυσὸν καὶ ἄργυρον, καὶ χιτῶνας καὶ ἕτερα οὐκ ὀλίγα ἐδίδου, ὅσα τῆς βασιλικῆς φιλοτιμίας, ἀμειβομένη τὴν οὕτω ταχέως καὶ κεχαρισμένως τὸ πάθος διώξασαν. Ἀλλ᾿ ἡ θεία ἐκείνη γυνή, τούτων μὴ χρείαν κεκτῆσθαι, ἔλεγε, μισθὸν δὲ μέγαν ἡγεῖσθαι τὴν τῆς εὐσεβείας ἐπίγνωσιν· καὶ τῷ ἀπαλλάξαντι τοῦ πάθους καὶ σεσωκότι Θεῷ παρηγγυᾶτο ναὸν ἀνεγεῖραι.
Τούτων ἐκείνη ἀκούσασα, κατέλαβε τὰ βασίλεια· καὶ τὸν μὲν βασιλέα ἐξέπληξε τῷ παραδόξῳ τῆς ἰάσεως· διηγεῖτο δὲ καὶ τὸν τρόπον καὶ διεβεβαίου τὸν τῆς αἰχμαλώτου Θεόν, τοῦτον εἶναι κυρίως καὶ ἀληθῶς Θεόν· καὶ ναὸν δείμασθαι προσῆκον διὰ τάχους ἐστὶ καὶ τὸ ὅλον ἔθνος εἰς τὴν τοῦτου θεραπείαν μεταθῆναι. Ὁ δέ, τὸ μὲν θαῦμα ἐξεπλήττετο, ναὸν δὲ δείμασθαι οὐκ ἤθελεν.
Ὀλίγου δὲ διελθόντος χρόνου, εἰς θήραν ἐξελθών, οἱ μὲν σὺν αὐτῷ θηρεύοντες, ἀκωλύτως ἐθήρευον· οὗτος δὲ μόνος ὁ βασιλεὺς ὑπολειφθείς, τοῖς τῆς ἀορασίας κατεσχέθη δεσμοῖς. Ἐν ἀπορίᾳ οὖν γενόμενος καὶ εἰς νοῦν τὴν ἀπείθειαν λαβών, τὸν τῆς αἰχμαλώτου Θεὸν ἐπικαλεσάμενος εἰς ἐπικουρίαν, ἀπηλλάγη τῆς νόσου· καὶ τὴν ἀξιάγαστον δορυάλωτον καταλαβών, ὑποδεῖξαι αὐτῷ τὸ σχῆμα τῆς οἰκοδομῆς ἠντιβόλει· καὶ ἡ μὲν διέγραφεν, οἱ δὲ τοῦ βασιλέως ᾠκοδόμουν.
Στίχοι.
Ἔργον μέγιστον εἰργάσω, σεμνὴ γύναι, Ἐπιστρέφεις γὰρ ἔθνος Ἰβήρων ὅλον.
Ἐν ταῖς ἡμέραις Κωνσταντίνου τοῦ ἐν Ἁγίοις βασιλέως τοῦ μεγάλου, γυνή τις ἀπαχθεῖσα εἰς τοὺς Ἴβηρας, ἄκρως τὴν ἀσκητικὴν ἀγωγὴν παιδιόθεν ἐκπαιδευθεῖσα καὶ αἰχμάλωτος γενομένη, τῶν αὐτῶν εἴχετο πόνων. Καὶ ἐπεὶ τῆς ἰατρικῆς ἐπιστήμης οἱ Ἴβηρες πάμπαν σπανίζοντες, πρὸς ἀλλήλους φοιτᾶν εἰώθασιν, ὡς ἀπὸ πείρας ἐπιζητοῦντες ἐπὶ τοῖς συμβαίνουσι νοσήμασι τὸν τρόπον τῆς ὑγείας, ἀφίκετό τις γυνὴ πρὸς τὸ ἀξιέπαινον γύναιον, παιδίον νόσου δεινῇ μάστιγι πιεζόμενον ἐπιφερομένη, τὸ πρακτέον τάχα ζητοῦσα μαθεῖν. Ἡ οὖν αἰχμάλωτος τοῦτο λαβοῦσα καὶ ἀνακλίνασα, προσηύξατο λυθῆναι τοῦ παιδαρίου τὴν νόσον. Ἤκουσεν ὁ τὰ κρυπτὰ τῶν καρδιῶν εἰδὼς καὶ παρέσχε μὴ μελήσας τὴν ὑγείαν.
Ἐντεῦθεν ἡ θαυμασία γυνὴ πολυθρύλητος γέγονε, ὡς καὶ εἰς ὦτα τῆς τοῦ βασιλέως συζύγου διελθεῖν τὸ γενόμενον· ἥτις καὶ παραυτίκα ταύτην μετεπέμψατο· (κατείχετο γὰρ καὶ αὐτὴ χαλεπῷ πάθει)· ἡ δὲ μετριοφρονοῦσα γυνή, ἀναξίαν ἑαυτὴν κρίνουσα πρὸς τὴν Βασιλίδα ἀφικέσθαι, καταπειθὴς οὐκ ἦν. Ἀλλ᾿ ἡ βασίλισσα, τὸ τῆς βασιλείας ἐπηρμένον εἰς οὐδὲν λογισαμένη, πρὸς τὴν δορυάλωτον ἔδραμεν. Ἡ δὲ καὶ ταύτην τὴν βασίλισσαν πρὸς τὴν πανευτελῆ ταύτης κλίνην κατακλίνασα, ἐν ᾗ καὶ τὸ παιδάριον, φάρμακον τοῦ πάθους ἀλεξίκακον, τὴν προσευχὴν προσενήνοχεν. Ἡ δὲ βασίλισσα, τοῦ πάθους ἀπαλλαγεῖσα, χρυσὸν καὶ ἄργυρον, καὶ χιτῶνας καὶ ἕτερα οὐκ ὀλίγα ἐδίδου, ὅσα τῆς βασιλικῆς φιλοτιμίας, ἀμειβομένη τὴν οὕτω ταχέως καὶ κεχαρισμένως τὸ πάθος διώξασαν. Ἀλλ᾿ ἡ θεία ἐκείνη γυνή, τούτων μὴ χρείαν κεκτῆσθαι, ἔλεγε, μισθὸν δὲ μέγαν ἡγεῖσθαι τὴν τῆς εὐσεβείας ἐπίγνωσιν· καὶ τῷ ἀπαλλάξαντι τοῦ πάθους καὶ σεσωκότι Θεῷ παρηγγυᾶτο ναὸν ἀνεγεῖραι.
Τούτων ἐκείνη ἀκούσασα, κατέλαβε τὰ βασίλεια· καὶ τὸν μὲν βασιλέα ἐξέπληξε τῷ παραδόξῳ τῆς ἰάσεως· διηγεῖτο δὲ καὶ τὸν τρόπον καὶ διεβεβαίου τὸν τῆς αἰχμαλώτου Θεόν, τοῦτον εἶναι κυρίως καὶ ἀληθῶς Θεόν· καὶ ναὸν δείμασθαι προσῆκον διὰ τάχους ἐστὶ καὶ τὸ ὅλον ἔθνος εἰς τὴν τοῦτου θεραπείαν μεταθῆναι. Ὁ δέ, τὸ μὲν θαῦμα ἐξεπλήττετο, ναὸν δὲ δείμασθαι οὐκ ἤθελεν.
Ὀλίγου δὲ διελθόντος χρόνου, εἰς θήραν ἐξελθών, οἱ μὲν σὺν αὐτῷ θηρεύοντες, ἀκωλύτως ἐθήρευον· οὗτος δὲ μόνος ὁ βασιλεὺς ὑπολειφθείς, τοῖς τῆς ἀορασίας κατεσχέθη δεσμοῖς. Ἐν ἀπορίᾳ οὖν γενόμενος καὶ εἰς νοῦν τὴν ἀπείθειαν λαβών, τὸν τῆς αἰχμαλώτου Θεὸν ἐπικαλεσάμενος εἰς ἐπικουρίαν, ἀπηλλάγη τῆς νόσου· καὶ τὴν ἀξιάγαστον δορυάλωτον καταλαβών, ὑποδεῖξαι αὐτῷ τὸ σχῆμα τῆς οἰκοδομῆς ἠντιβόλει· καὶ ἡ μὲν διέγραφεν, οἱ δὲ τοῦ βασιλέως ᾠκοδόμουν.
Ἐπεὶ δὲ
καὶ πέρας ὁ ναὸς εἴληφε
καὶ ὁ ὄροφος ἐπετέθη, καὶ μόνον ἐδεῖτο
τῶν ἱερέων, εὗρε καὶ τούτου πόρον ἡ
θαυμαστὴ γυνή. Ἔπεισε γὰρ τὸν
τοῦ ἔθνους Ἰβήρων Ἡγούμενον, πρὸς
τὸν τῶν Ῥωμαίων πρεσβεύσασθαι βασιλέα καὶ αἰτήσασθαι
σταλῆναι διδάσκαλον εὐσεβείας. Ὁ μὲν
οὖν δεξάμενος τὴν εἰσήγησιν,
τοὺς πρεσβευσομένους ἐξέπεμψεν. Ὁ δὲ
βασιλεὺς Κωνσταντῖνος, τὴν αἰτίαν
μαθών, τοὺς πρεσβευτὰς φιλοφρόνως δεξάμενος, τῷ
Θεῷ ηὐχαρίστησεν. Ἄνδρα δὲ
πίστει καὶ συνέσει καὶ βίῳ κοσμούμενον καὶ τῆς ἀρχιερωσύνης
ἠξιωμένον,
κήρυκα τῷ ἔθνει τῆς θεογνωσίας ἐξέπεμψε,
μετὰ δώρων ὅτι μάλιστα πλείστων· ὃς
καὶ ἀπελθών, θαύμασι καὶ διδασκαλίαις, πρὸς
τὴν ἀκραιφνῆ τῶν χριστιανῶν
πίστιν πάντας ἑλκύσας καὶ βαπτίσας καὶ ἱεροὺς
ναοὺς διαφόρους ἐγείρας καὶ ἱερεῖς
χρίσας καὶ πᾶσαν τὴν τῶν Ἰβήρων χώραν εἰς θεογνωσίαν
μετενεγκών, ἀπῆλθε πρὸς Κύριον. Οὗτος
ὁ
τρόπος τῆς τῶν Ἰβήρων πρὸς Θεὸν ἐπιγνώσεως.
Τῇ αὐτῆ ἡμέρᾳ,
μνήμη τῶν Ἁγίων Μαβριανοῦ καὶ
Βαλεντίνου.
Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νέστορος τοῦ χρονογράφου, τοῦ ἐν τῶ Σπηλαίῳ τοῦ Ῥώσσου.
Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νέστορος τοῦ χρονογράφου, τοῦ ἐν τῶ Σπηλαίῳ τοῦ Ῥώσσου.
Ταῖς
αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς.
Ἀμήν.
ᾨδὴ ζ´. Ὁ εἱρμός. Ὁ παῖδας. Τροπάρια.
Ἐν πέτρᾳ ἐρεισθεὶς
τὴν ἀσάλευτον, ἀκλόνητος ἔμεινας, Νέστορ ἀληθῶς,
καὶ παρατάξεις δυσμενῶν, ἐν
σταδίῳ τελείως διέλυσας, δυνάμει τῇ πανσθενεῖ
τοῦ κρατοῦντος, χειρὶ Αὐτοῦ τὰ
σύμπαντα.
Ὑψίστῳ τῆς καρδίας τὰ ὄμματα, ἐν πίστει ἀνέτεινας, Νέστορ καὶ αὐτοῦ, τὴν συμμαχίαν ἐκζητῶν, πρὸς τὴν πάλην ἀτρόμως ἐχώρησας, Λυαίου τοῦ δυσσεβοῦς καταῤῥίψας, εἰς γῆν αὐτοῦ τὴν δύναμιν.
Φαιδρύνεις τῶν Μαρτύρων τὰ τάγματα, εὐτόνῳ ἀνδρείᾳ σου, Νέστορ εὐκλεῶς, καὶ κατευφραίνεις τοὺς χορούς, τῶν Ἀγγέλων συμψάλλων τῷ Κτίσαντι, Σοὶ πρέπει τῷ Βασιλεῖ τῶν αἰώνων, τιμὴ καὶ ἡ προσκύνησις.
Ὑψίστῳ τῆς καρδίας τὰ ὄμματα, ἐν πίστει ἀνέτεινας, Νέστορ καὶ αὐτοῦ, τὴν συμμαχίαν ἐκζητῶν, πρὸς τὴν πάλην ἀτρόμως ἐχώρησας, Λυαίου τοῦ δυσσεβοῦς καταῤῥίψας, εἰς γῆν αὐτοῦ τὴν δύναμιν.
Φαιδρύνεις τῶν Μαρτύρων τὰ τάγματα, εὐτόνῳ ἀνδρείᾳ σου, Νέστορ εὐκλεῶς, καὶ κατευφραίνεις τοὺς χορούς, τῶν Ἀγγέλων συμψάλλων τῷ Κτίσαντι, Σοὶ πρέπει τῷ Βασιλεῖ τῶν αἰώνων, τιμὴ καὶ ἡ προσκύνησις.
Θεοτοκίον.
Ἡλίου τοῦ ἀδύτου
ὑπάρχουσα,
ὁλόφωτος
θάλαμος Δέσποινα Ἁγνή, καὶ Θεοχώρητος Ναός, καὶ
λαμπρότατον δόξης παλάτιον, τῆς δόξης τῆς οὐρανίου
μετόχους, ἡμᾶς Παρθένε ποίησον.
Κανὼν β´. Ὁ εἱρμός. Οὐκ ἐλάτρευσαν. Τροπάρια.
Ἐθελούσιος, ἀμνὸς ὥσπερ
προσήνεξαι, τῷ ὑπομείναντι, ἐπὶ
Σταυροῦ δι᾿ ἡμᾶς, τὸ πάθος τὸ τίμιον, Νέστορ καὶ ἄχραντον
καὶ καθάραντι, τὸ τῶν ἀνθρώπων
φύραμα, τῆς ἀρχαίας καταδίκης.
Σάλπιγξ γέγονας, τοῦ Λόγου ἡ πανεύηχος, πᾶσι τοῖς πέρασι τὴν Βασιλείαν Αὐτοῦ, κηρύττων τοῖς ἄθλοις σου, καὶ τοῖς παλαίσμασιν Νέστορ ἔνδοξε, θείων Μαρτύρων καύχημα, καὶ πιστῶν ἡ συμμαχία.
Σάλπιγξ γέγονας, τοῦ Λόγου ἡ πανεύηχος, πᾶσι τοῖς πέρασι τὴν Βασιλείαν Αὐτοῦ, κηρύττων τοῖς ἄθλοις σου, καὶ τοῖς παλαίσμασιν Νέστορ ἔνδοξε, θείων Μαρτύρων καύχημα, καὶ πιστῶν ἡ συμμαχία.
Τόξον γέγονας, ὀξὺ
καὶ φοβερώτατον, ἐχθροῦ τὰς
φάλαγγας κατασυντρίβον τοῖς σοῖς ἀνδρείοις παλαίσμασι, Νέστορ ἀήττητε, διὸ
σύντριψον, πάθη ἡμῶν τῶν πίστει σε, ἱερῶς ὑμνολογούντων.
Θεοτοκίον.
Ὅρος ἅγιον,
δασύ τε καὶ κατάσκιον, Ἁγνὴ ὑπάρχουσα·
καθὼς προβάλλει Δαυΐδ, εἰς ὄρη
πλανώμενον, τῆς ἀπωλείας με· ἐπανάγαγε, νομὴν
πρὸς τὴν σωτήριον, ἵνα πόθῳ σὲ
δοξάζω.
ᾨδὴ η´. Ὁ εἱρμός. Αὕτη ἡ κλητή. Τροπάρια.
Μέλος τοῦ
Χριστοῦ τιμιώτατον Νέστορ, ὑπάρχων τῆς
σαρκός σου, οὐκ ἐλογίσω τὰ μέλη, πρὸς σφαγὴν ὡς ἀμνός,
ἑκουσίως
δι᾿ Αὐτὸν ὅθεν ἔδραμες, Χριστοῦ Ἀρχιθύτου,
σεπτὸν ὡς ἱερεῖον.
Ὤφθης ὡς ἀστὴρ
τῶν εἰδώλων τὸ σκότος, σκεδάζων Μαρτυρίου,
φαεινοτάτοις ἀκτῖσι, ἀληθείας φωτί, τὰς καρδίας καὶ ἡμῶν
Νέστορ αὔγασον, λατρεύειν ἀπαύστως, Χριστὸν
τὸν Φωτοδότην.
Ἴθυνας καλῶς
σῆς ψυχῆς τὴν ὁλκάδα, λιμένα πρὸς τὸν
θεῖον, τοῦ Μαρτυρίου ἱστίῳ,
τῷ Χριστῷ ταῖς λιταῖς,
τῷ πανσόφῳ Κυβερνήτῃ ὁδήγησον,
ἡμᾶς
τοὺς τιμῶντας, τὴν σὴν ἀνδρείαν
Νέστορ.
Θεοτοκίον.
Σκήνωμα Θεοῦ
καθαρόν τε καὶ θρόνος, τοῦ πάντων Βασιλέως, καὶ
κιβωτὸς καὶ λυχνία, καὶ νυμφῶν τοῦ
φωτός, ὡς ὑπάρχουσα Ἁγνὴ φωταγώγησον, ψυχὰς
τῶν τιμώντων, πιστῶς σὲ
Θεοτόκε.
Κανὼν β´. Ὁ εἱρμός. Παῖδας εὐαγεῖς. Τροπάρια.
Ῥείθροις τῶν
αἱμάτων σου τιμίοις, τὴν χθόνα Θεσσαλονίκης ἐγεώργησας,
βότρυν ὅθεν ἤνεγκας θεῖον καὶ σωτήριον, καὶ τὰς
ψυχὰς κατηύφρανας, πιστῶν τοῖς ἄθλοις
σου ἐν ᾄσμασιν ὑμνούντων ἐνθέοις, καὶ ὑπερυψούντων,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἄνθος τὸ
σεπτόν τε καὶ εὐῶδες, λειμῶνος τοῦ Οὐρανίου
Νέστορ πέφυκας, τοῦτον μὲν ἐκόσμησας· μύρῳ τῆς ἀθλήσεως,
τοὺς δὲ πιστοὺς ἐνέπλησας, ἀῤῥήτου
χάριτος, τοὺς μέλποντας ἐν ὕμνοις
σὲ θείοις, καὶ δοξολογούντας, Χριστὸν
εἰς τοὺς αἰῶνας.
Ὕψος οὐρανοῦ ὡς ἐπιφθάσας,
ταῖς θείαις τοῦ Μαρτυρίου Νέστορ πτέρυξι, πάντας ἐπανάγαγε·
θείαις ἱκεσίαις σου, ἐκ λάκκου παραπτώσεων,
πρὸς ὕψος ἔνθεον τὸν Κύριον ὑμνεῖν ἀκορέστως,
ὡς
πηγὴν ἀφάτου, χαρᾶς καὶ εὐφροσύνης.
Θεοτοκίον.
Μήτρᾳ ἐν ἁγίᾳ
σου Παρθένε, ὁ πάντων Δεσπότης κατεσκήνωσε, σώσαι τὸ ἀνθρώπινον
γένος ὅ διέπλασε, ἐκ τῆς ἀρᾶς ἥν
πρότερον, Ἀδὰμ ἐπέφερεν καὶ πέλαγος δωρήσασθαι πᾶσι,
θείας εὐλογίας, εἰς πάντας τοὺς
αἰῶνας.
ᾨδὴ θ´. Ὁ εἱρμός.
Φωτίζου, φωτίζο. Τροπάρια.
Στίχ.: Μεγάλυνον ψυχή μου
Νέστορα τὸν γενναῖον, τὸν καταβαλόντα ὀφρῦν
δεινοῦ Λυαίου.
Ἰάσεων κρήνη, καὶ
θεοσδότων δωρεῶν ὡς εὐῶδες ταμεῖον, τῶν σεπτῶν
Λειψάνων σου. Θήκην πιστοί, κεκτημένοι ἀεί, χαίροις ψυχῶν
Νέστορ ἐκβοῶμεν, τὸ ἀδιάσειστον ἔρεισμα.
Στίχ.: Μεγάλυνον ψυχή μου
Νέστορα τὸν γενναῖον, τὸν διατρανοῦντα
ἰσχὺν
Σταυροῦ Τιμίου.
Δημήτριον ἔχων,
ἀλείπτην
καὶ χειραγωγόν, θαρσαλέως πρὸς πάλην τοῦ
Λυαίου ἔδραμε, ὅπλον λαβών, ζωηφόρον Σταυρὸν
Νέστορ διό, δόξης τοὺς στεφάνους, τῆς ἀθανάτου
ἐκόμισας.
Στίχ.: Μεγάλυνον ψυχή μου Νέστορα τὸν γενναῖον, τὸν συνηθληκότα τῷ θείῳ Δημητρίῳ.
Στίχ.: Μεγάλυνον ψυχή μου Νέστορα τὸν γενναῖον, τὸν συνηθληκότα τῷ θείῳ Δημητρίῳ.
Ὡς κάλλει ὡραῖος,
κατηκολούθεις ἀκλινῶς· τῇ πηγῇ τῇ ἀχράντῳ, καλλονῆς καὶ χάριτος. Μόνῳ
Θεῷ, καὶ Σωτῆρι Χριστῷ· κάλλους διό, Νέστορ ἀπολαύεις,
ἐν
τῇ ἀγήρῳ λαμπρότητι.
Στίχ.: Μεγάλυνον ψυχή μου
Νέστορα τὸν γενναῖον, τῆς Θεσσαλονίκης φρουρὸν
καὶ κλέος μέγα.
Ῥανίσιν αἱμάτων,
Θεσσαλονίκης ἱερὰν ἐγεώργησας χθόνα, καὶ καρπὸν ἀπέδωκας.
Βότρυν γλυκύν, ἀθανάτου ζωῆς· οὗ οἱ
πιστοί, Νέστορ μετασχόντες, τὴν εὐφροσύνην καρπούμεθα.
Δόξα. Τριαδικόν.
Στίχ.: Μεγάλυνον ψυχή μου τῆς
Τρισυπόστατου καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.
Ἀνάρχου, οὐσίας,
τὰ τρία πρόσωπα ὑμνῶ·
τὸν Πατέρα τὸν Λόγον, σὺν τῷ
θείῳ Πνεύματι. Κράτος σεπτόν, Μοναρχίας τριττῆς,
ἥν
προσκυνῶ, σέβω καὶ δοξάζω, χειρὶ
κρατοῦσαν τὰ σύμπαντα.
Καὶ νῦν. Θεοτοκίον.
Στίχ.: Μεγάλυνον ψυχή μου τὴν
τιμιωτέραν καὶ ἐνδοξοτέραν τῶν ἄνω
στρατευμάτων.
Σιγῶσι,
Παρθένε, γλῶσσαι πολύφθογγοι ἐν σοί, τὸν
Θεὸν γὰρ τῶν ὅλων, ἀπειράνδρως τέτοκας. Τοῦτον Ἁγνή,
ἐκδυσώπει
ἀεί,
Χάριν ἡμῖν, πᾶσι δωρηθῆναι, καὶ τῶν
πταισμάτων τὴν ἄφεσιν.
Κανὼν β´. Ὁ εἱρμός. Ἅπας γηγενής.
Τροπάρια.
Στίχ.: Μεγάλυνον ψυχή μου τὸν
στεῤῥὸν ὁπλίτην, Νέστορα τὸν γενναῖον,
τὸν ἄθλοις κοσμηθέντα.
Νάβλα
ὡς
σεπτή, καὶ πάντερπνος ἄληκτον, τῷ
Παντοκράτορι Μαρτυρίου αἴνεσιν, προσάδεις Νέστορ ἄθλοις τιμίοις σοῦ,
τοῖς δὲ πιστοῖς ζωήῤῥυτον, χάριν δεδώρησαι,
τοῖς τιμὼσιν πόθῳ τὰ παλαίσματα, τῆς ἀνδρείας
ψυχῆς σου ἀήττητε.
Στίχ.: Μεγάλυνον ψυχή μου τὸν
στεῤῥὸν ὁπλίτην, Νέστορα τὸν γενναῖον
τὸν ἄθλοις κοσμηθέντα.
Ὥσπερ ἀσφαλές,
καὶ ἄσειστον ἔρεισμα ἐν περιστάσεσι· ἡ
Θεσσαλονίκη σέ, πλουτοῦσα Νέστορ, κράζει ἐν πίστει σοι, σὺν
Δημητρίω πρέσβευε, κλεινῷ συνάθλῳ σου, τοῦ δοθήναι χάριν ἀδαπάνητον,
τοῖς τιμῶσιν Ὑμᾶς ἀξιάγαστοι.
Στίχ.: Μεγάλυνον ψυχή μου τὸν
στεῤῥὸν ὁπλίτην, Νέστορα τὸν γενναῖον
τὸν ἄθλοις κοσμηθέντα.
Ἴασιν ψυχῶν,
σωμάτων τὴν ῥῶσίν τε, τὴν ἀξιέραστον τῶν
σεπτῶν Λειψάνων σου, ἡ θήκη βλύζει Νέστορ ἑκάστοτε,
τοῖς εὐλαβῶς προστρέχουσι καὶ μετὰ
πίστεως, προσκυνοῦσι· ταύτην ὡς θησαύρισμα, δωρεῶν
τῶν ἐνθέων τοῦ Πνεύματος.
Στίχ.: Μεγάλυνον ψυχή μου τὸν
στεῤῥὸν ὁπλίτην, Νέστορα τὸν γενναῖον
τὸν ἄθλοις κοσμηθέντα.
Σέλας καθορῶν,
ὢ
Νέστορ τρισήλιον, καὶ παριστάμενος σὺν Μαρτύρων τάξεσι, περὶ τὸν
θρόνον θείας θεότητος, τῆς Ἀρχιφώτου πρέσβευε, δοθῆναι ἅπασι,
τῶν πταισμάτων ἄφεσιν καὶ ἔλεος,
φωτισμὸν καὶ Ζωῆς τὴν ἀπόλαυσιν.
Στίχ.: Μεγάλυνον ψυχή μου τὸν
στεῤῥὸν ὁπλίτην, Νέστορα τὸν γενναῖον
τὸν ἄθλοις κοσμηθέντα.
Δέχου παρ᾿ ἡμῶν,
ᾠδὴν
τὴν ἱκέσιον, Νέστορ πανάριστε καὶ ἀντικατάπεμψον,
ταῖς σαῖς πρεσβείαις χάριν τρισάκτινον, τοῦ εὐλογεῖν ἐν ᾄσμασι,
τὴν σὴν πανήγυριν, καὶ δοξάζειν Κύριον
φιλάνθρωπον, ἐκ Παρθένου Ἁγνῆς σωματούμενον.
Δόξα.
Στίχ.: Μεγάλυνον ψυχή μου τῆς
τρισυπόστατου καὶ ἀδιαιρέτου θεότητος τὸ κράτος.
Ἴσον τῷ
Πατρί, τὸν Λόγον γινώσκομεν, καὶ τὸ
Παράκλητον καὶ Ζωαρχικώτατον, καὶ θεῖον
Πνεῦμα πάντες δοξάζομεν, ἰκετικώς τε ἄραντες,
καρδίας ὄμματα, ἐκβοῶμεν σῶσον
πάσης θλίψεως, ὢ Τριὰς Παναγία οὓς ἐπλασας.
Καὶ νῦν.
Στίχ.: Μεγάλυνον ψυχή μου τὴν
τιμιωτέραν καὶ ἐνδοξοτέραν τῶν ἄνω
στρατευμάτων.
Δέσποινα Ἁγνή,
εὐσπλάγχνως ἐπίβλεψον, ἐπὶ
τοῖς δούλοις σοῦ καὶ
ταῖς ἱκεσίαις σου, παράσχου πᾶσι χάριν καὶ ἔλεος,
πρὸς τὸν Θεὸν γὰρ κέκτησαι, Ὃν ἀπεκύησας,
παῤῥησίαν Μῆτερ ὡς ὑπάρχουσα,
τοῦ τὰ πάντα σοφῶς διαπλάσαντος.
Ἑξαποστειλαρια. Ἦχος γ´. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Σταυροῦ ὕψωσας
τὸ κέρας, ἐν τῷ σταδίῳ
κραταιῶς, Λυαῖον ἤσχυνας Νέστορ, τοῦ
Δημητρίου ταῖς εὐχαῖς, μεθ᾿ οὗ πρεσβεύεις τοῦ
δοῦναι, πᾶσιν ἡμῖν
θεῖον σθένος.
Ἕτερον. Ὅμοιον.
Θεσσαλονίκη χαίρει, καὶ ἐγκαυχάται
ἱερῶς,
τοῖς ἄθλοις σου τοῖς γενναίοις, Νέστορ ὁπλῖτα
τοῦ Χριστοῦ, ἣν ἀσφαλῶς
περιφρουρεῖ, πάσης ἀνάγκης εὐχαῖς
σου.
Θεοτοκίον.
Παλάτιον φωτοφόρον, καὶ
θρόνος πάγχρυσος Θεοῦ, ὡς οὖσα Παρθενομῆτορ, καὶ δωρημάτων ποταμός,
δώρησαι φῶς σοῖς ἱκέταις, ταῖς Μητρικαῖς σοῦ
πρεσβείαις.
Εἰς τοὺς Αἴνους. Ἦχος δ´. Ὁ ἐξ ὑψίστου
κληθείς.
Φιλομαρτύρων συνδράμετε
χορεῖαι, τιμήσαι ἐν ᾄσμασι
τὸν θεῖον Νέστορα, τῆς εὐσεβείας
τὸν πρόμαχον, καὶ τῆς ἀνδρείας,
στήλην τὴν ἔμψυχον καὶ περίδοξον, πίστεως ἀκράδαντον,
καὶ θεῖον ἔρεισμα, λύχνον σεπτὸν καὶ ὁλόφωτον,
τοῦ Βασιλέως, τὸν στρατιώτην τὸν
εὐσθενέστατον τὸν καθελόντα τὸν ἀντίπαλον,
τῇ δυνάμει Χριστοῦ τοῦ
Θεοῦ ἡμῶν ὢ πρεσβεύει ἀπαύστως, τοῦ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεσσαλονίκη σκιρτώσα
μεγαλύνει, τοὺς θείους ἀγῶνάς σου Νέστορ ἀήττητε,
οὓς ἐν σταδίῳ ἐπέδειξας, δεινοῦ
Λυαίου, κατασυντρίψας καρδίαν βέβηλον, ὅπλον ἀπροσμάχητον,
Σταυρὸν τὸν τίμιον, καὶ Δημητρίου ἀλείπτου
σου, εὐχὴν πλουτήσας, ὁμοῦ
τελέσαντες ἀνδρικώτατα· τρῖβον τὴν
θείαν καὶ σεβάσμιον, Μαρτυρίου σεπτοῦ διὸ
στέφανον τῆς ἀγήρω εὐκλείας, ἐπαξίως ἐκομίσασθε.
Κλῆμα
ὡς
θεῖον ἀμπέλου τῆς τιμίας βότρυν ἐναπέδωκας
Νέστορ γλυκύτατον, τοῦ Μαρτυρίου ἡδύνοντα, πιστῶν
καρδίας, τῶν εὐφημούντων τὴν εὐτολμίαν σου, θείως δὲ
κατηύφρανας, Ἀγγέλων τάγματα, τῶν θαυμαζόντων τοὺς ἄθλους
σου, πῶς ὡς ἀδάμας, ἐν τοῖς ἀγῶσιν
ἐνεκαρτέρησας.
Καὶ τοῦ χρυσίου τιμιώτερος, ἀνεδείχθης κοσμήσας
Χριστοῦ τοῦ Θεοῦ τὴν σεπτὴν Ἐκκλησίαν, ἧς ἐδείχθης
πλοῦτος ἄσυλος.
Ἀστὴρ ὡς
πάμφωτος κόσμῳ ἀνατείλας, σκότος ἀπεμείωσας Νέστορ καὶ Ἥλιον,
Δικαιοσύνης τὸν ἄδυτον, πιστοῖς αὐγάζεις,
σεπταῖς ἀκτῖσι τοῦ Μαρτυρίου σου, ἔαρ τε εὐφρόσυνον,
πᾶσιν ἐμήνυσας, ὡς χελιδὼν ἡ ἡδύλαλος,
πικρὸν χειμῶνα, τῆς ἀθεότητος
καταπαύοντα· ᾄδων ἀπαύστως τῷ Παντάνακτι, ἐπινίκιον
ὕμνον
σὺν τάγμασιν Ἀσωμάτων Ἀγγέλων, μεθ᾿ ὧν
Τοῦτον καθικέτευε.
Δόξα. Ἦχος. πλ. δ´.
Θεσσαλονίκης ἡ
περίδοξος πόλις, σκιρτώσα τῷ πνεύματι, συγκαλεῖ τῶν
φιλεόρτων τοὺς χορούς, θεοπρεπῶς ὑμνῆσαι,
τὸ κάλλιστον καὶ ἱερώτατον
αὐτῆς θρέμμα, Νέστορα τὸν τοῦ
Χριστοῦ περίδοξον ὁπλίτην. Οὗτος γάρ, τῷ
κάλλει τοῦ σώματος κεκοσμημένος, καὶ τῇ
τόλμη τὴν ψυχὴν ὡραϊσμένος, τῷ Ἀθανάτῳ
Βασιλεῖ ἠκολούθει ὡς στρατιώτης εὐκλεής,
καὶ τὸ Ὄνομα Αὐτοῦ ἐν
τῷ σταδίῳ ἀθλητικῶς ἐδόξασεν.
Καὶ νῦν, στολὴν Θεότευκτον φορέσας, ἐν
αἵμασι τιμίοις πορφυρωθεῖσαν, τῆς
δόξης δὲ τῷ διαδήματι ἐστεμμένος, μέσον ἡμῶν
παραγίνεται, τῶν τιμώντων αὐτοῦ τὰ
παλαίσματα, καὶ προσκυνούντων τὸν αὐτὸν
μεγαλύναντα Κύριον, ὡς Θεὸν ἀληθῆ καὶ μόνον παντοδύναμον.
Καὶ νῦν. Ἦχος δ αὐτός.
Τὰ οὐράνια ὑμνεῖ σέ, Κεχαριτωμένη
Μῆτερ ἀνύμφευτε, καὶ
ἡμεῖς
δοξολογοῦμεν τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε
πρέσβευε, σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη. Καὶ ἀπόλυσις.
Ἰδιόμελα ψαλλόμενα εἰς τὴν διάδοσιν τοῦ Ἁγίου Ἐλαίου.
Ἦχος α´.
Σήμερον, τῷ
τοῦ οὐρανοῦ στερεώματι, ὡς ἀστὴρ ἑωθινός,
Νέστωρ ὁ θεῖος ἑξανέτειλεν. Καὶ τῷ
λαμπροτάτῳ φέγγει τοῦ Μαρτυρίου, τῶν
πιστῶν τὰς ψυχὰς κατηύγασεν. Ἀκτῖσι
δὲ χρυσαυγεστάταις τῆς θεοτιμήτου παρθενίας,
καὶ κάλλεσιν εὐπρεπεστάτοις τῆς
ψυχικῆς αὐτοῦ ἀνδρείας, πάντων τὰς καρδίας κατευφραίνει.
Αὐτῷ ἐκτενῶς βοήσωμεν. Δώρησαι καὶ ἡμῖν
τοῖς ἐκ πόθου τιμῶσί σε, κάλλος πλουτεῖν ἐν
ταῖς ψυχαῖς, τὸ μηδέποτε παλαιούμενον,
ἵνα
Θεὸν δοξολογῶμεν, ὡς πηγὴν
τῆς ζωῆς καὶ πάσης ὡραιότητος.
Ἕτερον Ἦχος β´.
Χριστὸν
τοῦ ἐλέους τὴν πηγήν, ἀπὸ ψυχῆς ἀγαπήσας
Νέστορ ἱερώτατε, στεῤῥῶς Αὐτῷ
κατηκολούθησας, καὶ ἐν σκάμμασι γενναιοτάτοις τούτου τὸ Ὄνομα
θείως ἐμεγάλυνας. Ἐν αἱμάσι δὲ
τοῦ Μαρτυρίου, τὴν καλὴν
σφραγίσας ὁμολογίαν, τῆς δόξης διαδήματι παρ᾿ Αὐτοῦ ἐστεφανώθης.
Αὐτῷ πανένδοξε Ἀθλητά, σὺν παῤῥησίᾳ
πρέσβευε, τοῦ δοθῆναι καὶ ἡμῖν
τοῖς σὲ γεραίρουσι, ῥεῖθρα
ἐλέους
καὶ χαρίτων ἀγαθῶν, καὶ ἄφεσιν
πταισμάτων δεόμεθα, ἵνα εἰς αἰῶνας, Ὕμνον χαριστήριον ᾄδωμεν.
Ἦχος γ´.
Δεῦτε
πιστῶν τὰ συστήματα, χαρμονικῶς συνελθόντα, ὑμνήσωμεν
ἐν ᾄσμασιν
ἐγκωμίων,
Νέστορα τὸν ἀήττητον στρατιώτην. Οὗτος γάρ, τὸ τῆς
σαρκὸς χιτώνιον, αἱμασιν Μαρτυρικοῖς
φοινίξας, τῇ δὲ ψυχὴ καθαγνισθείς, ἡλίου τηλαυγέστερον
διαλάμπει. Ὡς δὲ χρυσίον τίμιον γεγονώς, Χριστὸν ἡμῖν
διατρανοῖ, ὡς πλοῦτον ζωῆς τὸν ἀδαπάνητον,
Καὶ πάντας τοὺς εἰς Αὐτὸν
πιστεύοντας, πλουτοῦντα τῇ Αὐτοῦ ἀγαθότητι.
Ἦχος δ´.
Τὸν
Βασιλέα τῆς δόξης καὶ Θεὸν ἀθάνατον,
τὸν τὰς χεῖρας ἐν σταυρῷ ἑκουσίως ἀπλώσαντα,
τιμίως ἐδόξασεν, Νέστωρ ὁ πανάριστος Μάρτυς, ἐν
ταῖς χερσὶν αὐτοῦ, ὅπλον
λαβών, τὸν Σταυρὸν τὸν Πανάγιον. Αὐτοῦ τῇ
σκέπη καὶ ἡμεῖς καταφυγόντες ἐν πίστει, Θεὸν
δοξάσωμεν ἐν ἔργοις χρηστοῖς, ἵνα
δόξαν λάβωμεν, τὴν εἰς τοὺς αἰῶνας διαμένουσαν.
Ἦχος. πλ. β´.
Δεῦτε
σήμερον πιστοὶ συνελθόντες, ἐν ὕμνοις
τιμήσωμεν ἐνθέοις, τῶν Ἀθλητῶν
τὴν ἱερὰν Δυάδα. Δημήτριον τὸν ἄριστον
πανοπλίτην καὶ τροπαιοῦχον εὐσθενῆ,
Χριστοῦ τοῦ Παμβασιλέως καὶ Θεοῦ.
Νέστορα τὸν ἀνδρικώτατον καὶ εὔψυχον
συναθλητήν, τὸν εὐτόλμως χωρήσαντα ἐν τῷ
σταδίῳ, τῇ τούτου τε ἀριστεύσαντα εὐχῇ.
Τούτοις βοῶντες ἐκτενῶς καὶ λέγοντες· Χαίρετε πίστεως χαλκεῖα
τὰ στεῤῥά, Θεσσαλονίκης κλέος ἱερὸν
καὶ τῆς ἐκκλησίας πύργοι οἱ ἀῤῥαγέστατονι,
Χριστῷ τῷ τῆς ἐκκλησίας θεμελίῳ λίθῳ,
πρεσβεύσατε ἐκτενῶς τοῦ στερεώσαι καὶ ἡμᾶς ἐν
τῇ πίστει, ἵνα σὺν Ὑμῖν,
Αὐτὸν εἰς αἰῶνα λατρεύωμεν.
Δόξα. Ἦχος πλ. α´.
Πάλιν Σταυρὸς ὁ
τίμιος, τὴν ἰσχὺν αὐτοῦ τὴν ἄμαχον, διατρανοὶ ἐνδόξως.
Τούτου γὰρ τὸν τύπον, ἐν τῷ μετώπῳ αὐτοῦ ἐσφραγίσατο,
Νέστωρ ὁ γενναῖος ὁπλίτης, τῇ ἱερᾷ
καὶ πανσθενεῖ χειρί, Δημητρίου τοῦ ἐνδόξου
αὐτοῦ συνάθλου, νίκης τὰ τρόπαια λαμπροφανῶς ἐγείρας.
Αὐτὸν καὶ ἡμεῖς περιποθήτως περιπτυσσόμενοι, καὶ τὸν ἐν
αὐτῷ τὰς χεῖρας ταθέντα προσκυνοῦντες, βοήσωμεν λέγοντες
Τὴν σὴν ἰσχὺν παράσχου μόνε Ἀγαθέ, ἵνα
σου ὁμολογῶμεν, τὸ μέγα καὶ ἄμετρον
ἔλεος.
Καὶ νῦν. Ἦχος δ αὐτός.
Ναὸς
καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε· δι’ ἧς ὁ
Λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν,
Ἥλιος
ὑπάρχων
Δικαιοσύνης, φωτίσαι θέλων οὓς ἐπλασε, καὶ εἰκόνα
ἰδίαν
χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν
παῤῥησίαν πρὸς αὐτὸν
κεκτημένη, ἀδιαλείπτως πρέσβευε σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Εἰς τὴν
Λειτουργίαν.
Τὰ τυπικά. Οἱ Μακαρισμοί. Καὶ ἐκ τῶν κανόνων ἡ Γ᾿ καὶ ἡ ΣΤ Ὠδή.
Ἀπόστολος. Προκείμενον. Ἦχος δ´:
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ.: Προωρώμην τὸν
Κύριον ἐνώπιόν μου διαπαντός.
Πρὸς Ἐφεσίους
Ἐπιστολῆς
Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. στ´. 10): Ἀδελφοί,
ἐνδυναμοῦσθε
ἐν
Κυρίῳ...
Ἐναγγέλιον.
Ἐκ
τοῦ κατὰ Ματθαῖον. (Κεφ. ι΄, 16): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ
Μαθηταῖς· Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς
πρόβατα...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου