Τετάρτη 9 Ιανουαρίου 2019

Ακολουθία ΑΓ. ΠΟΛΥΚΑΡΠΟΥ ΕΠΙΣΚΟΠΟΥ


Ακολουθία ΑΓ. ΠΟΛΥΚΑΡΠΟΥ ΕΠΙΣΚΟΠΟΥ ΣΜΥΡΝΗΣ ΙΕΡΟΜΑΡΤΥΡΟΣ.
ΦΕΒΡΟΥΑΡΙΟΥ 23.
[Συλλεγεῖσα Α] ἐκ τῆς ἀκολουθίας τοῦ Ι. Ν. Ἀγ. Βουκόλου καὶ Πολυκάρπου Σμύρνης, καὶ β] ἐκ τοῦ πονήματος τοῦ Α. Ε. Παλαμά, τοῦ Μεσολογγιέως].
Σημείωσις. Ἐὰν ἡ ἑορτὴ τύχῃ Κυριακὴ ἢ ἐν μέσῳ Μ. Τεσσαρακοστής, ζήτει τὸ τυπικὸ τῆς ΚΔ` Φεβρουαρίου.

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ Κύριε ἐκέκραξα.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων
Τῶν οὐρανίων τὰ κάλλη ποθήσας ἔνδοξε, τῶν ἐπὶ γῆς ἁπάντων, κατεφρόνησας μάκαρ` πᾶσι δὲ κηρύξας τρανὼς τὸν Θεόν, τῷ πυρὶ ὁλοκαυτωσας` οὐ τὴν ὁρμὴν ἐπέσχες σθένει Χριστοῦ, τοὺς σὲ μεγαλύνοντας.  [Δις]
Τῆς Αἰτωλίας νῦν παῖδες δεῦτε συνδράμετε, ἅμα καὶ δὴ Ναυπακτίας, καὶ πιστῶς ἀνυμνεῖτε, Χριστοῦ τὸν ἱεράρχην, τὸν πᾶσι πιστοῖς τὰ ἰάματα βλύζοντα, καὶ ἀπελαύνοντα νόσον τὴν χαλεπήν, τῶν ἐν πίστει προσκυνούντων αὐτόν.
Ως λαμπροφόρος ἐπέστη καὶ φωταυγὴς νῦν ἡμῖν, ἡ τοῦ Ἁγίου μνήμη,  σοφοῦ  Πολυκάρπου, αὐγάζει γὰρ τοὺς πάντας ἐν πίστει
θερμῇ,   τοὺς   τὴν  χείραν  τὴν  πάντιμον,  πανευλαβῶς  προσκυ-
νοῦντας, καὶ τῶν δεινῶν αἰτουμένους διασῴζεται.
Δόξα. Ἦχος δ`.
Τὸν πολυκαρπούντα καὶ ἀνθούντα πᾶσι τοῖς πιστοῖς, τὸν στερρότατον ἀθλητήν, τὸν εἰς οὐδὲν τάς βασάνους λογισάμενον, ἀλλὰ τρανὼς τὸν Χριστὸν κηρύξαντα Θεόν τε καὶ ἄνθρωπον, καὶ διὰ τοῦτο ἐν πυρὶ ὁλοκαυτωθέντα, τὸν θεηγόρον καὶ θεῖον Πολύκαρπον, συνελθόντες σήμερον ἐπαινέσομεν. Οὗτος γὰρ ὑπὲρ Χριστοῦ παθών, τὸν τῆς δόξῃς ἀμαράντινον ἐκομίσατο στέφανον παρ` αὐτοὺ· οὐ τῆς δόξῃς ἀπολαύει ἄληκτα χαρμονικὼς μετὰ πάντων τῶν δικαίων` τῇ δυνάμει δὲ τοῦ αὐτοῦ τὰ παντίμᾳ λείψανα τοῖς ἐν πίστει προσκυνοῦσιν αὐτά, παρέχει ἰάματα` οὐ μόνον δὲ ἐξ ἀνθρώπων τε καὶ ζῴων, ἀλλὰ καὶ τῶν φυτῶν αὐτῶν ἀπελαύνει πᾶσαν νόσον βλαβερὰν καὶ δωρεῖται πᾶσι τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Εκ παντοίων κινδύνων, τοὺς δούλους σου φυλάττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Φῶς ἱλαρόν.
Προκείμενον τῆς ἡμέρας.
Εἰς τὸν στίχον. Ἦχος β`.
Οἶκος τοῦ Ἐφραθά.
Σύμπασα ἡ Ἑλλάς, ἐνθέως νῦν ἀγάλλου, κατέχουσα ἐν κόλποις, τὴν σεβάσμιον χείραν, τὴν τοῦ Ἱερομάρτυρος.
Στίχ.:  Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίους αὐτοῦ ὁ Θεὸς  Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Ω θαύματος φρικτοῦ! ὢ τεραστίου ξένου! ὀστᾶ γὰρ τῶν Μαρτύρων, ἰάσεις ἐκτελούσι, καὶ θαύματα παράδοξα.

Στίχ.: Δίκαιος ως φοίνιξ ανθήσει, ωσεί κέδρος η εν τω Λιβάνω πληθυνθήσεται
Στίφει νῦν τῶν Πιστῶν, καὶ τῆς Ἑλλάδος παῖδες, ἀσπάσασθε προθύμως, τοῦ θείου Πολυκάρπου, τὴν χείραν τὴν σεβάσμιον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Πάγχρυσε κιβωτέ, καὶ στάμνε μανναδόχε, Μαρία Θεοτόκε, τὸν σὸν Υἱὸν δυσώπει, τοῦ σώσαι τάς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον. Ἦχος δ΄.
Καὶ τρόπων μέτοχος καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε εἰς θεωρίας ἐπίβασιν. Διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν καὶ τῇ πίστει ἐνήθλησας, μέχρις αἵματος ἱερομάρτυς Πολύκαρπε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχὰς ἡμῶν.
Δόξα. Ἕτερον. Ἦχος α΄.
Τὸν ἐπίσκοπον Σμύρνης καὶ φρουρὸν νῦν θερμότατον τῆς μονῆς τῆς Κοτίσης, τὸν Πολύκαρπον ἅπαντες, αἰνέσομεν ἐν πίστει οἱ πιστοί, ὡς παρέχοντα ἰάματα ἡμῖν· θεραπεύειν γὰρ ἀλλήλους συσφίγγει· τοὺς δὲ τὴν χεῖρα προσκυνοῦντας τῶν κινδύνων ἀπαλλάττεται.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ Κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυβίδ· ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, Δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Ὁ Ἱερεὺς
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης
Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς ργ΄ (103)

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.
Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Χορτασθήσεται  τὰ  ξύλα  τοῦ  πεδίου,  αἱ κέδροι τοῦ Λιβάνου, ἃς
ἐφύτευσας.
Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
Ἂσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν*
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα Πατρὶ... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
❖❖❖
Ὁ Ἱερεὺς
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης
Ἀμήν.
Εἶτα ἀναγινώσκεται τὸ Ἀνάλογον Κάθισμα τοῦ ψαλτηρίου καὶ ἀκολουθεῖ ἡ Μικρὰ Συναπτή.  Ἒτι καὶ ἔτι Ὅτι σὸν τὸ κράτος. Καὶ ὁ χορὸς ψάλλει τὸ  Κύριε ἐκέκραξα.  

Εἰς τὸ Κύριε ἐκέκραξα.
Προσόμοια.
Ἦχος Β. Ὅτε ἐκ τοῦ Ξύλου
τε τῆς Παρθένου ὁ καρπός, καὶ ζωαρχικώτατος σπόρος, εἰς γῆν ἐνέπεσε, τότε σὲ πολύκαρπον, στάχυν ἐβλάστησε, τοὺς πιστοὺς διατρέφοντα, τοῖς τῆς εὐσεβείας, λόγοις τε καὶ δόγμασι, καὶ τῆς ἀθλήσεως, τούτους ἁγιάζοντα θείῳ, αἵματι καὶ Ἱεροσύνης, μύρῳ καθαγνίζοντα Πολύκαρπε.
δυς ἐκ τοῦ κόσμου πρὸς Θεόν, ταῖς μαρμαρυγαῖς ἀποστιλβῶν, τοῦ μαρτυρίου σου, ἔστης τῆς ἐφέσεως ὡς τὸ ἀκρότατον, ὀρεκτῶν φθάσας Ὅσιε, καὶ τῆς μακαρίας, αἴγλης ἐμφορούμενος, ἧς νῦν ἱκέτευε, πάντας ἐν μεθέξει γενέσθαι, τοὺς τὴν σὴν πανίερον μνήμην, Μάκαρ ἐορτάζοντας Πολύκαρπε.
τε ἐπὶ ξύλου τοῦ Σταυροῦ, ἡ ἀληθινὴ κρεμασθεῖσα, ὑψώθη ἄμπελος, τότε σὲ κατακαρπόν, κλῆμα ἐξέτεινε, τῇ δρεπάνῃ τεμνόμενον, σεπτοὺ μαρτυρίου, καὶ τοῖς τῶν κολάσεων, ληνοῖς πατούμενον, οὔπερ εὐφροσύνης κρατῆρα, πίστει συγκεράσαντες, Πάτερ, τοὺς σεπτοὺς ἀγῶνάς σου δοξάζομεν.
Πόλις τῶν Σμυρναίων σε φαιδρώς, ἐπαγαλλομένη τῇ πίστει, ἀξίως σήμερον, Ἅγιε Πολύκαρπε, ὑμνεῖ γεραίρουσα, ὡς ποιμένα καὶ πρόεδρον, σεπτὸν καὶ προστάτην, ὡς ἱερομάρτυρα Χριστοῦ πανένδοξον, κλέος τε καὶ καύχημα μέγα, τοῦ πιστοῦ λαοῦ σου, ὂν παντοίων ἐκ κινδύνων, ῥύου ταῖς πρεσβείαις σου.
Ἕτερα. Πρὸς τὸ Πανεύφημοι Μάρτυρες.
Πάτερ Πολύκαρπε τα σα, θεία κατορθώματα, ανθρώπων νόες θαυμάζουσιν και καταπλήττονται, βρύεις γαρ τοις πάσι, πιστώς προσιούσι σοι, τα ρείθρα των ιάσεων πάνσοφε` όθεν νυν σέβομεν των λειψάνων θείαν χείραν σου, εν η πάντες τον Χριστόν κηρύττομεν.
Παράλυτον ἔσφιγξάς ποτε, ἅμα τε καὶ ἄνεων, σθένει Χριστοῦ τοῦ φωτίσαντός σου τὴν διάνοιαν, καὶ σοὶ δωρουμένου χάριν τὴν ἀένναον, τὴν βλύζουσαν ἰάματα ἅπασι, νόσους διωκουσαν· καὶ νῦν, Πάτερ, Αὐτῷ πρέσβευε λυτρωθῆναι, δεινῶν τοὺς ὑμνούντας σε.
Πολύκαρπον πάντες οἱ πιστοί, συνελθόντες σήμερον, ὡς γηθοσύνως αἰνέσομεν· καὶ γὰρ κεκτήμεθα, ῥύστην καὶ προστάτην, ἀεὶ ἐν ταῖς θλίψεσι καὶ πᾶσαν ἐξελαύνοντα κάκωσιν, καὶ τὴν πανώλεθρον, τὴν χολέραν τὴν πολύφθορον, ἥνπερ πάντες ὡς δεινὴν δεδίασι.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε ὁ χριστεπώνυμος λαὸς ἐν εὐφροσύνῃ σήμερον πανηγυρίσωμεν. Ἰδοὺ γὰρ τράπεζα προτίθεται ἡμῖν ὁ ἱερομάρτυς Πολύκαρπος, τάς ἀριστείας τῶν ἀγώνων αὐτοὺ` ὁλοκαυτωθεὶς γὰρ διὰ Χριστόν, καρποὺς ἡμῖν ἐβλάστησεν ὧνπερ νῦν δρεπόμενοι. Χριστῷ ἀνυμνήσωμεν· ὢ καὶ πρεσβεύει ἀδιαλείπτως τοῦ λυτρωθῆναι κινδύνων τοὺς τιμῶντας αὐτοῦ τὴν μνήμην, καὶ προσκυνοῦντες ἐν πίστει τῇ χεῖρα τὴν αἰδέσιμον, τὴν ὡς νάματα ἰάματα βλύζουσαν, καὶ τὴν πανώλεθρον νόσον διώκουσαν, καὶ παρέχουσαν ἡμῖν πλήρη τὴν ἴασιν.
Καὶ νῦν. Θεοτοκίον.
ν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου Νύμφης εἰκών διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος· τότε τὸν βυθὸν ἐπέζευσεν ἁβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος· ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος· ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἀφθορος· Ὁ ὤν καὶ προών, καὶ φανείς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Ἐὰν ὁ Ἅγιος ἔχῃ Δοξαστικό, τότε  Δόξα τοῦ Ἁγίου.  Καὶ νῦν· Ἐν τῇ Ἐρυθρὰ θαλάσσῃ Τούτου ψαλλομένου γίνεται ἡ Εἴσοδος.
Ὁ Ἱερεὺς Εὐχὴ τῆς Εἰσόδου·
Ἑσπέρας, καὶ πρωϊ, καὶ μεσημβρίας, αἰνοῦμεν
Ὁ Ἱερεὺς εὐλογών τὴν Εἴσοδον·
Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Σοφία ὀρθοὶ.
Καὶ ἀναγινώσκεται χύμα ἡ ἐπιλύχνιος εὐχαριστία.
Φῶς ἱλαρόν, ἁγίας δόξῃς, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἐσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι, φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.
Προκείμενον τῆς ἡμέρας.
Τὰ Ἀναγνώσματα ἐκ τοῦ Ἁγίου Χαραλάμπους.
Προφητείας Ἠσαΐου τὸ Ἀνάγνωσμα.
Τάδε λέγει Κύριος· Πάντα τὰ Ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ’ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὂν ἐξελεξάμην ἵνα γνῶτε καὶ πιστεύσητέ μοι, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὔκ ἐστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα· ὠνείδισα, καὶ οὐκ ἢν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός. Ὅτι ἀπ’ ἀρχῆς ἐγὼ εἰμι, καὶ οὔκ ἐστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος Ἰσραήλ. 
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ· Καὶ γὰρ ἐνόψει ἀνθρώπων κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίω ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῇς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπῇ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιὰ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν· Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἂμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλήσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Τῶν ἐπὶ γῆς προσκαίρων καὶ φθαρτῶν ὑπερφρονήσας Ἅγιε, τὰ οὐράνια ἐπόθησας` ὅθεν τὸν Χριστὸν τρανὼς τοῖς πᾶσιν ἐκήρυξας, καὶ βασάνους δι’ αὐτῶν δεινὰς ὑπομείνας· οὐ γὰρ σὲ πυρὸς φλὸξ ἐδειμάτωσεν ἀλλ’ ὁλοκαύτωμα σὲ αὐτὸν θαρσαλέως τῷ Θεῷ προσήνεγκας` οὐ τῆς δόξῃς ἀπολαύων νῦν ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν πίστει τελούντων τὴν μνήμην σου καὶ πόθῳ ζέοντι κατασπαζομένων τὴν πάντιμον χεῖρά σου, Μάρτυς Πολύκαρπε.
Ἦχος ὁ αὐτός.
Σεμνύνου ὡς ἀτεχνῶς ἡ ἐπαρχία τῆς Ναυπακτίας, καὶ ἡ μονὴ τῆς Κοτίσης` ἐν κόλποις γὰρ κατέχεται τὴν αἰδέσιμον χεῖρα τοῦ ἱερομάρτυρος Πολυκάρπου, ὡς θησαυρὸν ἀκενωτον· ἡ καὶ πηγάζει ἰάματα τοῖς προσιούσι αὐτὴ ἐν πίστει, καὶ τῆς λαοφθόρου νόσου ἀπαλλάττουσα πάντας τοὺς ἐν πόθῳ ζέοντι αὐτὴν προσκυνούντας· πρὸς δὲ καὶ ἀκρίδας ἀπελαύνει τῶν φυτῶν, ταῦτα ἀπήμαντα τηροῦσα, καὶ παρέχουσα πᾶσι κηρύττειν Χριστόν, τόν τοῦ παντὸς Ποιητήν.
Ἦχος β`.
νυμνήσωμεν σήμερον πιστοί, τὸν θεηγόρον Πολύκαρπον, τὸν ἐπίσκοπον Σμύρνης` οὗτος γὰρ τῷ Θεολόγῳ Ἰωάννῃ μεμαθητευμένος, ἐμυήθη τὴν ὄντως σοφίαν παρ’ αὐτοῦ· καὶ θεογνωσίας πρὸς φῶς καθοδηγὼν τὴν ποίμνην αὐτοῦ, τὸν τῆς ἀθεΐας σκότον εὐσεβῶς ἀπήλασε· θυσία δὲ τῷ Θεῷ γενόμενος, καὶ ἐν πυρὶ τελέσας τὸν ἀγῶνα ἀπολαύει νῦν τῆς ἀλήκτου χαράς· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Ἦχος ὁ αὐτός.
Πῶς ἐξειπεῖν σου τῶν θαυμάτων τὸ ἄπειρον κατ` ἀξίαν νῦν δυνησόμεθα, Πολύκαρπε, φρενητιώντας νῦν γὰρ ἴασαι, καὶ παραλύτου συσφίγγεις` κατάγεις δὲ αὐτὸν αὔχμωση γῆ, καὶ τὸ ἄμετρον τοῦτον συστέλλεις πάλιν. Νόσους δὲ ἀποδιώκεις, καὶ πᾶσι παρέχεις τοῖς πίστει προσιούσι, τῇ αἰδεσίμῳ χεῖρά σου, τὸ ἄμετρον ἔλεος.
Ἦχος ὁ αὐτός.
ν νεότητος τῷ Δεσπότῃ Χριστῷ σὲ αὐτὸν ἀφιέρωσας, παμμάκαρ Πολυκαρπε` ἐξ ἀγαθῆς γὰρ ῥίζης καρπὸς εὐκλεὴς ἀνεβλάστησας, καὶ τῷ ἠγαπημένῳ μαθητὴ προσομιλήσας, ἤντλησας ἐξ αὐτοῦ τῆς θεολογίας τὰ ἀπόρρητα μυστήρια, καὶ θείου φωτὸς μεθέξει τοῦ Ἁγίου Πνεύματος οἰκητήριον γεγονας` διὸ ἀξίως ἀναδέδειξαι λύχνος φαεινὸς καὶ ποιμὴν τῆς του Χριστοῦ Ἐκκλησίας, καὶ ἔθηκας τὴν ψυχὴν ὑπὲρ τῆς ποίμνης σου. Αὐτῷ οὖν παριστάμενος, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος ὁ αὐτός.
τοῦ Πνεύματος χάρις μακάριε, ταῖς τῶν θείων ἀρετῶν ἐπιλάμψεσιν ἐν σοὶ κατεσκήνωσε, καὶ Τριάδος γέγονας λαμπρὸν καταγώγιον. Ὅθεν καὶ θαυμάτων ἐργάτης τεραστίων ἐδείχθης καὶ τῆς ἀληθείας κηρύξῃ ἰσαπόστολος, τῆς ἀθεΐας τὸ σκότος λύων τῷ φωτὶ τῆς θεογνωσίας, καὶ Χριστὸν ὁμολογήσας ἐν παρρησίᾳ ἔτυχες τοῦ μακαρίου τέλους` διὸ καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ.
Δεῦτε σήμερον πιστοὶ τὸν τῆς ἀληθείας κήρυξα πνευματικὼς εὐφημησωμεν` οὗτος γὰρ τοῦ θείου Πνεύματος πλησθείς, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἀνεδείχθη ποιμὴν καὶ φωστὴρ φαεινός, καὶ τοὺς δεινοὺς λύκους τοὺς αὐτὴν λυμαινομένους σοφὼς ἐφίμωσεν. Ζῶν δὲ τῷ Χριστῷ ἐν σαρκὶ καὶ πνεύματι στοίχων ὥς τις ἄσαρκος, σῶμα τῷ φύσει φθειρόμενον ὑπὲρ Χριστοῦ τῷ πυρὶ προθύμως παρέδωκεν. Ὅθεν σὺν Ἀγγέλοις χοροῖς νῦν διαιτώμενος πρεσβεύει ἐν παρρησίᾳ τῷ Θεῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ`.
Τὸν διὰ πυρὸς διανύσας ἀγῶνα, καὶ τρανὼς τὸν Χριστὸν τοῖς ἅπασι κηρύξας, Ἀντωνίου τοῦ ληρώδου κατεφρονησας` διὸ νῦν ταῖς χορείαις τῶν Μαρτύρων συναγάλλη θεηγόρε Πολυκαρπε` ἀπολαύεις δὲ διηνεκῶς τῆς δόξῃς Χριστοῦ τοῦ Θεοῦ ἠμών` ὂν ἱκέτευε, θεομακαριστέ, λυτρωθῆναι κινδύνων, τοὺς τιμῶντας τὴν πανέορτον μνήμην σου, καὶ προσκυνοῦντας ἐν πίστει τὴν παντιμον χεῖρά σου, τὴν παρέχουσα ἅπασι πλήρη τὰ ἰάματα.
Ἦχος πλ. Β`.
ξίως τοῦ ὀνόματος ἐπολιτεύσω ἐπὶ γῆς, ἱεράρχα Πολύκαρπε. Ὡς γὰρ κλῆμα εὔφορον τῆς ἀληθινῆς ἀμπέλου, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καρπὸν ἤνεγκας πολὺν δικαιοσύνης τῷ κτίστῃ σου. Καὶ ποιμὴν γενόμενος τῶν λογικῶν προβάτων, ἐξέλαμψας τοῖς ἔργοις σου, ἀστέρος δίκην φαεινοῦ φωτίζων τὴν οἰκουμένην` καὶ θέμενος ὑπὲρ αὐτῶν τὴν ψυχήν, αἵματι τοῦ μαρτυρίου ἐπορφύρωσας τὴν Ἐκκλησίαν καὶ κατήρδευσας αὐτήν. Διό νυν ἐν παρρησίᾳ σὺν χοροῖς Μαρτύρων καὶ Ἁγίων Ἱεραρχῶν τῷ Θρόνῳ παρισταμενος` τοῦ παντάνακτος Χριστοῦ, αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. δ΄.
Δεῦτε χριστοφόροι λαοὶ τῆς Αἰτωλίας καὶ Φθιώτιδος ἐν χαρᾷ σήμερον πανηγυρισωμεν` ἰδοὺ γὰρ ὁ ἱερομάρτυς Πολύκαρπος συγκαλεῖται ἡμάς, τράπεζαν παρατιθέμενος, τῶν ἐξαισίων θαυμάτων τὸ πελαγος` ὥσπερ πάντας τοὺς ἐν πίστει αὐτὸν αἰτουμένους οὐκ ἐγκαταλειμπάνει, ἀλλὰ δωρεῖται τὴν ἴασιν, καὶ πάντας τοὺς πόθῳ ζέοντι κατασπαζομένους τὴν παντιμον χεῖρα, παραδόξως κινδύνων ἁπαλλάτεται. Διὸ εὐφημοῦντες, νῦν πρὸς αὐτὸν βοησωμεν` θεηγόρε Πολύκαρπε, ἐξελοῦ ἡμὰς τῆς ἐνεστώσης ἀνάγκης, ἱκετεύων Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν παρέχοντα πᾶσι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
ποστολικαῖς παραδόσεσι μάκαρ ἑπόμενος, τοῖς θεοπνεύστοις λόγοις τὴν ψυχήν σου λαμπρῶς ἐκαλλιέργησας, καὶ τῇ του Πνεύματος δρόσῳ ὄλβιον τῆς χάριτος καρπὸν πλουσίως σὲ αὐτῷ ἐθησαύρισας. Ὅθεν ἱεροσύνης τῷ χρίσματι χρισθεὶς τὰ λογικὰ πρόβατα εἰς νομὰς σωτηρίους ὁδηγήσας, καὶ τὸν Υἱὸν καὶ Λόγον Πατρὶ καὶ Πνεύματι ὁμοούσιον ἀνεκήρυξας, πρὸ τῶν αἰώνων ὄντα, ἐπ` ἐσχάτων δὲ φανερωθεὶς ἐν σαρκί. Αἵματι δὲ μαρτυρίου ἐν γηρᾷ βαθεῖ τελειωθείς, χοροῖς Μαρτύρων καὶ Ἁγίων Πατέρων ἐν οὐρανοῖς συνηρίθμησαι` μεθ ὧν καὶ ἡμάς, ἱερομάρτυς Πολύκαρπε, πρεσβεῦε Χριστῷ τῷ Θεῷ πάσης ἀνάγκης ῥυσθῆναι τοὺς τιμῶντας τὴν μνήμην σου.
Καὶ νῦν.
Δέσποινα πρόσδεξαι
Μετὰ ταῦτα ὁ Ἱερεὺς λέγει ἐκφώνως τὴν ἐκτενῆ, εἰς ἥν ὁ χορὸς μεθ’ ἑκάστην δέησιν ψάλλει τό,  Κύριε, ἐλέησον  (γ΄).
Ὁ Ἱερεὺς
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,……
Ὁ Χορὸς
Ἀμήν.
Μετὰ τὴν ἐκτενῆ ταύτην ὁ Ἀναγνώστης ἀναγινώσκει τό·
Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξον μὲ τὰ δικαιώματά σου. Εὐλογητόε εἶ, Δεσπότα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισον μὲ τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς τάς αἰτήσεις·
Πληρώσωμεν τήν ἑσπερινήν…….
Ἐκφώνως·
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεός ὑπάρχεις,……..
Ὁ χορὸς
Ἀμὴν
Ὁ Ἱερεὺς
Εἰρήνη πᾶσι.
Ὁ Χορὸς
Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεὺς
Τάς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ Χορὸς
Σοί, Κύριε.
Ὁ Ἱερεὺς μυστικῶς τὴν εὐχὴν·
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανούς,…………

Ὁ Ἱερεὺς ἐκφώνως·
Εἴη τὸ κράτος τῆς Βασιλείας σου εὐλογημένον,……………

Εἰς τὸν στίχον.
χος α΄. Πανεύφημοι Μάρτυρες.
Καρποὺς ἐπλεόνασας Χριστῷ, ἀρετῶν μακάριε, ἔτι νεάζων τῷ σώματι, καὶ πρὸ τοῦ χρίσματος τῆς ἱεροσύνης, καὶ πρὸ τῆς ἀθλήσεως τῷ πνεύματι προκόπτων, Πολύκαρπε ἐπὶ τὰ κρείττονα· διὸ κλῆρον τὸν οὐράνιον, νεύσει θεία, ἀξίως κεκλήρωσαι.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Πτωχοῖς ἐπαρκέσας δαψιλώς, δι εὐχῆς ἐπλήρωσας, τάς ἀποθήκας πανεύφημε, τῆς θρεψαμένης σέ. Σῦ γὰρ Πάτερ πλήρης πίστεως γενόμενος, ἐπλούτησας ἐν θείοις χαρίσμασι τοῦ θείου Πνεύματος, καὶ ἀθλήσεως στερρότητι προσηνέχθης θῦμα εὐπρόσδεκτον.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Τριάδος Ἁγίας λατρευταί, πάντες ἐπαγάλλονται ἐν τῇ σὴ μνήμῃ Πολύκαρπε, καὶ συνευφραίνονται ἀρεταῖς παμμάκαρ ταῖς σαῖς εὐωχούμενοι, δοξάζοντες Χριστὸν τὸν φιλάνθρωπον, τὸν σὲ δοξάσαντα καὶ προστάτην ἀναδείξαντα τῆς ποίμνης θερμότατον.
Δόξα. Ήχος πλ. δ΄.
Τῆς χάριτος τὸν βότρυν ἀληθῶς γεωργήσας ἐν τῇ ψυχῇ σου, Πάτερ σοφέ, ἐξέβλυσας ὡς οἶνον κατανύξεως τὸν τῆς πίστεως λόγον, τὸν εὐφραίνοντα πιστῶν τάς διανοίας, καὶ θαυμάτων ὤφθης πέλαγος ἀπέραντον. Ὅθεν καὶ Μαρτύρων καλλονὴ ἀνεδείχθης θαυμαστὼς ὤφθης πέλαγος ἀπέραντον. Ὅθεν καὶ Μαρτύρων καλλονὴ ἀνεδείχθης θαυμαστὼς ἐν πυρὶ τελειωθείς, καὶ θείου φωτὸς ἀϊδίως ἐγένου κοινωνός, μάκαρ Πολυκαρπε` οὐ καὶ ἡμὰς μετασχεῖν, πρεσβεῦε Χριστῷ τῷ Θεῷ, τῷ σαρκωθέντι ἀφράστως Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν.
Δέσποινα πρόσδεξαι
Πληρωθέντων τῶν ἀποστίχων ὁ Ἱερεὺς  λέγει·

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δεσπότα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ προσώπων πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Ὁ Ἀναγνώστης τὸ τρισάγιον.
Ὁ Ἱερεὺς
Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία,…………..
Ὁ χορὸς
Ἀμὴν
Ἀπολυτίκιον. Ἦχος δ΄.
Καὶ τρόπων μέτοχος καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε εἰς θεωρίας ἐπίβασιν. Διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν καὶ τῇ πίστει ἐνήθλησας, μέχρις αἵματος ἱερομάρτυς Πολύκαρπε` πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχὰς ἡμῶν.
Δόξα. Ἕτερον. Ἦχος α΄.
Τὸν ἐπίσκοπον Σμύρνης καὶ φρουρὸν νῦν θερμότατον τῆς μονῆς τῆς Κοτίσης, τὸν Πολύκαρπον ἅπαντες, αἰνέσομεν ἐν πίστει οἱ πιστοί, ὡς παρέχοντα ἰάματα ἠμίν` θεραπεύειν γὰρ ἀλλήλους συσφίγγει` τοὺς δὲ τὴν χεῖρα προσκυνοῦντας τῶν κινδύνων ἀπαλλάττεται.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος α΄.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνὴ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ Κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυίδ· ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, Δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Δι’ εὐχῶν
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄. στιχολογίαν.
Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Βλαστάνει νῦν, σοφέ, τὸν πολύκαρπον δένδρον ἐκχέεις τοὺς καρπούς, ἀφειδῶς καὶ συνάττεις, τοὺς πίστει σοι προστρέχοντας, καὶ τιμῶντας τὴν μνήμην σου` ὅθεν Ἅγιε, τοὺς δαιμονώντας ἴασαι, ἀπελαύνεις δέ, καὶ τὴν πανώλεθρον νόσον, τὴν μαστίζουσαν τὴν τῶν βροτῶν ἡμῶν φύσιν, καὶ σῴζεις τοὺς δούλους σοῦ.
Δόξα. Ὅμοιον.
Πολύκαρπε σοφέ, ἱεράρχα Κυρίου, μαρτύρων εὐκλεὴς καὶ πατέρων ἀκρότης, θέοφρον καὶ μακάριε, τῆς Τριάδος ὑπέρμαχε, σὲ γεραίρομεν, καὶ εὐφημοῦμεν ἐνθέρμως, καὶ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, Χριστὸν τὸν Θεὸν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σὲ Θεοῦ, ἐπιστάμεθα πάντες, παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα` σὲ γὰρ ἔχομεν ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.

Μετὰ τὴν β` στιχολογίαν.
Κάθισμα. Ἦχος δ`. Ἐπεφάνης σήμερον.
νατέλλεις νῦν ἡμῖν ὡς ὁ φωσφόρος, καταυγάζων ἅπαντας, τοὺς σὲ τιμῶντας εὐσεβῶς, ἱερομάρτυς Πολύκαρπε, καὶ προσκυνοῦντας τὰ Ἅγια λείψανα.
Δόξα. Ἦχος γ`. Τὴν ὡραιότητα τῆς Παρθενίας σου.
Σμύρνης ὁ κράτιστος ποιμὴν καὶ ἔνδοξος, φύλαξ ὁ ἄγρυπνος, θεῖος Πολύκαρπος, πνευματικῶς ἡμᾶς πιστοί, τὴν σήμερον συγκαλεῖται, τὰ αὐτοῦ παλαίσματα προτιθεὶς εἰς ἐστίασιν, οἶνον δὲ σωτήριον κεραννύων τὰ αἵματα. Αὐτὸν οὖν ἐκ πόθου προσείπωμεν, χαῖρε τῶν Ἀθλοφόρων δόξα.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Τὴν ὡραιότητα τῆς Παρθενίας Σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τὶ δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι. Διὸ ὡς προσετάγην βοῶ σοι· χαῖρε ἡ Κεχαριτωμένη.          
Μετὰ τὸν Πολυέλεον. Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον
Τὸν Πολύκαρπον πάντες τὸν ἀξιάγαστον, τὸν Χριστὸν Θεοῦ Λόγον προκηρύξαντα τρανώς, εὐφημήσωμεν πιστοὶ καὶ προσκυνησωμεν· οὗτος γὰρ ἥνυσε στερρὼς τὸν ἀγῶνα ἐν πυρί, καὶ πᾶσι νῦν καταχέει, ἰάσεις τάς θαυμασίους, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.
Δόξα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν θαυμάτων τὴν χάριν πάτερ λαβῶν, ἀποθήκας ἐπλήρωσας προσευχή, τῆς χήρας ἂς ἐκένωσας ὑπὲρ πεινώντων μακάριε, καὶ πυρὸς ἀνέστειλας ὁρμὴν ἀκατάσχετον, καὶ ὑετὸν διψώση τὴ γῆ σὺ κατήγαγες. Ὅθεν ἐπαξίως ἀπιστούντων ὁμίλους τὴ πίστει προσείλκυσας, ὡς ποιμὴν γνησιώτατος. Διὰ τοῦτο βοῶμεν σοὶ` πρέσβευε Χριστῷ τῷ Θεῶ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἐορτάζουσι πόθω τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὅρος, τὴν φωταυγὴ νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν παράδεισον, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων. Διὰ τοῦτο βοῶμεν Αὐτὴ· πρέσβευε τῷ Σῶ Υἱῷ καὶ Θεῶ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον τόκον Σου.
Τὰ Ἀντίφωνα τοῦ δ` ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμει μὲ πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβου καὶ σωσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἐσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.

Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Ἦχος δ΄.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου
Ὁ Ἱερεὺς
Τοῦ Κυρίου δεηθῶμεν.
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν…………….
Ὁ Χορὸς
Πᾶσα πνοή αἰνεσάτω τόν Κύριον (δίς)
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Αἰνεσάτω πνοὴ
πᾶσα τὸν Κύριον
Ὁ Ἱερεὺς
Καὶ ὑπὲρ τοῦ καταξιωθηναι ἡμᾶς τῆς ἀκροάσεως……
Ὁ Χορὸς
Κύριε, ἐλέησον(γ΄)
Ὁ Ἱερεὺς
Σοφία ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι
Ὁ Χορὸς
Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεὺς τὸ Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶ.
[Ζήτει Ἀπριλίου 23 εἰς τὸν Ὄρθρον]
Ὁ Ν Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα.
Ταῖς του Ἱεράρχου πρεσβείαις
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου
Ἰδιόμελον ἦχος πλ. β΄.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός
Τὸν ὁλοκαυτωθέντα ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ Λόγου` καὶ νῦν ἐν οὐρανοῖς ἀπολαύοντα τῆς δόξῃς Αὐτοῦ, οὐ τῇ δυνάμει ἰάματα ὡς νάματα βλύζοντα πᾶσι τοῖς πιστοῖς, συνελθόντες σήμερον ἐν ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν, ἐν κατανύξει δὲ πράξομεν θεηγόρε Πολύκαρπε, ἐξελοῦ τὸν λαόν σου τῆς πολυφθόρου ἀσθενείας, Χριστὸν ἱκετεύων τὸν παρέχοντα πᾶσι τὸ μέγα ἔλεος.
Ὁ Ἱερεύς·
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, Νικολάου τοῦ ἐκ Νάξου τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Πολυκάρπου, Χαραλάμπους, Βλασίου καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν Θέκλας, Αἰκατερίνης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ Ἁγίου Πολυκάρπου       Ἐπισκόπου Σμύρνης τοῦ Ἱερομάρτυρος, οὗ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων· Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.
Ὁ χορὸς· Κύριε, ἐλέησον  (ιβ).
Ὁ Ἱερεύς·
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σοῦ Υἱοῦ, μεθ’ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς· Ἀμήν.
Ὁ κανὼν τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου ἐκ τοῦ Μηνιαίου.
ΚΑΝΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Ἦχος πλ. δ' ᾨδὴ α'. Ὁ Εἱρμὸς
γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
Δόξα...
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
Καὶ νῦν...
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
ΚΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ
ᾨδὴ α' Ἦχος β' Ὁ Εἱρμὸς
Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν Λαόν, ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.
Τῇ τοῦ Χριστοῦ, φωτοχυσίᾳ λαμπόμενος, καὶ τῆς αὐτοῦ ἐλλάμψεως, Πάτερ πληρούμενος, τὴν ζοφώδη ψυχήν μου, καταύγασον θεόφρον, ταῖς ἱκεσίαις σου.
φωτισμός, τοῦ σωτηρίου κηρύγματος, τὴν καθαρὰν καρδίαν σου, καθάπερ ἔσοπτρον, ἀκηλίδωτον Πάτερ, ἀστράψας τὰς ἀκτῖνας, πᾶσιν ἐξέλαμψε.
Νόμου καινοῦ, στηλογραφία σὺ γέγονας, ἐγγεγραμμένον ἔχουσα, Πάτερ οὐ μέλανι, ἀλλὰ Πνεύματι θείῳ, τῆς χάριτος τῆς θείας, τὸ Εὐαγγέλιον.
Θεοτοκίον
Θεὸν ἐκ σοῦ, σωματωθέντα γινώσκοντες, ἄνευ σαρκὸς θελήματος, τὸν πρὸ τῆς κτίσεως, καὶ πρὸ πάντων αἰώνων, κυρίως Θεοτόκον, ὁμολογοῦμέν σε.
ΚΑΝΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
ᾨδὴ γ' Ὁ Εἱρμὸς
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
Δόξα...
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
Καὶ νῦν....
Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
ΚΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ
ᾨδὴ γ' Ὁ Εἱρμὸς
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.
λαία ψαλμικῶς εἰπεῖν κατάκαρπος, ἐγένου Πολύκαρπε θεοφάντορ, ἐν τῷ οἴκῳ τοῦ Κυρίου σου, ἱλαρότητα φέρων τοῦ κηρύγματος.
θύνας ἐμμελῶς θεομακάριστε, τὸν νοῦν σου προστάγμασι τοῦ Σωτῆρος, ἐπαξίως ἐχρημάτισας, τῆς αὐτοῦ Ἐκκλησίας ποιμὴν ἄριστος.
λόκληρον σαυτὸν Χριστῷ προσήγαγες, ὡς ζῶσαν θυσίαν τῷ μαρτυρίῳ, συνειδήσεως μαρτύριον, προαθλήσας Παμμάκαρ δι' ἀσκήσεως.
Θεοτοκίον
Νεκρώσεως ἡμῶν τὸν χοῦν ἐτίναξας, τεκοῦσα τὴν ὄντως ἀθανασίαν, καὶ στολὰς ἡμῖν ἐξύφανας, ἀφθαρσίας Παρθένε τῇ γεννήσει σου.
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Τὸν τῆς χάριτος βότρυν ἐν τῇ ψυχῇ, ἀληθῶς γεωργήσας Πάτερ σοφέ, ὡς οἶνον ἐξέβλυσας, τὸν τῆς πίστεως λόγον, τὸν εὐφραίνοντα πάντων, Πιστῶν τὴν διάνοιαν, καὶ θαυμάτων ὤφθης ἀπέραντον πέλαγος· ὅθεν καὶ Μαρτύρων, καλλονὴ ἀνεδείχθης, πυρὶ τελειούμενος, καὶ φωτὸς ἀξιούμενος, ἀϊδίου Πολύκαρπε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν Μνήμην σου.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τοῦ Ἠλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε ἀμόλυντε, ὑπεράμωμε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλῃ, καταύγασον δέομαι, καὶ μεμολυσμένην τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, ἵνα πόθῳ κραυγάζω σοι· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Ἢ Σταυροθεοτοκίον
Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους. Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀνεξάντλητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.
ΚΑΝΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
ᾨδὴ δ'. Ὁ Εἱρμὸς
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
Δόξα...
πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
Καὶ νῦν...
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
ΚΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ
ᾨδὴ δ' Ὁ Εἱρμὸς
Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε.
Πολυκαρπίαν φέρουσα, τῶν ἀρετῶν πολύκαρπος φυτεία, τῷ Δεσπότῃ ὤφθης, Πάτερ Πολύκαρπε.
λοκαύτωμα τέλειον, καὶ καθαρὰ θυσία προσηνέχθης, τῷ Σωτῆρι πάντων, Πάτερ Πολύκαρπε.
Λαὸν εὐσεβῶς Ὅσιε, καθοδηγῶν πρὸς φῶς θεογνωσίας, τὸν τῆς ἀθεΐας ζόφον ἀπήλασας.
μνολογοῦμεν Ἔνδοξε, τὴν τῆς ψυχῆς στερράν σου καρτερίαν, καὶ τῶν σῶν ἀγώνων τὸ ἀκαθαίρετον.
Θεοτοκίον
Καταλάμπρυνον Ἄχραντε, τὴν ζοφερὰν ψυχήν μου τῷ φωτί σου, ἡ τὸ φῶς τεκοῦσα τὸ ἐνυπόστατον.
ΚΑΝΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
ᾨδὴ ε'. Ὁ Εἱρμὸς
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.
μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Δόξα...
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
Καὶ νῦν...
ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
ΚΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ
ᾨδὴ ε' Ὁ Εἱρμὸς
τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων Ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν.
Αἴγλῃ τοῦ Πνεύματος σύ, καταλαμπόμενος τὸν νοῦν Ὅσιε, συμβολικῶς, πυρὶ φλεγομένῳ, σαφῶς ἐμυήθης, τὴν διὰ πυρός σου, θεόφρον τελείωσιν.
εῖθρον ἐδέξω ζωῆς, ὡς ἐκ χειμάρρου τῆς τρυφῆς Ὅσιε, τῷ   μαθητῇ   τῷ   ἠγαπημένῳ,  μεμαθητευμένος,  τῷ ἀρυσαμένῳ, σοφίας τὴν ἄβυσσον.
Πλοῦτον καὶ δόξαν, λαμπρὰν καὶ μῆκος βίου, καὶ ζωὴν ἄφθαρτον, ἡ ἀληθὴς σοφία Χριστὸς σοι, δεδώρηται Πάτερ, ὡς διαφερόντως αὐτὸν ἀγαπήσαντι.
Θεοτοκίον
παλαιὸς ἡμερῶν, ὡς ἐπὶ πόκον ὑετὸς Πάναγνε, ἐπὶ τὴν σήν, γαστέρα κατῆλθε, τὴν ἡγιασμένην, καὶ νέος ἐφάνη, Ἀδὰμ ὁ φιλάνθρωπος.
ΚΑΝΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
ᾨδὴ ς'. Ὁ Εἱρμὸς
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
Δόξα...
ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Καὶ νῦν...
ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
ΚΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ
ᾨδὴ ς' Ὁ Εἱρμὸς
ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Νεκρωθεὶς θεηγόρε τῷ κόσμῳ παντί, μόνῳ δὲ Χριστῷ ζῶν καὶ πολιτευόμενος, πρὸς τὸν Χριστὸν μεθέστηκας, ζωτικὴν ἀφθαρσίαν καρπούμενος.
Εὐσχημόνως ὁδεύων Μακάριε, τέκνον τε φωτος καὶ εἰρήνης δεικνύμενος, τὸν τῆς νυκτὸς πρωτότοκον, καὶ πολέμιον ἔγνως Μαρκίωνα.
Νουθετούμενοι Πάτερ τοῖς λόγοις σου, πᾶσαν ἐκτρεπόμεθα βέβηλον αἵρεσιν, καὶ πονηρὰ συνέδρια, τῶν διττὰς πρεσβευόντων ἀρχὰς δυσσεβῶς.
Θεοτοκίον
μαρτίαν τοῦ κόσμου τὸν αἴροντα, ἄχραντον Ἀμνὸν συλλαβοῦσα Πανάμωμε, ἁμαρτιῶν συγχώρησιν, ἐκδυσώπει δοθῆναι τοῖς δούλοις σου.
Κοντάκιον Ἦχος α'
Χορὸς Ἀγγελικὸς
Καρποὺς τοὺς λογικούς, τῷ Κυρίῳ προσφέρων, Πολύκαρπε σοφέ, ἀρετῶν δι' ἐνθέων, ἐδείχθης ἀξιόθεος, Ἱεράρχα μακάριε· ὅθεν σήμερον, οἱ φωτισθέντες σοῖς λόγοις, ἀνυμνοῦμέν σου, τὴν ἀξιέπαινον μνήμην, δοξάζοντες Κύριον.
Ὁ Οἶκος
Τὴν τῆς σοφίας χρηστότητα ἀρυσάμενος, ἐξ αὐτῆς Πάτερ ἔπλησας θεογνωσίᾳ τὴν ποίμνην σου, καὶ τῆς παναγίας καὶ ἀρρήτου Θεότητος τὸ τρισήλιον ἤστραψας, τοῦ Πατρος τὸ ἀγέννητον, Υἱοῦ δὲ τὴν γέννησιν καὶ ἐκπόρευσιν Πνεύματος, μίαν Θεότητα, μίαν δόξαν τρανῶς ἐκδιδάξας, καὶ εἰδώλων ἀθεΐαν ἐκ ποδῶν ἀποποιήσας, καρπούς δὲ ὡρίμους, ψυχὰς πιστευόντων προσάγων τούτῳ ἔνδοξε, ἐν ᾧ βεβαπτίσμεθᾳ, εἰς ὃν καὶ πιστεύομεν, δοξάζοντες Κύριον.
Συναξάριον.
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, Ἐπισκόπου Σμύρνης.
Στίχοι:
Σοὶ Πολύκαρπος ὠλοκαυτώθη Λόγε,
Καρπὸν πολὺν δοὺς ἐκ πυρὸς ξενοτρόπως.
Εἰκάδι ἐν τριτάτη κατὰ φλὸξ Πολύκαρπον ἔκαυσεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τῶν Ὁσίων πατέρων ἡμῶν, Ἰωάννου, Μωϋσέως, Ἀντιόχου, καὶ Ἀντωνίνου.
Στίχοι:
Σύνταγμα τετράριθμον ἀνδρὼν τιμίων,
Συντάσσεται σοί, καὶ μεθίσταται βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Γοργονία, ἡ ἀδελφὴ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειούται.
Στίχοι:
Τιμῶ τελευτὴν σὴν σιγή, Γοργονία,
Γρηγορίου μέλψαντος αὐτὴν ἐκ λόγων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Κλήμης ξίφει τελειούται.
Στίχοι:
Κλήμης, τὸ κλῆμα τῆς νοητῆς ἀμπέλου,
Καινὸν τὶ γλεῦκος, αἷμα τμηθεὶς ἐκχέει.

Τῇ αὐτῇ ἡ μέρα, ἡ Ἁγία Μάρτυς Θέῃ ξίφει τελειούται.
Στίχοι:
Θεὴν ἀποσκώπτουσαν εἰς Θεοὺς πλάνους,
Οἱ τῆς πλάνης κτείνουσι προστάται ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τῶν Ὁσίων πατέρων ἡμῶν Ζεβινά, Πολυχρονίου, Μωσέως, καὶ Δαμιανού.
Στίχοι:
Θεῖος Ζεβινὰς λῆξιν εἰς θείαν φθάνει,
Λήξαντος αὐτῷ τοῦ παρ' ἀνθρώποις βίου.
Πολυχρόνιος, καὶ συνασκηταὶ δύω.
Οἱ τρεῖς ὅμου πληροῦσι τοὺς ζωῆς χρόνους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἀλέξανδρος ὁ ἐν τῇ μονῇ τῶν Ἀκοιμήτων ἐν εἰρήνῃ τελειούται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Δαμιανὸς ὁ Ἐσφιγμενίτης ἐν εἰρήνῃ τελειούται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἰωάννης ὁ θεριστὴς ἐν εἰρήνῃ τελειούται.
Ταῖς αὐτῶν ἁγίαις Πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΝΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
ᾨδὴ ζ'. Ὁ Εἱρμὸς
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴ κησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Δόξα...
Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Καὶ νῦν...
Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
ΚΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ
ᾨδὴ ζ' Ὁ Εἱρμὸς
Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Στερρῷ λογισμῷ, καιομένης τῆς φλογὸς ἐπέβης Ἔνδοξε, ὡς οἱ τρεῖς Παῖδες οἱ τὴν κάμινον, πυρὶ ἀϋλῳ δροσίσαντες, μέσον δὲ πυρὸς ἀνακράζων, ἀκατάφλεκτος ἔμεινας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται νῦν κατασκηνώσαντι, ἔνθα Δικαίων τὰ σκηνώματα, ἔνθα Μαρτύρων στρατεύματα, ἔνθα τῶν σοφῶν Ἀποστόλων αἱ χορεῖαι κραυγάζουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
κάρπους τὸ πρίν, πολυκάρπους τῷ Χριστῷ ψυχὰς προσήνεγκας, γεωργίᾳ τῇ τοῦ Πνεύματος, καθομαλίσας καὶ εὔσταχυν, ταύταις καταθέμενος σπόρον, καὶ κραυγάζειν ἐπαίδευσας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Σὺ μόνη Θεοῦ, τοῦ τὰ σύμπαντα σοφῶς δημιουργήσαντος, Μήτηρ ἐδείχθης ἀπειρόγαμος, Παρθενομῆτορ Πανάχραντε· ὅθεν εὐσεβῶς σοι Παρθένε, ἀνακράζομεν λέγοντες· Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.
ΚΑΝΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
ᾨδὴ η'. Ὁ Εἱρμὸς
Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.
Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.
Δόξα...
Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.
Καὶ νύν...
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ΚΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ
ᾨδὴ η' Ὁ Εἱρμὸς
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ερουργήσας εὐσεβῶς, τοῦ Χριστοῦ τὴν μυστικὴν ἱερουργίαν, λογικὸν ἱερεῖον, αὐτὸς προσήχθης Θεῷ θυσία δεκτὴ καὶ εὐάρεστος, ὁλοκαρπουμένη, Πολύκαρπε τρισμάκαρ.
Νεανικὴν ἐν πολιᾷ, βαθυτάτῃ τὴν ἀνδρείαν ἐπεδείξω, τοῦ Σταυροῦ τῇ δυνάμει, διαναστήσας σαυτοῦ, πρὸς θείους ἀγῶνας τὸ φρόνημα, Ἱερομαρτύρων, Χριστοῦ κλέος θεόφρον.
περειδόμενος Σταυρῷ, καὶ τὸν ἱεραρχικὸν κόσμον ἀξίως, ἐνδυσάμενος Πάτερ, εἰς τὸν ναὸν τοῦ Θεοῦ εἰσῆλθες ἰδίῳ σου αἵματι, τῷ Ἀρχιποίμενι, Χριστῷ ἐμφανισθῆναι.
πὲρ Χριστοῦ σφαγιασθείς, ὡς ἐπίσημος κριὸς Ἱεροφάντορ, μιμητὴς ἀνεδείχθης, τῶν παθημάτων αὐτοῦ, καὶ δόξης ἐγένου συμμέτοχος, καὶ τῆς βασιλείας, αὐτοῦ συγκληρονόμος.
Θεοτοκίον
Φωτοειδὴς στῦλος πυρός, καὶ νεφέλη φωτεινὴ προηγουμένη, πρὸς οὐράνιον κλῆρον, Θεογεννῆτορ Ἁγνή, γενοῦ μοι Παρθένε πανάμωμε, τῷ ἐν τῇ ἐρήμῳ τοῦ βίου πλανωμένῳ.
ΚΑΝΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
ᾨδὴ θ'. Ὁ Εἱρμὸς
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.
οήν  μου  τῶν  δακρύων,  μὴ  ἀποποιήσῃς,   τὸν  παντὸς  ἐκ
προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.
Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.
Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.
Δόξα...
Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.
Καὶ νῦν...
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε,θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.
ΚΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ
ᾨδὴ θ' Ὁ Εἱρμὸς
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.
φωτοφόρος σου μνήμη, ἀνατείλασα Πάτερ, φωτίζει τὰς ψυχὰς τῶν εὐσεβῶς, ταύτην τελούντων θεσπέσιε, καὶ μετόχους τῆς θείας, φωτοφανείας πάντας ἐκτελεῖ, ἥν ἀξίως θεόφρον, ἐν ὕμνοις μεγαλύνομεν.
Μετὰ τῆς ἄνω χορείας, τῶν ἁγίων Ἀγγέλων, τῷ θρόνῳ τοῦ Δεσπότου παρεστώς, τοῦτον δυσώπει τοῦ φθάσαι ἡμᾶς, τὸ σωτήριον πάθος, καὶ τὴν αὐτοῦ ἀνάστασιν φαιδρῶς, ἀρετῆς πολυτρόπους, ἰδέας ἐκτελέσαντας.
τῆς ἁγίας Τριάδος, κατανόησις Πάτερ, τρανῶς οὐκ ἐν αἰνίγμασιν ὡς πρίν, ὡς καθαρῷ τὴν καρδίαν σοι, διασχόντι τὴν ὕλην, καὶ τῶν δεσμῶν λυθέντι τῆς φθορᾶς, κατοπτεύεται μάκαρ, Πολύκαρπε πανόλβιε.
Στεφηφοροῦντά σε Πάτερ, καὶ βραβεῖον τῆς νίκης, δεξάμενον ἐκ θείας δεξιᾶς, καὶ τοὺς ἀγῶνας τελέσαντα, καὶ φωτὸς πληρωθέντα, πιστεύοντες Πολύκαρπε σοφέ, πρεσβευτὴν τῷ Χριστῷ σε, προθύμως προβαλλόμεθα.
Θεοτοκίον
ς Θεοτόκον σε Κόρη, καὶ Μητέρα τοῦ Λόγου, καὶ πρόξενον ὑπάρχουσαν ἡμῖν, τῆς ἀϊδίου καὶ θείας ζωῆς, ὡς τῆς δικαιοσύνης τὸν Ἥλιον ἐκλάμψασαν ἡμῖν, οἱ Πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.
Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
Πολλοὺς καρποὺς προσήνεγκας, Χριστῷ σοφὲ Πολύκαρπε, τοὺς διὰ σοῦ σεσωσμένους, βροτοὺς ἐκ πλάνης δαιμόνων, Ἱερομάρτυς ἔνδοξε, Ἀγγέλων ἰσοστάσιε, καὶ Ἀποστόλων σύσκηνε, μεθ' ὧν μνημόνευε Πάτερ, τῶν σὲ τιμώντων ἐκ πόθου.
Θεοτοκίον
ρράγη Μητροπάρθενε, τὸ τοῦ φραγμοῦ μεσότοιχον, καὶ οἱ θνητοὶ τοῖς Ἀγγέλοις, τῷ σῷ συνήφθημεν τόκῳ, καὶ νῦν Θεογεννήτρια, νηστεύειν ἡμᾶς κράτυνον, καὶ φθάσαι τὴν τριήμερον, ἀνάστασιν τοῦ Υἱοῦ σου, εἰλικρινῶς προσκυνῆσαι.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ὁ χορός.
Γέρας σοι τῶν ἀγώνων Χριστός, τὴν τῶν θαυμάτων ἐπαξίως ἐνέργειαν, παρέσχεν Ἱερομάρτυς, ὑπὲρ αὐτοῦ ἀνδρικὼς καὶ νομίμως ὄντως ἐναθλήσαντι, θέοφρον Πολυκαρπε` γηραιῷ γὰρ ἐν σώματι, ἀλλ` ἀκμαζούση, τῇ ψυχῇ θείῳ ἔρωτι, πρὸς τὰ σκάμματα θαρραλέως ἐχώρησας. Ὅθεν τῶν περιστάσεων, κινδύνων καὶ θλίψεων, διασκεδάζεις τὴν ζάλην, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, τοῖς πίστει καὶ πόθῳ τὴν σὴν ἄθλησιν τιμῶσι θεομακάριστε.
[δὶς]
Γέρας σοι τῶν ἀγώνων Χριστός, τὴν τῶν θαυμάτων ἐπαξίως ἐνέργειαν, παρέσχεν Ἱερομάρτυς, ὑπὲρ αὐτοῦ ἀνδρικὼς καὶ νομίμως ὄντως ἐναθλήσαντι, θέοφρον Πολύκαρπε` γηραιῷ γὰρ ἐν σώματι, ἀλλ` ἀκμαζούση, τῇ ψυχῇ θείῳ ἔρωτι, πρὸς τὰ σκάμματα θαρραλέως ἐχώρησας. Ὅθεν τῶν περιστάσεων, κινδύνων καὶ θλίψεων, διασκεδάζεις τὴν ζάλην, ταῖς πρὸς Θεὸν
ἱκεσίαις  σου,  τοῖς  πίστει  καὶ  πόθῳ  τὴν  σὴν  ἄθλησιν  τιμῶσι
θεομακάριστε.
ρον σοῦ τάς σεπτὰς πρὸς Θεόν, καὶ θυηπόλους καὶ ἁγίας Πολύκαρπε, παλάμας καὶ νῦν ὡς πάλαι, τάς ἀναιμάκτους αὐτῷ, καὶ φρικτὰς προσφέρων ἱερώτατε, θυσίας καὶ λύτρωσιν παρ αὐτοῦ τοῖς τιμῶσι σέ, πυρὸς λοιμοῦ τε καὶ σεισμοὺ καὶ κακώσεως πάσης αἴτησαι, καὶ τῇ ποίμνη βοήθειαν, Πάτερ ὡς συμπαθέστατος, ποιμὴν καὶ χρηστότατος, τὸν τῶν ἁπάντων Δεσπότην ἐξευμενίζων ἑκάστοτε, ταῖς σαῖς ἱκεσίαις, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Βάσιν καὶ στηριγμὸν ἀρραγῆ, τῇ ἐκκλησίᾳ σὲ Χριστὸς ἐδωρήσατο, Σμυρναίων τῇ πόλει Πάτερ ἐγκαθίδρυσας λαμπρῶς, στερεούντα ταύτην θείοις δόγμασιν, ὅμου τε καὶ θαύμασιν. Ὡς ἀστὴρ γὰρ φαεινότατος, λάμψας τῇ πίστει νοητῷ ἐν ὁρίζοντι, διεσκέδασας ἀθεΐας τὴν ζοφωσιν` ὡς δὲ πολυχοῦς ἤνεγκας, καρποὺς στάχυς Ὅσιε, τῶν ἀρετῶν τῷ Δεσπότῃ, καὶ ὡς χρυσὸς δεδοκίμασαι, τῷ πυρὶ καὶ ὡς θῦμα, προσηνέχθης εὐπροσδέκτως ὑπὲρ τῆς ποίμνης σου.
Δόξα. Ἦχος δ`.
ερουργήσας εὐσεβῶς τοῦ Χριστοῦ τὴν μυστικὴν ἱερουργίαν, λογικὸν ἱερεῖον αὐτὸς εἰς τέλος προσήχθης τῷ Θεῷ, θυσία δεκτὴ εὐάρεστος ὁλοκαύτωσις, Πολύκαρπε θεσπέσιε. Ὅθεν, ἡ φωτοφόρος μνήμη σου λαμπρῶς ἀνατείλασα σήμερον, ἐν τῷ τῆς Ἐκκλησίας στερεώματι, φωτίζει καὶ φαιδρύνει τάς ψυχὰς τῶν εὐσεβούντων μακάριε, καὶ μετόχους πάντας ποιεῖ τῆς θείας φωτοφάνειας. Ὡς ἄγγελος φωτὸς γὰρ ἐπὶ γῆς τῷ βίῳ διαπρέψας, ἐθαυμαστώθης ἐκ Θεοῦ, καὶ μύστης τῶν ἀρρήτων γέγονας. Καὶ νῦν τῷ θρόνῳ τῆς μεγαλωσύνης Αὐτοῦ παρεστώς, πρεσβεύεις ἐν παρρησίᾳ εἰς τὸ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Καὶ νῦν.
κ παντοίων κινδύνων τοὺς δούλους σου φυλάττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμε τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
Δίδοταί τε καὶ ἅγιον ἔλαιον τοῖς ἀδελφοῖς.
Εἰς τὴν λειτουργίαν τυπικά, καὶ ἐκ τοῦ κανόνος ἡ γ καὶ στ ᾠδή.
Προκείμενον. Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ
Στ.: Εἰσάκουσον ὁ Θεός.

***************************
Ὁ Ἅγιος Πολύκαρπος
Ἐπίσκοπος Σμύρνης
Γ
εννήθηκε 60 χρόνια περίπου μετὰ τὸ Χριστό. Στον 20ό χρόνο τῆς ἡλικίας του ἔγινε χριστιανός. Ὅπως γράφει ὁ μαθητὴς του Εἰρηναῖος, ὁ Πολύκαρπος ἦταν στολισμένος μὲ μεγάλη σωφροσύνη, αὐστηρότητα ἠθῶν καὶ ὁλόψυχη ἀφωσίωση στήν διδασκαλία τοῦ θείου λόγου.
Τὰ προτερήματά του αὐτὰ καὶ ἡ γενναιοψυχία του, τὸν ἔκαναν πολὺ ἀγαπητὸ στόν εὐαγγελιστήν Ἰωάννῃ, ποὺ ἀργότερα τὸν ἀνέδειξε ἐπίσκοπο Σμύρνης.
Στο ἀξίωμα αὐτό, ἐπιτελοῦσε τὰ καθήκοντά του μὲ ζῆλο καθαρὰ ἀποστολικό. Ἀναδείχτηκε ὁ διδάσκαλος, ὁ πατήρ, ὁ ποιμήν, ὁ φρουρός.
Ὅταν ἄρχισαν οἱ διωγμοὶ κατὰ τῶν χριστιανῶν, ἐπὶ αὐτοκράτορα Ἀντωνίου Πίου, ὁ ἀνθύπατος τῆς Μ. Ἀσίας Στάτιος Κορδάτος, μετὰ ἀπὸ μανιώδη ἀπαίτηση τοῦ εἰδωλολατρικοὺ ὄχλου, συνέλαβε τὸν Πολυκαρπο καὶ τὸν διέταξε να βλασφημήσει δημόσια τὸ Χριστό.
Ὁ γέροντας Ἐπίσκοπος ἀπάντησε: «Ἐπὶ 86 χρόνια Τὸν ὑπηρετῶ, χωρὶς καθόλου νά μὲ ἀδικήσει. Καί πως μπορῶ τώρα νά βλασφημήσω τὸν Βασιλέα καὶ Σωτήρα μου;»
Ἀμέσως τότε, τὸν ἔριξαν στήν φωτιὰ νά καεῖ ζωντανός. Ἀλλὰ ἡ φωτιὰ τὸν ἀφήνει ἀνέγγιχτο! Τότε, ἔνας δήμιος τὸν χτυπὰ μὲ τὸ ξίφος του καὶ τὸν θανατώνει.
Ἔτσι στίς 23 Φεβρουαρίου τοῦ 167, ὁ μέγας ἀθλητὴς τῆς πίστης τερματιζει τήν ζωή του. Στό πρόσωπὸ του, βέβαια, ἐφαρμόστηκε πλήρως ὁ λόγος τοῦ Θεοῦ στήν Ἀποκάλυψῃ: «Μηδὲν φοβοῦ, ἃ μέλλεις παθεῖν... Γίνου πιστὸς ἄχρι θανάτου καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς». Δηλαδή, μὴ φοβᾶσαι γι’ αὐτά πού πρόκειται νά πάθεις. Φρόντιζε νά εἶσαι πιστὸς μέχρι θανάτου καὶ ἐγὼ θὰ σοῦ δώσω τὸ στεφάνι τῆς αἰωνίας ζωῆς.
Ἀπολυτίκιο
Τὴν κλῆσιν τοῖς ἔργοις σου, ἐπισφραγίσας σοφέ, ἐλαία κατακαρπός, ὤφθης ἐν οἴκῳ Θεοῦ, Πολύκαρπε ἔνδοξε, σύ γὰρ ὡς Ἱεράρχης, καὶ στερρὸς Ἀθλοφόρος, τρέφεις τὴν Ἐκκλησίαν, λογικὴ εὐκαρπία, πρεσβεύων Ἱερομάρτυς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου