Ψαλλομένη τῇ Δευτέρᾳ
τοῦ Πάσχα
Ποίημα Ἀρχιμανδρίτου Νικοδήμου Ἀεράκη
Εἴδησις· ἐάν ἡ ἑορτή συμπίπτει μέ
τοῦ ἁγ. Γεωργίου, μετατίθεται τήν
Κυριακή τοῦ Θωμᾶ.
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος
α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἐν τῷ ναῷ Παντανάσσης Μυστρᾶ
συνέλθωμεν, οἱ ἐν ἀγῶσι βίου, ἐνασκούμενοι ζήλῳ, ταύτῃ ἐκβοῶντες σῶσον ἡμᾶς, ἐκ
παγίδων ἀλάστορος, ὅτι ἐν Σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.
Τῆς παρθενίας τὸ κλέος πιστῶν
Παντάνασσαν, τῶν φιλεόρτων πλήθη, εὐφημήσωμεν ὕμνοις, ἄχραντον Μητέρα πάντων
Θεοῦ, τῶν Ἀγγέλων τὸ μέλισμα, καὶ τῶν πιστῶν προστασίαν ἐν συμφοραῖς, φρυκτωρὸν
Μυστρᾶ θεόσδοτον.
Περιχαρῶς προσκυνοῦμεν σεπτὴν Εἰκόνα
Σου, ἐν ναῷ Παντανάσσης, καὶ πιστῶς ἐκβοῶμεν· χαῖρε Θεοτόκε μόνε ἁγνή, καὶ
ἁγνείας θησαύρισμα, τῶν γηγενῶν φρυκτωρὸς καὶ καταφυγή, ὀξυτάτη τε ἀντίληψις.
Τὴν οὐρανίαν μορφήν Σου
κατασπαζόμεθα, τιμῶντές Σε Παρθένε, ὡς Μητέρα τοῦ Λόγου, γένους τοῦ βροτείου
πηγὴν ζωῆς, σωτηρίας δὲ πρόξενον, τῶν Ὀρθοδόξων προστάτιν καὶ ὁδηγόν, καὶ
Μυστρᾶ τὸ ἐγκαλλώπισμα.
Δόξα. Καὶ νῦν. Ἦχος β΄.
Σήμερον ὁ τοῦ Κυρίου λαός, τὴν τοῦ
οὐρανοῦ Παντάνασσαν ὕμνοις πενιχροῖς, ἐγκωμιάζει βοῶν πρὸς Αὐτήν· χαῖρε Μήτηρ
τῆς ζωῆς, καὶ τοῦ βροτείου γένους ἡ ἀναγένησις· χαῖρε ἀνύμφευτε Νύμφη, καὶ τοῦ
Μυστρᾶ ἡ φρυκτωρὸς καὶ τὸ ἐγκαλλώπισμα. Ὡς ἔχουσα μητρικὴν παῤῥησίαν πρὸς τὸν
Υἱόν Σου, πρέσβευε ὑπὲρ τῶν τιμώντων Σε.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μῆτερ τοῦ Ἰησοῦ, Παντάνασσα τοῦ
κόσμου, τῶν Ὀρθοδόξων σκέπη, ἱκέτευε Σὸν Τόκον, ὑπὲρ τῶν ἀνυμνούντων Σε.
Στ.: Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν Σου, Σὺ καὶ ἡ Κιβωτὸς
τοῦ ἁγιάσματός Σου.
Χαῖρε τοῦ οὐρανοῦ, Παντάνασσα
Παρθένε, τῆς παρθενίας κλέος, μητρότητος ἡ δόξα, καὶ μοναχῶν τὸ κλέϊσμα.
Στ.: Ὤμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσῃ
αὐτήν.
Ἐν οἴκῳ Σου σεπτῷ, Σὲ Ἄνασσα τιμῶμεν,
αἰτούμενοι πρεσβείαις, ταῖς Σαῖς παρὰ Κυρίου, λαβεῖν πταισμάτων ἄφεσιν.
Δόξα. Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ,
κραταίωσον Σούς δούλους, ἐν πίστει Ὀρθοδόξῳ, καὶ πνεύματος ἀθλήμασιν.
Καὶ νῦν. Θεοτοκίον.
Στήριξον Μαριάμ, Παντάνασσα Παρθένε,
προσκυνητῶν τὰ στίφη, ἐν πίστει Ὀρθοδόξῳ, καὶ πνεύματος ἀθλήμασιν.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐν Μυστρᾷ συνελθόντες πιστῶς
εἰσέλθωμεν, ἐν τῷ ναῷ Παντανάσσης καὶ Θεοτόκου Μητρός, προσκυνοῦντες εὐλαβῶς
θεῖον εἰκόνισμα· ὅτι ὡς Μήτηρ τοῦ Θεοῦ, κατασκέπει τοὺς πιστούς, ἐκ πάσης
δοκιμασίας, καὶ στηρίζει ἐν τοῖς ἀγῶσι, τοὺς εὐσεβῶς ἐπευφημοῦντας Αὐτήν.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ, καὶ ψάλλομεν γ΄
τῆς Ἑορτῆς καὶ γ΄ τῆς Παντανάσσης.
Τροπάρια τῆς Παντανάσσης.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαῖρε, τοῦ Μυστρᾶ ἡ φρυκτωρός, χαῖρε
ἀνωτέρα Ἀγγέλων, καὶ ὑπερτέρα βροτῶν, Κόρη ἀειπάρθενε, Μήτηρ ἀπείρανδρε, τῆς
νεότητος καύχημα, παρθένων ἡ δόξα, μοναχῶν τὸ πρότυπον, μητέρων κλέϊσμα· χαῖρε, Ἐκκλησίας
ὁ κόσμος, χαῖρε ὦ
Παντάνασσα δόξα, καὶ
Εἰκὼν ὑπέρλαμπρος τοῦ
Τόκου Σου.
Χαῖρε, οὐρανοῦ ἡ καλλονή, χαῖρε τῆς
Τριάδος ἡ δόξα, καὶ τῶν Ἀγγέλων χαρά, χαῖρε κόσμου Σώτειρα, Μυστρᾶ τὸ κλέϊσμα,
μοναχῶν ἐγκαλλώπισμα, μητέρων προστάτις, πάντων καταφύγιον, πρέσβυς ἀκοίμητος·
Λόγου σαρκωθέντος ἡ Μήτηρ, Νύμφη τοῦ Θεοῦ ἡμῶν μόνη, χαῖρε Παναγία ἡ
Παντάνασσα.
Χαῖρε, ὦ Παντάνασσα ἡμῶν, χαῖρε
ἀειπάρθενε Κόρη, χαῖρε ὦ Μῆτερ ἁγνή, χαῖρε Θοενύμφευτε, καὶ ἀπειρόγαμε, χαῖρε
κόσμου διάσωσμα, παρθένων ἀκρότης, στῦλος καὶ ἑδραίωμα, Μυστρᾶ ἡ Δέσποινα,
κόσμος μοναχῶν καὶ προστάτις, χαῖρε θεοδόξαστε Κόρη, δευτερεῖα ἔχουσα τοῦ
Κτίστου Σου.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον οἱ τῶν Ἀγγέλων χοροί, μεθ’
ἡμῶν καὶ πάσης τῆς κτίσεως, ἐν ἀνεκφράστῳ ἀγαλλιάσει, τὴν Παντάνασσαν Θεοτόκον
ἐν ἐγκωμίοις τιμᾷ καὶ ἐν ὕμνοις βοᾷ πρὸς Αὐτήν· χαῖρε τὸ τῆς παρθενίας
κειμήλιον, καὶ τὸ τῆς ἁγνείας ἁγλάϊσμα· χαῖρε, ἡ τῆς χαρᾶς ἡμῶν πρόξενος, καὶ
τοῦ ἀντιδίκου ἡμῶν ἡ ἀναίρεσις· χαῖρε, τοῦ γένους ἡμῶν ἡ ἀνάδειξις, καὶ
ἀνάστασις πεπτωκότων· χαῖρε, τῶν πιστῶν ἡ θεία ἀντίληψις καὶ τοῦ Μυστρᾶ ἡ
πρόμαχος καὶ ἀκοίμητος φρουρός· χαῖρε, ἡ ὑπὲρ ἡμῶν ἀεὶ τῷ Υἱῷ Σου καὶ Θεῷ ὡς
Μήτηρ πρεσβεύουσα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.
Ἀναγνώσματα.
Γενέσεως
τὸ Ἀνάγνωσμα (Κεφ. κγ΄ 10-17).
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη
εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν
ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ
ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ
ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’
αὐτὴν ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ· αὐτῆς, καὶ εἶπεν: Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ
πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς,
σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς,
καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ
ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ
ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε
εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε ἐγκαταλίπω, ἕως τοῦ ποιήσαι με πάντα ὅσα
ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν: Ὅτι ἔστι Κύριος
ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν, Καὶ ἐφοβήθη καὶ εἶπεν Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ
ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ
οὐρανοῦ.
Προφητείας
Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
(Κεφ.
μγ΄ 27, Μδ΄, 1-4).
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα,
ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὰ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ
σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ
τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ
αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με: Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται,
οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραήλ,
εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται
ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται,
καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης
τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος
Κυρίου.
Παροιμιῶν τὸ
Ἀνάγνωσμα (Κεφ. θ΄ 1).
Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους
ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ
ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ
ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα: Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ
τοῖς ἐνδεέσι φρενῶν εἶπεν : Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν
κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα
βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ
ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ
μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει
σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ
δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ Ἁγίων σύνεσις, τὸ δὲ γνῶναι
νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ
προστεθήσεταί σοι ἔτη ζωῆς.
Λιτή. Ἦχος α΄.
Ἑορτὴν χαρμόσυνον, καὶ πανήγυριν εὐφρόσυνον, ἡ Ἐκκλησία
τοῦ Χριστοῦ ἐπιτελεῖ σήμερον, τὴν τοῦ Κυρίου Μητέρα τιμῶσα, καὶ τοῦ Μυστρᾶ
φρυκτωρὸν καὶ Παντάνασσαν. Δεῦτε οὖν καὶ ἡμεῖς συνευφρανθῶμεν, καὶ εὐλαβῶς τὴν
ἁγίαν Αὐτῆς Εἰκόνα προσκυνοῦντες, Αὐτῇ βοήσωμεν· Κεχαρι-τωμένη Κόρη τοῦ
οὐρανοῦ, καὶ τοῦ σύμπαντος κόσμου ἡ χαρμονή, Σαῖς πρεσβείαις πρὸς τὸν Υἱὸν καὶ
Θεόν Σου, δώρησαι ἡμῖν τὸ μέγα Αὐτοῦ ἔλεος.
Ἦχος β΄.
Δεῦτε φιλέορτοι, ἐγκωμίων ὕμνοις χαρμονικῶς τῇ
Παντανάσσῃ Θεοτόκῳ βοήσωμεν λέγοντες· χαῖρε ἄχραντε Κόρη τῆς Ναζαρέτ, ἡ τὸν
Θεὸν δεξαμένη ἐν μήτρᾳ Σου· χαῖρε, Μῆτερ ἀνύμφευτε καὶ ἀειπάρθενε· χαῖρε, ἡ τοῦ
κόσμου σώτειρα, καὶ τῶν Ἀγγέλων τιμιωτέρα· χαῖρε, τῶν Ἀποστόλων ἡ χαρά, καὶ τῆς
Ἐκκλησίας ἡ λαμπρότης. Πρέσβευε Δέσποινα, πρὸς τὸν Υἱόν Σου καὶ Κτίστην, ὑπὲρ
τῶν τιμώντων Σε, ὅπως λυτρώσηται ἡμᾶς ἐκ τῶν ἀνομιῶν ἡμῶν.
Ἦχος γ΄.
Παντάνασσα Δέσποινα, τῶν Ἀρχαγγέλων καὶ Ἀγγέλων τὸ
μέλισμα, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ τὸ θεῖον ἐγκαλλώπισμα, καὶ τῆς κτίσεως
ἁπάσης τὸ μέγα θαῦμα, τὰς πενιχρὰς ἡμῶν μελῳδίας, ὡς εὐγνώμονα προσφορὰν τῶν
ὁμογενῶν Σου, προς-δεξαι ἄχραντε. Στήριξον πάναγνε, τὴν Ὀρθόδοξον ἡμῖν πίστιν,
περιφρούρει τὸν λαόν Σου ἐκ πάσης ἐχθρῶν ἐπιβουλῆς, καὶ χαρίτωσον τοὺς τιμῶντάς
Σε, καὶ εὐλαβῶς ἐν τῷ ναῷ τοῦ Μυστρᾶ, προσκυνοῦντας τὴν Εἰκόνα Σου.
Ἦχος
δ΄.
Παρθένον καὶ Μητέρα ὁρῶντές Σε
Παντάνασσα, σὺν Ἀγγέλοις ἐξιστάμεθα, καὶ σὺν αὐτοῖς ὕμνους ἐκστατικοὺς
εὐγνωμόνως Σοι προσφέρομεν λέγο-ντες· χαῖρε ῥάβδος ὑπερφυῶς βλαστήσασα, καὶ
βάτος ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος βαστάσασα· χαῖρε, λυχνία πολύφωτε, καὶ
τράπεζα Ἄρτον οὐράνιον τοῖς πιστοῖς προσφέρουσα· χαῖρε, τῶν βροτῶν ἡ λύτρωσις,
καὶ τοῦ Μυστρᾶ τὸ μέγα ἐγκαλλώπισμα. Σαῖς λιταῖς Μητράνδρε σῶσον τὰς ψυχὰς
ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε χριστοφόροι λαοί, ἐν τῇ τῆς
Παντανάσσης τοῦ Μυστρᾶ ἑορτῇ, ἐκστατικῶς προσφέρωμεν ὕμνους ἐγκωμιαστικοὺς τῇ
Δεσποίνῃ ἡμῶν λέγοντες· χαῖρε, πάναγνε Κόρη, καὶ Νύμφη ἀνύμφευτε· χαῖρε,
ἀπείρανδρε Μήτηρ τοῦ Χριστοῦ, καὶ ἀειπάρθενε· χαῖρε, τοῦ οὐρανοῦ πλατυτέρα, καὶ
τῶν Ἀγγέλων ὑπερτέρα· χαῖρε, ἡ τὰ δευτερεῖα τῆς Τριάδος κατέχουσα, καὶ
ἀδιαλείπτως ὑπὲρ τοῦ κόσμου πρεσβεύουσα· χαῖρε, Μήτηρ τῆς ζωῆς, εὐλογημένη Σὺ
ἐν γυναιξί.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις
ἀσκητικῶν.
Χαίροις, ἡ τοῦ Μυστρᾶ φρυκτωρός, τῶν
ὀρθοδόξων ἡ προστάτις καὶ Δέσποινα, Ἀγγέλων τιμιωτέρα, καὶ ὑπερτέρα ἁγνή, τῶν
Ἁγίων Πάντων ὦ Παντάνασσα, ἁγνείας ἀγλάϊσμα, παρθενίας τὸ καύχημα, Παναγία τε,
ἀρετῆς τὸ ὑπόδειγμα, ταπεινώσεως, πανυπέρτιμον πρότυπον. Μῆτερ Θεογεννήτρια, τῷ
τόκῳ Σου πρέσβευε, ὅπως ῥυσθείημεν πάντες, ἐκ πειρασμῶν τοῦ ἀλάστορος, καὶ
πάσης ἀνάγκης, καὶ δεινῶν ἐπερχομένων καὶ πάσης θλίψεως.
Στ.: Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν Σου, Σὺ καὶ ἡ Κιβωτὸς τοῦ ἁγιάσματός Σου.
Χαίροις, τῶν Προφητῶν ἡ σφραγίς, τῶν
Ἀποστόλων θεοδώρητον κήρυγμα, Παντάνασσα τῶν ἀνθρώπων, καὶ τῶν Ἀγγέλων χαρά,
μοναχῶν τὸ εὖχος καὶ ἀγλάϊσμα, ποιμένων τὸ κήρυγμα, καὶ μητέρων τὸ καύχημα,
παρθενευόντων, εὐλογία καὶ πρότυπον, καὶ θεόσδοτον, τοῦ Μυστρᾶ ἐγκαλ-λώπισμα.
Μῆτερ θεοχαρίτωτε, λιταῖς σου χαρίτωσον, πάντας τοὺς Σὲ εὐφημοῦντας, καὶ Σὸν
Υἱὸν μεγαλύνοντας, ἐν ὕμνοις ἐνθέοις, καὶ ἀπαύστοις ἐγκωμίοις καὶ ἔργοις
χάριτος.
Στ.: Ὤμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτήν.
Χαίροις, τοῦ οὐρανοῦ καλλονή, τῶν
Ἀρχαγγέλων καὶ Ἀγγέλων κειμήλιον, ὁ κόσμος τῆς Ἐκκλησίας, καὶ τοῦ Δεσπότου
Χριστοῦ, ἡ Ἁγία Μήτηρ ἀειπάρθενος, τοῦ κόσμου ἡ πρέσβειρα, ἀρετῆς τὸ ὑπόδειγμα,
τῆς θείας δόξης, ἀποκάλυψις ἔνθεος, προστασία τε, τοῦ Μυστρᾶ καὶ ἀγλάϊσμα.
Μῆτερ Χριστοῦ πανάχραντε, Αὐτὸν καθικέτευε, πάντας λυτρῶσαι ἐκ πλάνης, ἁμαρτιῶν
τε καὶ θλίψεων, καὶ πάσης παγίδος, τοῦ δολίου ἀντιδίκου Κόρη Παντάνασσα.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τὴν
ἀει-πάρθενον Θεοτόκον, ἐν τῷ τοῦ Μυστρᾶ ναῷ τῆς Παντανάσσης, πανευλαβῶς τιμᾷ
καὶ γεραίρει. Αὕτη γὰρ φρυκτωρὸς καὶ σκέπη τῶν πιστῶν καὶ τοῦ ναοῦ ὑπάρχουσα,
ἀδιαλείπτως ὑπὲρ τοῦ σύμπαντος κόσμου πρεσβεύει, σωτηρίας τῶν ψυχῶν ἡμῶν,
παρακλήσεως καὶ ἀντιλήψεως τῶν ἐν δοκιμασίαις καὶ θλίψεσιν ὄντων, εἰρήνης καὶ
χαρᾶς τῶν ἀγωνιζομένων, καὶ ἐν ταπεινώσει τὰς λιτὰς Αὐτῆς πρὸς τὸν φιλάνθρωπον
Κύριον ἐπικαλουμένων.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐν Μυστρᾷ συνελθόντες πιστῶς
εἰσέλθωμεν, ἐν τῷ ναῷ Παντανάσσης καὶ Θεοτόκου Μητρός, προσ-κυνοῦντες εὐλαβῶς
θεῖον εἰκόνισμα· ὅτι ὡς Μήτηρ τοῦ Θεοῦ, κατασκέπει τοὺς πιστούς, ἐκ πάσης
δοκιμασίας, καὶ στηρίζει ἐν τοῖς ἀγῶσι, τοὺς εὐσεβῶς ἐπευφημοῦντας αὐτήν.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Παντάνασσα πιστῶν, Παναγία Παρθένε,
ἱκέτευε Χριστόν, ὑπὲρ γένους ἀνθρώπων, τοῦ κόσμου ἡ σώτειρα, καὶ Ἀγγέλων τὸ
μέλισμα, τῶν τιμώντων σε, ἡ κραταιὰ προστασία, τοῦ ναοῦ Μυστρᾶ, κόσμος ἀγλάϊσμα
εὖχος, καὶ Ἄνασσα ἔνδοξος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Παντάνασσα Δέσποινα τοὺς Σὲ τιμῶντας
πιστῶς, περίσωζε φύλαττε ἐξ ἀοράτων ἐχθρῶν, καὶ πάσης κακώσεως· Σὺ γὰρ Θεὸν
Σωτῆρα, ἐν ἀγκάλαις βαστάζεις, ἔχουσα παῤῥησίαν, τοῦ πρεσβεύειν ἀπαύστως, ὡς
Μήτηρ τοῦ πάντων Κτίστου, Θεοχαρίτωτε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Τὴν Παντάνασσαν πιστοί, καὶ Θεοτόκον
ἀληθῆ, ἀνυμνήσωμεν φαιδρῶς, ὡς τὴν Μητέρα τοῦ Θεοῦ, καὶ προστασίαν τοῦ κόσμου
καὶ θείαν σκέπην· κλέϊσμα Μυστρᾶ καὶ ἀγλάϊσμα, τεῖχος τῶν πιστῶν καὶ
προπύργιον, καὶ τῶν παρθένων πρότυπον καὶ κλέος, καὶ Ἐκκλησίας τὸ καύχημα·
μητέρων δόξα, χαῖρε Μαρία, μείζων πάντων Ἀγγέλων.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Μνησθήσομαι
τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου,
καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον, τῆς Θεοτόκου.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι...
Δόξα: Ταῖς τῆς Παντανάσσης...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον, ἡ τῶν οὐρανῶν Πλατυτέρα, καὶ
πάσης κτίσεως Ἄνασσα, ἐν τῷ ἱερῷ Αὐτῆς ἐν Μυστρᾷ τεμένει, τῷ ἐπονομαζομένῳ
Παντανάσσης, εἰς ἑστίασιν πνευματικήν, πάντας τοὺς φιλεόρτους συνεκάλεσεν.
Δεῦτε οὖν ἀδελφοί, ἐν εὐλαβείᾳ συν-ελθόντες, καὶ ταπεινῶς καὶ εὐλαβῶς, τὴν πάν-σεπτον
Αὐτῆς Εἰκόνα κατασπαζόμενοι, βοή-σωμεν πρὸς Αὐτήν· χαῖρε ἡ σώτειρα, ἡ προστασία
καὶ σκέπη καὶ φρυκτωρὸς τοῦ γένους ἡμῶν.
Εἶτα,
οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς: Παντάνασσαν Μυστρᾶ, ταπεινῶς
γεραίρω. Νικοδήμου.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παντάνασσα πρέσβευε Σῷ Υἱῷ, τὸν νοῦν
μου φωτίσαι, ἀνυμνῆσαι θεοπρεπῶς, Σὲ τὴν Θεοτόκον καὶ Παρθένον, καὶ τοῦ Μυστρᾶ
φρυκτωρὸν καὶ ἀγλάϊσμα.
Ἀνύμφευτε Μῆτερ τοῦ Ἰησοῦ, τοὺς Σὲ
ἀνυ-μνοῦντας, διαφύλαττε ἐκ δεινῶν, καὶ πάσης ἀλάστορος παγίδος, ἁμαρτιῶν τε
κινδύνων καὶ θλίψεων.
Ναὸς Παντανάσσης ἐν τῷ Μυστρᾷ,
πλουτεῖ τὴν Εἰκόνα, Σῆς γεννήσεως Μαριάμ, ἐν ᾗ κατά-φεύγουσιν ἐν πίστει, τῶν
εὐσεβῶν Ὀρθοδόξων συστήματα.
Ταπείνωσιν πᾶσι τοῖς ἐπὶ γῆς,
κηρύττεις Παρθένε, καὶ ἁγίαν ὑπακοήν, ὑπείκουσα λόγοις Ἀρχαγ-γέλου, ἐν Ναζαρὲτ
Μαριὰμ Θεοδόξαστε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀνασσῶν Σὺ τὸ κλέος καὶ τοῦ Μυστρᾶ
καύχημα, Μῆτερ Θεοτόκε Παρθένε, πιστῶν τὸ στήριγμα, ταῖς Σαῖς πρεσβείαις Ἁγνή,
ἐκ πειρασμῶν ἀντιδίκου, πάντας διαφύλαξον, θεία Παντάνασσα.
Ναὸς θεῖος ἐκτίσθη ἐν τῷ Μυστρᾷ
Δέσποινα, ὅστις ἐς ἀεὶ μνημονεύει, Σὲ τὴν Παντάνασσαν· ἐνταῦθα Σοῦ ἡ Εἰκών, ὡς
φρυκτωρὸς παραμένει, εὐλογοῦσα Δέσποινα, πιστοὺς τιμῶντάς Σε.
Ἀπειρόγαμε Νύμφη ὑπερφυῶς ἔτεκες,
Λόγον τοῦ Πατρὸς ἐν ἀνθρώποις, Μυστρᾶ ἡ Ἄνασσα, ἵνα ζωώσῃ βροτούς, διὰ Σταυροῦ
ἑκουσίου, καὶ θεώσῃ χάριτι, πιστοὺς Πανάχραντε.
Σὺ τὴν χάριν παρέχεις πᾶσι Χριστὸν
τέξασα, πρέσβευε Αὐτῷ Θεοτόκε, ὑπὲρ τῶν δούλων Σου, ὅπως ῥυσθῶμεν Ἁγνή, ἐκ τῶν
τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Ἄνασσα, τὰ μεγαλεῖά Σου.
Κάθισμα.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει σήμερον, ἡ τοῦ Μυστρᾶ
Ἐκκλησία, καὶ τιμᾷ φαιδρότατα, τῆς Παντανάσσης Μαρίας, ἄῤῥητον, κυοφορίαν καὶ
παρθενίαν, ἄφραστον, οἰκονομίαν τοῦ μυστηρίου· δι’ ἡμᾶς γὰρ ἀνεδείχθη, Παρθένος
Μήτηρ τοῦ πρὸ αἰώνων Θεοῦ.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Σὺ Παντάνασσα Ἄχραντε, τοὺς
εὐλαβουμένους θείαν Εἰκόνα Σου, ἐκ πτασιμάτων διαφύλαττε, καὶ
Σὺ Παντάνασσα Ἄχραντε, τοὺς εὐλαβουμένους θείαν Εἰκόνα Σου, ἐκ πτασιμάτων
διαφύλαττε, καὶ εἰς τελειότητα ὁδήγησον.
Ἀπειρόγαμε Δέσποινα, τῆς
ἐνανθρωπήσεως Λόγου γέγονας, ὑπὲρ κόσμου θεία γέφυρα, τὸν Σωτῆρα τέξασα
Παντάνασσα.
Νοσημάτων τὴν κάκωσιν, καὶ τὴν ψυχικὴν δεινὴν ἐξαθλίωσιν, ὦ Παντάνασσα
θεράπευσον, τῶν Σῶν δούλων ταῖς ἁγίαις πρεσβείαις Σου.
Μεσιτείαις σου Ἄνασσα, χάριν τοῦ Υἱοῦ
Σου ἡμῖν κατάπεμψον, ἵνα πάντες ἀποφύγωμεν, τοῦ δολίου δράκοντος τὰ ἔνεδρα.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσον τὸν νοῦν, τῶν τιμώντων Σε
Παντάνασσα, πρός τὸν Υἱόν Σου Κύριον Ἰησοῦν, ἵνα τηρῶμεν, τὰ θεῖα Αὐτοῦ
προστάγματα.
Σύνεσιν ψυχῆς, ἐξαιτοῦμαι ταῖς
πρεσβείαις Σου, λαβεῖν Παρθένε ἐκ Χριστοῦ τοῦ Θεοῦ, καὶ τὴν εἰρήνην, τὴν θείαν
καὶ ἀναφαίρετον.
Τεῖχος τῶν πιστῶν, καὶ λιμὴν ὑπάρχεις
Ἄνασσα, καὶ ἐν ἀνάγκαις ἄμεσος βοηθός, ταῖς Σαῖς πρεσβείαις, πρὸς Τόκον Σου τὸν
φιλάνθρωπον.
Ῥῦσαι ἐξ ἐχθρῶν, τοὺς τιμῶντάς Σε
Παντάνασσα, καὶ ἐκ παγίδων πνεύματος πονηροῦ, ἵνα βιῶμεν, ἐν χάριτι θείου
Πνεύματος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀνύμφευτε, τοῦ Μυστρᾶ ἡ Ἄνασσα, καὶ βροτῶν ἡ σωτηρία καὶ σκέπη, Σὲ ἀνυμνῶ,
καὶ τιμῶ Σὴν Εἰκόνα, καὶ τὴν ὑπέρλογον δόξαν Σου Ἄχραντε, καὶ δέομαι
πανευλαβῶς, πρὸς Χριστὸν τὴν ζωήν μου ἀνάγαγε.
Τιμῶμέν Σε, ὡς Μητέρα ἄφθορον, τοῦ Χριστοῦ Θεοχαρίτωτε Κόρη· ὅτι ἐν Σοί,
ἀπαρχὴ σωτηρίας, καὶ αἰωνίου ζωῆς ἡ ἀπόλαυσις, καὶ θέωσις ἐν οὐρανῷ, τοῖς
βροτοῖς ἐξ Υἱοῦ Σου δεδώρηται.
Ἀπείρανδρε, Θεοτόκε Ἄνασσα, τοῦ ναοῦ τῆς Παντανάσσης τὸ κλέος, καὶ τοῦ
Μυστρᾶ, φρυκτωρὸς καὶ προστάτις, καὶ τῶν πιστῶν ὄντως πέλεις τὸ στήριγμα· Σοῦ
δέομαι Μῆτερ ἁγνή, ἐκ φθορᾶς τῶν παθῶν μου διάσωσον.
Παντάνασσα, τὸν Χριστὸν ἐκύησας, ὑπὲρ φύσιν τε καὶ λόγον ὡς βρέφος, καὶ ἐν
χερσί, τὸν Θεὸν ἀγκαλίζεις, καὶ ἐκ μαζῶν Σου Αὐτὸν γαλουχεῖς σεπτῶς· διὸ ὡς
Μήτηρ τὸν Θεόν, ὑπὲρ πάντων ἀεὶ καθικέτευε.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς Παντανάσσης τὴν Εἰκόνα
προσκυνήσωμεν, ἐν ἱερῷ ναῷ Μυστρᾶ καὶ ἐκβοήσωμεν· χαῖρε Μῆτερ ἡ γεννήσασα Θεὸν
Λόγον· τὸν λαὸν ταῖς Σαῖς πρεσβείαις διαφύλαξον, καὶ πίστιν τήν Ὀρθόδοξον
περιτράνωσον, ἵνα κράζωμεν· χαῖρε πάντων ἡ Ἄνασσα.
Ὁ Οἶκος.
Ἄγγελοι οὐρανόθεν, ἀοράτως κυκλοῦσι,
ναὸν τῆς Παντανάσσης ἐν φόβῳ (γ΄)· καὶ
σὺν αὐτοῖς πλήθη πιστῶν πρὸ τῆς σεπτῆς Αὐτῆς Εἰκόνος ἱστάμενα, ἐν χαρᾷ καὶ
ἀγαλλιάσει βοῶσι πρὸς Αὐτὴν τοιαῦτα·
Χαῖρε, Μυστρᾶ ἡ χαρὰ καὶ δόξα·
χαῖρε, πιστῶν ἡ ἐλπὶς καὶ σκέπη.
Χαῖρε, τοῦ σεπτοῦ Σου ναοῦ ἡ ἐπίσκεψις·
χαῖρε, εὐσεβείας πιστῶν ἡ ἀνάδειξις.
Χαῖρε, Κόρη θεοδώρητε, Ἐκκλησίας τοῦ Μυστρᾶ·
χαῖρε, Μῆτερ θεοτίμητε, τῶν Ἀγγέλων ἡ χαρά.
Χαῖρε, ὅτι ὑπάρχεις τῶν πιστῶν προστασία·
χαῖρε, ὅτι στηρίζεις τὴν Χριστοῦ Ἐκκλησίαν.
Χαῖρε, κρατὴρ τῆς χάριτος ἔμπλεως·
χαῖρε, κρουνὸς τῆς πίστεως ἔνθεος.
Χαῖρε, δι’ ἧς εὐλογεῖται ἡ κτίσις·
χαῖρε, δι’ ἧς νεουργεῖται ἡ φύσις.
Χαῖρε πάντων ἡ Ἄνασσα.
Συναξάριον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς
Παντανάσσης Θεοτόκου τοῦ Μυστρᾶ.
Σεπτὴ Παντάνασσα Μυστρᾶ δόξα,
Ναὸς Παντανάσσης Ἀνάσσης δόξα.
Ταῖς τῆς Παντανάσσης Θεοτόκου καὶ τῶν Σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός,
ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐδόξασας Ναόν Σου ἐν Μυστρᾶ
Παντανάσσης τῇ Σῇ Εἰκόνι Ἁγνή, καὶ πάντες ἐκ καρδίας, οἱ Σὲ τιμῶντες Κόρη, πρὸς
τὸν Κύριον ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰδεῖν τὰ μεγαλεῖα οὐρανῶν Βασιλείας
ἀξίωσόν με Ἁγνή, πρεσβεύουσα ἀπαύστως, τῷ Κτίστῃ καὶ Υἱῷ Σου, πρὸς Ὃν χαίροντες
μέλπομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νυσταγμοῦ τῆς καρδίας, ἐλευθέρωσον
πάντας Θεοκυῆτορ ἁγνή, καὶ πύλην μετανοίας, ὑπάνοιξον Παρθένε, τοῖς βοῶσι πρὸς
Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς
εὐλογητὸς εἶ.
Ὡραΐζεις Παρθένε ἐν σημείοις, καρδίας
τῶν προστρεχόντων εἰς Σέ· καὶ θαύμασι ποικίλοις, δοξάζεις τὸν Υἱόν Σου, Ὃν ἐν
πίστει δοξάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Σὲ εὐφημοῦμεν, ὡς τοῦ Μυστρᾶ τὴν
προστάτιν, Θεοτόκε Σὸν Τόκον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς
αἰῶνας.
Γένος ἀνθρώπων, τὴν ἀειπάρθενον
Κόρην, ἀνυμνεῖ ὡς Μητέρα τοῦ Λόγου, Ὃν σὺν τοῖς Ἀγγέλοις, ὑμνεῖ εἰς τοὺς
αἰῶνας.
Εὐλογημένη, θεοχαρίτωτε Κόρη, Θεὸν
Λόγον βαστάζεις ἀγκάλαις, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ῥημάτων θείων, ἀκουτισθεῖσα ἡ Κόρη,
ὑπετάγη Θεοῦ τῇ βουλήσει, ἀνυμνολογοῦσα, Αὐτὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀνύμφευτε Μαρία, Μυστρᾶ ἡ προστάτις,
καὶ Ἐκκλησίας ἁπάσης χαρὰ καὶ τρυφή, τοὺς Σὴν Εἰκόνα τιμῶντας, φύλαττε Ἄνασσα.
Ἱλέωσαι Σὸν Τόκον, Μῆτερ Θεοτόκε, τοῦ
οἰκτειρῆσαι καὶ σῶσαι ἡμᾶς ἐκ παθῶν, καὶ ἐξ ἐχθρῶν παγκακίστων, σεπτὴ
Παντάνασσα.
Ῥητόρων θεολόγων, ὑπόθεσις πέλεις,
τῶν ὑπὲρ νοῦν ἐγκωμίων Παρθένε ἁγνή, καὶ Ὀρθοδόξων ἁπάντων, τὸ ἐγκαλλώπισμα.
Ὢ Μῆτερ καὶ Παρθένε, Σὲ ἐπευφημοῦμεν,
οἱ προσκυνοῦντες ἐν πίστει Εἰκόνα τὴν Σήν, καὶ ἐξαιτοῦμεν τὴν χάριν Σου, τὴν
σωτήριον.
Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες
ἀκουτίσθητε.
Παντάνασσαν τιμήσωμεν, Μυστρᾶ τὸ
θεῖον κλέϊσμα, τῆς Ἐκκλησίας τὸν πλοῦτον, Ὀρθοδοξίας τὸ κλέος, σκέπην τε καὶ
ἀντίληψιν, καὶ πάντων καταφύγιον, πρέσβειραν γένους ἄμαχον, πρὸς τὸν Σωτῆρα τοῦ
κόσμου, ἐξ ἧς ἐτέχθη ἀφράστως.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι.
Ἦχος δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Δεῦτε, Ὀρθοδόξων σύλλογος, τὴν Μητέρα
Χριστοῦ, ἐν Μυστρᾷ τιμήσωμεν, τὴν Δέσποινα Μαριάμ, τὴν Ἀειπάρθενον, Παντάνασσαν
τῶν πιστῶν, καὶ Ἐκκλησίας πανθαύμαστον κλέϊσμα, πρὸς Ἥν βοῶμεν φαιδρῶς, τοῦ
Γαβριὴλ εὐαγγέλιον ἔνθεον· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ
κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος. (Δίς).
Βαβαί, τῶν Σῶν θαυμασίων Ἁγνή, ἐν
ὑψίστοις πέλεις, μεθ’ Υἱοῦ Σου Πάναγνε, καὶ μέσον ἡμῶν σεπτή, ὡς Μήτηρ Ἄνασσα·
ἡ χάρις Σου θαυμαστή, ἐν τῷ ναῷ Παντανάσσης ἐκλάμπουσα· διὸ πάντες οἱ πιστοί,
τοῦ Ἀρχαγγέλου τὸ ῥῆμά Σοι λέγομεν· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ
παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.
Τὴν Σήν, τιμῶντες πανήγυριν, ἐν
Μυστρᾷ ἐλθόντες, προσκυνοῦμεν Ἄνασσα, Εἰκόνα Σου τὴν σεπτήν, καὶ ἱεράν Σου
μορφήν, δοξάζοντες μετὰ Σοῦ, τὸν Σὲ δοξάσαντα Κόρη Θεάνθρωπον, καὶ ῥήματα
Γαβριήλ, πάντες πιστοὶ ἐκβοῶμέν Σοι κράζοντες· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ
Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. α΄.
Δεῦτε χριστοφόροι λαοί, τὴν τοῦ
Κυρίου Μητέρα, καὶ πανένδοξον Παντάνασσαν, ἐν ἱερᾷ Συνάξει, θεοπρεπέσι καὶ
ἐνθεαστικοῖς ἐγκωμίοις τιμήσωμεν λέγοντες· χαίροις ἡ τῶν Ἀγγέλων χαρμονή, καὶ
ἔνθεον μέλισμα· χαίροις, ἡ τῶν πιστῶν καταφυγή, καὶ λιμὴν ἀσφαλέστατος· χαῖρε,
ἡ τοῦ Μυστρᾶ φρυκτωρός, καὶ Σοῦ ναοῦ τῆς Παντανάσσης φύλαξ καὶ ἐγκαλλώπισμα.
Πρέσβευε τῷ Υἱῷ Σου καὶ Θεῷ ἡμῶν, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Παντάνασσα χαῖρε ἡ τοῦ Μυστρᾶ, Εἰκόνα
Σου θείαν, οἱ τιμῶντες πανευλαβῶς, βοῶμεν ἐκ πόθου, προστρέχοντες ναῷ Σου,
αἰτούμενοι Σὴν σκέπην, καὶ Σὴν βοήθειαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου