Τρίτη 8 Ιανουαρίου 2019

Ακολουθία ΑΓΙΟΥ ΡΕΜΙΓΙΟΥ ΡΗΜΩΝ ΤΗΣ ΓΑΛΛΙΑΣ


ΙΑΝΟΥΑΡΙΟΣ 13!!
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ.

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια.
Ἦχος πλ. Β΄. Τριήμερος ἀνέστη Χριστέ.
Τῶν Φράγγων τοῦ λαοῦ φωτιστήν, Ῥεμίγιον τὸν πάνσοφον, συνελθόντες εὐφημήσωμεν ᾠδαῖς, καὶ ᾄσμασιν ἐνθέοις, Χριστὸν δοξολογοῦντες, τὸν θαυμαστῶς Αὐτὸν δοξάσαντα.
Τῶν Ῥήμων ὁ ποιμὴν ὁ σεπτός, ὐμνείσθω νῦν Ῥεμίγιος, Ἀποστόλων τῶν σεπτῶν ὁ μιμητής, καὶ τῆς κακοδοξίας, Ἀρείου καθαιρέτης, Ὀρθοδοξίας ὁ διδάσκαλος.
Τὴν κοίμησιν τὴν σὴν προειδώς, πτωχοῖς τὰ σὰ ὑπάρχοντα, εὐχαριστῶς διεμοίρασας ψυχήν, τὴν σὴν δὲ Ἱεράρχα, παρέθου ἐν εἰρήνῃ, Θεοῦ εἰς χεῖρας Παντοκράτορος.
Λειψάνων σου ἡ θήκη ἀεί, πηγάζει ῥῶσιν ἄφθονον, τοῖς ἐν πίστει προσιοῦσι καὶ τὴν σήν, ἐν πίστει ἀδιστάκτῳ, βοήθειαν αἰτοῦσι, θεομακάριστε Ῥεμίγιε.
Δόξα. Ἦχος α΄.
εμίγιε τρισμάκαρ, Ἀρχιερεῦ τοῦ Χριστοῦ Ὅσιε καὶ ἄκακε, σὺ τὸν Θεὸν ὁλοκαρδίως ἀγαπήσας, τὰς ἐντολὰς Αὐτοῦ πάσας ἀμέμπτως ἐφύλαξας, ἀγαπήσας δὲ καὶ τὸν πλησίον ὡς σεαυτόν, τῆς τῶν εἰδώλων ἀπάτης, καὶ τῆς τοῦ Ἀρείου πλάνης, τὸν λαὸν τῶν Φράγγων διέσωσας. Καὶ διὰ τῶν δύο πρώτων καὶ μεγίστων ἐντολῶν, ὅλου τοῦ νόμου καὶ τῶν Προφητῶν, πληρωτὴς ἀναδέδειξαι. Καὶ νῦν πρέσβευε Πάτερ, ἐν τῇ καλῇ ὁμολογίᾳ ἐμμένειν, τοὺς ἐκ πόθου τιμῶντάς σε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Πῶς Σε Χριστὲ δοῦλοι τοῦ Δεσπότου, ἀξίως τιμήσωμεν, ὅτι ἐν ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
λην ἐν τῇ ψυχῇ, τὴν χάριν ὑπεδέξω, τοῦ Παρακλήτου Πάτερ, ἐντεῦθεν Ἀποστόλων, τὰ σκάμματα ἐζήλωσας.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις ὁ θαυμαστός, τῶν Ῥήμων ποιμενάρχης, Ῥεμίγιε θεόφρον, αἱρετιζόντων λύκων, διώκτης ἰσχυρώτατος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἐν ἀγαλλιάσει ἀγαλλιάσονται.
Αἴτει παρὰ Θεοῦ, συγχώρησιν πταισμάτων, καὶ φῶς καὶ σωτηρίαν, Ῥεμίγιε τοῖς πίστει, γεραίρουσι τὴν μνήμην σου.
Δόξα. Τριαδικόν.
Δέδωκας ὦ Τριάς, τῷ θείῳ Ῥεμιγίῳ, ἰσχὺν καὶ θείαν χάριν, δι’ ὧν λαὸν τῶν Φράγγων, πίστει πρὸς Σὲ ἐφώτισεν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
σμα καινοπρεπές, ᾀδέτω πᾶσα κτίσις, τῷ ἐκ Παρθένου φῦντι, Χριστῷ καὶ βαπτισθέντι, ἐν Ἰορδάνῃ σήμερον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
λαμάνων καὶ Φράγγων φωτιστὴς ἀναδέδειξαι, Ῥήμων δὲ ποιμὴν θεηγόρος Ἱεράρχα Ῥεμίγιε, θαυμάτων εἰληφὼς δὲ δωρεάν, ἀνέστησας εὐχῇ σου τὴν νεκράν, τοῦ πυρὸς μανίαν στήσας καὶ τοῖς τυφλοῖς, ἀνάβλεψιν δεδώρησαι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.
Χαίρει ἔχουσα, ἡ Ἄνω Κώμη, τὸν σὸν πάνσεπτον, ναὸν παμμάκαρ, καὶ πολιοῦχόν σε Ῥεμίγιε κέκτηται, ὡς οὖν πυρὸς τὴν μανίαν κατέπαυσας, καὶ τὴν νεκρὰν ὡς ἐξ ὕπνου ἀνέστησας, οὕτω πρέσβευε Κυρίῳ τῷ Παντοκράτορι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α΄ στάσιν τοῦ· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ παρόντα στιχηρὰ προσόμοια τοῦ Ἁγίου.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
ς Ἀπόστολον ἔνθεον, καὶ φωστῆρα πολύφωτον, καὶ ὀρθοδοξίας λαμπρὸν διδάσκαλον, ὡς ποδηγέτην θεόληπτον, ὡς κήρυκα πάνσοφον, καὶ χρηστὸν μυσταγωγόν, ἀρετῶν τελειότητος, θείῳ πνεύματι, τοῦ λαοῦ σε τῶν Φράγγων ἀνυμνοῦμεν, ἐκτελοῦντές σου τὴν μνήμην, θαυματοφόρε Ῥεμίγιε.
Τ μητρί σου προείρηκε, ἀσκητὴς θεόπνευστος, τὴν σὴν Ἱεράρχα τίμιαν γέννησιν, σὲ γὰρ Θεὸς ἐξελέξατο, μέγας Ῥιμίγιε, ὥς ποτε τὸν Σαμουήλ, καὶ Σαμψὼν τὸν θαυμάσιον, καὶ ἐδούλευσας, ἐκ νεότητος τούτῳ τῶν Ἀγγέλων, μιμησάμενος τὸν βίον, ἐν ἐρημίαις καὶ ὄρεσιν.
Τὴν τῶν Ῥήμων μητρόπολιν, θείᾳ ψήφῳ κεκλήρωσαι, ἔτι ὢν νεώτερος ὡς Τιμόθεος, καὶ καθαρῶς ἱεράτευσας, Χριστῷ τῷ Παντάνακτι, καὶ ἐποίμανας καλῶς, τὴν σὴν ποίμνην Ῥεμίγιε, καὶ νῦν πρέσβευε, πειρασμῶν καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Κλοδοβαῖον τὸν ἄνακτα, σὺ τῶν Φράγγων ἐβάπτισας, καὶ εἰδώλων πλάνης καὶ τῆς αἱρέσεως, τῆς τοῦ Ἀρείου Ῥεμίγιε, λαὸν ἠλευθέρωσας, τὸν ὑπείκοντα αὐτῷ, διδαχαῖς θεηγόροις σου, καὶ νῦν πρέσβευε, κακοδόξων ῥυσθῆναι τῆς ἀπάτης, τὴν σὴν ποίμνην Ἱεράρχα, χαρμονικῶς εὐφημοῦσάν σε.
Τοῦ πυρὸς παμμακάριστε, τοῦ παμφάγου τὴν δύναμιν, ἔδειξαν ἀνίσχυρον ταῖς πρεσβείαις σου, τυφλῷ τὸ βλέπειν ἐχάρισας, τοὺς δαίμονας ἤλασας, καὶ κοράσιον νεκρόν, θαυμαστῶς ἐξανέστησας, καὶ ἐπλήρωσας, κενωθεῖσας τὰς στάμνους οἴνου νέου, ἐπικλήσει τοῦ Κυρίου, ἀριχεράρχα Ῥεμίγιε.
Προειδὼς σοῦ τὴν κοίμησιν, τοῖς πτωχοῖς διεσκόρπισας, ἅπαντα τὸν βίον σου ἀγγελότροπε, καὶ πρὸς τὰ ἄνω Βασίλεια, ἀνῆλθες Ῥεμίγιε, ἵνα λάβῃς ἐκ Θεοῦ, τῶν σῶν πόνων τὰ ἔπαθλα, Ὃν ἱκέτευε, δωρηθῆναι συγχώρησιν πταισμάτων, τοῖς πιστῶς ἐπιτελοῦσι, τὴν πανσεβάσμιον μνήμην σου.
Δόξα. Ἦχος πλ. Β΄.
Τῶν Ἀποστόλων μιμητήν, καὶ φωτιστὴν τῶν Φράγγων, τὸν ποιμενάρχην Ῥήμων, καὶ τῶν πιστῶν ἀντιλήπτορα μέγιστον, συνελθόντες ὦ φιλέορτοι, μελῳδικοῖς ἐγκωμίοις, τιμήσωμεν ψάλλοντες· Χαίροις ὁ τῆς Λαώνης βλαστός, καὶ τέκνον εὐσεβῶν, γονέων ἀξιάγαστον· χαίροις ἀστὴρ πανυπέρλαμπρε, ὁ εἰδώλων τὴν ζόφωσιν, διαλύσας τοῖς θαύμασιν· χαίροις τῶν Ὀρθοδόξων τὸ στήριγμα τὸ μέγα, καὶ τῶν κακοδόξων ἀρειανῶν διώκτης. Καὶ νῦν παμμάκαρ Ῥεμίγιε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων ἀεί, τὴν πανένδοξον καὶ εὐφρόσυνον μνήμην σου.
Καὶ νῦν. Τῆς ἑορτῆς.
νυμνήσωμεν οἱ πιστοί, τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ εὐεργεσίας τὸ μέγεθος, ἐν γὰρ τῷ ἡμῶν παραπτώματι γενόμενος ἄνθρωπος, τὴν ἡμῶν κάθαρσιν καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ὀ μόνος καθαρὸς καὶ ἀκήρατος, ἁγιάζων ἐμὲ καὶ τὰ ὕδατα, καὶ τὰς κεφαλὰς τῶν δρακόντων, συντρίβων ἐπὶ τοῦ ὕδατος, ἀντλήσωμεν οὖν ὕδωρ μετ’ εὐφροσύνης ἀδελφοί, ἡ γὰρ χάρις τοῦ Πνεύματος τοῖς πιστῶς ἀντλοῦσιν, ἀοράτως ἐπιδίδοται παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
 Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίω, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Λιτή. Ἦχος α΄.
Πάλαι μὲν πρὸς Κορνήλιον τὸν Ἐκατόνταρχον, Πέτρος ὁ τῶν Ἀποστόλων κορυφαῖος ἐπέμφθη, ἵνα φωτίσῃ αὐτὸν τῷ μυστηρίῳ τοῦ Βαπτίσματος. Νῦν δὲ πρὸς Κλοδοβαῖον τὸν τῶν Φράγγων βασιλέα, ἀπέστειλέ σε ὁ Θεὸς Ἱεράρχα Ῥεμίγιε, ἐμνήσθησαν γὰρ ἐνώπιον αὐτοῦ, τῆς εὐλαβοῦς αὐτοῦ συζύγου Κλοτίλδης αἱ προσευχαί, ὅθεν τοῦ μακαρίου Βεδάστου κατηχήσαντος αὐτόν, τοῦ λουτροῦ τῆς ἀναγεννήσεως αὐτὸν κατηξίωσας, καὶ τῷ λογικῷ ἀδόλῳ γάλακτι ἔθρεψας, ἵνα αὐξηθῇ εἰς σωτηρίαν. ᾯ καὶ ἡμῶν Πάτερ θρέψον τὰς ψυχάς, ἵνα ἀποθέμενοι πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις, καὶ φθόνους καὶ πᾶσαν καταλαλιάν, διὰ πολιτείας ἐναρέτου τῷ Χριστῷ εὐαρεστήσωμεν.
Ἦχος β΄.
τοὺς τυφλοὺς σοφίζων Κύριος, τῷ τοῦ αἰσθητοῦ ἐστερημένῳ φωτὸς ἐρημίτῃ, τὰ τῆς σῆς γεννήσεως παραδόξως ἐμήνυσεν, τῇ σῇ Ῥεμίγιε μητρί, ἡ δὲ ἀπιστήσασα ὡς Σάῤῥα ποτε ἐν τῇ σκηνῇ, λέγουσα· ἐγὼ γεγήρακα, τῷδε τῷ σημείῳ ἐβεβαιώθη. Σοῦ γὰρ παραδόξως τεχθέντος, τῷ γάλακτι τῶν μαζῶν αὐτῆς, χρίσας ὁ τυφλὸς τοὺς ὀφθαλμοὺς αὐτοῦ ἀνέβλεψεν, ὅθεν πάντες ἐβόων· Κύριε δόξα Σοι.
Ἦχος γ΄.
ς Ἱερεμίαν καὶ Τιμόθεον, ἐν νεότητι ἡλικίας ὁ Θεὸς σὲ ἐκάλεσεν, ποιμαίνειν τὸν λαὸν Αὐτοῦ, Ῥεμίγιε ἀοίδιμε, καὶ ἐπὶ ἔθνη καὶ βασιλεῖς καθέστηκέ σε, ἐκριζοῦν καὶ κατασκάπτειν ἀνοικοδομεῖν καὶ καταφυτεύειν, ὅθεν φυτοκόμος ὤφθης ἠθῶν οὐρανίων, καὶ πάσης ἀρετῆς γεωργὸς δοκιμώτατος, ἀλλ’ ὦ Ἀποστόλων ὁμότροπε, Χριστῷ ἀπαύστως πρέσβευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος δ΄.
τε ἐκ τοῦ παρόντος αἰῶνος τοῦ ἀπατεῶνος ἔμελλες μεθίστασθαι, πάντα τὰ ὑπάρχοντα τὰ σὰ τοῖς πτωχοῖς ἔδωκας ἐλεημοσύνην, ἵνα εὐκοπώτερόν σε δέξωνταί σε, εἰς τὰς αἰωνίους σκηνὰς Ἄγγελοι φαιδροὶ καὶ φωτεινοί. Καὶ ἀφιλάργυρον τὸν τρόπον ἔχων ὡς ὁ Παῦλος ἐβόας· οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Διὸ καὶ ἡμᾶς τοὺς τιμῶντάς σου, τὴν πανσεβάσμιον κοίμησιν, ῥῦσαι πάσης πλεονεξίας καὶ αἰφνιδίου θανάτου, τῶν Ἀλαμάνων φωτιστά ἱεροκῆρυξ Ῥεμίγιε.
Δόξα. Ὀ αὐτός.
Τὸν τῆς Χριστοῦ Ἐκκλησίας λαμπρὸν ἀστέρα, τὸν ἐκ δυσμῶν ἀνατείλαντα, καὶ τῶν Φράγγων τὸν λαὸν περιφανῶς καταυγάσαντα, Ῥεμίγιον τὸν ἀξιέπαινον, εὐφημιῶν στέμμασιν καταστέψωμεν, ἀγγελικῶς γὰρ διελθὼν τὸν βίον, πλείστων θαυμάτων αὐτουργὸς ἐγένετο, μεγίστων δωρεῶν θεόθεν ἀξιωθείς, ὡς τῶν Ἀποστόλων ὁμόζηλος. Δαιμόνια ἐξέβαλεν πυρὸς ὀσμὴν ἐκοίμησεν, τυφλῷ ἀνάβλεψιν ἐδωρήσατο καὶ νεκρὰν ἀνήγειρεν. Αὐτοῦ μιμούμενοι τὴν πίστιν, σωφρόνως ζήσωμεν καὶ εὐσεβῶς καὶ δικαίως, τὰς κοσμικὰς ἐπιθυμίας καὶ τὴν ἀσέβειαν ἀρνησάμενοι, ἵνα χαρᾶς ἀνεκλαλήτου καὶ δεδοξασμένης, ἐν οὐρανοῖς ἀπολαύσωμεν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
τρεμεν ἡ χεὶρ τοῦ Βαπτιστοῦ, ὅτε τῆς ἀχράντου κορυφῆς ἥψατο, ἐστράφη Ἰορδάνης ποταμὸς εἰς τὰ ὀπίσω, μὴ τολμῶν λειτουργῆσαί σοι· ὁ γὰρ αἰδεσθείς, Ἰησοῦν τὸν τοῦ Ναυῆ, πῶς τὸν Ποιητὴν αὐτοῦ δειλιάσαι οὐκ εἶχεν; Ἀλλὰ πᾶσαν ἐπλήρωσας οἰκονομίαν, Σωτὴρ ἡμῶν, ἵνα σώσῃς τὸν κόσμον τῇ Ἐπιφανείᾳ σου, μόνε φιλάνθρωπε.
Ἀπόστιχα.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ ἱεροῦ Ῥεμιγίου τὴν μνήμην σήμερον, τῶν Ὀρθοδόξων Φράγγων, ἑορτάσωμεν δῆμοι, οὗτος γὰρ τῷ φέγγει τῆς τοῦ Χριστοῦ, ἐπιγνώσεως ἤλασεν, τὴν τῶν εἰδώλων ἀπάτην ὡς τῶν σεπτῶν, Ἀποστόλων ἰσοστάσιος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Τὴν τοῦ ἀμέμπτου σου βίου Πάτερ λαμπρότητα, ὁ ἄναξ Κλοδοβαῖος, εὐλαβοῦμενος λίαν, καὶ νίκην ταῖς πρεσβείαις σου κατ’ ἐχθρῶν, εἰληφὼς τοῦ Βαπτίσματος, ἐκ σοῦ λαμβάνει μυστήριον τὸ σεπτόν, παμμακάριστε Ῥεμίγιε.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἐν ἀγαλλιάσει ἀγαλλιάσονται.
Σὲ ἡ τῶν Ῥήμων γεραίρει πόλις πανθαύμαστε, καὶ Σπάρνακον τιμᾷ σε, ἐν ᾠδαῖς χαρμοσύνοις, πολλὴν γὰρ εὐλογίαν ἐκ τῆς σοροῦ, τῶν λειψάνων σου ἔλαβον, δι’ ὧν Θεὸς ὁ οἰκτίρμων θαυματουργεῖ, τοὺς νοσοῦντας ἐξιώμενος.
Δόξα. Ἦχος πλ. Β΄.
σιε Πάτερ Ἱεράρχα Ῥεμίγιε, κατὰ τὸ ὄνομά σου οὕτω καὶ ἡ πολιτεία σου. Σὺ γὰρ κωπηλάτου κλῆσιν ἔχων, τῆς νοητῆς νηὸς τῆς τῶν Ῥήμων Ἐκκλησίας, κυβερνήτης ἀνεδείχθης ἄριστος, καὶ οἰακοστρόφος περιδέξιος, πολυπλασιάσας τὸ δοθέν σοι τάλαντον παρὰ Χριστοῦ, ὡς οἰκονόμος πιστὸς καὶ φρόνιμος, ὅθεν ἐν ἔργοις περιφανής, καὶ ἐν θαύμασι περιβόητος πέφηνας, καὶ διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ, ὡς δῶρον πολυτελὲς καὶ εὐπρόσδεκτον, τῶν διὰ σοῦ πιστεύσαντα τῶν Φράγγων λαόν, τῷ πάντας ἀνθρώπους θέλοντι σωθῆναι Κυρίῳ προσενέγκας. ᾯ πρέσβευε δεόμεθα ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Νάματα Ἰορδάνια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον· καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τάς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
λαμάνων καὶ Φράγγων φωτιστὴς ἀναδέδειξαι, Ῥήμων δὲ ποιμὴν θεηγόρος Ἱεράρχα Ῥεμίγιε, θαυμάτων εἰληφὼς δὲ δωρεάν, ἀνέστησας εὐχῇ σου τὴν νεκράν, τοῦ πυρὸς μανίαν στήσας καὶ τοῖς τυφλοῖς, ἀνάβλεψιν δεδώρησαι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.
Χαίρει ἔχουσα, ἡ Ἄνω Κώμη, τὸν σὸν πάνσεπτον, ναὸν παμμάκαρ, καὶ πολιοῦχόν σε Ῥεμίγιε κέκτηται, ὡς οὖν πυρὸς τὴν μανίαν κατέπαυσας, καὶ τὴν νεκρὰν ὡς ἐξ ὕπνου ἀνέστησας, οὕτω πρέσβευε Κυρίῳ τῷ Παντοκράτορι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Ἀπόλυσις.

******************

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. Α΄. Τὸν Συνάναρχον Λόγον.
λαμάνων καὶ Φράγγων λαοὺς ἐφώτισας, τῶν ἱερῶν Ἀποστόλων ὡς ἀκριβὸς μιμητής, Ἱεράρχα τοῦ Χριστοῦ Πάτερ Ῥεμίγιε, καὶ τοῦ Ἀρείου καθελὼν ταῖς σοφαῖς σου διδαχαῖς, τὴν ψυχολέτειρα πλάνην νῦν τῷ Σωτῆρι πρεσβεύεις, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
ορδάνου τὸ ῥεῖθρον περιβαλλόμενος, ὁ τὸ φῶς παραδόξως ἀναβαλλόμενος, ἐν αὐτῷ τὴν τοῦ Ἀδὰμ φύσιν ἀνέπλασας, συντριβεῖσαν πονηρᾷ παρακοῇ Λόγε Θεοῦ, διό Σε ἀνευφημοῦμεν καὶ τὴν ἁγίαν Σου πάντες, δοξολογοῦμεν ἐπιφάνειαν.
Μετὰ τὴν β΄ στιχολογίαν.
Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τὴν μανίαν τοῦ πυρός, ταῖς πρὸς τὸν Κτίστην τοῦ παντός, σοῦ ἐνθέρμοις προσευχαῖς, ὡς καταπαύσας θαυμαστῶς, καὶ ἀναστήσας νεάνιδα τεθνηκυῖαν, εἵλκυσας πολλοὺς πρὸς εὐσέβειαν, πλάνης τοῦ βυθοῦ λυτρωσάμενος, καὶ τῷ Χριστῷ προσῆξας σεσωσμένους, θαυματοφόρε Ῥεμίγιε, καὶ νῦν δυσώπει σωθῆναι πάντας, τοὺς τελοῦντας τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Θεοφανείας ὁ καιρός, Χριστὸς ἐπέφανεν ἡμῖν, ἐν Ἰορδάνῃ ποταμῷ, δεῦτε ἀντλήσωμεν πιστοί, ὕδωρ ἀφέσεως τῶν ἁμαρτιῶν ἡμῶν, Χριστὸς γὰρ ἐν σαρκὶ ἐπεδήμησεν, τὸ πρόβατον ζητῶν τὸ θηριάλωτον, καὶ ἀνευρὼν εἰσήγαγεν ὡς εὔσπλαγχνος, εἰς τὸν Παράδεισον αὖθις. Χριστὸς ἐφάνη ἐν Ἰορδάνῃ, καὶ τὸν κόσμον ἐφώτισε.

Μετὰ τὸν Πολυέλεον.
Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
τὴν ῥομφαίαν τῆς πανώλους συντρίψας, καὶ τῶν δαιμόνων τὴν ἰσχὺν θριαμβεύσας, τῶν Ἀποστόλων σύνθρονε Ῥεμίγιε σοφέ, σκέπε καὶ διάσωζε ἀπὸ πάσης ἀνάγκης, τοὺς τῇ προστασίᾳ σου εὐλαβῶς προσιόντας, καὶ τῷ Σωτῆρι πρέσβευε Χριστῷ, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Τοῖς οἰκτιρμοῖς Σου ὁ Θεὸς δυσωπούμενος, τὸ πλανηθὲν ἀπολωλὸς ἐξεζήτησας, διὰ σπλάγχνα ἐλέους Σου φιλάνθρωπε, ὅθεν παραγέγονας ἐπὶ τὸν Ἰορδάνην, γνωρίσαι τὸ μυστήριον τῆς Ἁγίας Τριάδος, καὶ ἀνυμνοῦντες κράζομεν πιστῶς· Ἦλθες ἐφάνης τὸ φῶς τὸ ἀπρόσιτον.

Τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Πρ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.

Εὐαγγέλιον, ζήτει ἐν τῷ Ὄρθρῳ τῆς ΙΓ΄ Νοεμβρίου.
Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός.
ξεχύθη ἡ χάρις ἐν χείλεσί σου Ὅσιε Πάτερ, καὶ γέγονας φωστὴρ τῶν Ἀλαμάνων καὶ Φράγγων, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.
Εἶτα οἱ Κανόνες· ὁ α΄ τῆς Ἑορτῆς μετὰ τῶν Εἱρμῶν εἰς στ΄· καὶ τοῦ Ἁγίου δύο, εἰς η΄. Καταβασίαις ψάλλομεν τὶς ἰαμβικές.
Κανὼν τῆς ἑορτῆς, τοῦ Κυρίου Κοσμᾶ οὗ ἡ Ἀκροστιχίς. Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος.
ᾨδὴ α΄. Ἦχος β’. Ὁ Εἱρμός
Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.
δὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.
Πυρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος· ὅτι δεδόξασται.
Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.
Ὁ α΄ κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς ἐν τῇ ζ΄, η΄ καὶ θ΄ ᾠδῇ (ἄνευ τῶν Θεοτοκίων): Παναγιώτου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ζῆς καὶ θανὼν θαυματουργὲ Ῥεμίγιε, μὴ καταλίπῃς διὸ ἡμᾶς Ἱεράρχα, τοὺς προσκαλουμένους σε, ἐλθὲ καὶ στῆθι σήμερον, μεθ’ ἡμῶν ἀοράτως, καὶ οὐρανόθεν εὐλόγησον, τοὺς περιχαρῶς ἀνυμνοῦντάς σε.
Τῇ σῇ μητρὶ ὁ ἀσκητὴς τὴν γέννησιν, τὴν σὴν προείρηκε καὶ μαζῶν ἐκείνης, γάλακτι λελύτρωται, πολυετοῦς τυφλώσεως, τούτῳ γὰρ τῷ σημείῳ, Θεὸς τοῖς πᾶσιν ἐγνώρισεν, σοῦ τὴν δόξαν Πάτερ τὴν μέλλουσαν.
πὸ γονέων εὐσεβῶν ἐβλάστησας, καὶ ὥς ποτε Σαμουὴλ καὶ Ἱερεμίαν, σὲ Θεὸς προείλετο, εἰς ὑπουργίαν Ὅσιε, τῇ Αὐτοῦ ὁ Παντάναξ, Ὃν ἐκδυσώπει Ῥεμίγιε, δοῦναι ἱλασμὸν τοῖς τιμῶσί σε.
Θεοτοκίον.
Τὸ Θεοτόκον Σε κηρύττειν ἄχραντε, πάσης αἱρέσεως ἀποτροπὴν φέρει, σάρκα γὰρ γενόμενον ἀναλλοιώτως ἔτεκες, τὸν ἐπέκεινα πάσης, Θεοκυῆτορ τῆς κτίσεως, Λόγον τοῦ Θεοῦ τὸν ἀΐδιον.
Ὁ β΄ κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς ἐν τῇ ζ΄, η΄ καὶ θ΄ ᾠδῇ (ἄνευ τῶν Θεοτοκίων): Παναγιώτου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
μνῆσαι τὴν κοίμησιν τὴν ἱεράν σου βουλόμενος, αἰτοῦμαί σε δοῦναί μοι σαῖς θεοδέκτοις λιταῖς, τῷ παντλήμονι τὸν φωτισμὸν ὑψόθεν, τῶν Ῥήμων ἐπίσκοπε Πάτερ Ῥεμίγιε.
Νεκρώσας τὸ φρόνημα τὸ τῆς σαρκὸς ἀνεζώωσας, ψυχῆς τὴν κατάστασιν μάκαρ Ῥεμίγιε, καὶ ἐπήγασας ζωῆς διδασκαλίαν, ζωοῦσαν καὶ τρέφουσαν τοὺς ἑπομένους σοι.
Σοφίας τῆς ἄνωθεν δοχεῖον ὤφθης πολύτιμον, τὸν νοῦν καθηράμενος, πόνοις ἀσκήσεως, ὅθεν πέπλησαι χαρίτων οὐρανίων, καὶ Φράγγοις ἐκήρυξας Χριστὸν Ῥεμίγιε.
Θεοτοκίον.
Χαρὰν ἡ κυήσασα χαῖρε Παρθένε Θεόνυμφε, ἀρᾶς ἀλλοτρίωσις χαῖρε Πανάμωμε, χαῖρε Δέσποινα τοῦ κόσμου προστασία, χαῖρε καταφύγιον τῶν προστρεχόντων Σοι.
ᾨδὴ γ΄. Ὁ Εἱρμός
σχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χρηστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία· δι’ ὕδατος καὶ Πνεύματος· υἱοὶ γάρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος· Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Ὁ α΄ τοῦ Ἁγίου. Ὁ στερεώσας κατ’ ἀρχάς.
Σὺ ἀπὸ βρέφους ἱερός, ψυχὴν ὁμοῦ τε καὶ σῶμα, καὶ ἁγνὸς ἐν ἀμφοτέροις ὑπάρχων, λειτουργὸς ὤφθης Θεοῦ, Ῥεμίγιε πανόλβιε, χερσὶν ἀθώαις θύων, θυσίαν Πάτερ ἀναίμακτον.
ν τῇ ἐρήμῳ αὐλισθείς, ἐν προσευχαῖς καὶ νηστείαις, τῶν Ἀγγέλων ἐμιμήσω τὸν βίον, καὶ δαιμόνων νικητής, Ῥεμίγιε γεγένησαι, ὧν τῶν παγίδων ῥῦσαι, τοὺς προσιόντας τῇ σκέπῃ σου.
Χαίροις τῶν Φράγγων ὁ φωστήρ, Ῥήμων ποιμὴν θεηγόρε, καὶ εἰδώλων κραταιὲ καθαιρέτα, τῆς Ἀρείου μιαρᾶς, πλάνης ῥομφαία δίστομος, χαίροις τῶν ἰαμάτων, πηγὴ τρισμάκαρ Ῥεμίγιε.
Θεοτοκίον.
πειρογάμως ἐκ Πατρός, τὸν πρὸ αἰώνων ἀφράστως, ἐν γαστρί Σου συλλαβοῦσα Παρθένε, ἀπεγέννησας ἡμῖν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, ἐν ἑκατέρᾳ φύσει, τέλειον οὐ διαιρούμενον.
Ὁ β΄ κανὼν τοῦ Ἁγίου. Τοὺς Σοὺς ὑμνολόγους.
ψώθης καθέδρα ποιμενάρχου, Ῥεμίγιε ψήφῳ τοῦ Θεοῦ, καὶ ἐκ βυθοῦ ἀνύψωσας, κακίας πρὸς ἀκρότητα, τῶν ἀρετῶν πανόλβιε, τοὺς δεξαμένους τὸν λόγον σου.
ρχόμενα ἀπὸ τῶν χειρῶν σου, τροφὴν οὐρανοῦ τὰ πετεινά, ἐλάμβανον Ῥεμίγιε, σὺ δὲ αὐτὰ μιμούμενος, ἅπασαν τῷ Κυρίῳ σου, τὴν σὴν ἐλπίδα ἀνέθηκας.
Τοὺς σοὺς ὑμνολόγους Ἱεράρχα, ἐκ πάσης ἀνάγκης καὶ ὀργῆς, συντήρησον ἀπήμονας, καὶ τῶν πταισμάτων ἄφεσιν, ἡμῖν δοθῆναι αἴτησαι, ἱεροκῆρυξ Ῥεμίγιε.
Θεοτοκίον.
στέκτου Θεότητος χωρίον, καὶ πόλις ἡ ἔμψυχος Θεοῦ, Σὺ ὤφθης Παναμώμητε, ἐν ᾗ μεγάλα εἴργασται, τῆς ἀποῤῥήτου γνώσεως, ἃ ἐξ αἰῶνος οὐκ ἤκουσται.
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
λαμάνων  ηὔγασας,  τὰς  διανοίας,  Ὀρθοδόξοις δόγμασι, καὶ
τῶν θαυμάτων σου βολαῖς, ἱεροκῆρυξ Ῥεμίγιε, ὡς τῶν σεπτῶν Ἀποστόλων ὁμότροπος.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
ν τοῖς ῥείθροις βλέψας Σε, τοῦ Ἰορδάνου, βαπτισθῆναι θέλοντα, ὁ μέγας Πρόδρομος Χριστέ, ἐν εὐφροσύνῃ ἐκραύγαζεν· Ἦλθες ἐφάνης τὸ φῶς τὸ ἀπρόσιτον.
ᾨδὴ δ΄. Ὁ Εἱρμός
κήκοε Κύριε φωνῆς σου, ὃν εἶπας· Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε· Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
υπτόμενον ἥλιον τίς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε Ὕδασιν Ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω· καὶ χόρτος ὤν, πυρὶ ψαύσω τῆς σῆς Θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
πέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχών σοι· ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τάς ὄψεις· ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς, ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι· εἰ γὰρ βαπτίσω σε, κατήγορόν μοι ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς· σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ὁ α΄ τοῦ Ἁγίου. Σύ μου ἰσχύς.
Τὸν Ἠλιοὺ ἄριστα ζῆλον πρᾳότητι, Μωϋσέως μείξας ὁ ἀοίδιμος, οὗτος Πατὴρ ἧν ὡς ἀληθῶς, ὁ αὐτὸς Ἠλίας καὶ Μωϋσῆς ὅτε ἔπρεπεν, ἐνθέου πλήρης ζήλου καὶ πρᾳότητος ἅμα, καὶ δογμάτων ἁγίων ὑπέρμαχος.
Τὴν τοῦ πυρὸς μανίαν Πάτερ ἐκοίμησας, ὅπλον ἔχων τὸν Σταυρὸν τὸν Τίμιον, καὶ τὴν σὴν πόλιν πυρκαϊᾶς, ἔσωσας μεγάλης σημειοφόρε Ῥεμίγιε, δεόμενος Κυρίου καὶ πιστῶς ἀνακράζων· Τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Θαῦμα διπλοῦν δυνάμει θείᾳ ἐτέλεσας, δαιμονίου ἅμα καὶ πηρώσεως, τὸν δυστυχῆ ἄνδρα ἀληθῶς, Πάτερ ἀπαλλάξας τῶν καθορώντων εἰς ἔκπληξιν, τοὺς πάντας ἐκδιδάσκων μετὰ σοῦ πίστει ψάλλειν· Τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Θεοτοκίον.
Νῦν τὴν ὀφρὺν τῶν ἀθετούντων κατάβαλε, τῆς εἰκόνος Κόρη τὴν προσκύνησιν, Σοῦ τῆς σεπτῆς καὶ τοῦ ὑπὲρ νοῦν, ἐκ Σοῦ σαρκωθέντος καὶ κόσμον ὅλον φωτίσαντος, καὶ πάντων τῶν Ἁγίων τοὺς δὲ πίστει τιμῶντας, καταφαίδρυνον μόνη Πανύμνητε.
Ὁ β΄ κανὼν τοῦ Ἁγίου. Τὴν ἀνεξιχνίαστον.
λαιόν σοι δέδοται ἐξ οὐρανοῦ, θνήσκοντος τελέσαι τὸ Βάπτισμα, καὶ δι’ ἐκείνου ἐπαλείφων ἱερέ, τὸν πάσχοντα μετέδωκας, ἄφθονον ἐκείνῳ ὑγείαν.
Πέμπει σοι Βενέδικτος ὁ θαυμαστός, κόρην δαιμονῶσαν αἰτούμενος, αὐτὴν εὐχαῖς σου τῆς μανίας τοῦ ἐχθροῦ, Ῥεμίγιε λυτρώσασθαι, σοῦ τὴν ἀρετὴν εὐλαβούμενος.
Φράγγων ἀνυμνοῦμέν σε τὸν φωτιστήν, καὶ δεόμεθά σου Ῥεμίγιε, αἱρετιζόντων τὴν πληθὺν τῷ φωτισμῷ, τῆς εὐσεβείας φώτισον, καὶ Ὀρθοδοξίας καταύγασον.
Θεοτοκίον.
Χαῖρε τὸ κατάσκιον ὄρος Θεοῦ, χαῖρε τὸ πανάγιον τέμενος, χαῖρε κλῖμαξ ἣν προεῖδεν Ἰακώβ, χαῖρε Παρθένε πάναγνε, χαῖρε Θεοτόκε πανύμνητε.
ᾨδή ε΄ Ὁ Εἱρμός
ησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου· καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται.
Συνελθόντων  ἀπείρων  λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς
ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι· Τὶς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε· παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.
Γεωργὸς ὁ καὶ Δημιουργός, μέσος ἑστηκὼς ὡς εἰς ἁπάντων, καρδίας ἐμβατεύει· καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τὴν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.

Ὁ α΄ τοῦ Ἁγίου. Φώτισον ἡμᾶς.
Φράγγων βασιλεῖ κατ’ ἐχθρῶν τὴν νίκην ἔδωκας, καὶ βαπτίσματι ἐφώτισας αὐτόν, τοῦ Βεδάστου πρὶν ἐκεῖνον κατηχήσαντος.
Χάρις ψαλμικῶς ἐξεχύθη σοῦ τοῖς χείλεσιν, καὶ Πατρὶ τῷ προανάρχῳ τὸν Υἱόν, ἀνεκήρυξας Ῥεμίγιε συνάναρχον.
ς Ἐλισσαιὲ ἡ σορὸς ἐποίει θαύματα, οὕτω βρύει τὰς ἰάσεις τοῖς πιστοῖς, ἡ σὴ λάρναξ παμμακάριστε Ῥεμίγιε.
Θεοτοκίον.
μπλησον Ἁγνή, εὐφροσύνης τὴν καρδία μου, τὴν Σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης ἡ γεννήσασα τὸν αἴτιον.
Ὁ β΄ κανὼν τοῦ Ἁγίου. Ἐξέστη τὰ σύμπαντα.
ξέστησαν ἅπαντες ἡνίκα τὴν διέλευσιν, σκήνους τοῦ τιμίου σου δοξάζων, ὁ Παντοκράτωρ τυφλῶν ἀνάβλεψιν, ξυνωρίδι ἔδωκε Χριστός, Ὃν ἡμῖν ἱλέωσαι ἱεράρχα Ῥεμίγιε.
Τριάδα ἐκήρυξας τὴν ἄκτιστον Θεότητα, καὶ αἱρετικῶν καθεῖλες θράσος, ὅθεν τριάδα ἀνδρῶν ἀνώρθωσας, παραλύτων λάρνακος τῆς σῆς, μεταθέσει Ὅσιε καὶ πανώλην κατέπαυσας.
Κωφῶν ὦτα ἤνοιξας τοῖς ἀλάλοις Ἅγιε, ἔδως λαλιὰν θαυματοφόρε, νῦν δὲ τὰ χείλη Πάτερ τὰ δόλια, ἄλαλα γενέσθω ψαλμικῶς, κακοδόξων ἅπαντα σαῖς πρεσβείαις πρὸς Κύριον.
Θεοτοκίον.
Τὸ τεῖχος τὸ ἄῤῥηκτον ἡ σκέπη τῶν τιμώντων Σε, χαῖρε Παναγία Θεομῆτορ, εὐλογημένη χαῖρε βροτῶν ἡ ἐλπίς, πάντων ἀγαλλίαμα τερπνόν, τῶν μακαριζόντων Σε, παμμακάριστε Δέσποινα.
ᾨδὴ ς΄. Ὁ Εἱρμός
φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτός, ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.
Γεννηθεὶς ἀῤῥεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός· οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον (διδάσκει ὁ Πρόδρομος), γηγενεῖς ἐκ πλάνης λυτρούμενος.
ν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν· ἐν Πνεύματι δὲ καινοποιεῖ, δι’ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς Θεότητος, τῶν πλημμελημάτων λυτρούμενος.
Ὁ α΄ τοῦ Ἁγίου. Ἱλάσθητί μοι Σωτήρ.
Χαρίτων ὑπερφυῶν, τοῖς Φράγγοις πέφυκας πρόξενος, Εὐαγγελίου φωτί, αὐτοὺς γὰρ ἐφώτισας, σκοτίας ῥυσάμενος πλάνης τῶν εἰδώλων, ἰσαπόστολε Ῥεμίγιε.
Λαμπόμενος τῷ φωτί, τοῦ Παρακλήτου Ῥεμίγιε, αἱρέσεων τὸν πικρόν, χειμῶνα διέλυσας, καὶ πρὸς ἔαρ ἴθυνας τῆς θεογνωσίας, τοὺς προσχόντας σοῦ τοῖς ῥήμασιν.
δήγησον εἰς ὁδούς, τῆς σωτηρίας δεόμεθα, τοὺς πόθῳ νῦν καὶ χαρᾷ, Ῥεμίγιε πάντιμε, πιστῶς ἑορτάζοντας καὶ δοξολογοῦντας, σοῦ τὴν μνήμην τὴν σεβάσμιον.
Θεοτοκίον.
Ναὸς  ἐδείχθης Θεοῦ, τοῦ ἀχωρήτου πανάχραντε, ναὸν κἀμὲ τῆς
Αὐτοῦ,  ἀνάδειξον  χάριτος,  Μαρία ἀμόλυντε ταῖς Σαῖς ἱκεσίαις,
τὸν προστρέχοντα τῇ σκέπῃ Σου.
Ὁ β΄ κανὼν τοῦ Ἁγίου. Τὴν θείαν ταύτην.
Τῇ θείᾳ γνώσει κοσμούμενος, ἐξαίρεις ἀγνωσίας Ῥεμίγιε, θείοις διδάγμασι, πολλὰς ψυχὰς ὡς ἀνάπλεως, τὴν Παρακλήτου μάκαρ θείας ἐλλάμψεως.
Πυρὸς μανίαν κατέπαυσας, καὶ ἔνδοξα σημεῖα ἐτέλεσας, λαβὼν τὴν δύναμιν, παρὰ Κυρίου Ῥεμίγιε, ὥσπερ Αὐτὸν δοξάσας τῇ πολιτείᾳ σου.
Σοφίᾳ Πάτερ τῶν λόγων σου, Ἀρείου τὴν ἀπάτην ἐφαύλισας, καὶ τὴν Ὀρθόδοξον, πίστιν τρανῶς ἐδογμάτισας, Ῥεμίγιε τρισμάκαρ ὡς πλήρης χάριτος.
Θεοτοκίον.
Χαῖρε ἐλαία κατάκαρπε, χαῖρε περιστερὰ κοσμοπόθητε, χαῖρε Μητρόθεε, χαῖρε Μαρία πανάσπιλε, χαῖρε Ἁγία Κόρη χαῖρε πανύμνητε.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ῥήμων ποιμὴν τῶν Φράγγων ὁ Ἀπόστολος, Ῥεμίγιος νῦν τιμάσθω ὁ θεόπνευστος, ὁ πυρὸς ἀνίσχυρον δείξας τὴν μανίαν τοῖς θαύμασιν, καὶ τὸν Θεὸν ἱκετεύων ἀεὶ διδόναι ἡμῖν τὸ μέγα ἔλεος.
Ὁ Οἶκος.
Τοῦτον τὸν μέγαν ἐν Ἱεράρχαις, τὸν φωστῆρα τὸν θεῖον τῶν Φράγγων, Ῥεμίγιον ὑμνήσωμεν τὸν ἀξιέπαινον, γεραίροντες αὐτοῦ τοὺς ἀποστολικοὺς καμάτους. Τὴν γὰρ ἀχλὺν τῶν ματαίων εἰδώλων ἠφάνισεν, σὺν τούτοις καὶ τῶν αἱρέσεων τὰ ζιζάνια ἐνέκρωσεν, θεολόγῳ στόματι τῆς Ἁγίας Τριάδος τὸ ὁμοούσιον, ὀρθοδόξως δογματίσας. ᾟ καὶ πρέσβευε ἀδιαλείπτως ἡμῖν τὸ μέγα ἔλεος.
Συναξάριον.
Τῇ ΙΓ΄  τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ῥεμιγίου ἐπισκόπου Ῥήμων τοῦ θαυματουργοῦ, τοῦ φωτιστοῦ τῶν Φράγγων.
Φράγγων βασιλεύς, βαπτίζεται χερσί σου,
Δοῦλος γεγονώς, Ῥεμίγιε Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἑρμύλου καὶ Στρατονίκου.
Ἡ σαργάνη ναῦς, Ἑρμύλῳ Στρατονίκῳ,Κοινὸν κατάπλουν εἰς βυθὸν ποιουμένοις
         Οὗτοι ὑπῆρχον ἐπὶ Λικινίου τοῦ βασιλέως. Ἦν δὲ ὁ Ἅγιος Ἕρμυλος, κατὰ τὴν Ἐκκλησιαστικὴν τάξιν, Διάκονος. Παραστὰς δὲ τῷ βασιλεῖ, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα ὁμολογήσας, πρῶτον μὲν χαλκοῖς τισι τύποις τὰς σιαγόνας τύπτεται. Εἶτα νιφάσι πληγῶν καταξαίνεται, καὶ τὸν Στρατόνικον ἐκκαλεῖται πρὸς παῤῥησίαν, φίλον ὄντα, καὶ τοῖς αὐτοῦ πάθεσιν ἀλγεινόμενον. Ἐν γὰρ τῷ τύπτεσθαι τὸν Ἅγιον Ἕρμυλον ῥάβδοις ξιφῶν, ὑφ’ ὧν ἐῤῥάγη τὴν κοιλίαν καὶ τὴν καρδίαν, στραφεὶς καὶ ἰδὼν ὁ Στρατόνικος ἐδάκρυσε. Παρευθὺς δὲ γεγονὼς δῆλος, ὅτι κοινωνὸς τῆς αὐτοῦ καθέστηκε προαιρέσεως, Χριστιανὸν ἑαυτὸν ὡμολόγησεν. Ὅθεν τύπτεται, καὶ ἅμα τῷ Ἑρμύλῳ τῷ ποταμῷ Ἴστρῳ ἐμβάλλεται, ἔνθα τὸ μακάριον τέλος ἀμφότεροι ἐδέξαντο. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῷ εὐκτηρίῳ οἶκῳ τοῦ Ἀρχαγγέλου Μιχαήλ, τῷ ὄντι ἐν τῇ Ὀξείᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου, τοῦ ἀπὸ τῆς Νισίβεως.
Τὸν Ἰάκωβον θνητὸν ὄντα τῇ φύσει,Θνητοῖς ὁμοίως μὴ θανεῖν οὐκ ἦν πρέπον.
         Οὗτος, γέννημα καὶ θρέμμα τῆς μεγαλοπόλεως Νισίβεως ἦν, καὶ τὸν ἐρημικὸν καὶ ἡσύχιον βίον ἀγαπήσας, τὰς ὑψηλοτάτας κορυφὰς τὴν ὀρέων κατέλαβε, καὶ ταῖς ἐκ τῆς ἐρημίας ἀνάγκαις γενναίως ἦν ἐγκαρτερῶν, θέρει μὲν ἐκφλεγούμενος, χειμῶνι δὲ τῷ κρύει καὶ τῷ παγετῷ ταλαιπωρούμενος. Τροφὴ δὲ ἦν αὐτῷ, ἡ αὐτομάτως βλαστάνουσα. Καὶ τὸ ποτόν, ὕδωρ μέτριον. Χιτὼν δὲ ἦν αὐτῷ, ἁπλοῦν περιβόλαιον. Καὶ ἁπλῶς οὕτως τὸ σῶμα κατεδαπάνα, τὴν πνευματικὴν τροφὴν διηνεκῶς προσφέρων τῇ ψυχῇ. Ἐντεῦθεν ἡ πρὸς Θεὸν αὐτῷ ἐγένετω παῤῥησία, καὶ τὰ ἐσόμενα προεώρα, καὶ δύναμιν εἰς θαυματουργίαν ἐκ τῆς τοῦ Ἁγίου Πνεύματος ἐδέξατο χάριτας.
Ποτὲ  μὲν  γὰρ  ἔν  τινι τόπῳ παρερχόμενος, καὶ ἀναισχυντοῦντα
γύναια κατά τινα πηγὴν θεασάμενος, τὴν μὲν πηγὴν ἐξήρανεν, αὐτῶν δὲ τὰς τρίχας λευκανθῆναι πεποίηκε. Καὶ τὸ μὲν ὕδωρ, παρακληθείς, αὖθις ἀναδοθῆναι παρεσκεύασεν, αὐτὰ δὲ τὰ γύναια ἐπὶ τοῦ αὐτοῦ σχήματος μένειν εἴασε. Καὶ δικαστὴν Πέρσην ἀδίκῳ ψήφῳ χρησάμενον λίθῳ τινὶ μεγίστῳ, αὐτοῦ που κειμένῳ ἐπαρασάμενος, τοῦτον συνέτριψε. Καὶ ἐμπαικτικῶν τινῶν πενήτων, ἕνα τῶν συνόντων αὐτοῖς ὡς τεθνηκότα σχημα-τισάντων, καί τι παρ’ αὐτοῦ λαβεῖν ἱκετευόντων, ἀληθῶς τῷ θανάτῳ παρέπεμψε, καὶ αὖθις παρακληθείς, ἀνεζώωσεν.
Ἐπεὶ δὲ τὴν προεδρίαν Νισίβεως ἔτυχεν ὁ μέγας ἔχων, καὶ ἐν τῇ κατὰ Νίκαιαν Συνόδῳ παρῆν, ὁ δὲ Ἄρειος μετὰ τὸ καθαιρεθῆναι αὐτόν, αὖθις ἐν τῇ Ἐκκλησίᾳ ἔσπευσεν εἰσελθεῖν, εὐχῇ τοῦτον ἀνεῖλε ὁ μέγας Ἰάκωβος, τῶν σπλάγχνων αὐτοῦ διαλυθέντων. Καὶ Σαβωρίου τῶν Περσῶν βασιλέως πολιορκῆσαι Νίσιβιν ἐπιόντος, καὶ πάμπολλα μηχανήματα πεποιηκότος, ὀφθεὶς μόνον ὁ Ἅγιος, εἰς φυγὴν τοὺς Πέρσας ἐτρέψατο, σκνιπῶν καὶ κωνώπων νέφη τούτοις ἐπιστρατεύσας, ἐξ ὧν οἵτε ἵπποι καὶ ἐλέφαντες τιτρωσκόμενοι, καὶ τὰ δεσμὰ διαῤῥήσσοντες, ἐδραπέτευον. Ὅθεν ὁ βασιλέας θεασάμενος, καὶ ἀπορίᾳ κατασχεθείς, τὰ οἰκεῖα κατέλαβεν ἄπρακτος. Ἐν τούτοις τοῖς μεγίστοις διαπρέπων μεγαλουργήμασιν ὁ θεῖος Ἰάκωβος καὶ πλήρης ἡμερῶν γενόμενος ὁ μακάριος, ἀνεπαύσατο ἐν Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀθανάσιος, ῥαβδιζόμενος τελειοῦται.
Ῥάβδοις Ἀθανάσιε σαυτὸν ἐκδίδως,Σπεύδων θανεῖν μέν, ζῆν δὲ πολλῷ κρειττόνως.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ  Ἅγιοι Μάρτυρες Παχώμιος καὶ Παπυρῖνος, ἐν ποταμῷ τελειοῦνται.
Τοιοῦτον εὗρε καὶ Παπυρῖνος τέλος,Οἷον σὺ Παχώμιε, βληθεὶς εἰς ὕδωρ.
Τῇ αὐτῇ ἡμέρᾳ, τὰ ἐγκαίνια τῆς Μονῆς τοῦ Προφήτου Ἠλιοῦ, τῆς καλουμένης τοῦ Βαθέος Ῥύακος, τῆς εὐρισκομένης πλησίον τῆς Τριγλίας, ἤτοι τῶν Μουδανίων τῆς Μικρᾶς Ἀσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαξίμου τοῦ Καυσοκαλυβίτου, τοῦ Ἁγιορείτου.
Παρῆλθε πάντας ἀρεταῖς ὁ Μάξιμος,
Κᾂν τοῖς χρόνοις ἤσκησε νῦν τοῖς ἐσχάτοις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κεντιγκέρνου ἐπισκόπου Γλασκώβης τῆς Σκωτίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εἰρηνάρχου τοῦ Ἐγκλείστου, τῆς Μονῆς τῶν Ἁγίων Βορίδος καὶ Γκλὲμπ τοῦ Ῥόστωβ τῆς Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐλεαζάρου τοῦ Ἀνζέρκυϊ, τοῦ ἀσκήσαντος ἐν τῇ νήσῳ Σολόφσκι τῆς Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱλαρίου ἐπισκόπου Πικτώνως τῆς Γαλλίας.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ ζ' Εἱρμός
Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις· ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον· Ὑπερύμνητε, τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
σπερ οὐρανῷ, σὺν τρόμῳ καὶ θαύματι παρίσταντο, ἐν Ἰορδάνῃ αἱ Δυνάμεις τῶν Ἀγγέλων σκοπούμεναι, τοσαύτην Θεοῦ τὴν συγκατάβασιν, ὅπως κρατῶν τὴν ὑπέρῳον τῶν ὑδάτων ὑπόστασιν, ἐν τοῖς ὕδασι, σωματοφόρος ἕστηκεν, Θεὸς τῶν Πατέρων ἡμῶν.
Νεφέλη ποτέ, καὶ θάλασσα θείου προεικόνιζε, Βαπτίσματος τὸ θαῦμα, ἐν οἷς πρὶν βαπτίζεται, διεξοδικῶς τῷ Νομοθέτῃ λαός, θάλασσα δὲ ἦν τύπος ὕδατος, καὶ νεφέλη τοῦ Πνεύματος, οἷς τελούμενοι· Εὐλογητὸς εἶ κράζομεν, Θεὸς τῶν Πατέρων ἡμῶν.
παντες πιστοί, ἐν ᾧ τὴν τελείωσιν ἐλάβομεν, θεολογοῦντες ἀσιγήτως, σὺν Ἀγγέλοις δοξάσωμεν, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον· τοῦτο γὰρ Τριὰς ὑποστάσεσιν ὁμοούσιος, εἷς δὲ Θεός, ᾧ καὶ ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὁ α΄ τοῦ Ἁγίου. Παῖδες Ἑβραίων.
Πάσης αἱρέσεως ἀπάτης, ἠλευθέρωσας τὴν ποίμνην σου παμμάκαρ, δογματίζων ὀρθῶς Τριάδα τὴν Ἁγίαν, ᾗ πρέσβευε Ῥεμίγιε, τοὺς τιμῶντάς σε σωθῆναι.
ναξ τῶν Φράγγων Ἱεράρχα, τὴν ἰσάγγελον ὁρῶν σοῦ πολιτείαν, σαῖς τιμίαις χερσὶν τὸ βάπτισμα λαμβάνει, καὶ ὡς πατέρα ἔχει σε, καὶ διδάσκαλον ἐν βίῳ.
Νῦν τοῖς Ἀγγέλοις συγχορεύων, τῶν τιμώντων σου μνημόνευε ἀπαύστως, ἀπὸ πάσης ὀργῆς ῥυόμενος καὶ βλάβης, εὐλογητὸς κραυγάζοντας, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Σοὶ νῦν προσφεύγω Θεοτόκε, καὶ τῇ σκέπῃ Σου καὶ θείᾳ προστασίᾳ, λυτρωθῆναι δεινῶν δεόμενος πταισμάτων, εὐλογημένη πάναγνε, ἡ Θεὸν σαρκὶ τεκοῦσα.
Ὁ β΄ κανὼν τοῦ Ἁγίου. Ὁ διασώσας ἐν πυρί.
Πεποικιλμένος ἀρεταῖς, ὤφθης εὐκλεὴς Ἱεράρχης, καὶ τὸν Υἱὸν μονογενῆ, τῷ Πατρὶ τῷ ἀνάρχῳ συνάναρχον, Ὀρθοδόξως ἐκήρυξας, καὶ Ἀρείου βλασφημίας ὤλεσας μάκαρ.
ναξ τῶν Φράγγων σαῖς χερσί, βάπτισμα τὸ θεῖον λαμβάνει, καὶ σὺν ἐκείνου τῷ στρατῷ, ὡς Θεοῦ ὑπηρέτην Ῥεμίγιε, ἀληθῆ εὐλαβούμενος, σὲ τιμᾶ σὺ δὲ ἐκείνοις τὴν νίκην διδώς.
Ναόν σου χαίρει τὸ σεπτόν, ἔχουσα Ῥεμίγιε Πάτερ, ἡ Ἄνω Κώμη εὐσεβῶς, τὴν σὴν κοίμησιν μέλπει κραυγάζουσα· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Θεοτοκίον.
Αἱρετικῶν τὰς προσβολάς, τάχιον ὀλλύουσα ξίφει, τῶν προσευχῶν Σου Μαριάμ, τὸν λαὸν καὶ τὴν ποίμνην Σου φύλαττε, τῷ Υἱῷ Σου κραυγάζοντας· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
ᾨδὴ η' Ὁ Εἱρμός
Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
πόθου φόβον ἅπαντα, ὁ Λυτρωτὴς τῷ Προδρόμῳ ἔφησεν· ἐμοὶ δὲ πειθάρχει, ὡς Χριστῷ μοι πρόσελθε· τοῦτο γὰρ φύσει πέφυκα· ἐμῷ προστάγματι εἶξον, καὶ βάπτισόν με συγκαταβάντα, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
ημάτων ὡς ἀκήκοεν, ὁ Βαπτιστὴς τοῦ Δεσπότου, σύντρομος παλάμην ἐκτείνει, χειραπτήσας ὅμως δέ, τὴν κορυφὴν τοῦ Πλάστου αὐτοῦ, τῷ βαπτισθέντι ἐβόα· Ἁγίασόν με· σὺ γὰρ Θεός μου, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὕτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν. Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ· ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ α΄ τοῦ Ἁγίου. Τὸν Βασιλέα.
παντα χαίρων, πτωχοῖς σκορπίσας τὸν πλοῦτον, σὴν ψυχὴν χερσὶ Θεοῦ παρέθου, καὶ τῆς αἰωνίου, μετέσχες Βασιλείας.
Γαλλία χαίρει, τοῖς σοῖς πολλοῖς θαυμασίοις, ὅθεν σκοτασμοῦ τῆς ἀθεΐας, λύτρωσαι ἐκείνην, Ῥεμίγιε θεόφρον.
ὼβ ἐδείχθης, σὺ μιμητὴς Ἱεράρχα, τὴν τῶν ὀφθαλμῶν σου ὑπομείνας, πήρωσιν γενναίως, πολλῇ ἐν καρτερίᾳ.
Θεοτοκίον
Νενεκρωμένην ταῖς ἡδοναῖς τὴν ψυχήν μου, Θεοτόκε ζώωσον ζωὴν γάρ, μόνη ἀπειράνδρως, γεγένηκας Παρθένε.
Ὁ β΄ κανὼν τοῦ Ἁγίου. Παῖδας εὐαγεῖς.
Γέγονε Θεὸς κριτὴς ὁ μέγας, βεβηλὼν τῶν συλλησάντων τὸν σεβάσμιον, οἶκόν σου Ῥεμίγιε καὶ πικρῷ ἐπαίδευσε, θανάτῳ ἀσεβήσαντας εἰς σὲ τὸν πάντιμον, καὶ νῦν τοὺς τὴν σὴν μνήμην τελοῦντας, σκέπε ταῖς εὐχαῖς σου ἐκ πάσης ἐπηρείας.
ασιν πηγάζει τοῖς νοσοῦσι, ἡ θήκη τῶν σῶν λειψάνων παναοίδιμε, καὶ λοιμοῦ τὴν ἔφοδον παῦεις προσκαλούμενος, καὶ ἅπαντας Ῥεμίγιε σκέπεις τοὺς ψάλλοντας· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὐπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
φθης Μογουντίῳ ἐπισκόπῳ, ἐκ τρίτου καὶ ὥσπερ ζῶν αὐτῷ ἐλάλησας, μετὰ τὴν σὴν κοίμησιν καὶ αὐτῷ ἐπέταξας, Κονρᾶδον εἰς μετάνοιαν ἰθῦναι Ὅσιε, τὸν ἄνακτα ὁ δὲ κατεπλάγη, καὶ ἐδοξολόγει τὸν θαυμαστώσαντά σε.
Θεοτοκίον
Τείχισον ἡμᾶς ταῖς Σαῖς πρεσβείαις, τοὺς πίστει Σὲ ἀνυμνοῦντας καὶ κραυγάζοντας· χαῖρε βάθος ἄπειρον ὕψος ἀκατάπληκτον, χαῖρε τὸ ἱλαστήριον τῆς ἄνω κλήσεως, τῆς τῶν βροτῶν φθαρείσης οὐσίας, χαῖρε Θεοτόκε ἐλπὶς ἀπηλπισμένων.
ᾨδὴ θ'. Ὁ Εἱρμός
πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις· Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε· οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει· καὶ γὰρ αὐτοῦ εἱσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.
Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει· τάς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου· οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε· ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.
Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι· ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται· ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.
Ὁ α΄ τοῦ Ἁγίου. Ἐξέστη ἐπὶ τούτῳ.
ς κήρυκα ὐμνεῖ σε καὶ φωτιστήν, ὁ τῶν Φράγγων λαὸς σὺ δὲ Ἅγιε, ῥῦσαι αὐτὸν νῦν ἐκ τῶν αἰρέσεων τῶν δεσμῶν, ὥσπερ πατὴρ φιλόστοργος καὶ Ὀρθοδοξίας ταῖς ἀστραπαῖς, καταύγασον καὶ πάλιν τὰ ἔθνη τῆς Εὐρώπης, κακοδοξίας ἐκλυτρούμενος.
Τυφλοῖς παρέχεις ὅρασιν θαυμαστῶς, καὶ διώκεις ἀκάθαρτα πνεύματα, καὶ μεταστὰς πρὸς Θεὸν οὐ παύῃ διηνεκῶς, ἰάματα δωρούμενος τοῖς προσκαλουμένοις εἰλικρινῶς, ἐν πίστει ἀδιστάκτῳ τὸ θεῖον ὄνομά σου, ὦ ἰσαπόστολε Ῥεμίγιε.
στήσας τοῦ παμφάγου πυρὸς ὀρμήν, Ἱεράρχα παμμάκαρ Ῥεμίγιε, στῆσον Θεοῦ νῦν ὀργὴν δικαίαν τὴν καθ’ ἡμῶν, καὶ βοηθὸς ἀκοίμητος ἔσο καὶ προστάτης καὶ ἀρωγός, ἡμῶν τῶν σὲ τιμώντων παρέχων αἰτημάτων, πρὸς τὸ συμφέρον τὴν ἐκπλήρωσιν.
μνῆσαί σε τολμήσας ὁ εὐτελής, καὶ ἀχρεῖος καὶ τάλας ἱκέτης σου, τὴν πενιχρὰν ταύτην σοι προσήνεγκον προσφοράν, καὶ νῦν τὸ γόνυ ἔκλινα κράζων σοι Ῥεμίγιε γοερῶς· τούσδε τοὺς ὕμνους δέξαι καὶ δός μοι τῶν κακῶν μου, τελείαν λύσιν Θεοδόξαστε.
Θεοτοκίον
ᾳδίως Θεοτόκε διαπερᾶν, τὸν τοῦ βίου παράσχου μοι κλύδωνα, τῶν πειρασμῶν τὰς ἐπαναστάσεις καὶ τῶν παθῶν, ὡς ἀγαθὴ πραΰνουσα καὶ καθοδηγοῦσα πρὸς ἀρετῆς, οὐράνιον πορείαν ὅπως ὡς εὐεργέτην, ἀκαταπαύστως μεγαλύνω Σε.
Ὁ β΄ κανὼν τοῦ Ἁγίου. Ἅπας γηγενής.
ρμῳ νοητῷ, τῆς ἄνω λαμπρότητος, Πάτερ προσώρμισαι εὐπλοήσας Ὅσιε, τοῦ ἐπιγείου βίου τοῖς κύμασι, διὸ κἀμὲ κυβέρνησον τὸν ἀνυμνοῦντά σε, πρὸς λιμένα γαληνὸν Ῥεμίγιε, πειρασμῶν τρικυμίας λυτρούμενος.
μνων συγγραφὴν τῶν σῶν τὸν αἰτήσαντα, πιστὸν ἱκέτην σου σκέπε καὶ διάσωζε, ἀπὸ παντοίας ἐναντιότητος, καὶ πάντας τοὺς τὸ μέγα σου φωνοῦντας ὄνομα, ἀδοκήτων συμφορῶν καὶ θλίψεων, θεοφόρε Ῥεμίγιε λύτρωσαι.
Θεοτοκίον
Σῶσόν με σεμνὴ στενούμενον πταίσμασι, πολλοῖς τὸν ἄθλιον καὶ μὴ ὑπερίδῃς με, τὸν προσδραμόντα πίστει Σοι Δέσποινα, οὐδὲν γὰρ Σοὶ ἀδύνατον ὅθεν ἀνάδειξον, τὸν οἰκτρόν Σου δοῦλον ταῖς πρεσβείαις Σου, κληρονόμον τῆς ἄνω λαμπρότητος.
 Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Τῶν Φράγγων τὸν Ἀπόστολον, Ῥεμίγιον αἰνέσωμεν, Ῥήμων τὸν θεῖον ποιμένα, καὶ Ἀλαμάνων φωστῆρα, θαυμάτων γὰρ τὴν δύναμιν, παρὰ Θεοῦ δεξάμενος, εἰδώλων πλάνης ὤλεσεν, καὶ τοῦ Ἀρείου καθεῖλεν, τὸ ἀσεβέστατον δόγμα.
Τῆς ἑορτῆς. Ἐπεσκέψατο ἡμᾶς
πεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

Αἶνοι. Ἦχος πλ. Δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
σιε Πάτερ Ῥεμίγιε, τῇ σῇ μητρὶ ἀσκητής, ὁ τυφλὸς προκατήγγειλεν, τὰ τῆς σῆς γεννήσεως, θαυμαστὰ καὶ παράδοξα, Ἱερεμίαν γὰρ ὥσπερ δεύτερον, ὁ Παντοκράτωρ σὲ ἐξελέξατο, πρὸ τῆς συλλήψεως, καὶ σὲ καθηγίασεν, ἱερουργεῖν τὰ Αὐτοῦ μυστήρια, χερσὶν τιμίαις σου.
Πάτερ, θεόφρον Ῥεμίγιε, ἔτι νεώτερος ὤν, τῶν τὴν Ῥήμων μητρόπολιν, ψήφῳ θείᾳ ἔλαβες, ὥσπερ ἄλλος Τιμόθεος, καὶ ποιμενάρχης ἄριστος πέφυκας, ἔργῳ καὶ λόγῳ διδάσκων ἅπαντας, καὶ τῆς αἱρέσεως, τοῦ Ἀρείου ἔσωσας, τὰ λογικὰ πρόβατα μακάριε, τοῖς σοῖς κηρύγμασιν.
Πάτερ, Ῥεμίγιε ἔνδοξε, λαοῦ τῶν Φράγγων σαφῶς, ἀνεδείχθης διδάσκαλος, ῥυθμιστὴς καὶ σύμβουλος, καὶ ἐκείνων τὸν ἄνακτα, λαβεῖν τὸ θεῖον ἔπεισας βάπτισμα, καὶ πειθαρχῆσαι τῷ πάντων ἄνακτι, ὅθεν προσήγαγες, διδαχαῖς καὶ θαύμασι, τῇ τοῦ Χριστοῦ πίστει τοὺς λατρεύοντας, εἰδώλοις πρότερον.
τοῦ παραδόξου θαύματος, πῶς τὴν μανίαν πυρός, τοῦ Σταυροῦ ὅπλῳ ἔπαυσας! Πῶς ὑδρίας ἔπλησας, οἴνου πάλιν δεήσει σου! Πῶς τῶν δαιμόνων τὸ κράτος ὤλεσας! Πῶς τὴν νεκρὰν δὲ κόρην ἀνέστησας! ὄντως σὲ Κύριος, ὁ Θεὸς ἐδόξασεν! ὑπὲρ ἡμῶν νῦν Αὐτὸν ἱκέτευε, Πάτερ Ῥεμίγιε.
Δόξα. Ἦχος πλ. Α΄.
εραρχίας τὴν στολήν, ἀποστολικοῖς καμάτοις ἐφαίδρυνας, θεοφόρε Ῥεμίγιε. Εὐαγγελικῇ γὰρ πολιτείᾳ, τῆς ἐν Χριστῷ οἰκονομίας τὸ μυστήριον, τοῖς ἐν ἀγνωσίᾳ λαοῖς ἐκφαίνων, πλείστων σωτηρίας ὤφθης πρόξενος, ὅθεν ὀ τῶν Φράγγων ἄναξ, τὴν ἐξ ὕδατος καὶ πνεύματος ἀναγέννησιν, διὰ σοῦ λαμβάνει καὶ ὡς πατέρα τιμᾷ σε, ἀλλ’ ὡς τῷ πάντων Βασιλεῖ, σὺν Ἀγγέλοις ἐν ὑψίστοις λειτουργῶν, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν πόθῳ τιμώντων σε.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ΄.
Δεῦτε μιμησώμεθα τάς φρονίμους Παρθένους, δεῦτε ὑπαντήσωμεν τῷ φανέντι Δεσπότῃ, ὅτι προῆλθεν ὡς νυμφίος πρὸς τὸν Ἰωάννην. Ὁ Ἰορδάνης ἰδὼν σε ἔπτηξε καὶ ἔμεινεν. Ὁ Ἰωάννης ἐβόα· Οὐ τολμῶ κρατῆσαι κορυφῆς ἀθανάτου. Τὸ Πνεῦμα κατήρχετο ἐν εἴδει περιστερᾶς, ἁγιάσαι τὰ ὕδατα, καὶ φωνῇ οὐρανόθεν· Οὗτός ἐστιν ὁ υἱός μου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων· Κύριε δόξα σοι.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
Τὰ τυπικά, καὶ ἐκ τῶν κανόνων τοῦ Ἁγίου, γ΄ ᾠδὴ τοῦ α΄, καὶ στ΄ τοῦ β΄.

Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει Ἰανουαρίου ΙΗ΄.

Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιόν ἔσται δίκαιος. Ἀλληλούϊα.
Μεγαλυνάριον.
Χαίροις Ἀποστόλων ὁ μιμητής, καὶ λαοῦ τῶν Φράγγων θεοδίδακτος φωτιστής, χαίροις καθαιρέτης, αἱρετιζόντων πλάνης, Ῥεμίγιε παμμάκαρ Ῥήμων τὸ καύχημα.

Σημειώσεις:
Α) Η πόλις των Ρημών είναι η σημερινή Ρέϊμς της Γαλλίας, βορειανατολικά του Παρισίου. Βλέπε στο συνημμένο χάρτη.
Β) Βίος του Ἁγίου.
Ο Άγιος Ρεμίγιος γεννήθηκε το έτος 437 μ. Χ. στην πόλη Λαόν της Γαλλίας. Γενόμενος Επίσκοπος της πόλεως των Ρημών της Γαλλίας, πούλησε την μεγάλη του περιουσία, διένειμε τα χρήματα στους φτωχούς και σε άλλες ποικίλες αγαθοεργίες. Αφοσιώθηκε με θείο ζήλο στη μελέτη του θείου λόγου, στην καταπολέμηση των αιρετικών και το ιεραποστολικό έργο. Πρώτιστο μέλημά του ήταν το κήρυγμα της αλήθειας του Ιησού Χριστού στους Εθνικούς. Το μεγάλο κατόρθωμα της επισκοπικής του δράσης ήταν η βάπτιση του βασιλέως των Γάλλων Κλόβιος του Α' κατά την ημέρα των Χριστουγέννων του έτους 496 μ. Χ., των δύο αδελφών αυτού και 3.000 γυναικών και παίδων. Για το τεράστιο ιεραποστολικό του έργο ονομάσθηκε «Απόστολος της Γαλλίας». Ο Άγιος Ρεμίγιος με το πέρασμα του χρόνου έχασε την όρασή του και κοιμήθηκε οσίως με ειρήνη το έτος 533 μ. Χ.






Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου