ΕΣΠΕΡΙΝΟΣ 25
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄,
καὶ ψάλλομεν Στιχηρὰ προσόμοια, δευτεροῦντες αὐτά.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κόσμου ματαιότητα, ἀποτιθέμενος μάκαρ, σὸν Σταυρὸν δ’ ἀράμενος, τῷ Χριστῷ
θερμότατα ἠκολούθησας, καὶ νοΐ ᾤκησας, σταθερῷ Ὅσιε, ἐν ἐρήμοις τε καὶ ὄρεσι,
ψυχῆς παθήματα, πρόῤῥιζα ἐκτέμνων καὶ σώματος, εὐχαῖς δὲ καὶ δεήσεσι, συνεχῶς
παννύχοις τε στάσεσι, χάριν ὑπεδέξω, τὰ πάθη θεραπεύειν τῶν ψυχῶν, καὶ τῶν
σωμάτων τοὺς μώλωπας, Σέργιε θεσπέσιε.
Τίς σοῦ διηγήσεται, τοὺς πόνους μάκαρ καὶ κόπους; ἢ τίς γλῶσσαι φθέγξεται,
τοῦ σοῦ βίου Ὅσιε τὴν ἀκρίβειαν; Τὴν ξηρὰν βρῶσιν δέ, ἣν ἀεὶ ἤσθιες, ἀγρυπνίαν
χαμευνίαν τε, καθαρότητα, τῆς ψυχῆς ὁμοῦ τε καὶ σώματος, νοὸς δὲ ἅμα καὶ
στόματος, νῆψιν τὴν τελείαν, καὶ ἄριστον, καὶ τὴν βαθυτάτην, ταπείνωσιν τὴν
ἄδολον σοφέ, καὶ τὴν θανάτου ἐνθύμησιν, ἣν ἀεὶ ἐκέκτησο.
Θεοφόρε Σέργιε, δόξης προσκαίρου παρεῖδες, ὄρεσιν ἐρήμοις δέ, θαρσαλέως Ὅσιε
ἐγκατώκησας, καὶ ναὸν ἄριστα, σεαυτὸν ἔδειξας, τῇ Τριάδι, ἧς ἀνήγειρας, τῇ θείᾳ
χάριτι, ἱεροὺς ναούς, καὶ μονὰς σεπτάς, τοῦ σώζεσθαι τοὺς ἅπαντας, χάριτι
Χριστοῦ τοὺς προστρέχοντας, Ὅνπερ ἐκδυσώπει, ὡς ἔχων παῤῥησίαν πρὸς Αὐτόν, τοῦ
λυτρωθῆναι κολάσεως, πάντας τοὺς ὑμνοῦντάς σε.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς
βλεφάροις σου νυσταγμόν, ἕως οὗ τὴν ψυχήν, καὶ τὸ σῶμα, τῶν παθῶν ἠλευθέρωσας,
καὶ σεαυτὸν ἡτοίμασας τοῦ Πνεύματος καταγώγιον, ἐλθὼν γὰρ ὁ Χριστὸς σὺν τῷ
Πατρί, Μονὴν παρὰ σοὶ ἐποιήσατο. Καὶ τῆς Ὁμοουσίου Τριάδος θεράπων γενόμενος,
μεγαλοκῆρυξ Πατὴρ ἡμῶν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς
διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν
ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ
τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ,
ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Εἴσοδος,
τό, Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν
πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν
κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23,
στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν
παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς,
καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ
πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ
ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ
ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες
καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν
τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος
α΄.
Δεῦτε
φιλεόρτων καὶ ἀσκητῶν ὁ σύλλογος, δεῦτε συνελθόντες ἐν πίστει, τὸν ὄντως
ἀσκητὴν σήμερον, Σέργιον τιμήσωμεν, τὸν ἐν ἀγαλλιάσει βαδίσαντα, τοῖς τοῦ
Δεσπότου ἴχνεσι, τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν τοῦ βίου ἀπαθοῦς, καὶ πίστει
ἀνακράξωμεν· ὦ παμμακάριστε, τῶν Ὁσίων ὁ σύσκηνος, καὶ μοναζόντων τὸ κλέος,
πρέσβευε ὑπὲρ ἡμῶν πρὸς Κύριον, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Ὅσιε καὶ θεοφόρε Σέργιε, ὑπὲρ τῆς
Χριστοῦ ἀγάπης τὰ πάντα ἀφέμενος, ἐν ταῖς ἐρήμοις ἐμάκρυνας, οὐδόλως πτοούμενος
τῶν ἀοράτων ἐχθρῶν τὰ ἔνεδρα, εἰ γὰρ καὶ πολλάκις ἀφίκοντο πρὸς σέ, τῇ τῶν
ὀδόντων αὐτῶν τριβῇ, τὸ θράσος ἑαυτῶν ὑπεμφαίνοντες, ἀλλὰ ταῖς σαῖς ἱκεσίαις
δίκην καπνοῦ αὐτοὺς ἐξηφάνισας, ὦ τοῦ ἀμέμπτου τῆς σῆς ψυχῆς καὶ τοῦ στεῤῥοῦ
τῆς σῆς ὑπομονῆς, ἀλλὰ πρέσβευε ἀπαύστως Χριστῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Οἱ τοῦ Χριστοῦ Ἐκκλησία, ἅπαντες
πνευματικῶς εὐφραινόμεθα, ἐν τῇ εὐσήμῳ εὁρτῇ τοῦ καλοῦ ποιμένος καὶ διδασκάλου,
καὶ τὸ θαυματόβρυτον αὐτοῦ λείψανον περικυκλοῦντες πανευλαβῶς περιπτυσσώμεθα,
καὶ ᾠδαῖς καὶ ὕμνοις ὡς ἄνθεσι καταστέφομεν λέγοντες· χαίροις, μακάριε Σέργιε,
οὐράνιε ἄνθρωπε, ἐπίγειε Ἄγγελε καὶ κτήτωρ τῆς Μονῆς τοῦ Ἁγίου Πνεύματος·
χαίροις, τῶν Ὀρθοδοξων τὸ καύχημα καὶ στήριγμα, καὶ τῆς ἐνεγκαμένης σε φωστὴρ
τηλαυγέστατε, καὶ πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, τῆς φωνῆς τοῦ Ἐυαγγελίου
τοῦ Κυρίου ἀκούσας, τὸν κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν
λογισάμενος, ὅθεν πᾶσιν ἐβόας· ἀγαπήσατε τὸν Θεόν, καὶ εὑρήσετε χάριν αἰώνιον.
Μηδὲν προτιμήσητε τῆς ἀγάπης Αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ Αὐτοῦ, εὑρήσετε
ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις Χριστέ, φύλαξον καὶ σῶσον τὰς
ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ
πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ
προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Τῆς μακαριότητος, τῆς ὑπὲρ νοῦν ὀρεγόμενος, ἐλόγισας
Ὅσιε, τρυφὴν τὴν ἐγκράτειαν, τὴν πτωχείαν πλοῦτον, τὴν ἀκτημοσύνην, περιουσίαν
ἀληθῆ, καὶ εὐδοξίαν τὴν μετριότητα, διὸ καὶ τῆς ἐφέσεως, τῆς κατὰ γνώμην
ἔτυχες, ἐν σκηναῖς αὐλιζόμενος, τῶν Ἁγίων μακάριε.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος
τοῦ Ὁσίου Αὐτοῦ.
Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως ἐτέλεσας, καὶ τὴν
πίστιν ἐτήρησας, ἐντεῦθεν τὸν στέφανον, εἰληφὼς ἄμφω, τῆς δικαιοσύνης, ὃν σοὶ
δέδωκε Χριστός, ὁ κατ’ ἀξίαν νέμων τὰ ἔπαθλα, καὶ γέρα χαριζόμενος, καὶ τῆς τῶν
πόνων ἀντίδοσιν, ὃν καὶ νῦν ἡμᾶς ῥύσασθαι, ἐκ κινδύνων πρέσβευε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν
Κύριον.
Πᾶσαν ἡδυπάθειαν, ἀνδρειοφρόνως πανόλβιε, καὶ στεῤῥῶς
ἀπηρνήσω, πικραίνων τὴν αἴσθησιν, ἐγκρατείας πόνοις, καὶ σκληραγωγίαις, ὑπομονῇ
τε πειρασμῶν, καὶ καρτερία τῶν περιστάσεων, ἀνθ’ ὧν τὴν ἀτελεύτητον,
ἀπολαμβάνων εὔκλειαν, καὶ τρυφὴν ἀδιάδοχον, καὶ χαρὰν ἀνεκλάλητον.
Δόξα. Ἦχος πλ. δ΄.
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητήν σε τιμῶμεν, Πατὴρ
ἡμῶν Ἅγιε. Διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθείαν πορεύεσθαι ἔγνωμεν.
Μακάριος εἶ τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν. Ἀγγέλων
συνόμιλε, Ὁσίων συμμέτοχε, καὶ Δικαίων, μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Ταῖς τῶν δακρύων.
Ἐν τῇ ψυχῇ σου τὸν Χριστόν, ἀπὸ νεότητος ἐδέξω μακάριε,
τὰς δὲ τοῦ κόσμου ἡδονὰς ἀποβαλών, ἐν ἐρήμοις κατώκησας, καὶ τέκνα ἐν ὑπακοῇ
τῆς ταπεινοφροσύνης, καρπὸν σὺ ἐξήνθησας, Σέργιε Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε
Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας
ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς
ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν
σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν ψυχήν σου δεσμεύσας πόθῳ Χριστοῦ, τὰ γεώδη μισήσας
πάντα σαφῶς, ηὐλίσθης Πάτερ Ὅσιε, ἐν ἐρήμοις καὶ ὄρεσι, τοῦ γνωστικοῦ γὰρ ξύλου,
γευσάμενος ἔνδοξε, ὡς ἐξ ἀδύτων μύστης, ἀγγελικῶς διέλαμψας, ὅθεν καὶ τὸν
γνόφον, διαβὰς τῆς σαρκός σου, τὸ σκότος ἐδίωξας, τῶν δαιμόνων μακάριε,
μοναζόντων ὁ πρόκριτος, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Θεοφόρος ἐν κόσμῳ ὤφθης σοφέ, ἱερὸς ὅλως Πάτερ ὡς
αληθῶς, τὰ πάντα γὰρ Σέργιε, τὰ ἐν κόσμῳ κατέλιπες, ἡδονὰς καὶ πλοῦτον καὶ
δόξαν ὡς πρόσκαιρα, ἐν ταπεινώσει θείᾳ, Χριστῷ δ’ ἠκολούθησας, ὅθεν μοναζόντων,
συναθροίσας ἀγέλας, ἐνθέοις σου ῥήμασι, κατεφώτισας ἅπαντας, μετὰ τέλους δ’
ἀπήλειφας, δόξαν πρὸς Χριστοῦ ἐν οὐρανοῖς, ὃν δυσώπει σώζεσθαι τοὺς πίστει σου,
ἑορτάζοντας Πάτερ τὴν ἁγίαν μνήμην.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν Σοφίαν καὶ Λόγον ἐν Σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως
Μήτηρ Θεοῦ, ἀφράστως ἀπεκύησας, τὸν τὰ πάντα ποιήσαντα, καὶ ἐν ἀγκάλαις ἔσχες,
τὸν πάντα κατέχοντα, και ἐκ μαζῶν ἐθήλασας, τὸν κόσμον ἐκτρέφοντα, ὅθεν δυσωπῶ
Σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ
προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν Σὴν βοήθειαν τότε παράσχου
μοι, καὶ γὰρ δύνασαι ὅσα θέλεις πανάχραντε.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τὸν ἀσκητὴν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, ὡς νεκρώσαντα
πάσας τὰς προσβολὰς τῶν παθῶν, δι’ ἐγκρατείας καὶ στεῤῥᾶς, ὑπομονῆς ὡς ἀληθῶς,
καὶ καταισχύναντα σφοδρῶς, τὸν ἀντίπαλον ἐχθρόν, καὶ πάσας τούτου ἐπάρσεις, καὶ
νῦν πρεσβεύει Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Σοφίαν Ὅσιε, ἔχων τὴν ἔνθεον, πάντα ἐπίγεια, σοφῶς
κατέλιπες, ἀγῶσι δὲ βίου τὸν σόν, ἐν πλείστοις ἐξετέλεσας, ὅθεν ἀναδέδειξαι,
οἰκητήριον ἔντιμον, πάσης ἁγιότητος, ἐν εὐχαῖς καὶ δεήσεσι, Κυρίῳ προσεγγίζων,
Ὃν αἴτησαι, σῶσαι τοὺς σὲ ἀνευφημοῦντας.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ
τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον,
προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ
σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ τὸν Πολυέλεον, κάθισμα.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐλαμπρύνθης χάριτι, καὶ ἀληθείᾳ, τὰ
τῆς γῆς πληρώματα, φωταγωγεῖς εὐσεβῶς, ἀειμακάριστε Ὅσιε, ὅθεν πίστει, σὲ
μακαρίζομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ
πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ Σέ, ἀπὸ κινδύνων με λύτρωσαι, καὶ μὴ
παρόψῃ, ἡ πάντων βοήθεια.
Οἱ ἀναβαθμοί·
τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος
τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ
πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον.
Ὁ Ν΄ ψαλμός.
Ἰδιόμελον. Ἦχος β΄.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἐζήτησας θεοφόρε, τοῦ θεωρεῖν τοῦ Κυρίου τὴν
τερπνότητα, καὶ μόνος αὐτῷ μόνῳ, προσομιλεῖν ἐπεπόθησας, ὅθεν κόσμον καταλιπών,
φυγαδεύων καὶ διαιτώμενος, ἐν ἐρήμοις καὶ ὄρεσι, καὶ τὸν Χριστὸν ἐνδεδυμένος,
χιτῶνα οὐκ ἐφρόντιζες, τῆς ἀφθαρσίας χιτῶνα, ἑαυτῷ ἐμπορευόμενος. Μεθ’ οὗ
εἰσῆλθες εἰς τὸν Οὐράνιον νυμφῶνα, αἰώνιος ἀγαλλόμενος Πάτερ μακάριε.
Εἶτα
οἰ Κανόνες· ὁ κανὼν τῆς Θεοτόκου μετὰ τῶν εἱρμῶν εἰς στ΄· καὶ τοῦ Ἁγίου εἰς η΄.
Ὁ Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Σεργίου τὴν κοίμησιν ἐφιεμένῳ, ὑμνῆσαι παράσχου μοι,
φωτισμὸν ἄνωθεν, ταῖς ἱκεσίαις Χριστέ, θεράποντός Σου ἱεραῖς, ὅτι δεδόξασται.
Ἐπότισας Ὅσιε, αφθόνως πᾶσαν τὴν γῆν, σοῖς διδάγμασιν
θαυμαστῶς ἔσχες γάρ, ἀγάπην τὴν πρὸς Χριστόν, διό Σου πάντες τὴν σεπτὴν μνήμην
γεραίρομεν.
Ῥοαῖς τῶν δακρύων σου, Σέργιε Πάτερ, ἡ πρώην γῆ ἄνικμος
τῇ Θεοῦ χάριτι, ἀνέβλυσε θαυμαστῶς, ὑδάτων ἄφθονον πηγήν, καὶ ἰαμάτων πιστοῖς.
Γεώδη κατέλιπες πάντα θεόφρον, Θεὸν γὰρ ἠγάπησας, καὶ
Αὐτῷ προσήγγισας, ἐκ βρέφους καὶ οὐρανῶν, τὰ κάλλη κατατρυφᾶν, ὅθεν ἠξίωσαι.
Θεοτοκίον.
Ἰδοῦ Σοι πανάμωμε, ὥσπερ προέφης, τὸ χαῖρέ Σοι
κράζομεν, πᾶσαι μακαρίζουσαι, αἱ γενεαὶ τῶν ἐθνῶν, ὡς τέξασα τὸν Λυτρωτήν,
πάσης τῆς κτίσεως.
ᾨδὴ γ΄ Στερεωθήτω ἡ καρδία μου.
Ὅλως ἀπώσω δόξαν ῥέουσαν, κληρονόμος ὅθεν γεγέννησαι,
τῆς οὐρανίου τὸν σὸν γάρ, βίον Πάτερ διεύθυνας, τοῦ Κυρίου ἐν προστάγμασιν,
Ἀγγέλοις ἑνούμενος.
Νεώσας μάκαρ τῆς καρδίας σου, προσευχῆς ἀρότρῳ τὴν
ἄρουραν, σπόρον σοὺς πόνους τους μακρούς, κατεβάλλου ἐδρέψω δέ, τὸν πολύχουν
σῖτον μένοντα, ἀφθάρτοις σκηνώμασιν.
Ἁγίου Πνεύματος τῇ χάριτι, ἐδοξάσθης καὶ βίῳ τετίμησαι,
τῷ φωτοφόρῳ σου σοφέ, ἐπαρκέσας τοῖς χρήζουσι, καὶ ἀγάπη προσδεχόμενος, ἀζύγων
τὰ τάγματα.
Νέα καθάπερ καὶ κατάκαρπος, ἀνεδείχθης πᾶσι τοῖς
πέρασιν, οἴκῳ ἐλαία τοῦ Θεοῦ, παμμακάριστε Σέργιε, τῷ ἐλαίῳ ἱλαρύνουσα, ψυχὰς
τῶν ὑμνούντων σε
Θεοτοκίον.
Ὑμνῶ Σε Κόρη ἀπειρόγαμε, τὴν τὸν Κτίστην μόνην
κυήσασαν, καὶ θείῳ μύρῳ τὰς ψυχὰς τῶν πιστῶν νῦν μυρίζουσαν, καὶ ἀξίους
ἀπεργάζουσαν, τῆς ἄνω λαμπρότητος.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τοὺς θορύβους τοῦ βίου καταλιπών, τὸν Σταυρόν σου ἐπ’
ὤμων ἀναλαβών, ὅλον ἀνατέθηκας, σεαυτὸν τῷ Κυρίῳ σου, καὶ σαρκὸς ἔξω Πάτερ, καὶ
κόσμου γενόμενος, τοῦ Αγίου γέγονας, συνόμιλος Πνεύματος, ὅθεν καὶ πρὸς ζῆλον,
τοὺς λαοὺς διεγείρων, τὰς πόλεις ἐκένωσας, καὶ ἐρήμους ἐπόλισας, θεοφόρε
Σέργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῷ φωτὶ λαμπόμενος, τῷ ἀπροσίτῳ, ὡς ἀστὴρ ἐξέλαμψας, ἐν
ταῖς ἐρήμοις διδαχαῖς, καταφωτίζων ὦ Σέργιε, τοὺς ἀδιστάκτῳ, ψυχῇ προσιόντας
σοι.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐπελεύσει Πνεύματος, τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον,
καὶ Ὁμούσιον φωνῇ, τοῦ Ἀρχαγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.
ᾨδὴ
δ΄ Ἐν Πνεύματι προβλέπων.
Μεγίσταις φωταυγίαις λαμπόμενος σοφέ,
οὐρανίας δέδεξαι τερπνότητας σοφέ, τῷ Ποιητῇ
δὲ ὡς ἄρτος ἀληθῶς ὤφθης, ἥδιστον
ὄντως Σέργιε
τούτῳ κράζων· δόξα τῇ δυνάμει Σου Κύριε.
Νεκρώσας ψυχοφθόρων παθῶν τὰς ἀφορμάς, ἡσυχίας ἥλασας
εἰς βάθος καὶ τὸ πρίν, ἀποθανόντα ἀνήγειρας Πάτερ παῖδα, ὑπὲρ ἐλπίδα τὸν
γεννήτορα ποιήσας, τούτου ἐν αὐτῷ ἐπαγάλλεσθαι.
Ἠγάπησας
θεόφρον σοφίαν ἀληθῶς, τὴν ἄνω καὶ ταύτῃ δὲ προσήλωσας τὸν νοῦν, καὶ τὴν
καρδίαν σου Πάτερ, ᾗ ὡς ἐχέφρων κατατρυφῶν ἀνεβόας τῷ Δεσπότῃ· δόξα τῇ δυνάμει
Σου Κύριε.
Θεοτοκίον.
Σωτῆρος τὴν κάθοδον, καὶ πάντων Ποιητοῦ, μηνύων παρέστη
Σοι Ἀρχάγγελος Ἁγνή, χαίροις βοῶν σοι Πανάμωμε, χαίροις χαίροις, ὁ γὰρ Θεὸς ἐκ
Σοῦ ἐξελεύσεται κατὰ σάρκα, σώζων τοὺς πιστῶς Σε γεραίροντας.
ᾨδὴ ε΄. Θεὸς ὢν εἰρήνης.
Ἀπέθου ὦ Πάτερ, καθάπερ φθαρτόν, καὶ ἀχρεῖον χιτῶνα
θεόσοφε, παλαιωθέντα ἄνθρωπον, τὸν λίαν χαλεπόν, σὺν τοῖς θανατηφόροις πάθεσι,
καὶ τὸν νέον ἐνεδύσω τὸν ὄντως κατὰ Χριστὸν τὸν Ὑπεράγαθον.
Ἐνέκρωσας ὄντως παθῶν ἀφορμὰς, καὶ σκιρτήματα ἔνδοξε
Σέργιε, τῷ ἰσαγγέλῳ βίῳ σου τῷ λίαν θαυμαστῷ, καὶ ἄνωθεν ἐδέξω θαυματουργίας
χάριν, ὅθεν αἴτησαι λύσιν, τῶν ἐσφαλμένων ἡμῶν Ὅσιε.
Χορείας ἀζύγων ἀθροίσας σοφέ, καὶ Μονὰς ἐπιγείους
δημάμενος, ἀμέμπτως θείᾳ χάριτι διηύθυνας αὐτάς, Ἀγγέλων ἐκμιμεῖσθαι τὸν βίον
ἐκπαιδεῦσαι, ἐν νηστείαις καὶ κόποις, δοξολογίαις τε πρὸς Κύριον.
Θεοτοκίον.
Ῥυσθέντες κατάρας οἱ πάντες ἁγνή, τῆς Προμήτορος Εὔας
ὑμνοῦμέν Σε, τῷ κόσμῳ εὐλογίαν γὰρ ἀνέτειλας Χριστόν, τεκοῦσα ἀποῤῥήτως, διό
Σοι χαῖρε χαῖρε, καὶ ψυχῇ καὶ καρδίᾳ, καὶ λογισμῷ ἀεὶ κραυγάζομεν.
ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Ἱλεούμενος Χριστόν, μὴ ἐλλείπης ἐκτενῶς, τῇ σῇ ποίμνῃ
παρασχεῖν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τρόπαια,
τῷ σταυροφόρῳ εὐσεβεῖ
ἄνακτι.
Σὺ τὴν χάριν δαψιλῶς, ἐκομίσω πρὸς Χριστῷ, κατὰ πάντων
τῶν παθῶν, καὶ δαιμόνων κραταιάν, ὡς ἄριστος, τροπαιοφόρος στέφος δεξάμενος.
Τῶν ἀζύγων ὁδηγος, ὤφθης Πάτερ καὶ κανών, ἀσφαλῶς
καθοδηγῶν, πρὸς αἰώνιον ζωήν, καὶ ἄληκτον, τοὺς ἑπομένους τοῖς σοῖς διδάγμασι.
Θεοτοκίον.
Ἐμυήθη πρὸς Θεοῦ, ὁ χορὸς τῶν Προφητῶν, προφητεῦσαι
ἐμφανῶς, τὸ μυστήριον τῆς Σῆς κυήσεως, Παρθενομήτορ μόνη Θεόνυμφε.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἔρωτι θείῳ τῷ Χριστῷ τρωθεὶς πανόλβιε, ἀμετατρέπτῳ,
λογισμῷ δ’ ἀκολούθησας, Αὐτῷ τῆς σαρκὸς τὰς ἡδονὰς πάσας κατέπτυσας, καὶ ὡς
ἥλιος, πατρίδι σῇ ἐξέλαμψας, κατεκόσμησε δὲ Χριστὸς σε θαύμασιν, ὅθεν κράζομεν·
Χαίροις Σέργιε ἔνδοξε.
Συναξάριον.
Τῇ ΚΕ' τοῦ
αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Σεργίου καθηγουμένου Ῥαδονεξίας τοῦ θαυματουργοῦ.
Σέργιος ὁ
μέγας ἐν πατράσι Ῥωσσίας,
ἐκ γῆς
μεταστάς, συγχορεύει Ἀγγέλοις.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῆς Ὁσίας Εὐφροσύνης, θυγατρὸς Παφνουτίου τοῦ Αἰγυπτίου.
Τὸ θῆλυ
κρύπτεις ἀνδρικῶς, Εὐφροσύνη,
Καὶ κρυπτὰ
τὸν βλέποντα Δεσπότην βλέπεις.
Ἡ
τὴν φύσιν λαθοῦσα καὶ τερπνὰ βίου, Κλῆσιν Σμάραγδος, τὸν δὲ νοῦν Εὐφροσύνη,
Λιποῦσα πᾶσαν τοῦ βίου φαντασίαν, Ἀνδρῶν μοναστῶν ἀγαπήσασα βίον, Εὐνοῦχος ὥσπερ
βασιλικῶν δωμάτων, Ἐν ἀνδρικῷ σχήματι γνωστὸς οὐδόλως, Μονῇ προσῆλθε, καὶ
θέλημα καὶ τρίχας Ἐκδοῦσα, καὶ σπεύδουσα λαθεῖν πατέρα. Καὶ εὖ τυχοῦσα τοῦ
ποθουμένου, πόσοις Κόποις, πόνοις τε καὶ προσευχαῖς συντόνοις, Τὸ μαλακὸν
τέτηκε δεινῶς σαρκίον, Ἅπαντας ἐκπλήττουσα τῇ κακουχίᾳ. Οὐκ ἔστιν εἰπεῖν, ἀδυνατεῖ
καὶ λόγος. Ὢ πῶς λαθοῦσα πατέρα, πρᾶγμα ξένον!
Καλὴ
θυγάτηρ, τῶν μοναστῶν ἐν μέσῳ Τρέχουσα, λίθος ὡς σμάραγδος εὑρέθη· Πολλὴ γὰρ ἡ
ζήτησις ἐκ τῶν ἰδίων, Πατρὸς βρύχοντος ἐκ πόνου τῆς καρδίας, Τῆς Εὐφροσύνης τὴν
μακρὰν ἐκδημίαν, Τριπλῇ δεκάδι πρὸς ὀκτώ, φεῦ χρόνοις, Ὄρη, βάραθρα καὶ τόπους ἐρημίας
Περιπολοῦντος, καὶ στένοντος ἐκ βάθους. Ἀλλ' ὁ Σμάραγδος αὐτός, ἡ Εὐφροσύνη, Ὢ
Πάτερ, εἰπὼν τὸν τελευταῖον λόγον, Ὡς ἐμπόρευμα τῶν μακρῶν λαβὼν κόπων, Τῶν οὐρανῶν
γέγηθε τῇ μεταστάσει. Κἀκεῖνος, ὥσπερ ἐκπλαγείς, φεῦ τοῦ πάθους! Πέπτωκεν εἰς γῆν
ὥσπερ ἄψυχος νέκυς. Ἄκουσμα καὶ γὰρ παράδοξον καὶ ξένον Ἤκουσεν ὄντως· τί γὰρ ἄλλο
καὶ πάθοι; Καὶ λοιπὸν ἀφεὶς καὶ βίον καὶ πατρίδα, Καὶ ζῆλον ὥσπερ αἰνετῶν παιδὸς
πόνων, Ἐνθεὶς ἑαυτῷ, καὶ πόθου δείξας φλόγα, Διάδοχος βίου τε ὡς πατὴρ τέκνου
Γεγώς, μετέστη πρὸς μονὰς οὐρανίους.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ὁσίου Παφνουτίου, τοῦ πατρὸς αὐτῆς.
Μύσας ὁ
Παφνούτιος ἐν τῷ σαρκίῳ,
Τῷ πνεύματι
ζῇ, καὶ θεωρεῖ φῶς μέγα.
Τῇ αὐτῇ ἡμέρᾳ
μνήμη τοῦ ἁγίου Ὁσιομάρτυρος Παφνουτίου.
Σταυροῦσι
Παφνούτιον οἱ κόσμου φίλοι,
Τὸν παντὶ
κόσμῳ καὶ πρὶν ἐσταυρωμενον.
Τῇ αὐτῇ ἡμέρᾳ
ἡ ἀνάμνησις τοῦ μεγάλου Σεισμοῦ, ἐν ᾗ τελεῖται ἡ ἐν τῷ ἀέρι ἁρπαγὴ τοῦ παιδός.
Ἀρθεὶς ἄνω
παῖς τὸ τρισύμνητον μέλος,
Καθὼς νόες
ψάλλουσιν, ἀγγέλλει κάτω.
Ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ Νέου,
τοῦ Θεοῦ, οἷς τρόποις οἶδε, θελήσαντος δεῖξαι τοῖς ἀνθρώποις καὶ πρὸ τῆς ἀναστάσεως,
τὴν ἡμέραν τῆς ἀναστάσεως, γέγονε σεισμὸς φοβερός· καὶ διὰ τοῦτο τοῦ λαοῦ
παντός, σὺν τῷ Βασιλεῖ Θεοδοσίῳ καὶ Πρόκλῳ τῷ Πατριάρχῃ, μετὰ παντὸς τοῦ τῆς Ἐκκλησίας
πληρώματος καὶ πάσης τῆς πόλεως, ἔξω λιτανευόντων διὰ τὸν φόβον ἐν τῷ κάμπῳ, ἤδη
τῆς Θεοπασχιτῶν αἱρέσεως, ἐξ ἐπηρείας τοῦ διαβόλου ἀρχὴν λαμβανούσης, καὶ τῷ
Τρισαγίῳ, τό, ὁ Σταυρωθεὶς δι' ἡμᾶς,
βλασφημούντων, ἐξαίφνης παιδίον ἁρπαγὲν εἰς τὸν ἀέρα ἀνεφέρετο. Πάντων δὲ ἐν ἐκπλήξει
καὶ φόβῳ κραζόντων ἐπὶ πολλὰς ὥρας τό, Κύριε ἐλεησον, αὖθις κατηνέχθη τὸ
παιδίον, ὡς ἐπὶ νεφέλης καθήμενον· καὶ φωνῇ μεγάλῃ παρεκελεύσατο, ὅτι οἱ τῶν Ἀρχαγγέλων
χοροὶ ἄνευ τῆς προσθήκης τοῦ, ὁ Σταυρωθείς, τὸν Τρισάγιον ὕμνον ἀναπέμπουσι τῷ
Θεῷ· «Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος
ἀθάνατος, ἐλέησον ἡμᾶς». Καὶ εὐθέως ταῖς τοιαύταις φωναῖς ἀπέδωκε τὴν
ψυχὴν τῷ Θεῷ, καὶ ὁ τοῦ σεισμοῦ κλόνος ἐπαύσατο.
Τῇ αὐτῇ ἡμέρᾳ
μνήμῃ τῶν ἁγίων Μαρτύρων Παύλου, Τάττης, καὶ τῶν τέκνων αὐτῶν Σαβινιανοῦ,
Μαξίμου, Ῥούφου καὶ Εὐγενίου.
Πατὴρ ὁ Παῦλος
μαρτυρεῖ σὺν τοῖς τέκνοις.
Μεθ' ὧν
σεαυτὴν Τάττα τάττεις ἐμφρόνως.
Οὗτοι οἱ Ἅγιοι, Παῦλος καὶ Τάττα, καὶ οἱ
τούτων παῖδες Σαβινιανός, Μάξιμος, Ῥοῦφος καὶ Εὐγένιος, ὥρμηντο ἐκ πόλεως
Δαμασκοῦ· καὶ διαβληθέντες ὡς Χριστιανοί, ξύλῳ ἠσφαλίσθησαν καὶ ἁλύσεσιν ἐδέθησαν·
καὶ πάλιν ἀνακριθέντες, σφοδρῶς ἐτύφθησαν· καὶ ταῖς τῶν ἀνόμων χερσὶ
στρεβλούμενοι, τάς ψυχὰς τῷ Θεῷ παρέθεντο.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Βυζατηνοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Θεοφίλου,
ἀρχιεπισκόπου Ἐφέσσου.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Σὲ νοητὴν Θεοτόκε κάμινον.
Μάκαρ ἐν γῇ, οὐρανὸς ὡς δεύτερος, τῇ θείᾳ νεύσει
ἀληθῶς, ἀνεδείχθης καὶ ποίμνην σήν, λογικὴν ἐξέθρεψας, ζῶν καθάπερ Ἄγγελος, ἐπὶ
τῆς γῆς παμμακάριστε, καὶ νῦν σὺν τούτοις χορεύων, ἡμᾶς γοῦν περιφύλαττε.
Ὄντως τὰ σά, τέκνα παμμακάριστε, κεκτημένα σε πρὸς
Θεόν, ὃν ἐπόθησας ἐκ ψυχῆς, πρέσβυν κραταιότατον, καὶ χαρὰν ἐν θλίψεσιν, ἐν
πειρασμοῖς δ’ ἀπολύτρωσιν, ἐκ τῶν βελῶν τοῦ δολίου, λυτρούμεθα πανόλβιε.
Ἵνα Θεῷ συνυπάρχειν Σέργιε, σὺ φυγαδεύων ψαλμικῶς,
ἀπεμάκρυνας σεαυτόν, κοσμικῆς συγχύσεως, ἔρημον δὲ ᾤκησας, καὶ μοναζόντων
συνήθροισας, τὰς νοητὰς ἀγέλας, τούτῳ λατρεύειν ἐν πνεύματι.
Θεοτοκίον.
Χαίροις Ἁγνή, τοῦ Ἀδὰμ τὸ βλάστημα,
ἐκ Σοῦ γὰρ προῆλθεν ὁ Σωτήρ, καὶ φορέσας ὡς ἀληθῶς, ὅλον με τὸν ἄνθρωπον, πάλιν
ἀνεκαίνισε, καὶ πρὸς ζωὴν καθοδήγησεν, ὡς μόνον ὢν ἐλεήμων Θεός, καὶ
ὑπερένδοξος.
ᾨδὴ η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Ἀπαύστως ὑμνοῦντές σε δεόμεθα σοφέ,
πρεσβεύειν πρὸς Κύριον, δοθῆναι τῷ πιστῷ βασιλεῖ τὰς νίκας, κατ’ ἐχθρῶν καὶ
πιστοῖς ἔλεος καὶ χάριν, τοῖς πόθῳ σὲ ὑμνοῦσι.
Ῥευστὰ ἀπωσάμενος, ἐνώκησεν ἐν σοί,
τὸ πνεῦμα τὸ Ἅγιον, πνευμάτων πονηρῶν, δ’ ἀνέδειξε μάκαρ, ἐλατῆρα στεῤῥὸν καὶ
τῶν μοναζόντων, κανόνα τε καὶ κλέος.
Ἰλὺν ἀποθέμενος θεόφρον τῶν παθῶν,
τρισηλίῳ ἔλαμψας ἀῤῥήτῳ τε φωτί, φωτισμὸν οὖν δίδου, σοῖς ἱκέταις πιστοῖς, τοῖς
ἐπιτελοῦσι τὴν μνήμην σου τὴν θείαν.
Θεοτοκίον.
Ναόν Σε ἀμόλυντον, εὑρὼν σὺν Πατρί,
ἀεὶ καὶ τῷ Πνεύματι, ὑμνούμενος ἐν Σοί, κατώκησε θέλων, ἵν’ ἡμᾶς τοὺς βροτούς,
σώσῃ καὶ θεώσῃ δι’ ἄκραν εὐσπλαγχνίαν.
ᾨδὴ
θ΄. Τύπον τῆς ἁγνῆς λοχείας Σου.
Δρόμον τὸν καλὸν τετέλεκας, θείᾳ
ἀγάπῃ τοῦ Χριστοῦ φωτιζόμενος, καὶ ταῖς ἀρεταῖς, καταστραπτόμενος Σέργιε, τὴν
ψυχήν σου ἐτήρησας ἄμωμον, καὶ νῦν σὺν τοῖς Ὁσίοις, τρυφᾶς ἀπαύστως
παμμακάριστε.
Ἵνα τῷ Χριστῷ μακάριε, τῷ ποθουμένῳ
σοι συνῆς ἀπεμάκρυνας, κόσμου τοῦ φθαρτοῦ, καὶ ἐν ἐρήμῳ κατώκησας, μοναζόντων
τε τὰ πλήθη συνήθροισας, καὶ θείας πρὸς ἐπαύλεις, ἅπαντα Σέργιε ὡδήγησας.
Ὅλον Λόγε ἀποκάθαρον, ἁμαρτημάτων τῶν πολλῶν, μολυσμὸν
ἡμῶν, καὶ καταυγάσοντος καρδιῶν ἡμῶν ὄμματα, τοῦ φαιδρῶς κατοπτεύειν τὴν δόξαν
σου, τὴν θείαν ταῖς πρεσβείαις, τοῦ Σου θεράποντος Φιλάνθρωπε.
Θεοτοκίον.
Ὕψος ἀποῤῥήτου θαύματος, τοῦ Σοῦ
Παρθένε καταπλήττει νοῦν ἅπαντα, Σὺ γὰρ Δέσποινα, τὸ πρὸ αἰώνων μυστήριον,
κεκρυμμένον λαμπρῶς ἀνεκάλυψας, τεκοῦσα Θεὸν Λόγον, ὑπὲρ λόγον καὶ διάνοιαν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὡς φοῖνιξ Πάτερ Σέργιε, δαβιτικῶς
ἐξήνθησας, μονή τε ὤφθης παμμάκαρ, τοῦ Πνεύματος τοῦ Ἁγίου, ὅπερ λαμπρῶς σὲ
ἔδειξε, τῇ οἰκουμένῃ ἔνδοξον, καὶ νῦν Χριστὸν ἐκδυσώπει, σῶσαι τοὺς σὲ
ἀνυμνοῦντας.
Θεοτοκίον.
Χαῖρε Θεοῦ παλάτιον, χαῖρε ὄρος
κατάσκιον, χαῖρε ἡ ἄφλεκτος βάτος, χαῖρε ὁ θρόνος τῆς δόξης, χαῖρε ἡ θεία
τράπεζα, χαῖρε στάμνος ἡ πάγχρυσος, χαῖρε λυχνία πάμφωτε, χαῖρε κούφη νεφέλη,
Παρθενομῆτορ Μαρία.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Σέργιε Πάτερ μακάριε, ὅτε ἐπῆλθεν ἐν
σοί, ἡ οὐράνιος πρόσκλησις, τότε ἅπαν φρόνημα, τῆς σαρκὸς καθυπέταξας, πνεύματι
ὄντως ὡς ἀθλητὴς κραταιός, δοκιμασθεὶς δὲ ὡς ἐν καμίνῳ χρυσός, ὤφθης
λαμπρότητος, τοῦ Ἁγίου Πνεύματος ναὸς σεπτός, πάντων μοναζόντων τε, καθηγητὴς
καὶ φωστήρ. (Δίς)
Σέργιε Πάτερ ἡ μνήμη σου, ἡ ἱερὰ καὶ
σεπτή, συγκαλεῖται νῦν ἄπειρα, τῶν ἀζύγων τάγματα, καὶ Ὁσίων τὸν σύλλογον, ἐν ᾗ
ἀπαύστως οἱ τῶν Ἀγγέλων χοροί, δοξολογοῦσι τὴν Τρισυπόστατον, μίαν Θεότητα,
ἄνθρωποι δὲ λάρνακος κύκλῳ της σῆς, χαίροντες περίστανται, ῥῶσιν λαμβάνοντες. (Δίς)
Δόξα.
Ἦχος πλ. β΄.
Δεῦτε τῶν μοναζόντων τὰ πλήθη
σήμερον, Σέργιον τὸν τῆς ἀσκήσεως κανόνα, ἐν ᾠδαῖς καὶ ὕμνοις εὐφημήσωμεν, καὶ
τὴν πάντιμον καὶ θαυματόβρυτον αὐτοῦ λάρνακα περικυκλοῦντες θερμῶς,
περιπτυσσώμεθα λέγοντες· Χαίροις πανένδοξε Σέργιε, ὁ τῆς σῆς πατρίδος φωστὴρ
τηλαυγέστατος· χαίροις, ὅτι ὡς καθαρός, τῷ καθαρωτάτῳ φωτὶ συνεκράθης· χαίροις,
ὅτι τῇ Ἁγίᾳ Τριάδι μετ’ Ἀγγέλων νῦν παρίστασαι· ἣν ἀπαύστως ἱκέτευε, δωρηθῆναι
ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ
βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τοῦ Σοῦ
Ὁσίου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τα
τυπικά, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου, ἡ γ΄ καὶ στ΄ ᾠδήν.
Ἀπόστολον
καὶ Εὐαγγέλιον ὁσιακά.
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιόν ἐσται
δίκαιος. Ἀλληλούϊα.
Μεγαλυνάριον.
Τῆς Ῥαδονεξίας τὴν καλλονήν, καὶ
πάσης Ῥωσσίας ἐγκαλλώπισμα τὸ τερπνόν, καὶ τῶν μοναζόντων, ἀγλάϊσμα καὶ κλέος,
τὸν Σέργιον ἐν ὕμνοις, πάντες τιμήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου