Τρίτη 8 Ιανουαρίου 2019

Ακολουθία ΑΣΜΑΤΙΚΗ ΑΓΙΑΣ ΓΛΥΚΕΡΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΤΟΥ ΕΒΡΟΥ


Ποιηθεῖσα ὑπὸ Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

ΕΙΔΗΣΙΣ: Εἰς τὴν παροῦσαν ἑορτὴν τῆς Ἁγίας Γλυκερίας λαμβάνομεν ὡς ὁδηγὸν τὴν τυπικὴν διάταξιν τῆς ἑορτῆς, τοῦ ῾Αγίου ᾽Ιωάννου τοῦ Θεολόγου, τῇ η' τοῦ παρόντος Μηνός.

ΕΝ Τῼ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ.
Ἱστῶμεν στίχους δ' καί ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
τε τῷ φωτὶ τῶν ἀρετῶν, τὴν σὴν καθαρὰν πολιτείαν Μάρτυς ἐλάμπρυνας ,τότε ὡμολόγησας, ἀκαταπλήκτῳ, ψυχῇ, Γλυκερία πανεύφημε, Χριστὸν τὸν Σωτῆρα, γνώμης ἀνδρειότητι στερρῶς ἀθλήσασα. ῞Οθεν ὡς παρθένος καὶ Μάρτυς, πρέσβευε τῷ πάντων Δεσπότῃ, ὑπὲρ τῶν τιμώντων σου τὴν ἄθλησιν.
τε ἀφορήτοις αἰκισμοῖς, ὁ ἐχθρὸς ὑπέβαλε Μάρτυς, τὸ θεῖον σῶμά σου,τότε τὴν τοῦ Πνεύματος ἐν σοὶ λαμπρότητα, ἀπαστράπτουσαν ἔδειξας πᾶσι Γλυκερία, πάντα ὑπομείνασα, ὥσπερ ἀσώματος· ὅθεν ἐπαξίων ἐπάθλων, παρὰ τοῦ Σωτῆρος τυχοῦσα, μέμνησο τῶν πόθῳ μεμνημένων σου.
νθος ὡς εὐῶδες καὶ τερπνόν, ἡ Τραϊανούπολις ἔσχε, σὲ καλλιπάρθενε· ἐξ αὐτῆς γὰρ ἤνθησας καὶ εὐωδίασας, ταῖς ὀσμαῖς τῆς ἀθλήσεως, δυνάμει τῇ θείᾳ, Γλυκερία ἅπασαν, τὴν ᾽Εκκλησίαν Χριστοῦ. Ἣτις τὴν ἁγίαν σου μνήμην, ἄγουσα Χριστὸν μεγαλύνει, τὸν ἐν θαυμασίοις σε δοξάσαντα.
Νύμφη τοῦ Σωτῆρος ἐκλεκτή, Μάρτυς Γλυκερία θεόφρον, ἀξιοθαύμαστε, ῞Εβρου ἐγκαλλώπισμα καὶ ἀγαλλίαμα, καὶ ἁπάσης τῆς Θράκης δέ, ἐντρύφημα θεῖον, πάσης περιστάσεως ῥύου ἑκάστοτε, πάντας τοὺς πιστῶς ἐκτελοῦντας, τὴν σὴν ἀεισέβαστον μνήμην, καὶ τὴν προστασίαν σου κηρύττοπτας.
Δόξα.Ἦχος α'.
Παρθενικῇ ἐκλάμπουσα χάριτι, μαρτυρικῶν ἀγώνων στάδιον ἤνυσας, ἐν ἀνδρείᾳ ψυχῆς, Γλυκερίᾳ καλλιπάρθενε· τῇ τοῦ Χριστοῦ γὰρ, ἀγάπῃ, πάντα τὰ σὰ ἀναθεῖσα, ὑπερφυῶς ἠγώνισαι, οἰκείας ἀλογήσασα φύσεως· καὶ νῦν ἐν τῷ νυμφῶνι τῆς ζωῆς, σὺν ταῖς φρονίμοις παρθένοις ἀγαλλομένη, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Τῆς ῾Εορτῆς.
᾽Απόστιχα. Ἦχος β΄ . Ἦχος τοῦ ᾽Εφραθᾶ.
Δόξαν τὴν γεηράν, ἐμφρόνως παριδοῦσα, θεόφρον Γλυκερία, πρὸς μαρτυρίου πόνους, ὡς ἄσαρκος ἐχώρησας.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον.
Τύπον τὸν τοῦ Σταυροῦ, φέρουσα τῷ μετώπῳ, οὐκ ἔδεισας οὐδόλως, θεόφρον Γλυκερία τῶν διωκτῶν τὴν δύναμιν.
Στίχ. Καί ἔστησεν ἐπί πέτραν τοὺς πόδας μου.
νεγκας τοῦ πυρός, ὡς ἄσαρκος τὴν φλόγα, καὶ ἔφλεξας τὴν πλάνην, ἄφλεκτος τηρηθεῖσα, δρόσῳ, τῇ θείᾳ πάνσεμνε.
Δόξα.Τριαδικόν.
Δύναμιν παρὰ σοῦ,Τριὰς ὑπεραγία, ἡ Μάρτυς Γλυκερία, ἀΰλῳ δεχομένη, ἀθλητικῶς ἠρίστευσε.
Καί νῦν. Θεοτοκίον.
Μύροις τοῦ σοῦ Υἱοῦ, ἡ Μάρτυς Γλυκερία, Παρθένε ἑπομένη, αὐτῷ προσανηνέχθη, ὡς νύμφη παναμώμητος.
Νῦν ἀπολύεις, τὸ τρισάγιον, τὸ ᾽Απολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ ᾽Απόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ.
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
῏Ηχος δ'. ῾Ως γενναῖον ἐν Μάρτυσιν.
ς τρωθεῖσα τῷ ἔρωτι, τῆς Χριστοῦ ἀγαπήσεως, κοσμικὴν τερπνότητα καταλέλοιπας, καὶ μαρτυρίου τὰ σκάμματα, ἀνδρικῶς διήνυσας, στερροτάτῳ λογισμῷ, Γλυκερία πανθαύμαστε· διὰ τοῦτό σε, ὡς Χριστοῦ Ἀθληφόρον εὐφημοῦμεν, ἐκτελοῦντές σου τὴν μνήμην, τὴν ἀεισέβαστον ἔνδοξε.
Τῶν παρθένων ὡράϊσμα, τῶν Μαρτύρων ἀγλάϊσμα, Τραϊανουπόλεως θεῖον καύχημα, ὡς ἀληθῶς ἀναδέδειξαι, νομίμως ἀθλήσασα, καὶ δοξάσασα Χριστόν, Γλυκερία πανεύφημε· ὅθεν χαίρουσα, ἡ ἐν Θράκῃ ῾Αγία ᾽Εκκλησία, ἐγκαυχᾶταί σου τοῖς ἄθλοις καὶ κατὰ χρέος γεραίρει σε.
Τῷ Σταυρῷ τοῦ Κυρίου σου, τὴν σὴν ὄψιν σφραγίσασα, τὸν θυμὸν τοῦ ἄρχοντος οὐκ ἐπτόησαι, καὶ αἰκισμοῖς καὶ στρεβλώσεσι, στερρῶς ὁμιλήσασα, ἀνωτέρα τῶν ποινῶν, τῇ δοθείσῃ σοι χάριτι, Μάρτυς ἔμεινας, καὶ φλογὸς ὑπομείνασα τὴν ῥύμην, Γλυκερία παραδόξως, ἄφλεκτος ἔμεινας ἔνδοξε.
Τῶν βασάνων τὴν ἔφοδον, ὥσπερ ἄσαρκος φέρουσα, τῶν τυρράνων ᾔσχυνας τὰ βουλεύματα, καὶ ἐν εἱρκτῇ ὥσπερ, ἄγγελος τραφεῖσα πανεύφημε, ὑπ' Ἀγγέλου θαυμαστῶς, τοὺς ὁρῶντας κατέπληξας, τῷ σῷ θαύματι, καὶ Χριστῷ ὥσπερ Μάρτυρα προσάγεις, Λαοδίκιον τῷ φέγγει ,τῆς ἐν σοὶ χάριτος πάνσεμνε.
ς ἀνδρεῖον τὸ φρόνημα, καὶ γενναία ἡ ἔνστασις τῆς ψυχῆς σου ἔνδοξε ἐναπέφηνεν· ἐν ἀσθενείᾳ γὰρ σώματος, προθύμῳ δὲ πνεύματι, τὸν ἀρχέκακον ἐχθρόν, κατεπάτησας λέγουσα· Σὺ εἶ Κύριε, ἡ ἰσχὺς καὶ τὸ κλέος τῶν σῶν δούλων, ὁ δυνάμει ἀηττήτῳ τὸν ἰσχυρὸν τροπωσάμενος.
Οὐ λιμὸς οὐδὲ κίνδυνος, ἀλγεινῶν τε ἐπίτασις, τῆς ἀγάπης ἔνδοξε οὐ κατίσχυσαν, Χριστοῦ χωρίσαι ἀοίδιμε, οὐ κάθειρξις βίαιος, οὐδὲ κάμινος πυρός, οὐ τῶν λίθων κατάστρωσις· ὅθεν δέδεξαι, ἐκ Θεοῦ θείαν δρόσον Γλυκερία, καὶ ἐκ γῆς καὶ τῶν γηΐνων, πρὸς τὴν ζωὴν μεταβέβηκας.
Δόξα. Ἦχοςπλ. β'.
Σήμερον ὡς ἔαρ νοητόν, τῇ ᾽Εκκλησίᾳ ἐπέφανεν, ἡ τῆς Παρθενομάρτυρος Γλυκερίας μνήμη,τοὺς πιστοὺς εὐφραίνουσα· τοῖς γὰρ στίγμασι Χριστοῦ, ὡς ἐν ἄνθεσι μυστικοῖς ὡραϊζομένη, πάντας διεγείρει βοῆσαι αὐτῇ· χαίροις ἡ ἐν ἀσθενείᾳ φύσεως, ὑπερφυῶς ἀθλήσασα, καὶ τὸν μεγάλαυχον ὄφιν καταπαλαίσασα· χαίροις ἡ ὡς χρυσὸς ἐν καμίνῳ τοῖς ἄθλοις δοκιμασθεῖσα, καὶ ὡς παρθένος ἁγνὴ τῷ Χριστῷ νυμφευθεῖσα· χαίροις Τραϊανουπόλεως λαμπάς, εὐσεβούντων στήριγμα, καὶ ἁπάσης τῆς Θράκης κλέος. Πρέσβευε δεόμεθα, Γλυκερία πανεύφημε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆ ῾Εορτῆς.
Εἴσοδος, Φῶς ῾Ιλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ ᾽Αναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. λα' 10-31).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς
θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησας καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ’ 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢδόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
Αὐτοῦ.Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ ΙΔΙΟΜΕΛΑ
Ἦχος α΄.
Πάλαι μὲν τοῖς σπαργάνοις σου, καὶ τῇ ἁγίᾳ ἀθλήσει, Τραϊανούπολις ἔχαιρεν, σὲ βλαστήσασα πόλις, Μεγαλομάρτυς Γλυκερία· γέρας γὰρ, θεῖόν σε ἔσχηκε, καὶ κλέος καὶ καύχημα, καὶ βοηθὸν ἐν πᾶσι· νῦν δὲ πᾶσα περίοικος, τὴν σὴν μνήμην ἑορτάζομεν, τῶν σῶν ἀγώνων ἀγάμενοι τὸ μέγεθος, καὶ τὴν παρὰ Χριστοῦ δοθεῖσάν σοι χάριν, δι' ἧς ξένα καὶ παράδοξα, ἐν τῇ ἀθλήσει σου εἰργάσω, πρὸς δόξαν Χριστοῦ, τοῦ παρέχοντος διὰ σοῦ, ἡμῖν τὸ θεῖον ἔλεος.
χος β'.
Τῆς παρθενίας τὴν λαμπρὰν ἐσθῆτα, λαμπροτέραν ἔδειξας, τοῖς ὑπὲρ Χριστοῦ ἀθλητικοῖς σου πόνοις, Γλυκερία καλλιμάρτυς· ἐν εὐσεβείᾳ γὰρ ἐκλάμπουσα πάντων ὑπερήρθης τῶν γεηρῶν, καὶ τῷ Σωτῆρι τῶν ὅλων ἐνυμφεύθης, ὡς παρθένος φρονίμη, θεολήπτῳ ψυχῇ· καὶ ὡς προῖκα πολύτιμον, τούτῳ, προσήγαγες, τοὺς ἀθλητικούς σου ἀγῶνας, καὶ τὸν ὑπὲρ αὐτοῦ θάνατον, Μάρτυς ἀήττητε· διὸ ἀθανάτου ζωῆς ἠξίωσαι, σὺν ἀγγέλων χοροῖς, θεουμένη ἐν μεθέξει· ἧς καὶ ἡμεῖς μετασχοίημεν οἱ ἑορτάζοντες τὴν μνήμην σου.
Ἦχος γ'.
Τοῖς ἀθλητικοῖς σου παλαίσμασιν, ἐν σοὶ τοῦ Σωτῆρος χάρις, ὑπὲρ ἥλιον ἔλαμψεν, Γλυκερία καλλιπάρθενε· ἀνωτέρα γὰρ πυρὸς καὶ σιδήρου πέφηνας ἐν τῷ παρθενικῷ σου σώματι τοῦ ἐχθροῦ τὴν ἰσχὺν θριαμβεύσασα· καὶ τὴν δορὰν τῆς κεφαλῆς ἀφαιρεθεῖσα, τῆς αἰωνίου ζωῆς περιεβάλου τὸ ἔνδυμα· ὅθεν ῎Αγγελοι διηκόνουν σοι, ὡς ἰσαγγέλῳ ἐν ἅπασι· μεθ' ὧν Χριστῷ παρισταμένη, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος δ΄
Τῆς γεηρᾶς ἀξίας, ἀποβαλοῦσα τὸν ἐν καινότητι ζωῆς ἠμφιάσω τὴν ἐνέργειαν, Γλυκερία Μάρτυς πανένδοξε· ὅθεν ἐκ τριχῶν αἰωρηθεῖσα, καὶ τὰς σάρκας ξεσθεῖσα, ἐξἐπληξας τοὺς πάντας, τῶν ἐν σοὶ θαυμασίοις· τῶν γὰρ τιμωρούντων αἱ χεῖρες ἠπράκτησαν, καὶ ἡ τοῦ σώματός σου ἀρτιότης ἐπέλαμπε, πρὸς δόξαν Χριστοῦ, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ὁ αὐτός.
Τὴν ἐν Ἀθλοφόροις ἀήττητον Μάρτυρα, ὡς ἐν ἀθλήσει ἀριστεύσασαν, Γλυκερίαν τὴν θεόνυμφον, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν· γυναικείαν γὰρ ἀπορρίψασα ἀσθένειαν, ἐν ἀθλητικοῖς ἀγῶσι μέγα τρόπαιον ἤγειρε, κατὰ τῆς ἀσεβείας· τοῦ γὰρ νυμφίου Χριστοῦ ῥωννυμένη τοῖς πάθεσιν, ἔξω κόσμου καὶ σαρκὸς ἐγένετο, νομίμως ἀθλήσασα· καὶ τὸ στέφος τῆς νίκης ἀξίως κομισαμένη, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ΣΤΙΧΗΡΑ ΠΡΟΣΟΜΟΙΑ
Χαίροις Παρθενομάρτυς Χριστοῦ, τῆς Ἐκκλησίας ἡ λαμπὰς ἡ ἀείφωτος, τὸ κλῆμα τῆς εὐσεβείας, πᾶσι περκάζον ἡμῖν, ἀφθαρσίας βότρυν τὸν γλυκύτατον, ἐξ οὗ ἐναπέσταξε, γλυκασμὸς ὁ σωτήριος, ἀεὶ εὐφραίνων, Γλυκερία πανεύφημε, τὴν διάνοιαν τῶν πιστῶς εὐφημούντων σε· μάρτυς ἡ ἀκαθαίρετος καὶ νύμφη ἀκήρατος, τοῦ Βασιλέως τῆς δόξης, τοῦ σὲ λαμπρῶς μεγαλύναντος· Ὃν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν
Χαίροις Παρθενομάρτυς Χριστοῦ, ἡ τοῦ διώκτου καθελοῦσα τὴν δύναμιν, ἰσχύϊ τῇ ἀηττήτῳ, τοῦ σοῦ νυμφίου σεμνή, ἣν ἐνδεδυμένη μετὰ πίστεως, Διὸς καταβέβληκας, προσευχῇ σου τὸ ξόανον, καὶ ἀνυποίστοις, αἰκισμοῖς, ὁμολήσασα, τεθαυμάστωσαι, ἐνεργείᾳ τοῦ Πνεύματος· ὅθεν θηρὸς τῷ δήγματι, τὸν δρόμον τελέσασα, λαμπαδηφόρος ἀνῆλθες, πρὸς τὸν νυμφῶνα τὸν ἄφθαρτον, ἀεὶ Γλυκερία, ὑπὲρ πάντων δυσωποῦσα, τῶν εὐφημούντων σε.
Δόξα. Ἦχος πλ.δ΄.
Τῇ ἀγάπῃ τοῦ Κτίστου σου, πάντα τὰ σὰ ἀναθεμένη, στάδιον ἀθλήσεως, πλῆρες πόνων ἤνυσας, μεγαλόφρονι ψυχῇ, Γλυκερία πανθαύμαστε· οὐ γὰρ ἔπτηξας πάνσεμνε, τοῦ διώκτου τὸ ἀπηνές, οὐδὲ τῶν αἰκισμῶν τὴν δριμύτητα· ἀλλ’ὡς ἀδάμας ἐν πᾶσι δοκιμασθεῖσα, τῆς ἄνω βασιλείας τὸ διάδημα ἀπείληφας, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις, τὸ τρισάγιον καὶ τὸ
Ἦχος α΄ Τῆς ἐρήμου πολίτης.
θλήσασα νομίμως ὡς παρθένος θεόληπτος, Τραϊανουπόλεως ὤφθης ἱερὸν ἐγκαλλώπισμα, καὶ ἄθλων καταυγάζεις τῷ φωτί, ἀξίως δοξασθεῖσα ἐκ Θεοῦ, Ἀθληφόρε Γλυκερία διὰ παντός, τὴν Θράκην ἐκβοῶσάν σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἕτερον.
Ἦχος δ΄ . Ταχὺ προκατάλαβε.
Παρθένος πανάμωμος καὶ Ἀθληφόρος σεμνή, ἐδείχθης πανεύφημε, καὶ τῷ Σωτῆρι Χριστῷ, ἀξίως νενύμφευσαι· ὅθεν καὶ ἐν ἀθλήσει, τὸν ἐχθρὸν καθελοῦσα, χάριν ἀεὶ πηγάζεις, Γλυκερία θεόφρον, τοῖς πίστει προσιοῦσι, τῇ θείᾳ πρεσβείᾳ σου. Καὶ τὸ τῆς Ἑορτῆς. Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.
Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα.
Ἦχος α΄ Τὸν τάφον σου Σωτήρ.
ς ἄνθος μυστικόν, καὶ πανεύοσμον κρίνον, ἐξήνθησας σεμνή, ἐν λειμῶνι τῷ θείῳ, καὶ πᾶσαν εὐωδίασας, Ἐκκλησίαν τοῖς ἄθλοις σου. Ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, σὲ Γλυκερία τιμῶμεν, Χριστὸν μεγαλύνοντες.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σταυρῷ τοῦ Κυρίου σου, σημειωθεῖσα σεμνή, τυράννου τῷ βήματι, ἐν ἀπτοήτῳ ψυχῇ, παρέστης πανεύφημε· ὅθεν καὶ προσευχῇ σου, Γλυκερία καθεῖλες, ὅνπερ οὗτος ἐτίμα, ὡς Θεὸν ἀνοήτως· ἐντεῦθεν ἐν ἀθλήσει, λαμπρῶς ἐθριάμβευσας· Καὶ νῦν.
Τῆς ῾Εορτῆς.
Μετὰ τὴν β' Στιχολογίαν Κάθισμα. ῏
Ηχος δ'. Κατεπλάγη ᾽Ιωσήφ.
Κρεμασθεῖσα ἐκ τριχῶν, τὸν πολυμήχανον ἐχθρόν, ἀπηγχόνησας σεμνή, τῆ καρτερίᾳ τῆ πολλῇ, καὶ τὸ σαρκίον ἀπηνῶς καταξανθεῖσα, ᾔσχυνας ἐχθρῶν τὰ μηχανήματα, ἄνωθεν ἰσχὺν Μάρτυς λαμβάνουσα, παρὰ Χριστοῦ Γλυκερία ἔνδοξε, δι' ὃν τὸ πάσχειν προήρησο· διὸ ἀξίως ἐμεγαλύνθης ἐν οὐρανίοις σκηνώμασι.
Δόξα. ᾽Επεφάνης σήμερον.
ν εἱρκτῇ οὐράνιον ἄρτον ἐδέξω, ὑπ' ᾽Αγγέλου πάνσεμνε, Λαοδίκιον Χριστῷ, Μάρτυρα θεῖον προσήγαγες, καταυγασθέντα τοῖς σοῖς κατορθώμασι.
Καὶ νῦν. Τῆς ῾Εορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
῏Ηχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
ς παρθένος φρονίμη καὶ ἐκλεκτή, τῷ τῶν ὅλων νενύμφευσαι βασιλεῖ, καὶ τούτου τὰ στίγματα, τῇ σαρκί σου ἐβάστασας, βασιλικὸν ὡς κόσμον, ἀνδρείως ἀθλήσασα, καὶ τοῦ ἐχθροῦ τὴν πλάνην, εἰς τέλος κατῄσχυνας. ῞Οθεν ὲπαξίως, οὐρανίων θαλάμων, ἐπέβης τελέσασα., τὸν σὸν δρόμον τὸν κάλλιστον, Γλυκερία πανθαύμαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι, πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα, καί νῦν. Τῆς ῾Εορτῆς.
Τὸ α' ᾽Αντίφωνον τοῦ δ' ἤχου καὶ τὸ Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχ. Καί ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.
Εὐαγγέλιον κατὰ Ματθαῖον,τῶν Δέκα Παρθένων. Ζήτει αὐτὸ τῷ ιζ' Σαββάτῳ Ματθαίου.
Μεθ' ὃ τὸ ᾽Ανάστασιν Χριστοῦ.
Ὁ Ν'.
Δόξα. Ταῖς τῆς ᾽Αθληφόρου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου. ᾽
Ιδιόμελον, Ἦχος πλ.β΄.
Στίχ. ᾽Ελέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου.
Τοῦ μαρτυρίου τὴν ὁδόν, ἀνδρικῶς τελοῦσα, τῆς οἰκείας ἐπελάθου ῥύσεως, τὴν τοῦ Χριστοῦ ἐνδεδυμένη δύναμιν, Παρθενομάρτυς Γλυκερία· καὶ ἐν τοῖς ἀγῶσι τὸν ἐχθρὸν καταπλήξασα, τῇ ἀτρέπτῳ στάσει, καὶ τῇ ἐνεργούσῃ ἐν σοὶ θείᾳ χάριτι, ἐπαξίως ἐδοξάσθης παρὰ Χριστοῦ τοῦ Θεοῦ, ἐν τῇ ἀφθόνῳ δόξῃ τῶν θείων δωρεῶν. Ἀλλὰ δυσωποῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, αἴτει ἡμῖν πταισμάτων ἄφεσιν, κινδύνων ἀπαλλαγὴν καὶ τὸ θεῖον ἔλεος.
Ὁ ῾Ιερεύς·
Σῶσον ὁ Θεὸς τὸν λαόν σου
Εἶτα οἱ Κανόνες τοῦ Πάσχα, ἢ τῆς τυχούσης Ἑορτῆς, καὶ τῆς Ἁγίας οὗ ἡ ἀκροστιχίς· «Τῇ Γλυκερίᾳ τὸν ὕμνον φέρω. Γερασίμου».
ᾨδὴ α'. Ἦχος α'. ᾨδὴν ἐπινίκιον.
Ταῖς θείαις λαμπρότησι, τοῦ σοῦ νυμφίου, τὸν νοῦν μου καταύγασον, ταῖς ἱκεσίαις σου, ὦ Γλυκερία σεμνή, ὅπως ὑμνήσω ἐν ᾠδαῖς, τοὺς θείους ἄθλους σου.
μνήμη σου ἔνδοξε, ἐφαπλουμένη, ἡμέρα ὡς πάμφωτος, ἡμᾶς συνήγαγεν, ἐν τῇ πατρίδι τῆ σῇ, ὑμνολογῆσαι εὐσεβῶς, τὰς ἀριστείας σου.
Γενναίῳ φρονήματι, τοῦ ἡγεμόνος τὸ δόγμα ἠκύρωσας, Χριστὸν κηρύξασα, καὶ τῶν εἰδώλων σεμνή, καταπεπάτηκας εἰς γῆν πᾶσαν τὴν δύναμιν.
Θεοτοκίον.
Λυχνία πολύφωτε, τῆς θείας δόξης, Παρθένε Πανάμωμε, τὸ σκότος δίωξον, τῆς ταλαιπώρου μου ψυχῆς, τῷ θείῳ φέγγει σου ῾Αγνή, καθικετεύω σε.
Κανὼν δεύτερος τῆς Ἁγίας ἐκ τοῦ Μηναίου.
ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου
πὲρ Χοιστοῦ παθεῖν προκρίνασα, γνώμῃ θεολήπτῳ θεόνυμφε, πρὸς μαρτυρίου τὰς ποινάς, ἀνδρικῶς προσεχώρησας, Γλυκερία καὶ ἐκήρυξας τὴν πίστιν τὴν ἔνθεον.
Κόσμος ἐδείχθης ὡραιότατος, Παρθενομαρτύρων πανεύφημε, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ, αἰκισμοῖς καὶ κακώσεσι, Γλυκερία προσπαλαίσασα· διὸ καὶ δεδόξασαι.
ν τῆ ἀθλήσει σου ἀγάλλεται, ἡ Τραϊανούπολις πάνσεμνε, καὶ συγκαλεῖται εὐσεβῶς, ἑορτᾶσαι τὴν μνήμην σου, τὴν περίοικον καὶ ἅπαντα, Θρακῶν τὰ συστήματα.
Θεοτοκίον.
άβδος ἐδείχθης ἁγιόβλαστος, Κόρη ἀποτίστως ἀνθήσασα, ἄνθος εὐῶδες τὸν Χριστόν, εὐωδίαν τὴν κρείττονα, διαπνέοντα τοῖς μέλπουσι, τὴν δόξαν σου Ἄχραντε.
Κάθισμα. Ἦχος δ'. ῾Ο ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῶν νοουμένων τὸ τερπνὸν προορῶσα,τῶν ὁρωμένων τὸ ρευστὸν παριδοῦσα, ταῖς θεϊκαῖς ὠχύρωσας ἐλπίσι τὸν νοῦν· ὅθεν πρὸς τὸ στάδιον, τῆς ἀθλήσεως Μάρτυς, χαίρουσα εἰσέδραμες, καὶ τὸν ὄφιν καθεῖλες, καὶ ἀνεπλέξω νίκης εὐπρεπῆ, ὦ Γλυκερία καὶ ἄφθαρτον στέφανον.
Καὶ τῆς ῾Εορτῆς. ᾨδὴ δ'.
Εν Πνεύματι προβλέπων.
σχὺν ἐνδεδυμένη τὴν ἄνωθεν σεμνή, κράτος τὸ ἀνίσχυρον καθεῖλες τοῦ ἐχθροῦ, καὶ ὑπὸ λίθων βαλλομένη Γλυκερία, ἄτρωτος ἔμεινας τῆς τούτων Μάρτυς βλάβης, ὕμνον τῷ Χριστῷ ἀναφέρουσα.
γάπῃ τετρωμένη τῇ θείᾳ τοῦ Χριστοῦ, ἀνδρείως τὴν αἰώρησιν ὑπέστης τὴν δεινήν, καὶ ξενομένη σου τὰς σάρκας Γλυκερία, χειρὶ ᾽Αγγέλου ἐλυτρώθης παραδόξως πάντας τοὺς ὁρῶντας ἐκπλήττουσα.
Τροφὴν εἰσδεχομένη σεμνὴ ἀπ' οὐρανοῦ, ἐν τῆ εἱρκτῇ ἐδόξαζες Χριστὸν τὸν Λυτρωτήν· καὶ μετὰ πλείστας τιμωρίας ἀσινῆ σε, ὁ ἡγεμὼν ἰδὼν ἐξέστη μὴ γνωρίσας, τὴν ἐν σοὶ Χριστοῦ θείαν δύναμιν.
Θεοτοκίον.
θρόνος ὁ πυρίπνους τοῦ πάντων Ποιητοῦ,παλάτιον τὸ μέγιστον τῆς δόξης τοῦ Θεοῦ, ἡ Θεοτόκος Μαρία μεγαλυνέσθω· ὅτι μεγάλων ἡμῖν ὤφθη χαρισμάτων, πρόξενος Χριστὸν σωματώσασα.
ᾨδὴ ε'. Τὴν σὴν εἰρήνην.
Ναμάτων οὖσα ἔμπλεως, τῶν θείων σεμνή, οὐδόλως ἐφλέχθης πυρὶ ὁμιλήσασα, καὶ τῶν ἀγώνων σου τοῖς ἄνθραξι, Γλυκερία φλέγεις, τὴν φρυγανώδη πλάνην.
π΄ Ἀγγέλου πάνσεμνε, ῥυσθεῖσα τῶν δεσμῶν, καὶ θεραπευθεῖσα μωλώπων τοῦ σώματος, τοῖς πᾶσιν ἔδειξας τρανότατα, τὴν ἐν σοὶ σκηνοῦσαν τοῦ σοῦ νυμφίου χάριν.
Μεγίστοις καρτερήσασαν, ποιναῖς καὶ πληγαῖς, βλέπων ὁ Σωτήρ σε, μεγίστοις χαρίσμασι, σὲ Γλυκερία κατεκόσμησε, καὶ τῆς ἄνω δόξης, ἔδειξε κληρονόμον.
Θεοτοκίον.
Ναόν με θεῖον ἔργασαι, φωτὸς θεϊκοῦ, καθάρασα Κόρη παθῶν τὴν καρδίαν μου, καὶ συνεχούσης με κακώσεως λύτρωσαι Παρθένε, ἐχθροῦ τοῦ ἀοράτου.
ᾨδὴ στ'. Τὸν Προφήτην ᾽Ιωνᾶν.
λικῶς πρὸς τὸν Χριστόν, ἀνανεύουσα σεμνή, πολυτρόπων αἰκισμῶν,ὑπομένεις τὴν ὁρμήν, καὶ ᾔσχυνας, ὦ Γλυκερία, ἐχθρῶν τὴν δύναμιν.
Νυμφευθεῖσα τῷ Χριστῷ δι' ἀθλήσεως στερρᾶς, Γλυκερία θαυμαστή, καθικέτευε αὐτόν, τοῦ ῥύεσθαι, πάσης ἀνάγκης τοὺς σὲ γεραίροντας.
Φωταυγείᾳ μυστικῇ, τῆς πρεσβείας σου σεμνή, σκότους ῥύεται παθῶν, ἡ Τραϊανούπολις καὶ ἄγει σου, λαμπρῶς τὴν μνήμην, τὴν ἀεισέβαστον.
Θεοτοκίον.
ξ ἀχράντου σου γαστρός, ὁ τῶν ὅλων Ποιητής, προσελήλυθεν ἐν γῇ, ἐν μορφῇ τῇ καθ' ἡμᾶς, καὶ ἔσωσε, Θεογεννῆτορ τοὺς σὲ δοξάζοντας.
Κοντάκιον. Ἦχος γ'. ῾Η Παρθένος σήμερον.
Τὴν Παρθένον στέργουσα, καὶ Θεοτόκον Μαρίαν, διετήρεις ἄφθορον, τὴν σεαυτῆς παρθενίαν· πόθῳ δέ, καρδιωθεῖσα τῷ τοῦ Κυρίου, ἤθλησας, ἀνδρειοφρόνως μέχρι θανάτου· διὰ τοῦτο Γλυκερία, διπλῷ στεφάνῳ σὲ στέφει ὁ πάντων Κύριος.
Ὁ Οἶκος.
Πτερωθεῖσα τῷ πόθῳ τοῦ Κτίστου σου, τὰ ἐν κόσμῳ τερπνὰ πάντα ἔλιπες· καὶ αὐτοῦ ἑπομένη τοῖς ἴχνεσι, νεότητος ἀκμὴν καὶ ἄνθος ἡλικίας, καὶ γυναικείαν ἀσθένειαν, ὡς ὄναρ πάντα λελόγισαι, καὶ πρὸς ἀθλητικοὺς ἀγῶνας ἐχώρησας πολυθαύμαστε, ἀνδρικωτάτῳ ψυχῇ καὶ στερροτάτῳ φρονήματι· πάντας γὰρ ἐκπλήττεις ἐν τῇ ἀθλήσει σου Μάρτυς· ὅτι πάντων περιεγένου τῶν δεινῶν, καὶ πυρὸς καὶ σιδήρου ἀνωτέρα ὤφθης, στομωθεῖσα τῷ πυρί, τῷ δροσοβόλῳ τοῦ σοῦ νυμφίου· καὶ οὐρανίῳ ἄρτῳ τραφεῖσα, καὶ ὑπ Ἀγγέλων διακονηθεῖσα, δήγματι θηρὸς τὸν ἀγῶνα ἐτέλεσας, καὶ νικηφόρος πρὸς οὐρανίους σκηνώσεις ἀνέδραμες, ἔνθα Γλυκερία, διπλῷ στεφάνῳ σὲ στέφει ὁ πάντων Κύριος.
Συναξάριον.
Τῇ ιγ' τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς ῾Αγίας Μεγαλομάρτυρος Γλυκερίας.
Στίχοι: Θηρὸς τὸ πικρὸν δῆγμα τῇ Γλυκερίᾳ Ὑπὲρ γλυκάζον ὡς ἀληθῶς ἦν μέλι. ᾽Εν τριτάτῃ δεκάτῃ δάκε καὶ κτάνε θὴρ Γλυκερίαν.
         Αὕτη ἦν ἐν τοῖς χρόνοις ᾽Αντωνίνου τοῦ Βασιλέως καὶ Σαβίνου ῾Ηγεμόνος ἐν Τραϊανουπόλει. Θύοντος οὖν τοῦ ῾Ηγεμόνος ἐν τῇ πόλει, αὕτη, ἐπιγράψασα ἐπί τοῦ μετώπου τὸν τίμιον Σταυρόν, ἦλθεν πρὸς τὸν ῾Ηγεμόνα, Χριστιανὴν ἑαυτήν,καί δούλην τοῦ Χριστοῦ ὀνομάζουσα. Καὶ τοῦ ἡγεμόνος αὐτῇ παραινοῦντος θῦσαι, εἰσελθοῦσα ἐν τῷ ναῷ εὐξομένη τῷ Θεῷ κατέβαλε τὸ τοῦ Διὸς ἄγαλμα εἰς γῆν καί συνέτριψεν· οἱ δὲ συνόντες ῝Ελληνες, λίθους ῥίπτοντες κατ' αὐτῆς, οὐκ ἐφικνοῦντο αὐτῆς. Κρεμᾶται οὖν ἐκ τῶν τριχῶν καὶ ξέεται, καὶ τῇ εἱρκτῇ βληθεῖσα, ἀπρόσιτος διαμένειν κελεύεται ἐπὶ ἡμέρας πολλάς· ἔνθα δι' ᾽Αγγέλου δεξαμένη τροφήν, οὐδὲν κακὸν ἔπαθεν, καί θάμβος ἔλαβε τὸν ἡγεμόνα καὶ τοὺς μετ' αὐτοῦ, εὑρόντας πίνακα, καί ἄρτους, καί γάλα, καί ὕδωρ, ἀκριβῶς τοῦ δεσμωτηρίου ἠσφαλισμένου· καί οὕτως ἐμβάλλεται ἐν καμίνῳ πυρός. Κατενεχθείσης δὲ ἄνωθεν δρόσου ἐσβέσθη τὸ πῦρ, καὶ ἐξέρχεται ἀβλαβής. Ἐπί τούτοις δειροτομεῖται τὴν κεφαλὴν μέχρι τοῦ μετώπου, καὶ δεσμεῖται χεῖρας καὶ πόδας καί ὑποστρωθέντων λίθων, ἀποτίθεται ἐν τῇ φυλακῇ, ἔνθα ἐπιστασίᾳ ᾽Αγγέλου λυθεῖσα τῶν δεσμῶν, καὶ ὑγιὴς γεγονυῖα τὴν κεφαλήν, τὸν δεσμοφύλακα ἐξέπληξεν· ὃς πάραυτα ὁμολογήσας τὸν Χριστόν, ἀπετμήθη τὴν κεφαλήν. Ἡ δὲ Μάρτυς πρὸς τὸν ἡγεμόνα ἀχθεῖσα, θηρίοις ἐκδίδοται, ὧν ἑνὸς ἁψαμένου αὐτῆς, ὡς μὴ φανῆναι μηδὲ πληγὴν μηδὲ μώλωπα, ἀλλ' ἢ δῆγμα καὶ μόνον, τῷ Θεῷ τὸ πνεῦμα παρέδωκε, καί κατετέθη ἐν ῾Ηρακλείᾳ τῆς Θράκης.
Ταῖς αὐτῆς πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. ῾Η κάμινος Σωτήρ.
ημάτων τοῦ τυράννου ἠλόγησας,καὶ ἄσαρκος καθάπερ ὑπήνεγκας, τοὺς ἀνυποίστους αἰκισμούς, ὦ Γλυκερία σεμνή.
ς εἶδε Λαοδίκιος πάνσεμνε, ἀθλήσεως τῆς σῆς τὰ θαυμάσια, προσέδραμε, τῷ Χριστῷ καὶ ἤθλησε καρτερῶς.
Γενναίως τῆς δορᾶς τὴν ἀφαίρεσιν, τῆς κάρας, Γλυκερία ὑπέμεινας, καὶ ἐξενεύρισας ἐχθρόν, τῇ καρτερίᾳ τῇ σῇ.
Θεοτοκίον.
κύησας τὸν πάντων Δεσπόζοντα, καὶ ἤγειρας ἡμᾶς ἐκ τοῦ πτώματος, τοὺς προσκυνοῦντας ῾Αγνή, τὰ μεγαλεῖα τὰ σά.
ᾨδὴ η'. ῝Ον φρίττουσιν ῎Αγγελοι.
υσθεῖσα πανεύφημε, ᾽Αγγέλου τῇ χειρί, δεσμῶν καὶ στρεβλώσεων, ὡς νύμφη τοῦ Χριστοῦ, ἐξέστησας πάντας, θαυμασίοις τοῖς σοῖς, δι' ὧν ἐδοξάσθη, ἐν σοὶ ὁ πάντων Κτίστης.
γάλλεται σήμερον,τῆ μνήμῃ σου σεμνή, ἡ Τραϊανούπολις, πατρίς σου ἡ κλεινή, καὶ σὺν αὐτῇ, πᾶσα πόλις τῆς Θράκης, τοῦ ῞Εβρου χαίρει, ἐν σοί, ὦ Γλυκερία.
Στεφάνῳ ἁγνείας σε, ἐκλάμπουσαν σεμνή, Μαρτύρων λαμπρότησι, δοξάζει σε Χριστός, ὡς ὑπὲρ τούτου, ἀθλήσασαν νομίμως, Μάρτυς Γλυκερία, ἐν γυναικείᾳ φύσει.
Θεοτοκίον.
λύος με λύτρωσαι, παθῶν φθοροποιῶν, καὶ δίδου ἀπάθειαν, Ἁγνὴ ἐν τῇ ψυχῇ, καὶ μετανοίας, φωτὶ καταύγασόν με, ἵνα τοῦ δολίου ἐκφύγω,τὰς ἐνέδρας.
ᾨδὴ θ'. Τὴν ζωοδόχον πηγήν.
Μαρτυρικῶς τὸν ἀγῶνα τελέσασα, καὶ τοῦ Σωτῆρος τὸ πάθος δοξάσασα, τοῦ θηρὸς τῷ δήγματι, πρὸς αὐτὸν ἀνέδραμες Μεγαλομάρτυς θεόφρον Γλυκερία, μεγάλης δόξης ἀξίως μετέχουσα.
Οἱ ἐκ τοῦ τάφου σου πάλαι ἐκβλύσαντες, ἁγίου μύρου κρουνοὶ θείῳ Πνεύματι, ἴαμα γεγόνασι, τοῖς πιστῶς προστρέχουσιν· ὅθεν῾Ηράκλεια πᾶσα Γλυκερία, τὰ σὰ ἐκήρυττε Μάρτυς θαυμάσια.
πὲρ ἡμῶν τῶν ὑμνούντων σε πρέσβευε, Χριστῷ διδόναι πταισμάτων συγχώρησιν, Τραϊανουπόλει δέ, αἴτει τὰ σωτήρια,καὶ τοῖς τελοῦσι σὴν μνήμην Γλυκερία, δίδου ἀεὶ τὴν θερμὴν προστασίαν σου.
Θεοτοκίον.
περφυῶς τὸν Θεὸν σωματώσασα, καὶ μετὰ τόκον Παρθένος πανάφθορος, ὡς πρὸ τόκου μείνασα, πάσης φθορᾶς ρῦσαί με, καὶ σωτηρίαν μοι αἴτει Θεοτόκε, τῷ ἀφορῶντι πρὸς σὲ μετὰ πίστεως.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσΘητε.
Παρθενομάρτυς ἔνδοξε, ᾽Αγγέλων ἰσοστάσιε, ἡ τὸν ἀγῶνα τὸν μέγαν, τελέσασα ἐν ἀθλήσει, καὶ τὸν ἐχθρὸν αἰσχύνασα, ἐν γυναικείῳ σώματι, Χριστῷ ἀπαύστως πρέσβευε, ὑπὲρ ἡμῶν Γλυκερία, τῶν τὴν σὴν μνήμην τελούντων. Καὶ τὸ τῆς ῾Εορτῆς.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
῾Ιστῶμεν στίχους δ' καί ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
῏Ηχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τραϊανούπολις χαῖρε· ἐκ σοῦ γὰρ ἤνθησεν, ὡς πανευῶδες ἄνθος, Γλυκερία ἡ Μάρτυς, καὶ ἅπασαν συγκάλεσον ἐν χαρᾷ, τὴν περίοικον σήμερον,πανηγυρίσαι ἐν ὕμνοις πνευματικοῖς, τὴν λαμπρὰν αὐτῆς πανήγυριν.
Σημειωθεῖσα θεόφρον τῷ τοῦ Κυρίου Σταυρῷ, ἀπτόητος παρέστης τῷ τυράννῳ καὶ τούτου, διήλεγξας τὴν πλάνην, καὶ τὸν Χριστὸν ἀνδρικῶς ὡμολόγησας· ὅθεν λαμπρῶς ἐδοξάσθης νῦν παρ΄αὐτοῦ, Γλυκερία καλλιπάρθενε.
Οὔτε βασάνων δριμύτης οὔτε πυρὸς ἡ ὁρμή, ἐχώρισάν σε Μάρτυς, τοῦ Χριστοῦ τῆς ἀγάπης· τὰ πάντα γὰρ ὑπέστης γνώμῃ στερρᾷ, Γλυκερία πανεύφημε· ὅθεν ἀξίως ἐδέξω παρὰ Χριστοῦ, ἀφθαρσίας τὸ διάδημια.
νδρειοφρόνως τὸν δρόμον τὸν τῆς ἀθλήσεως τελέσασα θεόφρον, γυναικείᾳ ἐν φύσει καὶ δήγματι θηρὸς δὲ πρὸς τὸν Χριστὸν, Γλυκερία ἀνέδραμες, τῶν σῶν καμάτων τὰ ἔπαθλα παρ’αὐτοῦ δεχομένη καλλιπάρθενε.
Δόξα, ᾽Ηχος πλ. α'.
θλητικαῖς ἀριστείαις, τὴν πρὸς τὸν Χριστὸν ἀγάπην ἐκφήνασα, ὑπὲρ αὐτοῦ σαυτὴν ἠρνήσω, Παρθενομάρτυς Γλυκερία καὶ πόνοις πλείστοις ὁμιλήσασα, τὸ ἁπαλόν σου σῶμα ἀνεχάλκευσας, ὡς χρυσίον πολύτιμον, ἐν τῇ τῶν δεινῶν ἐπαγωγῇ· ὁ γὰρ νυμφίος συυ Χριστὸς λαμπρῶς σε ἠμείψατο, ἀθανάτοις δωρεαῖς. Διὸ Τραϊανούπολις ἡ πατρίς σου, ἐν σοὶ σεμνύνεται, καὶ ἅπασα ἡ Θράκη χαίρει, τῆ μακᾳρίᾳ σου ἀθλήσει. ᾽Αλλ' ὡς αὐτῶν καύχημα, καὶ ἡμῶν προστάτις, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.
Καί νῦν. Ὁ αὐτός. Ἀναστάσεως ἡμέρα

ΔΟΞΟΛΟΓΙΑ ΜΕΓΑΛΗ ΚΑΙ ΑΠΟΛΥΣΙΣ ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Τὰ συνήθη. Ἀπόστολον ζήτει τῆς Ἁγίας Αἰκατερίνης κε΄ Νοεμβρίου, Εὐαγγέλιον κατὰ Ματθαῖον, ὅπερ ζήτει τῇ Τετάρτῃ τῆς γ΄ ῾Εβδομάδος Ματθαίου.
Κοινωνικόν. Εἰς μνημόσυνον.
Μεγαλυνάριον.
λην ἀναθεῖσα πίστει σαυτήν, τῷ πάντων Δεσπότῃ ἠγωνίσω ἀθλητικῶς· ὅθεν Γλυκερία, Χριστοῦ Παρθενομάρτυς, ἡμῖν ἀεὶ ἐξαίτει, χάριν καὶ ἔλεος.
῞Ετερον.
Τραϊανουπόλεως τὸ σεπτόν καὶ εὐῶδες ἄνθος, εὐφημήσωμεν οἱ πιστοί, χαῖρε ἐκβοῶντες, θεόφρον Γλυκερία, Θρακῶν τὸ μέγα κλέος, καὶ ἐγκαλλώπισμα.
Δίστιχον.
Γλυκερία γλύκανον χάριτι θείᾳ Γεράσιμον μέλψαντα τοὺς σοὺς ἀγῶνας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου