ΙΑΝΟΥΑΡΙΟΣ 22.
ΕΣΠΕΡΙΝΟΣ.
Τὸ σεπτὸν καταγώγιον, τῶν χαρίτων τοῦ
Πνεύματος. Μοναστῶν τὸ καύχημα καὶ ἀπάνθισμα` τῶν Ἱερέων τὸ τίμιον, καὶ θεῖον
ἀγλάϊσμα, τῶν Κρητῶν τὴν καλλονήν` τὸν γενναίως πατήσαντα, τοῦ ἀλάστορος,
μεθοδίας ἁπάσας ἐν αἰνέσει, Ἰωσὴφ τὸν θεοφόρον μελωδικῶς εὐφημήσωμεν.
Τὸν ἀνδρείως μαράναντα, τῆς σαρκὸς τὰ
κινήματα` καὶ ψυχὴν ὁλόφωτον ἀναδείξαντα` τὸν Ἰωσὴφ τὸν ἀοίδιμον, συμφώνως
ὑμνήσωμεν, ἐκβοῶντες πρὸς αὐτόν` μὴ ἐλλείπης τὸν κύριον, ὂν ἠγάπησας` ἱκετεύων
ἀπαύστως τοῦ δοθῆναι` σωτηρίαν τοῖς ἐκ πόθου, ἐπιτελούσι τὴν μνήμην σου.
Τά τοῦ κόσμου κατέλειπες, ὑπὲρ κόσμου
γενόμενος` ἄγγελος ἐπίγειος, ὅθεν δέδειξαι` καὶ ἐπουράνιος ἄνθρωπος, ζηλώσας
τὸν ἔνδοξον, βίον τὸν ἀγγελικόν` καὶ τὴν ἄνῳ μητρόπολιν` οἰκητήριον; Εἰληφὼς
θεοφόρε μὴν ἐλλείπης` ἱκετεύειν τὸν Σωτηρά, ὑπὲρ τῶν πίστει ὑμνούντων σέ.
Ἕτερα, ἦχος β`. Ποίοις εὐφημιῶν στέμμασι.
Ποίοις εὐφημιῶν στέμμασι, στεφανώσωμεν τὴν θείαν κάραν; Ἰωσὴφ τοῦ θείου τρισμάκαρος, τὴν σεπτὴν τῷ ὄντι καὶ ἐνδοξον` καὶ τὴν παρ` Ἀγγέλων ἐστεμμένην` στεφάνω τριπλόκω νίκης τῆς ἀσκήσεως, τῆς θείας ἱερατείας καὶ ἀθλήσεως, τῆς νοητῆς, καὶ Τριάδι παρέστωσαν ἄληκτα, ἢν καὶ πρεσβεύει διὰ παντός` εἰρήνην δωρήσασθαι, τοῖς πόθω αὐτὸν γεραίρουσι.
Ποίοις οἱ εὐτελεῖς χείλεσιν,
ἐπαινέσωμεν τὸ θεῖον στόμα` τῷ Θεῷ προσάξαν τὸν ἀπαυστον, ὕμνον τὸν σεπτὸν καὶ
οὐράνιον. Καὶ ὑμνολογῆσαι τὸν Παρθένον` καὶ φίλον καὶ ἐπιστήθιον Ἀποστολον` ἐξ
οὐ πέρ, καὶ τὴν σοφίαν ἐκληρώσατο, τὴν νοητὴν τὲ καὶ θείαν` ὅθεν καὶ τῆς δόξης
κοινωνήσας τῆς ὑπὲρ νοῦν. Χριστὸν ἱκετεύει νῦν, σωτηρίαν ἡμῖν δωρήσασθαι.
Ποία πνευματικὰ ἄσματα, νῦν
προσοίσομεν σοὶ ἐπαξίως, πάτερ Ἰωσὴφ παναοίδιμε. Δόξα ἱερέων καὶ καύχημα, τύπος
καὶ κανὼν τῶν Μοναζόντων, οὐκ ἔστιν ἐγκωμιᾶσαι σου τὰ θαύματα, θαμβούσι, διόπερ
νοῦν τὲ καὶ διάνοιαν, τῶν σῶν ἀγώνων οἱ κόποι` ὧν τὰς ἀντιδώσεις, καθορῶντες
παρὰ Θεοὺ` ἐν σοί μεγαλύνομεν, τὸν ἀξίως σὲ δοξάσαντα.
Δόξα. Ἦχος πλ. β΄.
Τῶν ἱερέων καλλονήν, καὶ μοναζόντων
τύπον, τὸν ὄντως ποιμενάρχην, καὶ τῶν πτωχῶν τὸν δοτήρα τὸν εὔσπλαγχνον`
συνελθόντες οὒν φιλέορτοι, ἀσματικοῖς ἐγκωμίοις βοήσωμεν ἀπαντες` χαίροις ὁ τῆς
ἐν Κρήτη φρουρός, καὶ βάσις ἀσφαλὴς καὶ μέγας ἀντιλήπτωρ` χαίροις ἀστὴρ
φαεινότατε, ὁ τὴ πατρίδι Ὅσιε διαλάμψας ταῖς χάρισι` χαίροις τῶν θλιβομένων
χαρὰ καὶ εὐφροσύνη` καὶ τῶν ἐν ἀναγκαις θερμοτατος προστάτης` καὶ νῦν πατέρων
ἀγλάϊσμα, μὴ παύση πρεσβεύων Χριστῷ τῷ Θεὼ` ὑπὲρ τῶν πίστει καὶ πόθω τελούντων
ἀεί, τὴν σεβάσμιον καὶ χαρμόσυνον μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον.
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; Τὶς μὴ ἀνυμνήσει
σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας υἱὸς μονογενής, ὁ
αὐτὸς ἐκ σοὺ τῆς Ἁγνῆς προῆλθε, ἀφράστως σαρκωθεῖς, φύσει Θεὸς ὑπάρχων, καὶ
φύσει γενόμενος ἄνθρωπος δ’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος ἀλλ` ἐν
δυάδι φύσεως ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε,
ἐλεηθῆναι τὰς ψυχᾶς ἡμῶν.
Φῶς
ἱλαρόν. Προκείμενον. Ἀναγνώσματα.
Σοφία
Σολομώντος Κεφ. 3, 1-9
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ
ἄψηται αὐτῶν βάσανος` ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι` καὶ ἐλογίσθη
κάθοδος ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ` ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσὶν ἐν εἰρήνη`
καὶ γὰρ ἐν ὄψει αὐτῶν ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὀλίγα
παιδευθέντες μεγάλα εὐργετιθήσονται` ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὖρεν
αὐτοὺς ἀξίους ἐαυτοὺ` ὡς χρυσὸν ἐν χωνευτηρίων ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῶ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμι διαδραμοῦνται, κρινούσιν ἔθνη καὶ κρατήσουσι λαῶν,
καὶ οἱ πίστοι ἐν ἀγάπη προσμενούσιν αὐτῷ` ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὀσίοις
αὐτοῦ, καὶ ἐπισκοπῆ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφία Σολομώντος
Δίκαιοι εἰς τὸν αἰώνα ζώσι` καὶ ἐν
Κυρίω ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστω` διὰ τοῦτο λήψονται τὸ
βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλους ἐκ χειρὸς Κυρίου` ὅτι τῇ
δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς. Καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται
πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυνα ἐχθρῶν`
ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον`
λήψεται ἀσπίδα ἀκαταμά-χητον, ὀσιότητα` ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν`
συνεκπολεμήσει δὲ αὐτῶ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας` πορεύσονται εὔστοχοι
βολίδες ἀστραπῶν` καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπισκοπῶν ἀλούνται` καὶ
ἐκ πετροβόλου θυμοῦ πλήρεις ριφίζονται χάλαζαι` ἀγανακτήσει κατ` αὐτῶν ὕδωρ
θαλάσσης` ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως` ἀντιστήσεται αὐτῆς πνεῦμα δυνάμεως`
καὶ ὡς λαίλαψ ἐκλιμήσει αὐτούς` καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομίαν, καὶ ἡ
κακοπραγία περιστρέψει θρόνους δυναστών` ἀκούσατε οὒν βασιλεῖς καὶ συνεται`
μάθετε δικασταὶ περάτων γῆς` ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι
ἐπὶ ὄχλοις ἐθνῶν` ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ἡμῶν, καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. [Κέφ. Δ`. 7-16]
Δίκαιος ἐὰν φθάση τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται` γῆρας
γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται` πολιᾶ δὲ ἐστὶ
φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος` εὐάρεστος τῷ Θεῷ
γενόμενος ἠγαπήθη, καὶ ὧν μεταξὺ ἁμαρτωλῶν μετετέθη, ἠρπάγη μὴ κακίαν ἀλλάξη
σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήση ψυχὴν αὐτοῦ. Βασκανίας γὰρ φαυλότητος ἀμαυροὶ τὰ
καλά, καί ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον` τελειωθεῖς ἐν ὀλίγω
ἐπλήρωσε χρόνους μακρούς` ἀρεστὴ γὰρ ἐν Κυρίω ἡ ψυχὴ αὐτοῦ. Δία τοῦτο ἔσπευσεν
ἐκ μέσου πονηρίας` οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοία
τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ, καὶ ἐπισκοπῆ ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν λιτήν. Ἦχος ἀ`.
Τὴν τοῦ ἀμέμπτου σου βίου λαμπρότητα,
ἐθαύμασαν ὁρώσαι τῶν Ἀγγέλων αἱ τάξεις, καὶ ἀνθρώπων τὰ πλήθη` καὶ γὰρ ὢν ἐν τῷ
κόσμω` κόσμου ὤφθης καὶ σαρκὸς ἔξω μακάριε` ὅθεν ἀνεδείχθης βροτὸς οὐράνιος,
καὶ Ἄγγελος ἐπιγειος` καὶ νῦν ἐν οὐρανοῖς σὺν Ἀγγέλοις χορεύων μακάριε,
πρεσβεύων ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος
β`.
Σέ τὸν θύτην καὶ Ὅσιον Κυρίου` τὸν
λύχνον τὸν φαεινότατον` τὸν ἐν τῇ Κρήτῃ λαμπρῶς ἐκλάμψαντα` ἀνευφημοῦντες πόθῳ
δεόμεθα` μὴ παύσῃ πρεσβεύειν ὑπὲρ ἡμῶν τῶν πιστῶς σου τελούντων τὸ μνημόσυνον.
Ὁ
αὐτός.
Τὶς ἰσχύσει πρεπωδὼς ἀνυμνῆσαι Σέ
πατὴρ ἡμῶν; Τῇ δυνάμει γὰρ τοῦ Σταυροῦ περιφραχθείς, τῶν δαιμόνων τάς ἐνέδρας
οὐκ ἔπτηξας, ἀλλ` ἀκλινῆ γνώμη τούτων τάς φάλαγγας διώλεσας, καὶ τελέσας σου
ὁσίως τὸν δρόμον, ἐν οὐρανοῖς ἀπολαύεις τῶν ποθουμένων σοι` διὸ παῤῥησίαν
πεπλουτηκὼς πρὸς Χριστὸν τὸν Σέ δοξάσαντα, αἴτησαι ἱλασμὸν ἁμαρτιῶν ταῖς ψυχαῖς
ἡμῶν.
Ἦχος
γ`.
Ὡς ἱερεὺς πανάριστος, καὶ τῶν Ὁσίων
συνεφάμιλλος, ἐν Παραδείσῳ πάτερ διηνεκῶς αὐλιζόμενος, τὰ τῶν πόνων ἔπαθλα
κομίζῃ, καὶ ζωὴν ἀντὶ θανάτου αἴδιον εὐρηκας` ὅθεν καὶ ἡμᾶς ὡς συμπαθὴς
περιφρούρησον, ἐκ τῶν κινδύνων λυτρούμενος, καὶ ἐξ ἐχθρῶν ἀοράτων, καὶ πρέσβευε
σωθῆναι τάς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. α`.
Ὅσιε πάτερ, τάς ἐντολὰς τοῦ Κυρίου
καλῶς ἐκτελέσας` τὸν πλοῦτον γὰρ σκορπίσας, καὶ ἀκτήμων γενόμενος` ἦρας σου τὸν
Σταυρόν, καὶ ἠκολούθησας Χριστῷ` καθ` ἡμέραν ἀποθνῄσκων μακάριε ὅθεν πᾶσιν
ἐβόας, ἀκολουθήσατε τῷ Χριστῷ, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε` μηδὲν
προτιμήσητε τῆς ἀκολουθίας αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ, εὐρήσητε
ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγίων` ὧν ταῖς ἱκεσίαις Χριστέ, φύλαξον καὶ σῶσον τάς
ψυχὰς ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός. Θεοτοκίον.
Τὴν ταχεῖαν σου σκέπην καὶ τὴν
βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τοὺς δούλους σου` καὶ τὰ κύματα Ἁγνὴ
καταπράϋνον, τῶν ματαίων λογισμών` καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον
Θεοτόκε` οἶδα γάρ, οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλοιο.
Προσόμοια.
Ἦχος α`. Τῶν οὐρανίων ταγμάτων.
Σήμερον πόλις Ζακύνθου, χαίρει
κατέχουσα, θήκην τῶν σῶν λειψάνων, Ἰωσὴφ θεοφόρε` ἧν καὶ περικυκλοῦντες ψαλμοῖς
καὶ ὠδαίς` ἀνυμνοῦντες βοῶμεν σοι` μὴ διαλείπῃς πρεσβεύων ὑπὲρ ἡμῶν, τὸν
δοξάσαντα Σέ Κύριον.
Στ. Τίμιος
ἐναντίον Κυρίου…
Τίμιος ὄντως ἐφάνη, ἐν Σοί ὁ θάνατος`
ὅσιος γὰρ Κυρίου, ἀνεδείχθης παμμάκαρ` νεκρώσας γὰρ τὴν σάρκα μελέτη ἀεί, τοῦ
θανάτου ἐζώωσας` τὸ πνεῦμα ὅθεν οἰκήσας ἐν οὐρανοῖς, τῶν ἐν γῆ ἡμῶν νῦν
μέμνησον.
Στ. Δίκαιος ὡς
φοῖνιξ ἀνθήσει…
Ὡς φοῖνιξ Πάτερ ἐν οἴκῳ, Κυρίου
ἤνθησας` καρποὺς τοὺς ἀσυλήτους ἀρετῶν, ἀναθάλλων` εἰς ὕψος ἀναβὰς δέ, στεφάνῳ
στεφθείς, ἀμαράντῳ ἀσκήσεως` καὶ στεφηφόρος Κυρίῳ παρεστηκώς, τῶν τιμώντων Σε
μνημόνευε.
Δόξα. Ἦχος πλ. δ`.
Ἔχει μὲν ἡ θειοτάτη σου ψυχή καὶ
ἔνδοξος, Ἰωσὴφ ἀοίδιμε` τάς οὐρανίους μονὰς κατοικητήριον` ὧν τὸ κάλλος ὁ
ὑπερύμνητος Θεός` παρὰ τῶν θείων γραφῶν ἐρμηνεύεται` ἔχει δὲ καὶ τὸ
πανθαύμαστον, καὶ καρτερικώτατόν σου σῶμα τὸν Ἀποστολικὸν τοῦτον ναὸν ἐπὶ γῆς,
ἄφθονον κρήνην, θαυμασίων, νοσημάτων ἀλεξιτήριον` ἔνθα προστέχοντες θεραπείας
ἀρυόμεθα` φρούρησον πανεύφημε, τὴν Σέ ἐορτάζουσαν Ζάκυνθον, ἀπὸ παντοίων
πειρασμών` παῤῥησίαν ἔχων πρὸς τὸν Χριστὸν τὸν Σέ δοξάσαντα.
Καὶ
νῦν. Θεοτοκίον, ὅμοιον.
Ἀνύμφευτε Παρθένε ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν ἱκετῶν παρα-κλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων, νῦν τάς ἡμῶν ἱκεσίας
προσδεχομένη δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α`. Τοῦ λίθου σφραγισθέντος.
Τῶν Κρητῶν τε τὸν γόνων καὶ Ζακύνθου
τὸ καύχημα, τῶν Πατέρων κλέος καὶ δόξα Ἰωσὴφ τὸν ἀοίδιμον` τιμήσωμεν ἐν ὕμνοις
οἱ πιστοί, οὐ δόξῃ ἀρρήτῳ ἡ Τριάς, ἐτιμήσατο τὸ σκῆνος, διασώσασα ἄφθορον. Δόξα
τῷ ἁγιάσαντι αὐτόν, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἀναδείξαντι φρουρόν, καὶ
ἄμισθον πιστοῖς, ἰατρὸν τοις κάμνουσι.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε, σὺν τῇ
φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος
Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, δόξα τῷ
ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ
τοῦ τόκου σου.
******
ΟΡΘΡΟΣ
Μετὰ τὴν α` στιχολογίαν.
Κάθισμα. Ἦχος α`. Τὸν τάφον σου Σωτήρ.
Τὸν βίον ἐπὶ γῆς, καθαρῶς ἐκτελέσας`
καὶ Πνεύματος ὀφθεὶς καταγώγιον θείον` ὡς ἥλιος ἔλαμψας, ἐν τῇ Κρήτῃ μακάριε`
τῶν ὑμνούντων σου, ψυχὰς καὶ φρένας αὐγάζων, τὴν πανσέβαστον, καὶ παναγίαν σου
μνήμην, Ἰωσὴφ ἀοίδιμε.
Δόξα.
Ὅμοιον.
Ἐξήνθησας σεπτὼς ἐν αὐλαῖς τοῦ
Κυρίου, ὡς κρίνον ψαλμικὼς τάς ψυχὰς καθηδύνον, τῶν πίστει ἐκτελούντων σου, τὴν
φωσφόρον πανήγυριν, καὶ βοώντων Σοί, ὡς παῤῥησίαν πλουτίσας, πρὸς τὸν
Εὔσπλαγχνον, μὴ ἐπιλαθοῦ παμμάκαρ, ἡμῶν τῶν τιμώντων Σε.
Καὶ
νῦν. Θεοτοκίον.
Μητέρα σέ Θεοῦ, ἐπιστάμεθα πάντες,
Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες πρὸς τὴν σὴν
ἀγαθότητα, Σέ γὰρ ἔχομεν ἁμαρτωλοὶ προστασίαν, Σέ κεκτήμεθα, εἰς πειρασμοῖς
σωτηρίαν, τὴν μόνην Πανάμωμον.
Μετὰ τὴν β` στιχολογίαν.
Κάθισμα. Ἦχος πλ. α`. Τόν συνάναρχον Λόγον.
Ἀνυμνήσωμεν πάντες τὸν Ἰωσὴφ τὸν κλεινόν`
ὡς νεκρώσαντα πάσας τάς ἡδονὰς τῶν παθῶν` τῇ ἐγκρατεῖα καὶ στερρὰ ὑπομονὴ τῇ
ἑαυτοῦ, καὶ καταισχύσαντα σφοδρῶς, τὸν ἀντίπαλον ἐχθρόν, καὶ τούτου πάσας
ἐπάρσεις` καὶ νῦν πρεσβεύειν Κυρίῳ, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος δ`. Ταχὺ προκατάλαβε.
Ζωῆς ἐφιέμενος, τῆς ἀκηράτου σοφέ,
τοῦ κόσμου τὴν τερπνότητα, ὥσπερ ἐπίβουλον, παρεῖδες καὶ σκύμβαλα` ὅθεν ἐν
εὐφροσύνῃ, Ἰωσὴφ θεοφόρε` ἦλθες ἐν γυμνασίῳ Δερμανάτου προθύμως, ἐν Ὦ τῶν
μεμνημένων σου μέμνησω πάντοτε.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία Θεόνυμφε, καὶ παντευλόγητε,
πιστῶν ἡ ἀντίληψις, καὶ προσφύγιον, πρὸς σέ καταφεύγοντα, οἰκτεῖρον μὲ καὶ
σῶσον, ἐξ ἐχθρῶν πολεμίων` λύτρωσαι μὲ κινδύνων, καὶ παντοίας ἀνάγκης, ἵνα ὕμνῳ
σεσῳσμένος Σέ τὴν Πανάμωμον.
Μετὰ
τὸν πολυέλεον.
Ἦχος πλ. δ`. Τὴν σοφίαν καὶ λόγον.
Τοὺς θορύβους τοῦ βίου καταλιπών, τὸν
σταυρὸν σου ἐπ` ὤμων ἀναλαβών, ὅλον ἀνατέθηκας, σέ αὐτὸν τῷ Κυρίῳ σου, καὶ τὴν
σάρκα μισήσας, τὸ πνεῦμα ἠγάπησας` καὶ ἐν κόσμῳ ὑπάρχων, τὸν κόσμον κατέλειπες`
ὅθεν ἠμφιάσω, θείαν αἴγλην ὡς κόσμον, Ἰωσὴφ παναοίδιμε, τῶν Ἀγγέλων συνόμιλε,
θεοφόρε Πατὴρ ἡμῶν` πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Ὅμοιον.
Τῶν δαιμόνων τὸ θράσος καταβαλῶν, καὶ
τελέσας τὸν βίον ἀσκητικῶς, χοροῖς συνηρίθμησαι, μοναστῶν ἱερώτατε, διηνεκῶς
ἀπλέτου, φωτὸς ἐμφορούμενος, καὶ τῆς σεπτὴς Τριάδος, τὴν δόξαν θεώμενος` ἧς περ
τοὺς ἐν πίστει, ἐκτελούντας τὴν θείαν, καὶ ἔνδοξον μνήμην σου, μετασχεῖν
καθικέτευε` ἵνα πάντες βοῶμεν σοι` πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι Σοί πόθῳ τὴν ἁγίαν μνήμην σου.
Καί νῦν. Θεοτοκίον.
Μὴ κενώσας τοὺς κόλπους τοὺς
πατρικούς, ὁ Υἱὸς σου ἀτρέπτως ἐπὶ τοὺς σούς, νῦν κόλπους καθέζεται, ἀναπλᾶσαι
βουλόμενος, τὸ φθαρὲν κακία, τοῦ ὄφεως Ἄχραντε, καὶ τοῦ Θεοῦ ἐξωσθῇ, μακρὰν ὡς
παρήκοον` ὅθεν σὺν Ἀγγέλοις, νῦν αὐλίζεται χαῖρον, δοξάζον τὸν Κύριον` διὰ
τοῦτο βοῶμεν Ἁγνή, πρέσβευε τῷ Σῶ Υἱῷ καὶ Θεῶ, τῶν πταισμάτων δούναι τὴν
συγχώρησιν, τοῖς πιστῶς προσκυνοῦσι τὸν Ἄχραντον τόκον Σου.
Οἱ ἀναβαθμοί. Τὸ α` ἀντίφωνο τοῦ δ` ἤχου.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου…
Στ. Τὶ ἀνταποδόσωμεν τῷ Κυρίῳ…
Πάσα
πνοή. Εὐαγγέλιον ὀσιακὸν.
Ὁ
Ν ψαλμὸς.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β`.
Στ.: Ἐλεῆμον, ἐλέησον μὲ ὁ Θεὸς…
Ὅσιε Πάτερ ἐκ βρέφους τὸν Κύριον
καλῶς ἠγάπησας` καὶ τὴν τῶν ἐντολῶν αὐτοῦ φύλαξιν, σημεῖον ἀγάπης πρὸς αὐτὸν
ἀνέδειξας` μεθ’ ὧν καὶ δι’ ὧν, ἀνέπτης πρὸς οὐρανόν` μετὰ πάντων τῶν Ἁγίων,
Αὐτὸν δοξολογών` ὂν καθικέτευε σωθῆναι τοὺς ὑμνούντας σέ.
Σῶσον ὁ Θεὸς
τὸν λαὸν Σου…
Ὁ
κανών τῆς Θεοτόκου. Ποίημα Γεωργίου ἱερέως τοῦ Παιδιώτου.
Ὠδὴ α. Ἦχος δ`. Ἀνοίξω τὸ στόμα μου.
Χαρὰς χαῖρε πρόξενε, χαῖρε Μαρία
πανύμνητε, σεμνή χαῖρε ἄσπιλε, χαῖρε μητρόθεε, χαῖρε ἄφθορε, χαῖρε εὐλογημένη`
χαῖρε ἡ τὸν Ὕψιστον Θεὸν γεννήσασα.
Χαῖρε Σοί προσφέρωμεν, οἱ γηγενεῖς μετὰ
πίστεως` ἀεὶ χαῖρε λέγοντες Θεοχαρίτωτε` χαῖρε καύχημα, πιστῶν χαῖρε τὸ κλέος`
χαῖρε ἡ ἀνοίξασα πάλιν Παράδεισον.
Χαῖρε θεία οἴκησις, Τριάδος χαῖρε
ἀμίαντε` Πατρὸς χαῖρε βούλησις, χαῖρε Θεόνυμφε, χαῖρε σκήνωμα, Υἱοῦ
Παρθενομήτωρ` χαῖρε Κόρη, Πνεύματος ἡ ἐπιφοίτησις.
Χαῖρε τοῦ Ἀγγέλου Σοί, οἱ εὐσεβεῖς
ἀνακραζομεν` Θεοῦ χαῖρε ἔνδυμα, χαῖρε Μητρόθεε` χαῖρε Ἄχραντε, Χριστὸν χαῖρε
τεκούσα` χαῖρε ἀπειρόγαμε, χαῖρε ἀνύμφευτε.
Ὁ
κανών τοῦ Ἁγίου.
Ὁ αὐτὸς εἱρμός. Ἀκροστοιχὶς κατ`αλφάβητον.
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται
Πνευματος` καὶ λόγον καὶ σύνεσιν, καὶ νῦν χάρισαι μοι` οὐ δυνήσομαι, τὸν Ὅσιον
ὑμνεῖσαι. Ἰωσὴφ τὸν δίκαιον καὶ παμμακάριστον.
Ἁγίως τὸν βίον σου, ἐν γῆ παμμάκαρ
διηνυσας` καὶ σταυρὸν ἐβάστασας τὸν σὸν πανεύφημε, καὶ προσέδραμες, τῷ σῷ Κυρίῳ
πάτερ` καὶ κατηκολούθησας Αὐτοῦ ταῖς ἴχνεσι.
Βασίλειον κράτος σέ, μίαν ἀρχὴν
ἐπιστάμεθα, Πατέρα τὸν Ἄναρχον, Υἱὸν συναναρχον` τὸ πανάγιον καὶ πάντες θεῖον
Πνεύμα` πιστοὶ προσκυνήσωμεν καὶ μεγαλύνωμεν.
Θεοτοκίον.
Γαστρί σου ἐβάστασας, τὸν βασιλέα τῆς
κτίσεως, Παρθένε θεόνυμφε καὶ ἀπεκύησας` τὸν λυτρούμενον τὸν κόσμον τῆς κατάρας`
διὸ σέ δοξάζομεν τὴν ὑπερένδοξον.
Ἕτερος. Ἦχος πλ. δ`. Ἁρματηλάτην Φαραώ.
Τῆς οὐρανίου βασιλείας ἄξιος, οἰκήτωρ
Πάτερ ὀφθείς, τῷ τοῦ Χριστοῦ θρόνῳ, σὺν Ἀγγέλων τάγμασι, παριστάμενος πάντοτε`
φωτισμόν μοι δοθῆναι, σαῖς ἱκεσίαις ἀξίωσον, ὅπως εὐφημήσω τὴν μνήμην σου.
Πάντα τοῦ βίου τὰ τερπνὰ ἐμίσησας,
καὶ ἠκολούθησας, τῷ τοῦ Χριστοῦ πόθῳ, ζέσει δὲ τῆς πίστεως προείλου τὴν
ἐγκράτειαν, καὶ τὴν σκληραγωγίαν, τάς προσευχὰς καὶ τὰ δάκρυα` μάκαρ Ἰωσὴφ
παναοίδιμε.
Δόξα.
Τάς πυριφλέκτους ἡδονὰς τοῦ σώματός,
δρόσῳ κατέσβεσας` ἀσκητικῶν πόνων, ὅθεν Σοί ἀνέτειλε τῆς ἀπαθείας ἥλιος, καὶ
υἱὸν σέ ἡμέρας λαμπρότατον ἀναπέδειξε. Πάτερ Ἰωσὴφ ἀξιάγαστε.
Καὶ νῦν.
Σύ τὴν ἀράν τῶν προπατόρων ἔλυσας,
καὶ εὐλογίαν ἡμῖν, τὸν τοῦ Θεοῦ Λόγον, ἐδωρήσω τέξασα ὑπερφυὼς Πανύμνητε` ὂν
δυσώπει ἀπαύστως, ἁμαρτημάτων τὴν
ἄφεσιν, δοῦναι τοῖς πιστῶς σέ εὐφημούσι σέ.
Καταβασία. Χέρσον ἀβυσσοτόκον…
Ωδή γ`. Τους σους υμνολόγους Θεοτόκε.
Χαίρε τῶν Ἀγγέλων χαρμοσύνη. Ἀνθρώπων
ψυχῶν χαῖρε
ζωὴ· χαῖρε
πνοὴ τῆς κτίσεως, χαῖρε τοῦ κόσμου σύστημα` χαῖρε Θεοῦ ἐξίλασμα, χαῖρε πιστῶν
τὸ διάσωσμα.
Χαίρε προπατόρων Ἀρᾶς λύσις` τῆς
ἐπαγγελίας χαῖρε γῆ. Πατριαρχῶν τὸ βλάστημα, χαῖρε Πατέρων ἄκουσμα` τῶν
Προφητῶν συμπέρασμα` χαῖρε Δικαίων ἁγίασμα.
Χαίρε τοῦ Πατρὸς ἡ θεία νύμφη. Υἱοῦ
χαῖρε νύμφη τοῦ Θεοὺ` χαῖρε ἡ ἐπισκίασις, τοῦ παναγίου Πνεύματος, χαῖρε ἡ μόνη
τέξασα, Ἐμμανουὴλ τὸν Θεάνθρωπον.
Χαίρε ὁ Ἄγγελος ἐβόα, ἐλθὼν ἐν τῇ
πόλει Ναζαρέτ` διὸ καὶ οἱ ἱκέται σου, χαῖρε Παρθένε ψαλλομεν` χαῖρε
θεογεννήτρια, χαῖρε ἀπείρανδρε Δέσποινα.
Τοῦ Ἁγίου. Ὁ αὐτός.
Δῆμος ἱερέων καὶ Ὁσίων, ἠθροίσθη
κηδεύσαι τὸ σεπτόν, σὸν σκῆνος παμμακάριστε, ἰάσεις δὲ ὁ τάφος σου` τοῖς
ἀσθενέσι δίδωσι, καὶ εὐρρωστίαν πανεύφημε.
Δεύτερον Ἰὼβ σέ ἐν τοῖς ἄθλοις`
γνωρίζομεν πάτερ Ἰωσήφ, ἐχθροῦ γὰρ δελεάσμασιν, ὑπέμεινας μακάριε` καὶ
πειρασμοῖς ἀνάλωτος, ὡς πὲρ τὶς στῦλος ἀκλόνητος.
Ἐν καὶ τρία ἐστὶν ἡ θεότης. Πατὴρ ἐν
καὶ ὁ Υἱός, δύσι προσώποις ἔγνωσται, καὶ Πνεῦμα τὸ Πανάγιον, ἰδοὺ τὰ τρία ἔν
ἐστι, μίᾳ οὐσίᾳ καὶ δύναμις.
Θεοτοκίον.
Ζάλην τῶν κακῶν μὲ περιέχει, καὶ νὺξ
ἁμαρτίας Ἀγαθή, διὸ καθικετεύω σέ, τὰ πάθη τὰ ὀλέθρια, ἀπενεκρώσαι Δέσποινα,
ἵνα ὑμνῶ καὶ δοξάζω σε.
Ἕτερος. Ὁ στερεώσας κατ` ἀρχάς.
Καλῶς ἐκθρέψας Ἰωσήφ, τοὺς πενομένους
ἐν Κρήτῃ, ὥσπερ ἄλλος Ἰωσὴφ ἐν Αἰγύπτῳ, ὅθεν νῦν ἐν οὐρανοῖς, τῶν ἔργων τὴν
ἀντίδοσιν, εὗρες τρυφὰν πλουσίως μετ` ἀσωμάτων Δυνάμεων.
Ἐνατενίζων ἀκλινώς, ταῖς τοῦ Κυρίου
ὁσίως, παναοίδιμε θεόφρον ἀκτίσι` καὶ τοῦ πόθου τε τυχεῖν, ἱκέτευε ἑκάστοτε,
ὅθεν καὶ τῆς ἐλπίδος, μετ` εὐφροσύνης ἐπέτυχες.
Δόξα.
Νηφαλεότητι νοός, τῶν οὐρανίων τὰ
κάλλη, φαντασθεὶς ταῖς δὲ φροντίσιν οὐδ` ὅλως, ἐνεπάρης ὑλικαῖς, πτεροῖς δὲ
κουφιζόμενος, ἀκτημοσύνης Πάτερ, ὅλος μετάρσιος γέγονας
Καὶ νῦν. Θεοτοκίον.
Σωτηριώδους δι ἡμᾶς, τοῦ Λόγου
οἰκονομίας` φωτεινὴ Σύ Μητροπάρθενε πύλη, ἐγνωρίσθης ἀληθῶς, Σύ γὰρ ἡμῖν
εἰσήγαγες, τὴν νοητὴν ἀκτίναν, τῆς ὑπέρ θεοῦ Θεότητος.
Καταβασία. Τὸ
στερέωμα, τῶν ἐπὶ Σοί πεποιθότων…
Κάθισμα. Ἦχος δ`. Ταχὺ προκατάλαβε.
Ἀσκήσει ἐφαίδρυνας τὴν ἱερὰν σου
στολήν` καὶ δῶρον προσήνεξαι τῷ σαρκωθέντι Θεὼ` θυσίαν δὲ ἄμωμον, ὤφθης πιστῶς
ἐκφέρων τῷ τιθέντι ὡς θύμα` ὅθεν χάριν ἐδέξω τοῦ διώκειν τάς νόσους, καὶ λύειν
ἀρρωστημάτων τοὺς ὑμνούντας σέ.
Δόξα.
Ἦχος α`. Τὸν τάφον σου Σωτήρ.
Ταπείνωσιν σοφὲ ἀσπασάμενος ὄντως,
νηστείαν προσευχήν, καὶ πανύχιον στάσιν` ἐγκράτειαν ἄμετρον, καὶ συντόνῳ δεήσει
σου, Σύ κατέπληξας τῶν Ἀσωμάτων τάς τάξεις, Πάτερ Ὅσιε, ὑπὲρ ἡμῶν τῷ Σωτῆρι,
δυσώπει θεόπνευστε.
Καὶ
νῦν. Θεοτοκίον.
Μαρία καθαρόν, τοῦ Δεσπότου δοχείον`
διάσωσον ἡμᾶς, εἰς φθορὰν πεπτωκότας` σπλαγχνίσθητι Δέσποινα, τοὺς σούς δούλους
καὶ ὄρεξον, τὴν Πανάχραντον, σου δεξιὰν καὶ ἐκ λάκκου, νῦν ἀνάγαγε, τῆς
ἀγνωσίας Παρθένε, ἡμᾶς τοὺς ὑμνούντας σέ.
Ὠδὴ δ`. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.
Χαῖρε ἡ τεκοῦσα τῶν πάντων Θεόν,
χαῖρε οὐρανοῦ τὸ στερέωμα` χαῖρε ἡλίῳ ἡ παρέχουσα τὸ φῶς, χαῖρε σελήνη τὸ
φώτισμα, χαῖρε τῶν ἀστέρων ἀγλάϊσμα.
Χαῖρε ἡ διδοῦσα τὸ φῶς ἐν πυρί, χαῖρε
ἡ ἀέρα δροσίζουσα` χαῖρε βεβαίως ἡ κατέχουσα τὴν γην` χαῖρε ὑδάτων σύστημα,
χαῖρε ἁρμονία τοῦ σύμπαντος.
Χαῖρε εὐδοκία ἀνάρχου Πατρός, χαῖρε
συνάναρχου Υἱοῦ αὐτοῦ, σκήνωσις θεία χαῖρε σκίασις φαιδρά, συναϊδίου Πνεύματος,
χαῖρε ἡ Θεότητος ἔμπλεος.
Χαῖρε Ἀρχαγγέλου ἡ ζῶσα φωνῇ, χαῖρε
Γαβριὴλ θεῖον καύχημα, χαῖρε Μαρία ἡ τεκοῦσα τὸν Χριστόν, Θεὸν ὅμου καὶ
ἄνθρωπον, κεχαριτωμένη Πανάμωμε.
Του Αγίου. Ο καθήμενος εν δόξη.
Ἡ δυὰς νῦν ἀνυμνείσθω, ἡ Ἁγία καὶ
πανσεπτος` ἡ ἱερωτάτη, σὺν τῷ Ἀποστόλῳ καὶ κήρυκι, τῷ Ἰωάννῃ τῷ θείῳ Θεολόγῳ
δέ. Ἰωσὴφ δὲ οὗτος, ὁ ἱερὸς καὶ σεβάσμιος.
Ἡ τοῦ θείου Ἀποστόλου, Ἰωάννου
εὐφραίνεται, Ἐκκλησία πάτερ, καὶ ὡς θησαυρὸν ἀνεξαντλητον` τὴν σὴν σορὸν
θεοφόρε ἐνδὸν ἔχουσα` ἰαμάτων τε πᾶσι πιστοῖς ῥῶσι διδοῦσα.
Θεὸς Ἄναρχος ὁ Λόγος, καὶ ὁ Λόγος ἧν
ὁ Θεός, καὶ Θεὸς ὁ Λόγος, εὐαγγελικὼς προϋπέγραψεν, ὁ ἱερὸς Ἰωάννης ὁ
θαυμασιος` σὺν Υἱῷ δέ, τῷ μονογενῆ καὶ τῷ Πνεύματι.
Θεοτοκίον.
Ἱερεῖς Ἀρχιερεῖς τε, σὺν Ὁσίοις καὶ
Μάρτυσιν` Ἱερομαρτύρων, θείων Γυναικὼν ὁ κατάλογος, καὶ Προφητῶν Ἀποστόλων καὶ
Δικαίων τε. Κόρη Δέσποινα ὑμνολογοῦμεν τὸν τόκον σου.
Ἕτερος. Σύ μου Χριστὲ Κύριος.
Σύ τὴν ὁδόν, στενὴν τὴν ὄντως
ἐβάδισας` Σύ νηστεία, τῇ σάρκα ἐμάρανας, ὑπερφυὼς ὅθεν δυσμενῶν, στῖφος
κατεπλάγη, τὴν ἀκλινῆ καρτερίαν σου, Ἀγγέλων δ` αἱ χορείαι, σὺν ἀνθρώποις
ἐβόων` τῇ δυνάμει σου δόξᾳ φιλάνθρωπε.
Σύ τῆς ψυχῆς, ἤρδευσας αὔλακας Ὄσιε`
καὶ δακρύων, ῥείθροις ἐγκατέσπειρας, τῶν ἀρετῶν σπόρον ἀληθώς` ὂν καλλιεργήσας,
ἀσκητικοῖς πόνοις ἔνδοξε` ἐδρέξω τῶν δραγμάτων, τοὺς καρποὺς ἀποθήκαις, ταῖς
ἀσύλοις συγκλείσας πανένδοξε.
Δόξα.
Σύ Ἰωσήφ, ἔλαφος ὥσπερ ἐδίψησας, ὂν
ἐκ πόθου, Κύριον ἐζήτησας, μετὰ δακρύων καὶ στεναγμῶν, , καὶ συντετριμμένης
καρδίας ὄντως τρισόλβιε` καὶ ὑπὲρ κόρον τούτου, κορεσθεὶς ἀναμέλπεις, τῇ
δυνάμει σου δόξᾳ φιλάνθρωπε.
Καὶ
νῦν.
Σύ τῶν πιστῶν, καύχημα πέλεις
ἀνύμφευτε` Σύ προστάτης, Σύ καὶ καταφύγιον Χριστιανῶν τεῖχος καὶ λιμήν` πρὸς
γὰρ τὸν Υἱὸν Σου, ἐντεύξεις φέρεις Πανάμωμε· καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν
πίστει καὶ πόθῳ, Θεοτόκον Ἁγνὴ σέ γινώσκοντας.
Καταβασία. Ἐκάλυψεν οὐρανοὺς…
Ὠδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Χαῖρε Μητροπάρθενε, τῶν Ἀποστόλων
κήρυγμα, τῶν Ἱεραρχῶν χαῖρε τὸ κύδος· χαῖρε Μαρτύρων θάρσος τὸ ἐνθεον· χαῖρε
τῶν Ὁσίων καλλονή, χαῖρε Ὑπεράγιον τῶν Ἁγίων ἡ τέξασα.
Χαῖρε πιστῶν στήριγμα, ἀπίστων χαῖρε
κάθειρξις, χαῖρε εὐσεβούντων θεία σκέπη, ἁμαρτανόντων χαῖρε ἀνορθωσις` χαῖρε ἡ ἐλπὶς
χριστιανῶν, χαῖρε ἡ κυήσασα, τὸν Σωτῆρα καὶ Κύριον.
Χαῖρε ἡ κατέχουσα, Τριάδος τὸ
μυστήριον, χαῖρε θεῖον ὄχημα Κυρίου` χαῖρε Ὑψίστου Πατρὸς τὸ θέλημα, χαῖρε
ἐνδιαίτημα Υἱοῦ, χαῖρε ἡ τοῦ Πνεύματος, τοῦ Ἁγίου ἐπέλευσις.
Χαῖρε ὁ Ἀρχάγγελος, κομίζων
προσεφώνει Σοί, χαῖρε τὸ τοῦ Θεοῦ ἡμῶν χωρίον` χαῖρε Κυρίου θρόνος ὁ ἒμψυχος`
κεχαριτωμένη Μαριάμ, χαῖρε ὅτι μετὰ σου ἔσται πάντων ὁ Κύριος.
Τοῦ
Ἁγίου. Ὁ αὐτός.
Καλῶς τὸν ἀγῶνά σου, ἐτέλεσας
μακάριε, πίστιν δὲ ἐτήρησας ἀμέμπτως` ἱερουργήσας Θεῶ ὡς Ἀγγελος` ὅθεν σὺν
Ἀγγέλοις κατοικεῖς, εἰς φῶς τὸ ἀνέσπερον, Ἰωσὴφ παμμακάριστε.
Κηρύξας πανεύφημε, τὸ θεῖον
Εὐαγγέλιον, ἔννομος ὡς ὄντως ἱερεύς τε, , καὶ πληρωτής τε αὐτοῦ γενομενος` ὅθεν
καὶ στεφάνων σὲ Χριστός, δὲ δισσῶς κατέστεψεν, ὥσπερ θύτην καὶ Ὅσιον.
Λαμπρύνεται πάντοτε, Τριὰς ἡ
ὁμοούσιος, τρεῖς τάς ὑποστάσεις συνεκφέρει, οὐσίαν μίαν καὶ κυριότητα, Ἄναρχον
Πατέρα σὺν Υἱῷ καὶ τῷ θείῳ Πνεύματι, τούτην πάντες δοξάσομεν.
Θεοτοκίον.
Μαρία θεόνυμφε, τοῦ κόσμου τὸ
διασωσμα, λύτρωσαι ἡμᾶς ταῖς σαῖς πρεσβείαις, ἐκ τοῦ σκανδάλων τοῦ πολεμητορος`
ἵνα σὲ δοξάζομεν Ἁγνή, καὶ μακαριούσιν μέ, Θεοτόκε πανύμνητε.
Ἕτερος. Ἵνα τὶ μὲ ἀπώσω.
Ποῖος νοῦς ποία γλῶσσα, σοῦ τὸν
ὑπερθαυμαστὸν βίον πανένδοξε, Ἰωσὴφ ἐξείπη` καὶ τὴν παντιμον καὶ μακαρίαν ζωήν,
ἥνπερ παραδόξως, πόθῳ τρωθεὶς ὑπὲρ Κυρίου` καρτερῶς καὶ γενναίως διήνυσας.
Τῆς τρυφῆς τὸν χειμάρρουν, ἐκπιὼν
μακάριε, βλύζουσα δέδειξαι, κρήνη θεῖον ῥεῖθρον, κατανύξεως Πάτερ πανόλβιε` ἐξ
οὐ οἱ πιόντες, ἐν εὐφροσύνῃ εὐφημούσι, τοὺς ἱδρῶτας καὶ πόνους σου Ὅσιε.
Δόξα.
Μετ` Ἀγγέλων χορεύων, ὧν τὸν βίον
Ὅσιε καλῶς ἐζηλωσας` τὸν Θεὸν πρεσβεύειν, μετ` αὐτῶν μὴ ἐλλείπεις ἑκάστοτε,
ὅπως ἐν αἰνέσει, χαρμονικὼς ἐπιτελούντες` τὴν σὴν μνήμην αὐτὸν μεγαλύνομεν.
Καὶ νῦν. Θεοτοκίον.
Μητρικὴ παρρησία, τὴν πρὸς τὸν Υἱόν
σου κεκτημένη Παναγνέ, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ
καὶ μόνην, χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
Καταβασία. Ὡς εἶδεν Ἠσαΐας συμβολικὼς…
Ὠδὴ
στ. Τὴν θείαν καὶ πάντιμον.
Χαῖρε σοφίας ἡ φρόνησις, χαῖρε
δικαιοσύνης ἀσφάλεια` χαῖρε πανάρετε, χαῖρε ἀνδρείας ἡ δύναμις, χαῖρε τῆς
σωφροσύνης ἡ σεμνοπρέπεια.
Χαῖρε ἐλπὶς ἀκαταίσχυντε, χαῖρε
ἀπελπισμένων ἀντίληψις, χαῖρε κραταίωμα, χαῖρε τῆς πίστεως ἔρεισμα, χαῖρε
πολεμουμένων θεία βοήθεια.
Χαῖρε Πατρὸς ἡ ἀπόφασις, χαῖρε Υἱοῦ ὁ
τόκος καὶ Πνεύματος, χαῖρε ἐκπλήρωσις, χαῖρε Τριάδος φανερωσις` χαῖρε παντὸς
τοῦ κόσμου ἡ ἀνακαίνισις.
Χαῖρε Παρθένων εὐπρέπεια, χαῖρε τοῦ
Γαβριὴλ θεῖον πρόσφθεγμα` χαῖρε ὁλόφωτε, χαῖρε βροτῶν ἀναγέννησις, χαῖρε ἡ τῶν
δαιμόνων κατεξολόθρευσις.
Τοῦ Ἁγίου. Ὁ αὐτὸς.
Ναὸς ἐγένου μακάριε, τοῦ θείου καὶ
πανσέπτου τε Πνεύματος, βιώσας Ὅσιε, ἐπὶ τῆς ὥσπερ ἄσαρκος, διὸ σὺν Ἀσωμάτοις
χοροῖς ἠρίθμησαι.
Ναὸς ὁ θεῖος πανόλβιε, τοῦ θείου
Ἀποστόλου καὶ κήρυκος, ὂν ἐλειτούργησας, νῦν τὴν σορόν σου κατέχει γάρ, ἢν
πάντες προσκυνοῦμεν κατασπαζόμενοι.
Ξένον βροτοῖς
τὸ μυστήριον, Τριάδος τῆς Ἁγίας γνωρίζεται, ἀλλ` ἀληθεῖά τε Πατὴρ ἀγέννητος
πέφυκε, καὶ σὺν Υἱῷ τὸ Πνεῦμα δοξολογήσωμεν.
Θεοτοκίον.
Ὅρος κατάσκιον Ἄχραντε, ὁ θεῖος
Ἀββακοὺμ σὲ ὑπέγραψεν, λύπην κλεισμένην τε ἄλλος Προφήτης ἐφωνησεν` ἡμεῖς δὲ
Θεοτόκον πάντες κηρύττομεν.
Ἕτερος. Ἰλάσθητί μοι Σωτὴρ.
Σύ φάλαγγας τοῦ ἐχθροῦ, πᾶσαν
ἀνδρείαν ἠφάνισας, ἰσχῦϊ θεουργική, ῥωννυμενος ὅθεν σου, Ἄγγελοι ἐθαύμασαν, τὴν
ζωὴν τὴν θείαν, Ἰωσὴφ ἀειμακάριστε.
Ἵνα βλαστήσας καλῶς, ὡς εὐθαλὲς
κρίνον Ὅσιε, νῦν εὐωδίας πλήρεις, τὴν πόθῳ κατέχουσαν, θήκην τῶν λειψάνων σου,
Ζάκυνθον συντήρει, ταῖς πρεσβείαις σου ἀκλόνητον.
Δόξα.
Θήκην λειψάνων τῶν σῶν, Ζάκυνθος πόθῳ
κατέχουσα, καυχάται διηνεκῶς, σήμερον δὲ ψάλλουσα, πιστῶς
περιπτύσσεται,
ταύτην καὶ δοξάζει,
τὸν δοξάσαντα σέ
Κύριον.
Καὶ νῦν. Θεοτοκίον.
Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων
ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ Ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας ἑλλάμψεως,
τοῦ ἐκ σου ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Καταβασία. Ἐβόησε σοι, ἱδὼν ὁ Πρέσβυς, τοῖς
ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.
Κοντάκιον. Ἦχος δ`. Ἐπεφάνης σήμερον.
Τῶν πιστῶν προίστασαι καὶ ἁπαλάττεις,
ἀπὸ πάσης θλίψεως ταῖς σαῖς πρεσβείαις πρὸς Θεόν` Ὦ Ἰωσὴφ παναοίδιμε, κλέος καὶ
δόξα, Ὁσίων καὶ καύχημα.
Ὁ οἶκος.
Σύ ἀπὸ βρέφους τῷ Θεῷ καθιερώθης
πάτερ, Σύ καὶ τὸν σταυρὸν σου ἀράμενος, τῷ ὑπὲρ ἡμῶν τυθέντι, ἠκολούθησας, παρ`
οὐδενὸς τῶν ἐν τῷ κόσμῳ κωλυόμενος Ὄσιε` πάντα γὰρ ὡς σκύμβαλα ἡγήσω, καὶ
Χριστὸν ἐπόθησας, τῆς ἐφέσεως δὲ τυχών, ἀντεδοξάσθης παρ` αὐτοῦ, τῶν θαυμάτων
ταῖς ἐπιλάμψεσι` καὶ τὸ διδώξαι πάντας βοὰς σοι` κλέος καὶ δόξα, Ὁσίων καύχημα.
Τῷ αὐτῷ μηνὶ
ΚΒ, μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἰωσήφ, τοῦ ἠγιασμένου, τοῦ ἐπονομαζομένου
Σαμακού.
Στίχοι:
Ἰωσὴφ τὸν
μέγιστον ἐν σωφροσύνῃ,
Ὑμνήσωμεν
ἅπαντες λαοὶ ἀξίως.
Τὸν ἐν
ὑστέροις ἐκλάμψαντα τοῖς χρόνοις,
Κάλλει διαπρέψαντα
καὶ ταπεινώσει.
Θησαυρὸν
εὑρὼν καὶ σκορπίσας τοῖς πᾶσι,
Κλῆρον
οὐρανῶν ἀξίως εὗρες μάκαρ.
Εἰκάδι Ἰωσὴφ
θεορρήμων ἔκθανε δευτερίη.
Οὗτος ὁ ὅσιος πατὴρ ἡμῶν Ἰωσήφ, ἦτον γέννημα
καὶ θρέμμα τῆς περιφήμου νήσου Κρήτης, ἀπὸ ἕνα χωρίον Κεράμων καλούμενον, εὐσεβῶν
γονέων υἱός, καὶ ἐλθὼν εἰς ἡλικίαν δεκτικὴν μαθήσεως, ἐδόθη ἀπὸ τοὺς γονεῖς τοῦ
εἰς ἔναν διδάσκαλον θεοσεβέστατον καὶ σεβάσμιον πνευμα-τικὸν Πατέρα, ὅπου ἑκατοικοῦσε
εἰς ἕνα μονύδριον τοῦ Ἁγίου ἐνδόξου καὶ Πανευφήμου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ἰωάννου
τοῦ Θεολόγου, ἐπονομαζόμενον παρὰ τοῖς πολλοῖς τοῦ Δερματάνου, κείμενον εἰς τὰ παραθαλάσσια
εἰς τὴν χώραν Χανδάκου, ἀπὸ τὸν ὁποῖον διδασκόμενος ὄχι μόνον τὰ γράμματα, ἀλλὰ
καὶ τὰ καλὰ καὶ θεάρεστα ἤθη, ἔμαθεν εἰς ὀλίγον καιρὸν ὅσα ἦσαν ἀρκετὰ εἰς τὴν σωτηρίαν
τοῦ, καὶ οὕτως ἀναγινώσκων καθ` ἑκάστην τὰ βιβλία τῆς Ἐκκλησίας μας, ἐγνώρισε τὴν
πλάνην τοῦ κόσμου καὶ ματαιότητα, καὶ μισήσας ὅλα τὰ προσωρινὰ καὶ φθειρόμενα πράγματα
τοῦ βίου τούτου, ἐποθοῦσε τὰ αἱ΄πωνια κα ἄφθαρτα ἀγαθὰ τοῦ οὐρανοὺ` ὅθεν καὶ ἐδόθη
ὅλως δι ὅλου εἰς τὸ να ἀγωνίζεται μὲ μεγάλην προθυμίαν εἰς τάς ἐναρέτους πράξεις,
εἶχε δὲ καὶ ἐργόχειρον τὴν καλλιγραφίαν` οἱ δὲ γονεῖς αὐτοῦ βλέποντες τὴν θεοσέβειαν
καὶ ἀρετὴν τοῦ υἱοῦ τούς, μεγάλως εὐφραίνοντο καὶ ἐδόξαζον τὸν Θεόν. Ἀλλὰ καὶ
ἐπειδὴ μετ` ὀλίγον καιρὸν ἐτελεύτησαν οἱ γονεῖς τοῦ, ἔγινεν οὗτος κληρονόμος
εἰς ὅλα τοὺς τὰ ὑπάρχοντα, ὡσὰν ὅπου ἄλλον τέκνον δεν εἶχον ἀλλ` ὅμως ὁ
μακάριος δεν ἐνικήθη παντελῶς ἀπὸ αὐτά, καὶ μὲ ὅλον ὅπου ἦσαν ἀρκετά, ἀλλὰ μὲ
τὴν βουλὴν τοῦ πνευματικοῦ τοῦ πατρὸς καὶ διδασκάλου, τὰ ἐδιαμοίρασεν ὅλα
ἐλεημοσύνην εἰς τοὺς φτωχούς, καὶ μένοντας ἐλεύθερος ἀπὸ αὐτά, εὑρίσκετο εἰς
τὴν ὑποταγὴν τοῦ γέροντος τοῦ μὲ μεγάλην ταπείνωσιν, καὶ καταδαμάζοντας τὸ σῶμα
τοῦ μὲ νηστεία ὑπέρμετρον, μὲ ἀγρυπνίαν, μὲ γονυκλισίας ἀμετρήτους, καὶ μὲ
προσευχὴν ἀδιάλειπτον, ἐνίκα τάς βίας τῆς φύσεως μὲ ὀλίγον ψωμὶ καὶ νερόν, καὶ
μὲ ὀλίγον ὕπνον, καὶ ἁπλῶς εἰπεῖν κάθε λογὴς ἄσκησιν καὶ ἐγκράτειαν
ἐμεταχειρίζετο, γενόμενος ὅλως δι ὅλου σκεῦος καθαρὸν τοῦ Ἁγίου Πνευματος` καὶ
τὸ παράδοξον ἦτον, ὅτι καὶ μὲ ὅλον που εὑρίσκετο ἐν τῷ μέσῳ τῆς πόλεως καὶ τῶν
θορύβων καὶ ταραχῶν τοῦ κόσμου, ἐκαταπάτησεν ὅμως ὅλας τάς πανουργίας τοῦ
δαίμονος, ὥστε ὅπου καὶ οἱ Ἀσώματοι Ἄγγελοι ἐξεπλάγησαν.
Λοιπὸν ὁ πνευματικὸς τοῦ πατὴρ
βλέποντας αὐτὸν ὅπου ἐπρόκοπτεν ἡμέραν ἐξ ἡμέρας εἰς τοὺς ἀγῶνας τῆς ἀσκήσεως,
καὶ ἀνέβαινεν ἀπὸ ἀρετὴν εἰς ἀρετήν, τὸν ἔκαμε καλόγηρον, καὶ τὸν ἔνδυσε τὸ
θεῖον καὶ ἀγγελικὸν σχῆμα τῶν μοναχών` καὶ ὄχι μόνον τούτα, ἀλλὰ δοκιμάσας
αὐτὸν ἱκανὸν καιρόν, ἔκρινε να τὸν ἀνεβάση καὶ εἰς τὸ ἀξίωμα τῆς ἱεροσύνης ὡς
ἄξιον πέμψας αὐτὸν διὰ γράμματος τοῦ εἰς τὸν Ἀρχιερέα τοῦ τόπου ἐκείνου` ὅστις
ἰδὼν αὐτόν, καὶ θαυμάσας τὴν σύνεσιν τοῦ, τὰ ἤθη τοῦ, καὶ τὴν ἄκραν ταπείνωσιν,
τὸν ἐχειροτόνησε κατὰ τάξιν ἱερέα μετὰ χαρὰς μεγάλης, καὶ τὸν ἔστειλε πάλιν εἰς
τὸν γέροντα του` ὁ ὁποῖος τὸν ἐδέχθη μὲ πολλὴν χαράν, καὶ ἄμετρον εὐφροσύνην,
καὶ διδάξας αὐτὸν ὅλα τὰ ἐπιτηδεύματα τῆς ἱεροσύνης, ἔπαυσεν αὐτὸς τῆς θείας
ἱερουργίας ὡς γέρων, καὶ ἄρχισε πλέον ὁ ἱερὸς Ἰωσὴφ να ἐκτελὴ ἀμέμπτως καὶ
ἱερὼς τὴν θείαν λειτουργίαν. Ἀλλὰ δεν ἀπέρασε πολὺς καιρὸς ἐν τῷ μεταξύ, καὶ ὁ
πνευματικὸς τοῦ πατήρ, ἀσθενήσας ὀλίγον, καὶ γνωρίσας τὸν θάνατον τοῦ,
ἐπροσκάλεσε τὸν Ὅσιον Ἰωσήφ, καὶ τοῦ εἶπε ταῦτα: εἰς ἔμενα μέν, ὢ τέκνον,
ἔφθασεν ὁ καιρὸς τῆς ἐμῆς τελευτής, καὶ ὑπάγω ἐκεῖ ὅπου ἀπολαμβάνει κάθε ἔνας
κατὰ τὰ ἔργα του` σῦ δὲ πρόσεχε καλῶς, να φυλλάτης μὲ πολλὴν ἐπιμέλειαν τὸν
ἑαυτὸν σοῦ καὶ τὸ ποίμνιόν σου, διότι ἔχῃς να δώσης ἀπολογίαν εἰς τὸν δίκαιον
Κριτὴν δι αὐτὸ` να προσεύχεσαι ἀδιαλείπτως` να ἀπερνὰς τὴν ζωήν σου ἥσυχον καὶ
ἀφιλονικον` να μὴν ἀφίνης ποτὲ τὴν Ἀκολουθίαν σου καὶ τὸν κανόνα σου` να
ἐπιμελῆσαι τοὺς πτωχούς` να βοηθῇς ὅσον δύνασαι τάς χήρας, καὶ τὰ ὀρφανὰ` να
παρηγορὴς μὲ κάθε λογὴς τρόπον ἐκεῖνον ὅπου εὑρίσκονται εἰς θλίψεις καὶ εἰς
συμφοράς` καὶ εἰς καιρὸν ὅπου ἐκτελεὶς τὴν θείαν λειτουργίαν, να ἔχῃς ὅλον τὸν
νοῦν σου προσκολλημένον εἰς τὸν Θεὸν τὸν μέγαν Ἀρχιερέα. Κάμε ἀκόμη καὶ τὴν
μικράν μου ταύτην παραγγελίαν, μοίρασαι εἰς τρία μερίδια τὰ ὑπάρχοντά μου, καὶ
τὸ ἕνα μερίδιον στεῖλε τὸ εἰς τὸ Ἅγιον Ὅρος τοῦ Ἄθωνος, τὸ ἄλλο εἰς τὸ Ἅγιον
Ὅρος τοῦ Σινά, καὶ τὸ ἐναπολειφθὲν ἔχετο εἰς διατροφὴν ἐδικὴν σου` πλὴν ἀπὸ τὸ
μέσον τῶν δύο μεριδίων διάδος καὶ εἰς τοὺς ἐνδεεῖς καὶ πτωχούς` ταῦτα εἰπών,
καὶ εὐξάμενος πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ, ἀπῆλθε πρὸς Κύριον.
Ὁ δὲ ἱερὸς Ἰωσὴφ λυπηθεὶς πολλὰ διὰ
τὴν ὀρφανίαν τοῦ πνευματικοῦ τοῦ πατρός, καὶ κλαύσας ἐπ` αὐτὸν ὅσον ἔπρεπε, τὸν
ἐκήδευσεν εὐλαβώς` ἔπειτα ἔπηγε εἰς τοὺς Ἁγίους Τόπους, καὶ προσκυνήσας αὐτούς,
ἐμοίρασεν τὰ ὑπάρχοντα τοῦ γέροντος τοῦ κατὰ τὴν ἐντολὴν τοῦ, καὶ οὕτως
ὑπέστρεψεν πάλιν εἰς τὴν Κρήτην, εἰς τὸ προρρηθὲν μονύδριον τοῦ Θεολόγου, καὶ
ἐκεῖ ἠγωνίζετο πάλιν τοὺς ἀγῶνας τῆς ἀσκήσεως μὲ περισσοτέραν προθυμίαν,
μεταχειριζόμενος πᾶσαν θεάρεστον πρᾶξιν, καὶ πρὸ πάντων τὴν πρὸς τὸν πλησίον
ἀγάπην, καὶ ἀκολούθως τὴν ἐλεημοσύνην, ὥστε ὅπου εἰς ὀλίγας ἡμέρας ἔδωκεν εἰς
τοὺς ἐνδεεῖς ὅλον τὸ μερίδιον ὅπου τοῦ ἄφησεν ὁ γέροντας τοῦ εἰς διατροφὴν
ἐδικὴν τοῦ, καὶ ἐκαταστάθη ὕστερον τόσον πτωχός, ὅπου δεν εἶχε μηδὲ τὴν
καθημερινὴν ἐκείνην ὀλίγην τροφήν. Καὶ πολλάκις ἐπήγεναν πτωχοὶ εἰς αὐτόν,
ζητοῦντες ἐλεημοσύνην, καὶ μὴ ἔχοντας να τοὺς δώσῃ, ἐλυπεῖτο μὲ ὑπερβολήν` ἀλλ`
ὁ Κύριος ἡμῶν ὅπου ἐρευνᾷ τάς καρδίας τῶν ἀνθρώπων, βλέποντες αὐτὸν λυπούμενον,
ἐνήργει διὰ τῆς θείας τοῦ χάριτος, καὶ εὑρίσκοντο ψωμία μέσα εἰς τὴν σπυρίδα τοῦ
Ὁσίου, καὶ ἔδιδεν εἰς τοὺς πτωχούς, καὶ ἐτρέφετο καὶ αὐτός` καὶ ἂς μὴν ἀπιστῇ
τινας εἰς τοῦτο, ὅτι ὁ Κύριος ἡμῶν οὕτως εἶπεν εἰς τὸ θεῖον τοῦ Εὐαγγέλιον:
``Αἰτεῖται καὶ δοθήσεται ὑμίν` ζητεῖται καὶ εὐρήσετε` κρούετε καὶ ἀνοιγήσεται
ὑμίν``. Καὶ πάλιν διὰ τοῦ Προφητάνακτος: ``Ἐπιρριψον ἐπὶ Κύριον τὴν μέριμνάν
σου, καὶ Αὐτὸς σὲ διαθρέψει``. Ὁπόταν δὲ ἱερουργοῦσε ὁ μακάριος, τάς προσφορὰς
ὅπου τοῦ ἔφερναν, τάς ἐμοίραζεν εἰς τοὺς πτωχούς. Καὶ πολλάκις ἐπήγαινεν νύχτα
βαθεῖαν εἰς τάς θύρας τῶν πτωχῶν, καὶ τοὺς ἔρριπτε κρυφίως τὰ χρειαζόμενα, καὶ
μὲ πολλὴν σπουδὴν ἐγύριζεν ὀπίσω διὰ να μὴν τὸν ἴδη τινάς` διότι μαθὼν ἀπὸ τὸν
Κύριον, τό: ``Μὴ γνώτω ἡ ἀριστερὰ σοῦ, τὶ ποιεῖ ἡ δεξιὰ σου``, καὶ τό: ``Ὁ
ἐλεῶν πτωχὸν δανείζει Θεόν``, δεν ἔπαυε ἀπὸ τὸ να ἐπιμελεῖται τοὺς πτωχοὺς
νύκτα καὶ ἡμέραν` καὶ πολλάκις ὅπου δεν εἶχε τίποτα να τοὺς δώσῃ, ἐζήτα δανεικὰ
καὶ τοὺς ἔδιδεν. Ἐπισκέπτετο δὲ καὶ τοὺς φυλακωμένους, καὶ τοὺς ἀσθενεῖς,
μάλιστα τοὺς λωβούς, καὶ τοὺς ἐνδεὶς ἔδιδε τὴν ἐλεημοσύνην` μαθὼν δὲ καὶ ἀπὸ τὸ
ῥητὸν τοῦ Ἀποστόλου, ὅπου πρέπει να ὑποτασσώμεθα εἰς τοὺς ἄρχοντας τοῦ τόπου,
καὶ τοὺς ἀπέδιδε τὴν πρέπουσαν τιμήν.
Ἔναν καιρὸν
κατὰ τὴν σεβάσμιον ἑορτὴν τοῦ ἐνδόξου Ἀποστόλου Ἰωάννου τοῦ Θεολόγου,
ἐπρόσφερον οἱ χριστιανοὶ εἰς τὸν ναὸν τοῦ πλῆθος πολὺ προσφορῶν, τὰ ὁποῖα
διεμοίρασεν ὁ Ὅσιος ὅλα εἰς τοὺς πτωχούς, καὶ τὸ ἑσπέρας τὴν αὐτὴν ἡμέραν δεν
εἶχεν οὐδεμίαν, ἀλλὰ ἀπὸ ἄλλον ἔπῃρεν ὀλίγο ψωμὶ καὶ ἔφαγεν. Ἄλλο τε συνέβη ἐν
τῇ τοιαύτῃ ἑορτῇ, να προσφέρουν οἱ χριστιανοὶ εἰς τὸν ναόν, λαμπάδας καὶ
θυμιάματα καὶ ἄλλα τοιαῦτα πολλά, προσφορὰν δὲ μηδεμίαν` καὶ ὅταν ἔφθασεν ὁ
καιρὸς τῆς Θείας Λειτουργίας, βλέποντας ὁ διορισμένος ὑπηρέτης, πὼς δεν ἔχουν
προσφοράν, εἰς τὸ να ἐκτελέσουν τὴν Θείαν Μυσταγωγίαν, ἔπηγεν εἰς τὸν Ὅσιον,
καὶ τοῦ λέγει: Πάτερ τίμιε, ὁ καιρὸς τῆς Λειτουργίας ἔφθασε, καὶ προσφορά, δεν
εἴναι, ὅθεν πρόσταξον μὲ τὶ να κάμω. Καὶ ἐκεῖνος τοῦ ἀπεκρίθη κατὰ τὴν
Ἀβραμιαίαν ἐκείνην φωνὴν καὶ πίστιν: ``Θεὸς ὄψεται ἑαυτῷ προσφοράν, τέκνον, εἰς
θυσίαν ἐαυτού`` καὶ μετ` ὀλίγον τοῦ λέγει, ἔμβα τέκνον, εἰς τὸ Ἅγιον Βῆμα, καὶ
στοχάσου εἰς τὸ δεξιὸν σοῦ μέρος, καὶ θέλεις εὔρη τὸ ζητούμενον, μὲ τὴν χάριν
τοῦ Χριστοῦ μου` καὶ ἐμβαίνοντας ὁ διακονητὴς εἰς τὸ Ἅγιον Βῆμα, καὶ στραφεὶς
πρὸς τὸ μέρος τὸ δεξιὸν αὐτοῦ, βλέπει, ὢ τοῦ θαύματος, ὄχι μίαν μόνην
προσφοράν, ἀλλὰ πολλάς, μεγάλας τε καὶ καλὰς σωρευμένας, καὶ μὲ μεγάλην φωνὴν
ἐκήρυττε εἰς τοὺς παρόντας τὸ γενομενον` ὁ δὲ Ὅσιος ἐπιτιμήσας αὐτόν, καὶ
προστάζοντας τὸν να σιωπήση, ἄρχισε εὐθὺς να ἐκτελὴ τὴν θείαν λειτουργίαν, μὲ
ἀγαλλίασιν τῆς ψυχῆς τοῦ, καὶ μὲ εὐχαριστίαν πρὸς τὸν Θεόν` ἀφοῦ δὲ ἐτελείωσε
τὴν λειτουργίαν, ἐδιαμοίρασε τάς προσφορὰς ἐκείνας εἰς τοὺς πτωχούς, καθὼς εἶχε
συνήθειαν να κάμνῃ πάντοτε, εἰς δόξαν Θεοῦ τοῦ ποιήσαντος μεγάλα τε καὶ
θαυμαστά, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὔκ ἐστιν ἀριθμός.
Οὗτος ὁ ὅσιος πατὴρ ἡμῶν Ἰωσὴφ
ἔχοντας χρείαν ἀναγκαίαν εἰς ἄλλον τόπον, ἐκίνησε να ὑπάγῃ εἰς αὐτόν, καὶ
ἀπερνώντας ἀπὸ τάς κατοικίας τῶν Ἑβραίων, συνέβη να εἲναι εἰς τὸν δρόμον
μερικοὶ Ἑβραῖοι, οἱ ὁποῖοι ἐμετάγγιζαν κρᾶσι ἀπὸ ἕνα ἀγγεῖον εἰς ἄλλο, καὶ
ἰδόντες αὐτὸν ἀπὸ μακράν, ἐβουλεύθησαν να τὸν περιπαίξουν, καὶ μὲ κοινὴν γνώμην
ἔλαβε ἔνας ἀπὸ αὐτοὺς ποτήριον εἰς τάς χεῖρας τοῦ, καὶ γεμίζοντας τοῦ κρᾶσι, τὸ
ἔδωκεν εἰς τὸν Ὅσιον, εἰπὼν αὐτῷ: πίε Πάτερ τὸ κρᾶσι τοῦτο. Ὁ δὲ χωρὶς καμμίαν
συστολὴν ἐδέχθη τὸ ποτήριον ἐκ τῆς χειρὸς τοῦ Ἑβραίου, καὶ σφραγίζοντας τὸ μὲ
τὸ σημεῖον τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ, ἔπιεν ἐξ αὐτοῦ ὀλίγον, καὶ τὸ ἐπίλοιπον τὸ ἔχυσε μέσα εἰς τὸ ἀγγεῖον
ὅπου ἦτον ὅλον τὸ κρασὶ` ἰδόντες οἱ Ἑβραῖοι τὸ γενόμενον, ἐφώναξαν κατὰ τὴν
συνήθειαν τούς, καὶ κάμνοντες ταραχὴν μεγάλην, ἐζήτουν ἀπὸ τὸν ὅσιον τὴν τιμὴν
ὅλου τοῦ κρασίου, ὡσὰν ὅπου ἀδικήθησαν τάχα ἀπὸ αὐτόν. ὁ δὲ Ἅγιος περιπαίζοντας
τούς, φρονίμως καὶ εἰς καιρὸν ἁρμόδιον, ἔλεγε τὴν ἀλήθειαν, ὅτι δεν τοὺς ἔκαμε
καμμίαν ζημίαν, καὶ δεν πρέπει να τὸν ζητοῦν τίποτε, ἀλλὰ μάλιστα να τὸν
εὐχαριστοὺν ὅτι εὐλόγησε τὸ κρᾶσι τούς, ἐπειδὴ αὐτοὶ ἦσαν ἀμέτοχοι ἀπὸ
εὐλογίαν. Λοιπὸν μὲ τὸ να ἔγινε μεγάλη φιλονεικία μεταξὺ τοῦ Ὁσίου καὶ τῶν
Ἑβραίων, ἐπειδὴ ἐπαραστάθησαν ἐκεῖ χριστιανοί, καὶ τὸν μὲν δίκαιον ἐλευθερῶσαν
ἀπὸ τάς φωνὰς καὶ τὴν ταραχὴν αὐτῶν, ἐκείνους δὲ τοὺς ἐπερίπαιζαν καθὼς ἐπρεπε`
μὴ ὑποφέροντες ἐκεῖνοι τὸν ἐμπαιγμόν, ἐπρόσδαμον εἰς τὸν Δοῦκα τῆς πόλεως
ἐγκαλοῦντες τὸν Ὅσιον, πὼς τοὺς ἠδικησεν` ὁ δὲ Δοὺξ πέμψας ἐπροσκάλεσεν αὐτόν,
κα τὸν ἠρώτησε, διὰ ποίαν αἰτίαν τὸν ἐγκαλοῦν ἐκεῖνοι. Ὁ δὲ Ἅγιος ἀπεκρίθη
λέγων: ἐγὼ ἀπερνώντας ἀπὸ τὴν στράταν, ἀπάντησα τοὺς Ἑβραίους τούτους, ὅπου
εἴχαν ἐκεῖ εἰς τὸ τρίστατον ἕνα ἀγγεῖον γεμάτον κρᾶσι, καὶ τὸ ἔδωκαν εἰς τάς
χεῖράς μου λέγοντες, πίε τὸ κρᾶσι τοῦτο` ἐγὼ δὲ τὸ ποτήριον δεξάμενος, δεν
ἠθέλησα να τὸ γευθῶ Ἰουδαϊκώς, ἀλλὰ Χριστιανικώς` ὅθεν κατὰ Χριστὸν εὐλόγησας
αὐτὸ καὶ σφραγίζοντας τὸ μὲ τὸ σημεῖο τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ, ἔπια ἀπὸ
αὐτὸ ὅσον ἤθελα, τὸ δὲ ἐπίλοιπον τὸ ἔχυσα εἰς ἐκεῖνο τὸ ἀγγεῖον, ἀπὸ τὸ ὁποῖον
τὸ εὔγαλαν. Λοιπὸν ἡ ἐδική σου ἀγχίνοια ἂς κρίνῃ, ἐὰν ἔκαμα δικαίως, ἢ ἀδίκως
τὸ τοιοῦτον ἔργον. Ἀκούσας ταῦτα ὁ Ἐξουσιαστής, εἶπεν εἰς τοὺς Ἑβραίους: δεν
ἔπρεπε λοιπὸν να ἐγκαλῆται τὸν τίμιον τοῦτον Πατέρα, ἐπειδὴ ἔσεις μέν, διὰ να
δείξετε τάχα ἀγάπην εἰς αὐτόν, τὸν ἐδεξιώθητε ὅπου ἀπερνοῦσε ἐκεῖθεν, καὶ τοῦ
ἐδώκατε να πίη ἀπὸ τὸ ἐδικὸν σᾶς κρασὶ` αὐτὸς δέ, ἐπειδὴ δεν ἦτο δυνατὸν να σᾶς
ἀντιδεξιωθή, μὲ τὸ να ᾖσθε ἀβάπτιστοι, ἐδεξιώθη τὸ κρᾶσι ὅπου τοῦ ἐδώκατε ἀπὸ
τὴν εὐλογίαν ὅπου εἶχε, καὶ ἔπρεπε μάλιστα να τὸν εὐχαριστεῖτε διὰ τοῦτο, καὶ
ὄχι να τὸν ἐγκαλεῖται. Λάβετε λοιπὸν τὸ κρᾶσι σᾶς, καὶ μὴν ἐνοχλεῖτε παραλόγως
τὸν Ἅγιον τοῦτον γέροντα. Οἱ δὲ Ἑβραῖοι εἶπον, δεν ἠμποροῦμεν κατ` οὐδένα
τρόπον να λάβομεν τὸ τοιοῦτον κρᾶσι, ὡσὰν ὅπου ἐδέχθη χριστιανικὴν σφραγῖδα.
Τότε τοὺς εἶπεν ὁ Δούξ: ἔσεις οἱ ἴδιοι ἀπεφασίσατε ἐναντίον σᾶς, ὅτι μὲ δίκαιον
τρόπον πρέπει να ὑστερηθῆτε τὸ τοιοῦτον κρᾶσι, ὡσὰν ὅπου εἶστε ὑστερημένοι ἀπὸ
τὴν εὐλογίαν ὅπου ἐδόθη εἰς αὐτόν. λοιπὸν ἂς δοθῇ εἰς πτωχοὺς Χριστιανούς,
χωρὶς καμμίαν δόσιν ἢ ἀντιμισθίαν, καὶ οὕτως ἐδόθη τὸ κρᾶσι εἰς πτωχοὺς
χριστιανούς, εἰς δόξαν τοῦ Χριστοῦ, ὅπου νικᾷ τοὺς πανούργους μὲ τὴν ἰδίαν
πανουργίαν τούς. Οἱ δὲ Ἑβραῖοι ἔφυγον ἀπὸ τὸ κριτήριον σκυθρωποὶ καὶ κατησχυμένοι
διὰ τὴν ἄκαρπον καὶ βλαβερὰν πονηρίαν τούς. Εἲναι καὶ ἄλλα ἀξιοθαύμαστα τοῦ
Ὁσίου κατορθώματα, τὰ ὁποῖα σιωπῶμεν συντομίας χάριν.
Ὁσίως δὲ καὶ θεαρέστως πολιτευόμενος
ὁ Ἅγιος, ζήσας χρόνους ἐπάνω τῶν ἑβδομήκοντα, καὶ μικρὸν νοσήσας, ἀπῆλθε πρὸς
Κύριον χαίρων καὶ ἀγαλλόμενος, κατὰ τὸ ἀμφία-1511 ἔτος, ἐν μηνὶ Ἰανουαρίῳ κβ`
22. Συναθροισθέντες δὲ οἱ ἱερεῖς τῆς πόλεως καὶ οἱ Ἄρχοντες μεγαλοπρεπῶς αὐτὸν
κηδεύσαντες, τὸν ἐνταφίασαν εἰς τὸν προρρηθέντα ναόν. Χρόνου δὲ παρελθόντος
ἱκανοῦ, διὰ θείας ὀπτασίας, ἀνεκομίσθη τὸ πάντιμον αὐτοῦ λείψανον σῶον καὶ
ἀκέραιον, εὐωδίαν πνευματικὴν ἀναπέμπον, καὶ μετετέθη εἰς ξυλίνην λάρνακα μέσα
εἰς τὸν ναὸν τοῦ Θεολόγου` καὶ ὅλοι οἱ ἀσθενεῖς ὅπου προστέχουν εἰς αὐτὸ μετὰ
πίστεως λαμβάνουν τὴν ἰατρείαν` οὗτος γὰρ οἶδε Κύριος δοξάζει τοὺς Αὐτὸν πιστῶς
δοξάζοντας. Εἰς δὲ τὸ ἀχξδ-1669` ἐπειδὴ ἦλθεν ἐκεῖ τὸ ἀσεβέστατον γένος τῶν
Ἀγαρηνὼν , περνόντες αὐτὸ τὸ σεβάσμιον λείψανον οἱ συγγενεῖς τοῦ, τὸ ἔφεραν εἰς
τὴν Ζάκυνθον, ἐν μηνὶ Αὐγούστῳ, κθ`-29 κακεῖ τὸ δοξάζει μὲ θαύματα καὶ σημεῖα ὁ
Κύριος ὁ δοξάζων τοὺς δούλους τοῦ, φυλάττων καὶ ἕως τοῦ νυν αὐτὸ σῶον καὶ
ἀκέραιον. Ταῖς αὐτοῦ Ἁγίαις πρεσβείαις ὁ Θεὸς ἐλεῆσαι καὶ σώσαι ἡμάς. Ἀμήν.
Ὠδὴ ζ`. Οὐκ ἐλάτρευσαν.
Χαῖρε Δέσποινα τοῦ κόσμου, χαῖρε
πάγκαλε, χαῖρε παμπόθητε, χαῖρε ἡ πάντων ζωὴ` χαῖρε ἀδιάφθορε, χαῖρε ἀκήρατε,
χαῖρε πάναγνε, χαῖρε θεοβλαστούργητε, χαῖρε μόνη Θεοτόκε.
Χαῖρε κλῖμαξ, χαῖρε πύλη, χαῖρε
γέφυρα, χαῖρε Παράδεισε, χαῖρε λυχνία φωτός, χαῖρε στάμνε πάγχρυσε, χαῖρε τροφὴ
τοῦ παντός` χαῖρε ὄσφρησις, χαῖρε θυμιατήριον, χαῖρε εὔοσμον Κυρίου.
Χαῖρε τράπεζα ἀνάρχου τοῦ Γεννήτορος,
χαῖρε ἐστίασις τοῦ συνανάρχου Υἱοὺ` χαῖρε ἡ ἐπέλευσις Ἁγίου Πνεύματος` χαῖρε
ἔνδειξις μονάδος τῆς Θεότητος, ἐν τρισὶ τοῖς χαρακτῆρσι.
Χαῖρε μόνη ἡ ἐν μήτρᾳ σου βαστάσασα,
Ἀγγέλου ῥήματι, τὸν τῶν ἁπάντων Θεόν` χαῖρε ἡ κυήσασα τὸν Βασιλέα Χριστόν,
χαῖρε τρόφιμε, ἡ γαλακτοτροφήσασα, τὴν τροφὴν πᾶσι διδούντα.
Τοῦ
Ἁγίου. Ὁ διασώσας ἐν πυρί.
Πρᾶος γενόμενος σοφέ, Ὅσιος ἀμίαντος
μάκαρ` καὶ ποιμενάρχης ἀληθής` μελῳδῶν καθ` ἑκάστην τὸν ὕμνον Θεὼ` ὑπερύμνητε,
ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Πραέων γῆ νῦν κατοικεῖς, ὡς πραις τῷ
κόσμῳ ἐφάνης` καὶ Παραδείσου τῆς τρυφῆς, σὺν Ἀγγέλοις κραυγάζεις γηθομενος`
ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ῥοώδης φύσις γηγενῶν, σέ τὴν παναγίαν
Τριάδα, ἀνευφημοῦμεν οἱ πιστοί, τὸν Πατέρα, Υἱὸν σὺν τῷ Πνεύματι μελωδοῦντες
καὶ λέγοντες` ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Στάμνον χρυσὴν καὶ κιβωτόν, τράπεζαν
καὶ κλίνην καὶ θρόνον` πύλην καὶ ὄρος νοητόν, οἱ Προφῆται σέ πάντες ἐκήρυξαν`
ἀλλ` ἡμεῖς Θεοτόκον σέ, οἱ πιστοὶ ὁμολογοῦμεν καὶ προσκυνοῦμεν.
Ἕτερος. Θεοῦ συγκατάβασιν.
Ναὸς ἱερώτατος τοῦ θείου Πνεύματος
ἐχρημάτισας, τὰ δωρήματα τούτου, ἐν σῇ καρδίᾳ ἐδέξω γὰρ πάνσοφε, καὶ διὰ τοῦτο
ἐβόας γηθόμενος` εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς κτίσμα τοῦ Κτίστου σου, τάς
ἐντολὰς θεόφρον ἐτήρησας` τὴν γὰρ ὄντως πτωχείαν, πρὸς τὸ τυχεῖν πλουσιότητος
ἤσκησας, καὶ τῷ Δεσπότῃ βοῶν ἀνεκραύγαζες` εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν.
Δόξα.
Σέ ὄντως ἐδόξασε, Τριὰς ἡ θεία Πάτερ
πανάριστε ἀμοιβὰς Σοί πλουσίως, δωρησαμένη τῷ ταύτην δοξάσαντι, καὶ ἐκτενῶς
ἐκβοώντι καὶ ψάλλοντι` εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Καὶ νῦν.
Σέ πάντες κεκτήμεθα, καταφυγὴν καὶ
τεῖχος ἀεὶ χριστιανοὶ διὰ γὰρ σοῦ σωθέντες, τῷ τῶν ἁπάντων Θεῷ πίστει
μελποντες` εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Καταβασία. Σέ τὸν ἐν πυρὶ δροσίσαντα…
Ὠδὴ η`. Παῖδας εὐαγεῖς.
Χαῖρε Μαριάμ, χαῖρε Κυρία, τῶν πάντων
χαῖρε Ἁγνή, χαῖρε θεολυπτε` χαῖρε θεοείκελε, χαῖρε θεοδόξαστε` χαῖρε
θεοειδέστατε, χαῖρε παντάπασα, τῶν ὅλων χαῖρε παντιμε Κόρη` χαῖρε Παναγία,
χαῖρε Θεοκυῆτορ.
Χαῖρε Ἀαρὼν ἡ ῥάβδος, χαῖρε ἡ μόνη τὸ
ἄνθος χαῖρε ἑξανθήσασα` χαῖρε βάτε ἄφλεκτε` χαῖρε πλὰξ θεόγραφε` χαῖρε τόκος ὁ
ἔνδροσος, χαῖρε παγκόσμια, πορφύρα θεουφαντὲ χαῖρε, χαῖρε θεῖε τόμε, χαῖρε
νεφέλη κούφη.
Χαῖρε ἡ σκηνὴ τοῦ μαρτυρίου, ἧν μόνη
Τριὰς Ἁγία κατεσκεύασε` χαῖρε θρόνε ἔμψυχε, τῆς μιᾶς θεοτητος` χαῖρε Πατρὸς
ἐγχείρημα, Πατρὸς τὸ ὕφασμα, καὶ Πνεύματος τελείωμα θείον` χαῖρε τὸ δοχεῖον τῶν
θείων χαρισμάτων.
Χαῖρε ἡ ἀμνὰς ἡ τετοκυῖα, ἀμνὸν τὸν
τάς ἁμαρτίας τοῦ κόσμου αἴροντα` χαῖρε ἡ βαστάζουσα, ἐν χερσὶ τὸν Κύριον, χαῖρε
ἡ διαθρέψασα, τὸν πάντας τρέφοντα. Ἀγγέλου Γαβριὴλ χαῖρε κάλλος, χαῖρε
προστασία τοῦ γένους τῶν ἀνθρώπων.
Τοῦ
Ἁγίου. Λυτρωτὰ τοῦ παντός.
Τῶν πεινώντων τροφὴ Πάτερ γέγονας,
τῶν ἐν θλίψεσι δὲ παραμύθιον` τῶν ἐν ἀνάγκαις Ὅσιε βοηθὸς καὶ προστάτης, διὸ
κραυγάζεις` πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Τῶν Ἀγγέλων αἱ τάξεις
ἐξέστησαν, πολιτείαν τὴν σὴν
μάκαρ
βλεποντες` πὼς ἒτι μετὰ σώματός, ὅστις ἄσαρκος μάκαρ, ἐπολιτεύσω καὶ ἐβόας`
πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὕμνος πρέπει ἡ δόξα καὶ αἲνεσις` τοῦ
Πατρός, καὶ Υἱοῦ, καὶ τοῦ Πνευματος` ὡς γὰρ Πατὴρ δοξάζεται, ὡς Υἱὸς
προσκυνεῖται πίστει καὶ πόθῳ, καὶ τὸ Πνεῦμα ὑμνείται τὸ Ἅγιον.
Θεοτοκίον.
Φῶς τεκοῦσα Παρθένε τὸ ἂδυτον`
φώτισόν μου τὸν νοῦν καὶ διάνοιαν, ἵνα ὕμνῳ σέ Δέσποινα, καὶ βοῶ Σοί ἐκ πόθου`
χαῖρε Μαρία, Παναγία Παρθένε Θεόνυμφε.
Έτερος. Επταπλασίως κάμινον.
Σύ τὸν ἀγῶνα ἔνδοξε, τὸν καλὸν
ἐτελείωσας, Σύ καὶ τὴν πίστιν καθαρῶς ἐτήρησας, τὸν δρόμον διήνυσας, τὸν τῶν
Ὁσίων Ὅσιε, ὅθεν μοναζόντων, ἀνεδείχθης ἀκρότης, βοῶν ἀδιαλείπτως` Ἱερεῖς
εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἐν μέσου κόσμου ὅσιε, καθαρῶς ὄντως
ἒζησας` ὅθεν σὺν ἀνθρώποις Ἄγγελοι ἐθαύμασαν, ὁρῶντες ὡς ἄσαρκον, ἐπὶ τῆς γῆς
βιώσαντα, θάμβει δὲ τῷ Κτίστῃ ἀνεβόων συμφώνως` Σοί δόξα ὄντως πρέπει τῷ τῶν
ὅλων Δεσπότῃ, ὂν καὶ δοξολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Δόξα.
Τὴν τῆς Τριάδος ἕλλαμψιν, κεκτημένως
πανόλβιε, ταύτην ὑμνολόγεις, γηθοσύνως πάντοτε, καὶ πόθῳ ἐδόξαζες, καὶ πίστει
ἀνεκραυγαζες` σέ δοξολογοῦμεν καὶ πιστῶς προσκυνοῦμεν τὴν μίαν ἐν οὐσίᾳ καὶ
τριττὴν ἐν προσώποις` ὁμολογουμένην, εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν.
Ἐν τῇ σῇ μήτρᾳ ᾤκησεν, ὁ ἀσώματος
Κύριος` σάρκα ἐκ τῶν σῶν ἁγνῶν αἱμάτων πάνσεμνε, ἀφύρτως λαβόμενος, σέ Θεοτόκον
ἐδειξεν` ἧν ἀνευφημοῦντες εὐλαβῶς Σοί βοώμεν`
μὴ παύσῃ ἱκετεύειν ὑπὲρ τῶν σέ τιμώντων, καὶ πιστῶς προσκυνούντων τὸν ἄχραντον
σου τόκον.
Καταβασία. Ἀστέκτω πυρὶ ἐνωθέντες…
Ὠδὴ θ`. Ἅπας γηγενής.
Χαῖρε τοῦ Ἀδὰμ ἡ θεία ἀνάκλησις,
χαῖρε τῆς Εὕας χαρά, χαῖρε ἡ κατάλυσις, τῆς ἁμαρτίας χαῖρε τῆς λύπης φθορά.
Χαῖρε ἡ περιφέρεια τῆς σωστικῆς κιβωτοὺ` χαῖρε ῥίζα Ἰεσσαὶ ἀποτιστος` βασιλέως
Δαβὶδ χαῖρε θυγάτερ.
Χαῖρε κορωνίς, Ἀνάκτων στεφάνωμα,
χαῖρε διαδημα` χαῖρε ἐγκαλλώπισμα, ἀρρήτου κάλλους χαῖρε ὀχύρωμα` χαῖρε
θυσιαστήριον τῆς Ἐκκλησίας Χριστοὺ` χαῖρε δόξα, ἱερέων εὔκλεια, χαῖρε βάσις
πιστῶν, χαῖρε σύστημα.
Χαῖρε ἡ λαμπάς, Πατρὸς ἀπαυγάσματος ἡ
πνευμα-τέμφθορος, χαῖρε χώρα εὔφορε, ἡ ἐκβλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, χαῖρε
ἀὴρ πανεύκρατε πνευματοκίνητε, χαῖρε οἶκε θεοκατασκεύαστε, τοῦ Πατρός, καὶ
Υἱοῦ, καὶ τοῦ Πνεύματος.
Χαῖρε τοῦ Θεοῦ, ναὸς ὁ πανάγιος, Ἀγγέλων αἲνεσις` ὕμνος
Ἀρχαγγέλων τε, Ἀρχῶν τὸ ᾆσμα καὶ σεμνολόγημα` ἐξουσιῶν δυνάμεων, κυριοτήτων τε`
καὶ τῶν θρόνων, Χερουβὶμ καὶ Σεραφίμ` καὶ ἡμῶν τῶν πιστῶν καταφύγιον.
Τοῦ
Ἁγίου. Ὁ αὐτός.
Χαίρων τὴν ὁδόν, παμμάκαρ διήνυσας,
τὴν στενωτάτην τε˙ καὶ συναυλιζόμενος, αὐλῶν ὄντως χοροῖς πανόλβιε˙ παρεστηκὼς τῷ θρόνῳ τε τοῦ Βασιλέως
Χριστοὺ` τούτου Πάτερ πρέσβευε δεόμεθα, λυτρωθῆναι κινδύνων τοὺς δούλους σου.
Χαίρων κατοικεῖς, τὰ ἄνῳ βασιλεία καὶ παρισταμένῳ
συμβασιλεύεις
νῦν˙ τῷ παμβασιλεῖ Θεῶ, αὐτὸν δυσώπει
τοὺς ἐκτελούντας σου, τὸ ἱερὸν μνημόσυνον ἐκ πόθου ὄσιε˙λυτρωθῆναι ἐκ παντοίων θλίψεων τῆς
ἄνω τυχεῖν καὶ βασιλείας τε.
Ψάλλοντες πιστοί, τάς χεῖρας
κροτήσωμεν καὶ ἀνυμνήσωμεν` ἀσιγήτοις στόμασιν τὴν παναγίαν τριάδα ἂπαντες` τὴν
ἐν μονάδι φαίνουσα εἰς τρία πρόσωπα` ἐννοοῦντες, ταύτην ἀδιαίρετον` καὶ
ἀσύγχητον μενοῦσα ἄτμητον.
Θεοτοκίον.
Ὦ Μῆτερ Ἁγνή, τοῦ Λόγου γεννήτρια
Παρθένε Ἄχραντε` γῆ ἡ ἀγεώργητος, τὸν θεῖον ἄσταχυν ἡ βλαστήσασα, τὸν τὰ τοῦ
κόσμου αἴροντα πταίσματα ἂπαντα` τοῦτον Κόρη, πρέσβευε δεόμεθα` τοῦ σωθῆναι
ἡμᾶς τοὺς ὑμνούντας σε.
Ἕτερος.
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ἐξέστησαν Ἀγγέλων αἱ στρατιαὶ`
καθορώσαι τὸ ἔνδοξον βίον σου, ὂν ἐπὶ γῆς, Πάτερ ἐτελείωσας καθαρώς` Σύ γὰρ ἐν
θνητῷ σώματι, ἔσχες Ἀσωμάτων διαγωγήν` οἷς νῦν καὶ συναγάλλει` σὺν τούτοις μὴ
ἐλλείπης, ὑπὲρ ἡμῶν πρεσβεύειν πάντοτε.
Ἐν γῆ νῦν τῶν πραέων μάκαρ οἰκῶν, ὡς πραυς τὲ καὶ
ἄκακος Ὅσιε, σούς ὑμνητάς` φρούρει σαῖς δεήσεσιν, ἐκ παντός, ἀνιαροῦ
συπτώματος, ἔχεις γὰρ ἀξίαν πρὸς τὸν Θεόν` ὡς Ὅσιος ὡς θύτης, ὡς ὄντως
θεοφόρος, ὡς μοναζόντων ἀκροθίνιον.
Δόξα.
Ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Θεόν, μὴ
ἐλλείπης ἑκάστοτε πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων χαρμονικῶς, τὴν
ἔνδοξον καὶ πάντιμον, μνήμην σου παμμάκαρ ἐπιτυχείν` λύτρου τῶν ἑπταισμένων`
καὶ ἐν ἡμέρᾳ δίκης, ἐν δεξιᾷ μερίδι τάξασθαι.
Καὶ νῦν. Θεοτοκίον.
Ὠράθης, Ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ
φύσιν τεκοῦσα ἐν σώματι, , τὸν ἀγαθὸν Λόγον ἐκ καρδίας τὴν ἑαυτοῦ, ὂν ὁ Πατὴρ
ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός` ὂν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα
νοοῦμεν, εἶ καὶ τὸ σῶμα περιβέβληται.
Καταβασία. Ἐν νόμῳ σκιὰ καὶ γράμματι…
Ἑξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Κινήσεις τάς τοῦ σώματός, ὡς ῥυπαρὰς
ἐξεφυγας` καὶ ἔξω κόσμου ἐγένου, ἐν κόσμῳ ὧν καὶ ηὔξησας, ψυχῆς σου τὴν
λαμπρότητα, καὶ δόξαν τὴν οὐράνιον, ἐπλούτησας ἀοίδιμε, διὸ μὴ παύσῃ
πρεσβεύειν, ὑπὲρ ἡμῶν Θεοφόρε.
Ἕτερον.
Τὸν Ἰωσὴφ τὸν δίκαιον, καὶ λειτουργὸν
πανάριστον, ὑπέρμαχον τὸν ἐν Κρήτῃ, Ζακύνθου τε τὸν προστάτην, τὸν τοὺς πτωχοὺς
ἐκθρέψαντα, πιστῶς ἀνευφημήσωμεν` ὃς γὰρ ἡμᾶς ἐκ θλίψεως, καὶ ἐν νυκτὶ καὶ
ἡμέρα, πάσης ἀνάγκης λυτρούται.
Θεοτοκίον.
Ὅμοιον.
Χαῖρε ὄρος κατάσκιον` ὁ Ἀββακοὺμ
ἑώρακε, γέφυρα κλῖμαξ καὶ θρόνε, παλάτιον Βασιλέως, κλίνη πορφυρόστρωτε`
Παντάνασσα πανύμνητε` στάμνε καὶ κούφη νεφέλη, χαῖρε Βασίλισσα κόσμου, χαῖρε ἡ
Μήτηρ Κυρίου.
Αἶνοι.
Ἦχος πλ. δ`. Ὦ τοῦ παραδόξου θαύματος.
Πάτερ Ἰωσὴφ πανένδοξε, Σύ τὴν ὁδὸν
τὴν στενήν, ἐπαξίως ἐβάδισας, ὅθεν τέλους ἔτυχες, τῆς ζωῆς τῆς ἀμείνονος, μετὰ
δικαίων ἁπάντων Ὄσιε` μεθ` ὧν δυσώπει
τοὺς εὐφημούντας σου, μνήμην κληρώσασθαι, λύσιν
τε καὶ ἄφεσιν ἁμαρτιῶν, ὅπως εὐφημοῦντες σέ, Θεὸν δοξάζομεν.
Πάτερ Ἰωσὴφ ἀοίδιμε, Σύ ταῖς δακρύων
πηγαῖς, τὴν ψυχὴν ἀπεκαθάρησας, καὶ δοχεῖον ἄμωμον, ἀπετέλεσας Ὄσιε` Πνεύματος
θείου, Ὦ συνιπτάμενος, βλέπεις τὴν τούτου θείαν λαμπρότητα` ἧς ἐπαξίως νῦν, ἀπολαύσας
μέμνησο τῶν ἐπὶ γῆς, σου τὴν παναοίδιμον, μνήμην τελούντων πιστῶς.
Πάτερ Ἰωσὴφ ἀείμνηστε, ἀναπτερώσας
τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, τὸ τοῦ κόσμου ἄστατον, ἐβδελύξω γενομενος`
ὑπὲρ τὸν κόσμον ζέσει ἀράμενος, σταυρὸν σου ὅθεν καὶ ἠκολούθησας, πόθῳ τῷ
Κτίστῃ σου` οὐ καὶ τῆς λαμπρότητος ἐμφορηθείς, ἧς περ καὶ ἡμᾶς τυχεῖν Πάτερ
ἱκέτευε.
Ἄλλος Ἰωσὴφ γεγένησαι, ὡς σιτοδότης
τὸ πριν` Ἰωσὴφ παμμακάριστε διαθρέψας πένητας, καὶ τὸν ἄρτον σου δεδωκας` διὸ
αὐλίζη ἐν οὐρανίοις μοναῖς, σὺν τοῖς Ἀγγέλοις ἐνδιατωμενος` ὅθεν τοὺς πόθῳ σου,
ἐκτελοῦντες πάντοτε τὴν ἱεράν, μνήμην σου μακάριε, σῶσαι πρεσβείαις σου.
Δόξα. Ήχος πλ. Β`.
Τὸν ἐπὶ γῆς Ἄγγελον, καὶ οὐρανοῖς
ἄνθρωπον Θεοῦ, τῶν ἱερέων τὸ καύχημα, καὶ τῶν Ὁσίων τὸ σεμνολόγημα` καὶ τῶν
Κρητῶν τὸ ἐγκαλλώπισμα, Ἰωσὴφ τὸν ἀοίδιμον πιστῶς ἐγκωμιάσωμεν` πεφυτευμένος
γὰρ ἐν τῷ οἴκῳ Κυρίου, ἐξήνθησε δικαίως` ἀρετὰς ἀντὶ καρπῶν προσφέρων τῷ
Δεσπότη` ὅθεν ἐν σκηναῖς οὐρανίοις ἀναπαυόμενος μετὰ πάντων τῶν Ἀγγέλων`
πρεσβεύει τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν, τῶν ὑμνούντων αὐτὸν τὸ ἱερὸν μνημόσυνον.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ
βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν
Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία μεγάλη.
ΜΕΓΑΛΥΝΑΡΙΑ.
Τοὺς ἐπιτελοῦντας τὴν ἱεράν, μνήμην
σου ἀτρώτους, διαφυλάττε σαῖς εὐχαῖς, ἔχων παῤῥησίαν, πρὸς τὸν Θεὸν παμμάκαρ, Ὦ
Ἰωσὴφ Ὁσίων, φαιδρὸν ἀγλάϊσμα.
Χαίροις ὁ τῆς Κρήτης θεῖος βλαστός,
χαίροις ὁ Ζακύνθου ἀπροσμάχητος βοηθός, Ἰωσὴφ τὸ κλέος, Ὁσίων καὶ ἡ δόξα, ἡμᾶς τοὺς
σέ τιμῶντας δεινῶν περισῷζε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου