Ψαλλομένη τῇ 28η Ὀκτωρβίου
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια γ΄ τοῦ Ἤχου καὶ γ΄ τοῦ Ἁγίου.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῆς Βυζαντίδος τὸ κλέος ἀρχιεράρχα Χριστοῦ, τῶν
μοναζόντων δόξα, καὶ ποιμὴν οἰκουμένης, Ἀρσένιε τρισμάκαρ ῥῦσαι ἡμᾶς, τοὺς
ὑμνοῦντάς σε ἔνδοξε, ἀπὸ παντοίων κινδύνων καὶ πειρασμῶν, ὡς Κυρίῳ
παριστάμενος.
Ὡς τοῦ Χριστοῦ μιμητήν σε καὶ ποιμενάρχην σεπτόν, ὡς
καθαρόν σε θύτην, μυστηρίων Κυρίου, Ἀρσένιε τιμῶμεν πάντες πιστῶς, καὶ
δοξάζομεν Ὅσιε, ὡς ζηλωτὴν ἀληθείας ἐλεγκτικόν, εὐσεβῶς ἀνευφημοῦμέν σε.
Ὡς γὰρ τὸ δρᾶμα ἐλέγξας τῆς ἀδικίας σαφῶς, ὑπερωρίσθης
μάκαρ, τοῦ Κυρίου θεράπων, Ἀρσένιε ἀδίκως θρόνου τοῦ σοῦ, καὶ ἐδέξω τὸν
στέφανον, τῆς ἀληθείας ὡς μάρτυς καὶ τὴν ψυχήν, ὑπὲρ ἧς καὶ ἔθυσας μακάριε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τοῦ λίθου
σφραγισθέντος.
Τῆς θείας ἀληθείας γενόμενος ἔλεγχος, καὶ ὑπὲρ ταύτης
τὴν ψυχήν σου ἔθυσας μακάριε, ἀντέστης ὡς ἀδάμας στεῤῥῶς, Ἀρσένιε ὡς μύστης τοῦ
Χριστοῦ· διὰ τοῦτο ἀπελάθης θρόνου τοῦ σοῦ, καὶ εὐσεβῶς βοῶμεν· δόξα τῷ
δεδωκότι σοι ἰσχύν, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν
ἰάματα.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον,
πλὴν τῶν Θεοτοκίων.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀρσένιον ᾄσμασιν, ἀρχιεράρχην ὑμνήσωμεν, τῆς πόλεως
τάυτης γὰρ γέγονε πρόεδρος, οἰκουμένης τε, ἁπάσης πατριάρχης, καὶ ὅσιος ἄκακος,
ὡς ὁ θεῖος Παῦλος βοᾶ.
Βασιλέα ἤλεγξας τὸ δρᾶμα Πάτερ ὃ ἔδρασε, τὸ ἄδικον Ὅσιε
τὸ κεκρυμμένον σαφῶς, καὶ ἀνθέστηηκας· διὸ καὶ ἐξωρίσθης, ὡς δεύτερος ἄλλος τε
θεῖος Χρυσόστομος.
Γενόμενος Πνεύματος τοῦ παναγίου Ἀρσένιε, μητρὸς ἐκ
κοιλίας γὰρ καὶ σκεῦος ἅγιον, καὶ θείας πολιτείας· διὸ καὶ τιμῶμέν σε
ἀρχιεράρχα Χριστοῦ.
Θεοτοκίον.
Παρθένε πανάμωμε Χριστιανῶν τὸ προσφύγιον, ᾠδήν Σοι
ἐπάξιον ἀνεύφημουμεν πιστῶς, τὴν κυήσασαν, Θεὸν τὸν κτίστην πάντων, Αὐτὸν
ἱκετεύουσα ὑπὲρ τῶν δούλων Σου.
ᾨδὴ γ΄. Τοὺς Σοὺς
ὑμνολόγους.
Δοχεῖον ἐγένου τῆς Τριάδος, Ἀρσένιε ἔνδοξε σεπτόν,
θεῖον παμμάκαρ ἔμψυχον, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, καὶ πατριάρχην ἔχρισε τῆς
οἰκουμένης ὁσιώτατε.
Εὐγνώμων ἐγένου τοῦ Δεσπότου, καὶ δοῦλος Χριστοῦ τοῦ
Ἰησοῦ· διό σε καὶ κατέστησεν, ἐπὶ πολλῶν Ἀρσένιε, ῥῦσαι ἡμᾶς ἐκ θλίψεων καὶ
κινδύνων ταῖς πρεσβείαις σου.
Ζωὴν τὴν ἀγήρω ἐκληρώσω, πανόλβιε μύστα τοῦ Χριστοῦ,
Ἀρσένιε μακάριε, ἀρχιεράρχα μέγιστε, τοὺς ὑμνητάς σου σκέπασον ἀπὸ παντοίων
προσβολῶν τοῦ ἐχθροῦ.
Θεοτοκίον.
Πανύμνητε Δέσποινα Παρθένε, διάσῳζε πάντας τοὺς πιστῶς,
δοξάζοντάς Σε ἄχραντε, τοῦ Ἀρσενίου πάναγνε, καὶ Σὺ αὐτοὺς ἀντιδόξασον.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ταχὺ πρὸς ἀντίληψιν τῶν προστρεχόντων εἰς σέ, ζῶν καὶ
μετὰ θάνατον Πάτερ Ἀρσένιε, ἀοίδιμε Ὅσιε, πόθῳ σου τὴν ἁγίαν, τὴν τῶν θείων
λειψάνων λάρνακαν, προσκυνοῦμεν ἀσπαζόμενοι πίστει· διὸ καὶ τὰς ἰάσεις,
δωρεῖται ὁ Κύριος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ μόνη κυήσασα τὸν ποιητὴν τοῦ παντός, ἡ μονη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου Ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, ὃν ἐσωμάτωσας.
Ἢ Σταυροθεοτοκίον ὅμοιον.
Ἡ ἄνυμφος Μήτηρ σου ὡς ἐθεάσατο, Σταυρῷ σε ὑψούμενον ὀδυρομένη πικρῶς, τοιαῦτα ἐφθέγγετο. Τί τὸ καινὸν καὶ ξένον, καὶ παράδοξον θαῦμα; πῶς σε ἄνομος δῆμος, τῷ Σταυρῷ προσπηγνύει, τὸν μόνον σε ζωοδότην, φῶς μου γλυκύτατον;
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἡ σεβάσμιός σου
μάκαρ πολιτεία καὶ ἄσκησις,
καθαρόν σε θύτην
Ὅσιε Χριστοῦ σε ἀνέδειξεν, καὶ ποιμενάρχην ἀξίως καὶ ἰσάγγελον, θεαρέστως βιώσας
σεπτῶς ὁσιώτατε.
Θεῖος πρόμαχος ἐφάνης ἀληθείας καὶ ἔλεγχος, ἀδικίας
Πάτερ καὶ οὐκ αἰσχυνόμενος Ὅσιε, οὐδὲ πτοούμενος μάκαρ βασιλέως γάρ, ἐναντίον
ὁμιλῶν ὥς φησιν ἡ Γραφή.
Ἵνα σε ὡς ποιμενάρχην οἰκουμένης πανεύφημον, καὶ τῆς
Βυζαντίδος κόσμιον πατέρα καὶ ὅσιον, ἀνευφημοῦμεν τρισμάκαρ προεχρίσατο, ἐκ
κοιλίας μητρὸς ἱερέα Χριστὸς ὁ Θεός.
Θεοτοκίον.
Ἄχραντε τοὺς Σοὺς ἱκέτας διαφύλαττε πάντοτε, ἐκ τῶν
ἐναντίων καὶ τῶν περιστάσεων Δέσποινα, ἐκ τοῦ ἐχθροῦ ἐρχομένων παναμώμητε, ὡς
γεννήτρια Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
ᾨδὴ ε΄. Ἐξέστη τὰ
σύμπαντα.
Κοσμήσας ὡς γνήσιος ἀρχιεράρχης ἔνθεος, μάκαρ Ἐκκλησίαν
τοῦ Κυρίου, τῆς Βυζαντίδος ἀρχῆς ἀνάκλησιν, πρώτιστος ἐγένου καὶ ποιμήν, πάντας
τοὺς τιμῶντάς σε περιέπεις Ἀρσένιε.
Λαβὼν τὸν σωτήριον σταυρὸν τὸν τοῦ
Κυρίου σου, τοῦτον ἠκολούθησας παμμάκαρ, καὶ εὗρες χάριν τῶν θαυμασίων Αὐτοῦ, καὶ
γέγονας Ὅσιε φωστήρ, πᾶσι τοῖς ὑμνοῦσί σε, τὰς ἰάσεις δωρούμενος.
Μακάριον εἴληφας παρὰ Θεῷ μακάριε, στέφανον ἐξ ὕψους
ἀοράτως, καὶ χάριν Πάτερ θαυμάτων Ὅσιε, λειψάνων σου θήκην καὶ σορόν, πίστει
τοὺς ἀσπάζοντας ἐκ κινδύνων λυτρούμενος.
Θεοτοκίον.
Ἐξέστησαν ἅπαντα τὰ τῶν Ἀγγέλων Τάγματα, Σοῦ τῆς
παναγίας Θεοτόκου, τὸ φρικῶδες ἁγνῆς Παρθένου ὁρῶντα ἄχραντε, πάνσεμνε
μυστήριον σαφῶς, Θεὸν γὰρ ἐγέννησας, τὸν ἀχώρητον κτίσεως.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Νικήσας Πάτερ Ἀρσένιε, νικήσαντα τὸν πάλαι προπάτορα,
ἡμῶν μακάριε, μοναδικῇ πολιτείᾳ σου· δι’ ἧς ὁσίως τοῦτον ἄρδην κατέβαλες.
Ξενίζων ξένους Ἀρσένιε, οἰκτείρων καὶ κιχρῶν ἀενάως τε,
τοὺς δεομένους σε, εὗρες καὶ χάριν παρὰ Κυρίου σου, θαυμάτων Πάτερ
ἀξιοθαύμαστε.
Ὁ πάσης κτίσεως Κύριος, προγνώστης καὶ Θεός σε
ἐχρίσατο, ποιμένα μέγιστον, καὶ ἐξελέξατο Ὅσιε, πρὸ τοῦ σε τεχθῆναι, ὡς
καθαρώτατον.
Θεοτοκίον.
Τὴν θείαν Σκέπην Σου ἄχραντε,
προστρέχοντες πανύμνητε Δέσποινα, καὶ ἐκβοῶμέν Σοι· κινδύνων πάντων καὶ
θλίψεων, καὶ κοσμικῶν σκανδάλων ρῦσαι τοὺς δούλους Σου.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ
ὑπερμάχῳ στρατηγῷ.
Τῷ ποιμενάρχῃ τοῦ Κυρίου καὶ θεῖον ἔλεγχον, τῆς
ἀληθείας ὡς σεπτὸν εὐσεβῶς κήρυκα, ἀρχιεράρχην Βυζαντίδος σὲ εὐφημοῦμεν· ἀλλ’
ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, ἐκ παντοίων κινδύνων ἡμᾶς ἐλευθέρωσον, ἵνα κράζωμέν
σοι· Xαίροις Πάτερ Ἀρσένιε.
Ὁ Οἶκος.
Ἄνωθεν ἐξ ὑψίστου κεχρισμένος ἐδείχθης, σεπτὸς
ἀρχιεράρχης καὶ θεῖος, Ἀρσένιε μάκαρ ζηλωτὴς τῆς ἀληθείας καὶ ταύτης ἔλεγχος·
δι’ ἧς γὰρ καὶ ἐξωρίσθης, καὶ βοῶμέν σοι νῦν τοιαῦτα·
Χαῖρε, δι’ οὗ ἀπηλέγχθη ἡ ἀδικία·
χαῖρε, ὅτι οὐκ ἐδέξω τοὺς δεχομένους ταύτην.
Χαῖρε, ἀδικίας κρυφῆς ἡ φανέρωσις·
χαῖρε, τῆς ἀληθείας λύχνος ὁ ἔμψυχος.
Χαῖρε, ὕψος ἀρχιερέων καὶ Ὁσίων καλλονή·
χαῖρε, τούτων ἡ εὐπρέπεια καὶ τοῦ κόσμου ὁ ποιμήν.
Χαῖρε, ὅτι ὑπάρχεις οἰκητήριον θεῖον·
χαῖρε, ὅτι τοῦ Ἁγίου Πνεύματος ἐγένου.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὴν ἀλήθειαν·
χαῖρε, φωστὴρ τοῦ κόσμου καὶ ἥλιος.
Χαῖρε, δι’ οὗ ὁ Θεὸς θαυμαστοῦται·
χαῖρε, δι’ οὗ δοξάζεται ὁ πλάστης.
Χαίροις, Πάτερ Ἀρσένιε.
Συναξάριον.
Τῇ ΚΗ΄ Ὀκτωβρίου, μνήμη τοῦ Ἁγίου Ἀρσενίου τοῦ Αὐτωρειανοῦ, Πατριάρχου
Κωνσταντινουπόλεως.
Ταῖς αὐτοῦ ἁγίαις
πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Παριστάμενος τῷ θρόνῳ τοῦ παντάνακτος, μακαριώτατε ἐν
οὐρανοῖς τοῦ Θεοῦ, ἐχέφρων Ἀρσένιε πάντων μνημόνευε, τοὺς κραυγάζοντας· ὁ τῶν
Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ῥώμῃ θείᾳ ἱερούργησας ἰσχύων σε, Χριστῷ μακάριε
ἀρχιεράρχα σαφῶς· διὸ καὶ ἐδίδασκες ἡμᾶς κραυγάζοντας· ὑπερύμνητε ὁ τῶν Πατέρων
Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Σωτηρίαν ἐκδιδάσκων νουθετῶν ἡμᾶς, μακαριώ-τατε ὡς τοῦ
Χριστοῦ μιμητής, ψυχῆς τε Ἀρσένιε ἀρχιεράρχα σοφέ, καὶ βοᾶν Αὐτῷ· ὁ τῶν Πατέρων
Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Δυσωποῦμέν Σε πανάχραντε ἱκέτευε, τὸν Σὸν Υἱὸν καὶ
Θεόν, τοῦ οἰκτειρῆσαι ἡμᾶς τοὺς δούλους Σου Δέσποινα, τοὺς Σὲ δοξάζοντας, καὶ
κραυγάζοντας· εὐλογημένος Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ταγμάτων Ὁσίων συγχορεύεις, Ἀρσένιε Ἀποστό-λων καὶ
πατριαρχῶν, ὡς πάντων συμμέτοχος πάντας ἡμᾶς μέμνησο, ταῖς ἱκεσίαις σου ᾀεὶ
κραυγάζοντας· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς
αἰῶνας.
Ὕψος ἀρετῶν ἐποχετεύων, ἐπέβης
ἀρχιερέων ἐγκαλλώπισμα, ἔφθασας πανόσιε, εἰς τὰ ὑπερ-κόσμια, τοῦ οὐρανοῦ
Βασίλεια, καὶ τὰ σκηνώματα· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς
πάντας τοὺς αἰῶνας.
Φέρων τὸν σταυρὸν τὸν τοῦ Κυρίου, ἐπ’ ὤμων Ἀρσένιε
μακάριε, τούτου ἠκολούθησας, ἴχνεσι τὸ ποίμνιον, ἀρχιεράρχα πάνσεπτε τὸ σὸν
ἐδίδασκες· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Παῖδας εὐαγεῖς ὡς ἐν καμίνῳ, ὁ τόκος Σου τότε διεσώσατο,
Δέσποινα Θεόνυμφε, νῦν δὲ καὶ τοὺς δούλους Σου, ἐκ τῶν κινδύνων ῥύσασθαι τοῦτον
ἱκέτευε, δαιμόνων, προσβολαῖς καὶ ἀνθρώπων, πονηρῶν Παρθένε, ἀεὶ ἐπερχομένων.
ᾨδὴ θ΄. Εὔα μὲν τῷ τῆς παρακοῆς.
Χρίσας σε παμμάκαρ ὁ Χριστὸς Ἀρσένιε πατριάρχην, οἰκουμένης
τε τῆς Βυζαντίδος Ἐκκλη-σίας, ἀνάκλησιν καὶ πρόμαχον πρώτιστον, τῆς θείας γὰρ
ἀληθείας στεῤῥώτατον· ὅθεν σε πάντες μακαρί-ζομεν.
Ψάλλεις νῦν μετὰ τῶν ἀσκητῶν Ἀρσένιε καὶ Ὁσίων,
Ἀποστόλων τε μετὰ Δικαίων καὶ Μαρτύρων, Κυρίῳ τῷ Θεῷ παριστάμενος, τὸν κόσμον
ἱλεούμενος πάνσοφε· διό σε πάντες μακαρίζομεν.
Τριαδικόν.
Ὤμοσε καὶ ἔστησεν ἐν Σοὶ Ἀρσένιος Σὸς οἰκέτης, τοῦ
φυλάξασθαι τὰς ἐντολάς Σου ὡς θεράπων, Τρισήλιε Θεὲ παντοδύναμε, μονάρχα Πάτερ
Υἱὲ καὶ τῷ Πνεύματι· ὅθεν καὶ εὗρε τὴν ἀντάμειψιν.
Θεοτοκίον.
Ἁγίαν Νύμφη Θεόνυμφε, ἁγνὴ θεράπευσον
τὰς καρδίας, τῶν ὑμνούντων Σε Δέσποινα πάντων Θεοτόκε, καὶ ῥῦσαι πειρασμῶν τε
καὶ θλίψεων, παντοίων ἐπερχομένων τοῖς δούλοις Σου, τοῦ Ἀρσενίου παρακλήσεσι.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Πατριαρχῶν Ὁσίων συμμέτοχος, ἀνεδείχθης καύχημα
οἰκουμένης, ποιμὴν θρεμμάτων Κυρίου, Ἀρσένιε πατριάρχα, τοὺς ἀνυμνοῦντάς σε
σῷζε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου