Ψαλλομένη τῇ 11η Ἰουνίου
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακόν τό Μακάριος ἀνήρ. Εἰ τύχοι οὖν
ἔντινι τῶν Δεσποτικῶν ἑορτῶν, εἰς τὸ Κύριε Ἐκέκραξα ἱστῶμεν στίχ. η΄ καὶ ψάλλομεν τῆς Ἑορτῆς δ΄ καὶ τοῦ Ἀποστόλου
δ΄, εἰ δ΄ ἐκτὸς τύχοι τούτων, ἅπαντα τοῦ Ἀποστόλου εἰς η´. Στιχηρὰ Προσόμοια.
Ἦχος δ´. Ὁ ἐξ ὑψίστου κληθεὶς τῆς Βασιλείας.
Ἀξίως ὄντως Βαρνάβας ἐπεκλήθης, μιστά παναοίδημε ὑπ᾿
Ἀποστόλων Χριστοῦ· σὺ γὰρ υἱὸς παρακλήσεως, πᾶσιν ἐδείχθης, χρησταῖς ἐλπίσι
παραμυθούμενος, Σταυρὸν φόρτον ἄρας τε τὸν ἐλαφρώτατον, ζυγόν τε φέρων
χρηστότατον, τῆς ἁμαρτίας ἄχθος ἐξαίροντα
τὸ πικρότατον· ὅθεν σὲ πίστει μακαρίζομεν, εὐφημοῦντες ἀεὶ Παμμακάριστε,
ὡς Ἀπόστολον μέγαν, παρακλήτου ὡς ἐπώνυμον. (Δίς).
Μέγα τὸ κλέος τὸ σόν ἐστι Βαρνάβα, ἐπείπερ αὐτόκλητος
Χριστῷ προσέδραμες, πεισθεὶς τοῖς λόγοις καὶ θαύμασι· διὸ προφρόνως, μετὰ τοὺς
Δώδεκα Χριστὸς ἔταξεν, ἐν τοῖς Ἑβδομήκοντα κορυφαιότατον· αὔθις δὲ Πνεῦμα τὸ
Ἅγιον, μετὰ τοῦ Παύλου, Ἀπόστολον σὲ ἴδιον ἔφησεν, ἐξαποστεῖλαν προηγούμενον,
εἰς τὰ ἔθνη, Χριστῷ ἃ προσήγαγες, προσκυνεῖν ἐκδιδάξας, μίαν φύσιν
τρισυπόστατον.
Εὐχαριστήριον ὕμνον σοι προσάδει, πατρίς ἡ τιμία σου
Κύπρος ἀοίδιμε, ὅτι σὺ ταύτην Ἀπόστολε ἐξ οἰκουμένης, πάσης σαὐτῷ εἰς θρόνον
ἐστήριξας, καὶ γὰρ Ἀντιόχειαν, σὺ προετοίμασας, καὶ Ῥώμην αὔθις τῷ Σίμωνι, τὴν
Ἀλεξάνδρου, Μάρκῳ τῷ πάνυ. Πρώτας τῶν Πόλεων, τὴν δὲ πατρίδα οἰκειωσάμενος,
Ἀποστόλων εἰς θρόνον ἀπέδειξας, Βασιλείοις τιμήσας, αὐτεξουσίοις τε
γνωρίσμασιν.
Ἕτερα. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Εἴληφας Ἀπόστολε, κατὰ δαιμόνων ἀήττητον, ἐξουσίαν καὶ
δύναμιν, Χριστοῦ ἐν ὀνόματι τὰς ἀρχὰς τοῦ σκότους τούτων ἀπελαύνων, καὶ
διελήλυθας τὴν γῆν, καταλαμπρύνων καθάπερ ἥλιος, τὴν Ῥώμην τὴν ἀοίδιμον,
καταλαβὼν πρῶτος ἔνδοξε, τοῦ Χριστοῦ ἀνεκήρυξας, τὴν σωτήριον ἕλευσιν. (Δίς).
Πρώτην ἀγαθότητα, καὶ φυσικὴν καὶ ὑπέρθεον, πολιτείαν
μιμούμενος, ἀνήρ, ἐχρημάτισας, ἀγαθὸς Βαρνάβα, κατὰ μετουσίαν καὶ παρακλήσεως
υἱός, διαφερόντως ὀνομαζόμενος, τῶν τρόπων σοῦ χρηστότητι, καὶ τῇ τοῦ νοῦ
καθαρότητι, τοὺς πιστοὺς παρεκάλεσας, ἐπιμένειν τῇ χάριτι.
Ὄργανον εὐάρμοστον, τῇ θεϊκῇ κυβερνώμενον, ἐνεργείᾳ τοῦ
Πνεύματος, Βαρνάβα γενόμενος, τῶν ἐθνῶν τὴν κλῆσιν, σὺ κατεπιστεύθης, πρὸς τὴν
ἐπίγνωσιν Χριστοῦ, μεταῤῥυθμίζων λόγοις καὶ πράξεσι, καὶ ταῦτα κατεφώτισας,
ὁμολογεῖν ἀληθέστατα, Ἰησοῦ τὴν θεότητα, καὶ Σωτῆρος, ἀοίδιμε.
Δόξα. Ἦχος πλ. α´. Ἰλαρίωνος Ἀρχιεπισκόπου Κύπρου.
Λευϊτικῆς ἐκβλαστήσας φυλῆς, Προφητικῆς τε καὶ
Ἱερατικῆς, ὡς Μωϋσῆς, καὶ Σαμουήλ, τὴν νομικὴν μετὰ Ἀαρὼν Ἱερωσύνην ὑπερήλασας.
Χριστῷ γὰρ φοιτήσας Θεῷ Βασιλεῖ καὶ Ἀρχιερεῖ, τῆς χάριτος Λειτουργός, μύρῳ
νοητῷ κατακέχρισαι, καὶ Ἀπόστολος ἐθνῶν προχειρισθείς, εἰς τὴν οἰκουμένην ὑπὸ
τοῦ Πνεύματος ἐξαπεστάλης, τὴν Ἀρχιερατικὴν ἐπωμίδα ὡς ποιμήν, καὶ τὸν ποδήρη
οἷα δίκτυον, ὡς ψυχῆς ἁλιεὺς καὶ τὸ πολύτιμον λόγιον, ὡς κῆρυξ τῆς χάριτος ἀπημφιάσω.
Ἄρτον Οὐράνιον, καὶ Οἶνον σωτήριον, θυσίαν ἀναίμακτον προσφέρων, κατὰ τὴν τάξιν
Μελχισεδέκ. Ὅθεν ἀντὶ γνόφου, καὶ νεφέλης, τὴν γλωσσοπυρσόμορφον τοῦ Πνεύματος
χάριν δεξάμενος, ἐξουσίαν εἴληφας ἀφιέναι ἁμαρτίας, φωτίζειν τε καὶ καθαίρειν,
καὶ ἁγιάζειν τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν τῆς Ἑορτῆς, εἰ ἐστὶν, εἰδεμήγε·
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς
ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ
Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς
προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες,
ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Εἴσοδος. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Καθολικῆς πρώτης Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα.
Ἀγαπητοί, εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι'
ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν εἰς κληρονομίαν ἄφθαρτον, καὶ ἀμίαντον, καὶ
ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς, εἰς ἡμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους
διὰ πίστεως, εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ. Ἐν ὦ
ἀγαλλιάσθε, ὀλίγον ἄρτι (εἰ δέον ἐστι) λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα
τὸ δοκίμιον ἡμῶν τῆς πίστεως, πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ
πυρὸς δὲ δοκιμαζόμενου, εὑρεθῆ εἰς ἔπαινον, καὶ τιμήν, καὶ δόξαν, ἐν ἀποκαλύψει
Ἰησοῦ Χριστοῦ, ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δέ,
ἀγαλλιάσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως
ὑμῶν σωτηρίαν ψυχῶν.
Καθολικῆς πρώτης Ἐπιστολῆς Πέτρου τό Ἀνάγνωσμα.
Ἀγαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ἡμῶν,
νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ
Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν
ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ἡμᾶς Ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ
ἀναστροφῇ γεννήθητε, διότι γέγραπτε. Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ Ἅγιός εἰμι. Καὶ εἰ
πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὰ ἑκάστου ἔργον, ἐν φόβῳ
τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες, ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἡ
χρυσίῳ ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαράδοτου, ἀλλὰ τιμίῳ
αἵματι, ὡς ἀμνοῦ ἀμώμου, καὶ ἀσπίλου Χριστοῦ.
Καθολικῆς πρώτης Ἐπιστολῆς Πέτρου το Ἀνάγνωσμα.
Ἀγαπητοί, παρακαλῶ ὑμᾶς ὡς παροίκους καὶ παρεπίδημους,
ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν
ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα ἐν ὧ καταλαλῶσιν ὑμῶν ὡς
κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες, δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ
ἐπισκοπῆς, ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε Βασιλεῖ, ὡς
ὑπερέχοντι, εἴτε Ἡγεμόσιν, ὡς δι’ αὐτοῦ πεμπομένοις, εἰς ἐκδίκησιν μὲν
κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν, ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ,
ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀγνωσίαν. Ὡς ἐλεύθεροι, καὶ μὴ ὡς
ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ᾿ ὡς δοῦλοι Θεοῦ, πάντας
τιμήσατε. Τὴν ἀδελφότητα ἀγαπᾶτε. Τὸν Θεὸν φοβεῖσθε. Τὸν Βασιλέα τιμᾶτε. Οἱ
οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ
ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς. Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ
ὑποφέρει τις λύπας, πάσχων ἀδίκως, ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες, καὶ
κολαφιζόμενοι ὑπομενεῖτε; Ἀλλ᾿ εἰ ἀγαθοποιοῦντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε,
τοῦτο χάρις παρὰ Θεῷ, εἰς τοῦτο γὰρ ἐκλήθητε ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν,
ὑμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ. Ὃς ἁμαρτίαν
οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὃς λοιδορούμενος, οὐκ
ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Ὃς τὰς
ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς
ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος β´.
Βαρνάβα Ἀπόστολε, τὸ ἐξαστράπτον κειμήλιον τοῦ Ἁγίου
Πνεύματος, καὶ τῶν Κυπρίων τὸ μέγα καύχημα, ὡς υἱὸς παρακλήσεως, ὁ καὶ πρὸ
Παύλου τῶν ἑβδομήκοντα Μαθητῶν γενόμενος κορυφή, καὶ μετὰ Παύλου πάλιν τὸ
εὐαγγέλιον κηρύξας τοῖς ἔθνεσιν. Ὅθεν καὶ τῆς χάριτος τὸν Λόγον δι’ ἔργων
πληρώσας, σεαυτὸν προσήνεγκας, ὁλοκάρπωμα καθαρὸν τῷ διδασκάλῳ σου Χριστῷ· ὦ
καὶ πρέσβευε διὰ παντός, Ἀπόστολε ἔνδοξε, ἐν εἰρήνη σῴζεσθαι, τοὺς ἐν πίστει
ἐκτελοῦντας, τὴν χαρμόσυνον καὶ πανέορτον μνήμην σου.
Ὁ αὐτός.
Δεῦτε τῶν Κυπρίων, ὁ δῆμος σήμερον, φαιδρῶς ἑορτάσωμεν
ἐπὶ τῇ θείᾳ Πανηγύρει τοῦ ἐνδόξου Ἀποστόλου καὶ θεοκήρυκος, καὶ θείοις
ἐγκωμίοις αὐτὸν στέψωμεν λέγοντες. Χαίροις Βαρνάβα Ἀπόστολε, ὁ πρῶτος ἐν
Ἱερουσαλὴμ κηρύξας τὸ Χριστοῦ Εὐαγγέλιον. Χαίροις ὁ τῶν Ἀντιοχέων θεῖος
Διδάσκαλος, ὃς καὶ παρεκάλεις αὐτοὺς τῇ Ὀρθοδόξῳ προσμένειν πίστει. Χαίροις ὁ
τῶν ἑβδομήκοντα Ἀποστόλων κορυφαῖος, καὶ τῶν δώδεκα ἰσοστάσιος. Χαίροις τῆς
Ἰταλίας ὁ πρῶτος κῆρυξ, Εὐρώπης δὲ καὶ Ἀσίας ὁ θεῖος ῥήτωρ· χαίροις τῶν Κυπρίων
τὸ μέγιστον εὖχος, καὶ θεῖον βλάστημα, πρόεδρος καὶ ποιμὴν αὐτῶν, καὶ τεῖχος
ἀκράδαντον· ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς Χριστὸν τὸν Θεόν, πρέσβευε ὑπὲρ τῆς
ἐκλεκτῆς σου ποίμνης, ἀσάλευτον προσμένειν τῇ πίστει τοῦ Χριστοῦ, ἐρηρεισμένην
καλῶς εἰς αἰῶνα αἰῶνος, Πανεύφημε.
Ὁ αὐτὸς.
Βαρνάβα Πανεύφημε, ὁ τῶν Κυπρίων θεῖος βλαστός, καὶ
μέγα καύχημα, ὁ τῶν ἑβδομήκοντα Ἀποστόλων κορυφαῖος, καὶ τῶν δώδεκα ἰσοστάσιος,
ὁ τὴν στὴν Πατρίδα τιμήσας εἰς θρόνον πανένδοξε, τοῖς βω ασιλείοις χαρίσμασι,
καὶ αὐτεξουσίοις γνωρίσμασιν ὁ καὶ θείας Πίστεως πεπληρωμένος ὑπάρχων, πρέσβευε
Χριστῷ τῷ σῷ Διδασκάλῳ καὶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Ἡ Πάνσεπτος καὶ θεοτίμητος Ἑορτή, τοῦ πανευφήμου Βαρνάβα,
ἐπεδήμησε τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, προξενοῦσα ἡμῖν εὐφροσύνην σωτήριον.
Μυστικῶς οὖν κροτήσωμεν, καὶ τούτῳ προσείπομεν λέγοντες. Χαίροις φωστὴρ τῶν ἐν
σκότει, ἀκτὶς ὑπάρχουσα φαεινή. Χαίροις Ἀπόστολε ἔνδοξε, τῶν θείων δογμάτων
θεμέλιε ἀῤῥαγέστατε. Χαῖρε κῆρυξ τῆς χάριτος, τῶν Κυπρίων τε μέγα καύχημα, καὶ
τῆς οἰκουμένης φαιδρόν ἀγαλλίαμα.
Δόξα. Ἦχος πλ α´.
Πιστῶς πανηγυρίζομεν τὴν πάνσεπτον καὶ χαρμόσυνον
ἡμέραν τῆς σῆς μνήμης Βαρνάβα πανεύφημε, ἀνευφημοῦντές σε ὡς υἱὸν παρακλήσεως,
τῶν ἑβδομήκοντά τε Ἀποστόλων κορυφαιότατον, καὶ τῶν δώδεκα ἰσοστάσιον. Τῶν
Ἀντιοχέων δὲ πάλιν φωστῆρα, καὶ τῶν Κυπρίων θεῖον πρόεδρον καὶ ποιμένα. Ὅθεν
καὶ τῷ Δεσποτικῷ θρόνῳ σὺν ἀσωμάτοις ἀεὶ παριστάμενος, Ἀποστόλων τε καὶ
Μαρτύρων χοροῖς, ἐκτενῶς ἱκέτευε Χριστὸν τὸν Θεόν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν τῆς ἑορτῆς ἤ Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν. Μακαρίζομεν σε...
Εἰς τὸν Στίχον Στιχηρά Προσόμια
Ἦχος πλ α´. Χαίροις ἀσκητικῶν.
Χαίροις ἀποστολὴν τῶν ἐθνῶν, ἐμπιστευθεὶς ὑπὸ τοῦ
Πνεύματος ἔνδοξε, Βαρνάβα τῆς οἰκουμένης, ἀκτινοβόλος φωστήρ, Ἐκκλησίας βάσις
ἀπερίτρεπτος, ὁ κῆρυξ τῆς χάριτος, εὐσέβειας διδάσκαλος, πίστεως στῦλος
γεγονώς, προφητείας τε, ἐνδιαίτημα καθαρὸν καὶ σεβάσμιον, Παύλου ὁ
προηγούμενος, τῆς Κύπρου τὸ καύχημα, τῶν ἑβδομήκοντα πρῶτος, τῶν δώδεκα
ἰσοστάσιος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν...
Χαίροις ὁ πάλαι μὲν Ἰωσῆ, προσηγορίαν κληρωσάμενος
ἔνδοξε, τανῦν δὲ τῶν ἀρετῶν σου περιουσίᾳ πολλῇ, τὴν ἐπωνυμίαν ἀμειψάμενος, υἱὲ
παρακλήσεως, Παρακλήτου ἐπώνυμε, ἐκ τοῦ Πατρὸς μὲν προρισθεὶς εἰς Ἀπόστολον,
ὑπὸ Υἱοῦ τε καὶ Ἁγίου Πνεύματος, σκεῦος ἁγνὸν τῆς χάριτος, ὁ πίστεως ἔμπλεως,
καὶ χαρισμάτων παντοίων, ὡς ἀγαθὸς μαρτυρούμενος, Χριστὸν ἐκδυσώπει ταῖς ψυχαῖς
ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ...
Χαίροις Ἀντιοχέων λαμπτήρ, Χριστιανῶν ἐπωνυμίαν
ἐνθέμενος, καὶ Ῥώμην πρῶτος φωτίσας, Εὐαγγελίου αὐγαῖς, καὶ τῆς Ἰταλίας τὸ
περίγειον, θαυμάτων πυρσεύμασι καταπλήξας τὰ πέρατα, Μεδιολάνων προεδρεύσας ἐν
χάριτι, καὶ τὴν μέλαιναν ἐκδιώξας ἀσέβειαν, αὔθις εἰς Ἀλεξάνδρειαν, Εὐρώπην
ἐπέδραμες, Κύπρον σὴν πάλιν πατρίδα, ἀρχὴν καὶ τέλος σοῖς αἵμασι, καὶ λόγοις
κοσμήσας νῦν πρεσβεύεις πρὸς τὸν κτίστην ἐλεηθῆναι ἡμᾶς.
Δόξα. Ἦχος πλ. δ´. Ἰλαρίωνος Ἀρχιεπισκόπου Κύπρου.
Ἔχει μὲν ἡ θειοτάτη σου ψυχὴ καὶ ἄμωμος, Βαρνάβα
ἰσάγγελε, τὴν ἄνω Ἱερουσαλὴμ πατρίδα οὐράνιον, ἔχει δὲ καὶ τὸ πολύαθλόν σου
σῶμα, τὴν θεοδίδακτόν σου Κύπρον πατρίδα ἐπίγειον. Ἄνω μὲν τὸ πνεῦμα παρὰ τῷ
θρόνῳ τοῦ ἀοράτου Θεοῦ, μετ᾿ Ἀγγέλλων συναγάλλεται, τῇ τερπνοτάτῃ θέᾳ τῆς
ἀπροσίτου δόξης, ἐντρυφῶν τῆς θεότητος, καὶ τῆς ὁμοουσίου Τριάδος τῇ ἑνώσει
θεούμενον, κάτω δὲ ἡ σωρὸς τῶν τιμίων Λειψάνων σου, ἰαμάτων πηγὴ ἀναδείκνυται.
Ἐπὶ πολὺ δὲ διαρκέσασα, διὰ τὰς πυκνὰς ἐνεργείας, τόπος ἰάσεων ἐπικαλεῖται, διὸ
δὴ καὶ νῦν ἡμῖν ἀοράτως συνών, ἐκ τῆς οὐρανίου περιοπῆς, ἐν Θεῷ τε
ἐπισκεπτόμενος ἡμᾶς, ἀποσόβησον ἀφ᾿ ἡμῶν ὡς φιλόστοργος, πᾶσαν ὀργὴν
ἐπερχομένην διὰ τὰς ἀνομίας ἡμῶν, λιμοῦ λοιμοῦ τε καὶ σεισμοῦ, ἀκρίδος,
ὁμίχλης, πυρός τε καὶ χαλάζης, πολέμων ἐπιδρομὰς καὶ αἰφνίδιον θάνατον, καὶ
πᾶσαν ἐπιβουλὴν τοῦ διαβόλου, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἀπολυτίκιον τοῦ Ἀποστόλου. Ἦχος, γ´.
Ἀπόστολε ἅγιε Βαρνάβα, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα
πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἕτερον. Ἦχος α’ .
Τὸ μέγα κλέος τῆς Κύπρου, τῆς Οἰκουμένης τὸν κήρυκα,
τῶν Ἀντιοχέων τὸν πρῶτον τῆς χριστωνύμου κλήσεως ἀρχιτέκτονα, τῆς Ῥώμης τὸν
κλεινὸν εἰσηγητήν, καὶ θεῖον τῶν ἐθνῶν σαγηνευτήν, τὸ τῆς χάριτος δοχεῖον, τοῦ
Παρακλήτου Πνεύματος τὸν ἐπώνυμον. Ἀπόστολον τὸν μέγαν, τόν τοῦ θείου Παύλου
συνέκδημον, τῶν ἑβδομήκοντα πρῶτον, τῶν δώδεκα Ἰσοστάσιον, πάντες συνελθόντες
σεπτῶς οἱ πιστοί, τὸν Βαρνάβαν ᾄσμασι στέψωμεν, πρεσβεύει γὰρ Κυρίῳ, ἐλεηθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν τῆς Ἑορτῆς, ἤ τὸ
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε, σὺν τῇ
φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος
Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, δόξα τῷ
ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ
τοῦ τόκου σου.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν,
Κάθισμα. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τὸν Ἀπόστολον πάντες ἀνευφημήσωμεν, ὡς αὐτόπτην τοῦ
λόγου καὶ θεῖον κήρυκα, καὶ τῶν ἐθνῶν πνευματικὸν σαγηνευτὴν ὡς ἀληθῶς, ὅτι
προσήγαγεν ἡμᾶς εἰς τὴν ἐπίγνωσιν Χριστοῦ, Βαρνάβας ὁ θεηγόρος, ὁ μέγας ἡμῶν
προστάτης, καὶ νῦν πρεσβεύει ἐλεηθῆναι ἡμᾶς.
Δόξα καὶ νῦν τῆς Ἑορτῆς ἤ τὸ Θεοτοκίον ὅμοιον.
Τῶν ἐν σοί τὰς ἐλπίδας Παρθένε Ἄχραντε, ἀνενδοιάστως
ἐχόντων σκέπη ὑπάρχουσα, ἐκ ποικίλων πειρασμῶν, καὶ περιστάσεων, καὶ κινδύνων
χαλεπῶν, ἐλευθέρωσον ἡμᾶς, πρεσβεύουσα τῷ Υἱῷ σου, σὺν τοῖς Αὐτοῦ Ἀποστόλοις,
καὶ σῶσον πάντας τοὺς ἀνυμνοῦντάς σε.
Μετὰ τὴν β´ Στιχολογίαν,
Κάθισμα. Ἦχος πλ δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν φωστῆρα τὸν μέγαν καὶ ὁδηγόν, τῆς ἡμῶν σωτηρίας τὴν
ἀπαρχήν, τὸν θεῖον ὑμνήσωμεν τοῦ Κυρίου Ἀπόστολον, ὅτι φῶς τοῖς ἐν σκότει ἡμῖν
ἐξανέτειλε, καὶ τὸν ἥλιον πᾶσι τῆς δόξης ἐγνώρισεν, ὅθεν καὶ τὴν πλάνην τῶν
εἰδώλων καθεῖλε. Τριάδα γὰρ ἐκήρυξεν ἐν μιᾷ τῇ θεότητι, διὰ τοῦτο βοῶμεν αὐτῷ.
Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ
τὴν ἁγίαν μνήμην σου.
Δόξα καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὅρος, τὴν
φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν παράδεισον, τῆς
Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης ὅλης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ
διεπράχθη, τῷ κόσμῳ, καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων, διὰ τοῦτο βοῶμεν αὐτῇ·
πρέσβευε τῷ σῷ Υἱῷ, καὶ Θεῷ, τῶν πταισμάτων δοθῆναι τὴν ἄφεσιν, τοῖς
προσκυνοῦσιν ἐν πίστει τὸν πανάγιον Τόκον σου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς συνέκδημος Παύλου ἀναδειχθείς, καὶ ποικίλους
κινδύνους ὑπενεγκών, ἀνδρείως πανεύφημε τοῦ Κυρίου Ἀπόστολε, καὶ τὸν δρόμον
ἀθλήσει τελέσας τῆς πίστεως, σὺν αὐτῷ Βαρνάβα, εὐφραίνῃ μακάριε· ὅθεν καὶ
πατρίδα σὴν ἀξίως τιμήσας, εἰς θρόνον ἀπέδειξας Ἀποστόλων ἀοίδιμε, διὰ τοῦτο
βοῶμεν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ τὴν Ἁγίαν μνήμην σου.
Δόξα καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Ὅταν ἔλθῃ τοῦ κρῖναι πᾶσαν τὴν γῆν, ὁ τῶν ὅλων Δεσπότης
καὶ Ποιητής, προβάτοις με σύνταξον δεξιοῖς τὸν κατάκριτον, καὶ ἐξωτέρου
σκότους, καὶ πάσης κολάσεως, τὸν σὸν ἀχρεῖον δοῦλον ἐξάρπασον Ἄχραντε, ἵνα
εὐχαρίστως μεγαλύνω τὸν πλοῦτον τῆς σῆς ἀγαθότητος Θεοτόκε πανύμνητε, καὶ βοῶ
σοι γηθόμενος· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι,
σὲ γὰρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλός σου.
Οἱ ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν…
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται...
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν: Τῷ καιρῷ ἐκείνῳ, ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα μαθητάς… Ζήτει τῆς στ´ τῆς α΄ ἑβδομάδος.
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἐλέησόν με ὁ Θεός… Ἰδιόμελον. Ἦχος πλ. δ’.
Ἀπόστολε τοῦ Σωτῆρος Βαρνάβα πανεύφημε, τῆς Ἰταλίας ὁ
Διδάσκαλος, τῶν Ἀντιοχέων ὁ θεῖος κῆρυξ, καὶ τῶν Κυπρίων τὸ μέγα καύχημα, υἱὲ
παρακλήσεως, ἡ γαλήνη τῶν χειμαζόμενων, ἀπαύστως ἐν τῇ θεία μνήμη σου παῤῥησίαν
ἔχων πρὸς Κύριον, ἱκέτευε ἐν εἰρήνῃ φυλαχθῆναι τὴν σὴν ποίμνην, θεόπνευστε.
Οἱ Κανόνες. Εἰ ἐστὶν Ἑορτή, ὁ Κανὼν αὐτῆς μετὰ τῶν
εἱρμῶν εἰς η΄ καὶ τοῦ Ἀποστόλου εἰς στ´. Εἰδ᾿ οὐκ ἐστίν, ὁ Κανὼν τῆς Θεοτόκου
μετὰ τῶν Εἱρμῶν εἰς στ´ καὶ τοῦ Ἀποστόλου εἰς η´.
ᾨδὴ α´. Τῆς Θεοτόκου. Ἦχος α´. Ὁ Εἱρμός. Ὠδὴν
ἐπινίκιον.
Ὡς μόνη τὸν ἄχρονον Υἱὸν ἐν χρόνῳ τεκοῦσα σαρκούμενον,
Παναγία ἄχραντε, πάντα τὰ χρόνια, τῆς παναθλίας μου ψυχῆς πάθη θεράπευσον.
Τὰ τραύματα Πάναγνε τὰ τῆς ψυχῆς μου, καρδίας τὴν
πώρωσιν, λογισμοῦ τὴν σκότωσιν, καὶ τοῦ νοὸς ἐκτροπάς, ἀφάνισον ὡς συμπαθὴς
ταῖς σαῖς δεήσεσι.
Τὸ φῶς ἡ κυήσασα τὸν λυτρωτήν μου, τοῦ σκότους με
λύτρωσαι καὶ βασάνων Ἄχραντε, τῶν αἰωνίων ἐκεῖ, ὅπως σῳζόμενος ὑμνῶ τὰ μεγαλεῖα
σου.
Νοός μου Πανάμωμε τὰς ἀμαυρώσεις, φωτί σου ἀπέλασον, ἡ
τὸ φῶς κυήσασα, τὸ ὑπὲρ ἔννοιαν, καὶ δώρησαί μοι, Ἀγαθή, τὸ φῶς προσβλέψαι τὸ
ἐκ σοῦ ἐξανατεῖλαν ἡμῖν.
Ὁ Κανὼν τοῦ Ἀποστόλου, ποίημα τίνος
ἀνωνύμου Κυπρίου.
ᾨδὴ α´. Ἦχος δ´. Ἐν βυθῷ κατέστρωσέ ποτε.
Ὡς ἀνὴρ ὑπάρχων ἀγαθός, καὶ τῆς παρακλήσεως, υἱὸς
φανεὶς τῆς ψυχῆς μου τὴν κάκωσιν, καὶ τῆς ἁμαρτίας μου, τὴν ψυχώλεθρον ἀθυμίαν
ἀπέλασον, ὅπως εὐφροσύνης ἔμπλεως γενόμενος ὑμνήσω σε.
Δεδεγμένος Μάκαρ τὸ σεπτόν, φέγγος τοῦ βλαστήσαντος ἐκ
τῆς φυλῆς τοῦ Ἰούδα πανόλβιε, Χριστοῦ τοῦ Παντάνακτος, ἐκ Λευίτιδος συγγενείας
ὁρμώμενος, τῆς Ἱερωσύνης, νόμου τε μετάθεσιν ἐκήρυξας.
Ὁ πιστὸς λαὸς ὁ πανταχοῦ ταῖς διδασκαλίαις σου, καὶ
ταῖς αὐγαῖς φωτισθεὶς τῶν θαυμάτων σου, ἀπείρους τὰς χάριτας, τῇ πατρίδι σου
Κύπρῳ νέμει Ἀπόστολε, ἥνπερ διασῴζοις,
πάσης ἐναντίας περιστάσεως.
Ὁ Λουκᾶς σε μάκαρ πρωτουργόν, Χριστωνύμου κλήσεως,
Ἀντιοχέων ἐν Πράξεσιν ἔγραψε, Βαρνάβα Ἀπόστολε, ὅθεν ἅπαντες , τῇ πατρίδι σου
νέμουσιν, ἔξοχα πρεσβεῖα, καὶ σὲ σφῶν προστάτην ἐπιγράφονται.
Ὁ ναός σου μάκαρ ὁ σεπτός, ὡς τῇ θείᾳ κόνει σου,
πεπλουτισμένος Βαρνάβα πανεύφημε πηγὴ ἀναδείκνυται, τῶν ἰάσεων τοῖς ἐν πίστει
προστρέχουσι, καὶ ἐξαιτουμένοις ψυχῶν καὶ σωμάτων τὴν παράκλησιν.
Θεοτοκίον.
Νεανίδων θείων ὁ χορός, ἐνθεαστικώτατα, ἐν γυναιξί σε
καλὴν ἀσματίζουσι, Θεοτόκε Δέσποινα, καλλοναῖς ὡραϊζομένην θεότητος, τὸν
καλλοποιὸν γὰρ Λόγον ὑπὲρ Λόγον ἀπεκύησας.
ᾨδὴ γ’. Ὁ Εἱρμός. Στερεωθήτω ἡ καρδία μου.
Τῆς στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀπέλασον,
καὶ καρποφόρον ἀρετῶν, τὴν ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε, τῶν πιστῶν ἡ
βοήθεια.
Ῥῦσαι με πάσης κατακρίσεως, καὶ πολλῶν σκανδάλων τοῦ
ὄψεως, τοῦ αἰωνίζοντος πυρός, καὶ τοῦ σκότους Πανάμωμε, ἡ τὸ φῶς ἀποκυήσασα,
ἡμῖν τὸ ἀνέσπερον.
Τὸ ἀπαραίτητον κριτήριον, καὶ τὸ πῦρ ἐκεῖνο τὸ
ἄσβεστον, καὶ τὴν ἀπόφασιν Ἁγνή, τὴν φρικτὴν ὅλως δέδοικα, σπεῦσον σῶσον πρὸ
τοῦ τέλους, ἀγαθὴ τὸν οἰκέτην σου.
Εὐλογημένος τῆς κοιλίας σου, ὁ καρπὸς Παρθένε
Πανύμνητε, τοὺς γὰρ φθαρέντας τῷ καρπῷ, διὰ ξύλου Σταύρου αὐτοῦ, ἀφθαρσίας
καταστήσας, κοινωνοὺς θείᾳ χάριτι.
Ἄλλος. Ἐξήνθησεν ἡ ἔρημος.
Νεφέλη τὸν ἑκούσιον, ἡμῖν ὄμβρον φέρουσα, ἐκ τῶν πηγῶν
τῆς χάριτος, καθωράθης Βαρνάβα ἔνδοξε, καὶ τρυφῆς τὸν χειμάῤῥουν ποταμίζουσα.
Λαμπόμενοι τῇ χάριτι, τοῦ Σταύρου σου Δέσποτα, οἱ
εὐκλεεῖς Ἀπόστολοι, σοί τὰ ἔθνη πίστει προσάγουσιν, ὁ Βαρνάβας καὶ Παῦλος οἱ
θεόφρονες.
Σοφίας θείας ἔμπλεως, γεγονὼς καὶ πίστεως, Βαρνάβα
παναοίδημε, τὴν σὴν ποίμνην σοφίας ἔμπλησον, καὶ πίστεως καρποὺς φέρειν
ἀνάδειξον.
Ἡ Κύπρος μὲν τὴν κόνιν σου θησαυρὸν ἀσύλητον,
σεμνηνομένη κέκτηται, οὐρανὸς δὲ τὸ θεῖον πνεῦμά σου, ἐξ οὗ νῦν ἐποπτεύεις τοὺς
τιμῶντάς σε.
Οὐράνιον πολίτευμα, κεκτημένος ἔνδοξε, πατρίδα σὴν
τιμῶσάν σε μὴ παρίδῃς κακουχουμένην δεινῶς, ἐξ ἐθνῶν τῶν τῆς Ἀγαρ, ἀλλὰ
λύτρωσαι.
Θεοτοκίον.
Ἐφάνης καθαρότητι, ὡσεὶ κρίνον Δέσποινα, τῶν ἀκανθῶν
ἐκλάμπουσα, λαμπηδόσι τῆς παρθενίας σου, ἐν μέσῳ Θεοτόκε Παναμώμητε.
Κάθισμα. Ἦχος πλ. δ´. Αὐλῶν ποιμενικῶν.
Τοῦ νόμου τὴν σκιάν, σὺ λιπὼν ὡς ἐχέφρων, τῇ χάριτι
φοιτᾷς, θεοφόρε Βαρνάβα, κατὰ πόλιν καὶ χώραν, τοῦ σταυρωθέντος φέρων τὸ ὄνομα,
θαύμασι καὶ σημείοις, τοὺς ἀπειθοῦντας πρὸς τὴν ἀλήθειαν, καθοδηγήσας ὤφθης ἐν
Χριστῷ, τοῦ κόσμου παράκλησις.
Ἕτερον, Ἦχος ὁ αὐτός. Τὴν σοφίαν καὶ Λόγον.
Τὴν σοφίαν τὴν ὄντως σὺ ἐσχηκώς, σὲ μυοῦσαν Παμμάκαρ τὰ
ὑπὲρ νοῦν, σοφίαν κακοδαίμονα, τῶν Ἑλλήνων ἐμώρανας, καὶ τῶν ἐθνῶν ἐγένου
φωστὴρ καὶ Ἀπόστολος, Ἀντιοχέων πρῶτος ὑπάρξας διδάσκαλος, καὶ Μεδιολάνων
προεδρεύσας ἀξίως, πατρίδα ἐτίμησας, σὴν εἰς θρόνον Πανεύφημε, ὦ Βαρνάβα
θεόπνευστε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα καὶ νῦν. Τῆς Ἑορτῆς ἤ Θεοτοκίον ὅμοιον.
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν
Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων, τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν
σοὶ τῆς θεότητος, καὶ ὡς βρέφος θηλάζεις τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν
Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν Πανάγιον Τόκον σου, καὶ
συμφώνως βοῶμέν σοι· πρέσβευε τῷ σῷ Υἵῳ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸν πανάγιον τόκον σου.
ᾨδὴ δ´. Ὁ Εἱρμός. Ἐν Πνεύματι προβλέπων.
Παρθένε Παναγία ἀμόλυντε σκηνή, μολυνθέντα πταίσμασι
καθάρισόν με νῦν, τῶν οἰκτιρμῶν σου ῥανίσι καθαρωτάταις, καὶ δός μοι χεῖρα
βοηθείας, ἵνα κράζω, δόξα σοι Ἁγνὴ θεοδόξαστε.
Ναὸς ἡγιασμένος ἐδείχθης τοῦ Θεοῦ, τοῦ ἐν σοί
οἰκήσαντος, Παρθένε ὑπὲρ νοῦν, αὐτὸν δυσώπει ἁμαρτιῶν ἡμᾶς ῥύπου, ἀποκαθάραι,
ὅπως οἶκος γνωρισθῶμεν, καὶ κατοικητήριον Πνεύματος.
Ἐλέησόν με μόνη ἐλέους ἡ πηγήν,
Θεοτόκε τέξασα, καὶ λῦσον τὴν δεινήν, ψυχῆς μου νόσον, καὶ πώρωσιν τῆς καρδίας,
δακρύων ῥεῖθρα καὶ κατάνυξιν πρὸ τέλους, θείαν δωρουμένη πρεσβείαις σου.
Νοήσας ὁ Προφήτης ἐν Πνεύματι Θεοῦ,
ὅρος σε προέγραψε κατάσκιον Ἁγνή, τοὺς ἐκτακέντας φλογμῷ πολλῶν ἐγκλημάτων,
ἀποκαθάραις μεσιτείαις σου Παρθένε, μόνη τῶν βροτῶν ἡ ἀνόρθωσις.
Ἄλλος. Ἐλήλυθας ἐκ Παρθένου.
Ἑπόμενος προσταγαῖς τοῦ Δεσπότου
Ἀπόστολε, Βαρνάβα Πανεύφημε, τοῖς πενομένοις διένειμας, ὅλην σου τὴν ὕπαρξιν,
καὶ Χριστοκήρυξ ἐγένου μεγαλόφωνος.
Ὡς ἥλιος διατρέχων τοῦ κόσμου τὰ
πέρατα, Βαρνάβα πανένδοξε, ἀκτινοβόλοις ἐλλάμψεσι, Παύλῳ ἐφεττόμενος,
καταλαμπρύνεις τῷ λόγῳ τῷ τῆς χάριτος.
Συνέκδημον σὲ τοῦ Παύλου Βαρνάβα
γενόμενον, καλῶς τὸν ἀγῶνά τε ἀγωνισάμενον δόξης σε, Λόγος ὁ προάναρχος,
συγκληρονόμον τῆς αὐτῆς κατηξίωσε.
Τῷ Πέτρῳ σὺ προκατήρτισας Ῥώμην
ἀοίδιμε, Ἀλεξάνδρου πόλιν τε, Μάρκῳ, σοῖς λόγοις καὶ θαύμασιν, ὅθεν τῶν ἀγώνων
σε, Χριστὸς ἀμείψας ἀξίως ἐστεφάνωσε.
Προστάτην σε τῆς ἡμῶν σωτηρίας
γινώσκομεν, τὰ τῷ σῷ κηρύγματι, πεφωτισμένα θεόσοφε, ἔθνη, καὶ τιμῶμέν σου, τὴν
θείαν κόνιν, καὶ Κύπρον τὴν ἐνέγκασαν.
Θεοτοκίον.
Ἡ τῆς Εὔας θεομῆτορ κατάρα τῷ τόκῳ
σου, λέλυται Πανάμωμε, σεσαρκωμένον γὰρ τέτοκας, λόγον τὸν ἀΐδιον, τὸν
εὐλογίαις τὸν Κόσμον στεφανώσαντα.
ᾨδὴ ε΄. Τὴν Σὴν εἰρήνην δὸς ἡμῖν.
Τὰς κόρας τῆς καρδίας μου διάνοιξον
Ἁγνὴ βλέπειν με τρανῶς τὴν θείαν λαμπρότητα, καὶ τὴν δόξαν τὴν ἀνέκφραστον,
ὅπως ἐλέους τύχω, καὶ αἰωνίου δόξης.
Ἐν δύο ταῖς θελήσεσι τὸν ἕνα τῆς σεπτῆς, τέτοκας
Τριάδος Πανάχραντε, μίαν τὴν ὑπόστασιν, ὃν ἐκτενῶς δυσώπει, πάντας ἡμᾶς
σωθῆναι.
Πανάχραντε ὡς τέξασα Σωτῆρα καί Θεόν, πρέσβευε ἐκ πάσης
με θλίψεως, καὶ νοσημάτων καὶ κακώσεως, σῶον, συντηρηθῆναι τὸν σὸν ἀχρεῖον
δοῦλον,
Δυσώπησον ὃν ἔτεκες Παρθένε ὑπὲρ νοῦν, σῴζεσθαι τοὺς
πίστει σοι κράζοντας, χαῖρε Παρθένε παναμώμητε, χαῖρε εὐλογημένη, τοῦ κόσμου
προστασία.
Ἄλλος. Μεσίτης Θεοῦ.
Ὁ νόμου σκιάν, ὑπερβάς, καὶ χάριτι λαμπόμενος, τῶν
ἐθνῶν τὸ πλήρωμα, εὐαγγελιζόμενος ἐφώτισεν, ὁ Βαρνάβας ὁ θεῖος τῷ τοῦ Χριστοῦ
κηρύγματι.
Βοῶντος φωνή, ἐν ἐρήμοις ἔθνεσιν ἐγένου σοφέ, τῆς θείας
σαρκώσεως, τὸ ὑπὲρ κατάληψιν, μυστήριον, ἀναγγέλλων τοῖς πᾶσι, Βαρνάβα
Παμμακάριστε.
Βαρνάβα πιστοὶ τῷ σεπτῷ τεμένει πάντες δράμωμεν, βρύει
γὰρ ἰάματα, ψυχῇ τε καὶ σώματι σωτήρια, πᾶς διψῶν ἀρυσάσθω, κενοῦται γὰρ
οὐδέποτε.
Εἰς θρόνον τὴν σήν, Ἀποστόλων Κύπρον ἐγκαθίδρυσας,
Βαρνάβα αὐτόνομον, αὖθις δὲ γνωρίσμασι τετίμηκας τῶν πιστῶν Βασιλέων,
Ἰουστινιανοῦ καὶ Ζήνωνος.
Ἀγνώμων μηδείς, πονηρὸς μὴ γένοιτο ζηλότυπος, ἔχει γάρ
τι μέγιστον, Κύπρος ἡ περίδοξος, καὶ ὄλβιον, σὺν σπαργάνοις τὴν κόνιν, Βαρνάβα
τοῦ Παμμάκαρος.
Θεοτοκίον.
Ἰδοὺ ἐν γαστρί, Θεοτόκε πάναγνε Χριστὸν τὸν Θεόν, ὑπὲρ
Λόγον ἔσχηκας, ὥσπερ Ἠσαΐας προηγόρευσεν, ὑπὲρ φύσιν δὲ τοῦτον, Θεογεννῆτορ
τέτοκας.
ᾨδὴ στ´. Ὁ Εἱρμός. Τὸν Προφήτην Ἰωνᾶν.
Μολυνθέντα μὲ πολλαῖς, ἁμαρτίαις δυσωπῶ, σὲ τὴν ὄντως
ἀγαθήν, καὶ ἀμόλυντον σκηνήν, ἀπόπλυνον, παντοίου ῥύπου τῇ μεσιτεία σου.
Κυβερνήτις μοι γενοῦ, θαλαττεύοντι ἀεί, ἐν πελάγει τῶν
δεινῶν, τῶν τοῦ βίου πειρασμῶν, καὶ σῶσόν με, πρὸς σωτηρίας ὅρμον ἰθύνασα.
Τρικυμίαι λογισμῶν, καὶ παθῶν ἐπαγωγαί, καὶ βυθὸς
ἁμαρτιῶν, τὴν ἀθλίαν μου ψυχήν, χειμάζουσι, βοήθησον μοι, ἁγία Δέσποινα.
Μεγαλεῖα σοι ἀεί, ἐποιήσατο Χριστός, ὃν ἱκέτευε ἀεὶ
μεγαλῦναι ἐπ᾿ ἐμοί, τὰ πλούσια αὐτοῦ ἐλέη Θεοχαρίτωτε.
Ἄλλος. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.
Τὴν πηγὴν τῆς σοφίας διδάσκαλον, ἔχων παναοίδημε, Λόγον
τὸν ἄναρχον, τὴν κοσμικὴν ἐμώρανας, θεοκήρυξ σοφίαν τῇ χάριτι.
Ῥιζοτόμος ἀξίνη γεγένησαι, τὴν ὑλομανήσασαν ἀπάτην
τέμνουσα, τοῖς ὑπὲρ Λόγον θαύμασι, τεθηγμένη Βαρνάβα θεσπέσιε.
Ἐν ὀνείρῳ ποτε σὺ ἐφέστηκας, τῷ θεοσεβεῖ καὶ πιστῷ
Ἀρχιποίμενι, Βαρνάβα παναοίδημε, Ἀνθεμίῳ, καὶ τούτῳ προσείρηκας.
Ἴδε δένδρον, ὑφ᾿ οὗ τεθησαύρησται, λείψανον ἐμὸν σὺν
Ματθαίου τῷ τμήματι, σπεῦσον ταχὺ ἐξάγαγε, μὴ παρίδῃς τὸ φῶς ὑπὸ μόδιον.
Ὡς ἀνήχθη σπουδῇ Εὐαγγέλιον, Ζήνωνι πιστῷ Βασιλεῖ
ἐπιδίδοται, ὃς ἅμα τὸ αὐτόνομον, βασιλείοις κοσμεῖ τοῖς γνωρίσμασιν.
Θεοτοκίον.
Οὐρανὸν ὁ ταννύσας βουλήματι, οὐρανὸν ἐπίγειον ἄλλον
ἀνέδειξε, σὲ θεομῆτορ Ἄχραντε, καὶ ἐκ σοῦ ἀνατείλας ἐπέφανε.
Κοντάκιον. Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Τοῦ Κυρίου γέγονας παναληθὴς ὑπηρέτης, Ἀποστόλων ὤφθης
τε τῶν ἑβδομήκοντα πρῶτος, ηὔγασας καὶ σὺν τῷ Παύλῳ τὸ κήρυγμά σου, ἅπασι
καταμηνύων Χριστὸν Σωτῆρα, διὰ τοῦτο ὑμνῳδίαις τὴν θείαν μνήμην Βαρνάβα
τελοῦμέν σου.
Ὁ Οἶκος.
Τῶν ἀρετῶν σου τὴν πληθύν, τίς ὅλως ἐξισχύσοι,
εὐφημῆσαι, Ἀπόστολε Κυρίου; πῶς τῆς σοφίας τοῦ Θεοῦ, ὄντως ἐρευνήσας τὸν
ἀπόῤῥητον βυθόν, ἐκεῖθεν κατεπλούτησας, πάντα τῆς ἀληθείας τὰ νάματα, ὅθεν τὴν
οἰκουμένην καταρδεύεις ὥσπερ ῥήθροις, ταῖς ἐνθέοις σου θεηγορίαις. Διὸ ὁ ἐξ
ἐθνῶν λαός, ὡς Χριστομύστην, ὡς κλήσεως πρωτουργὸν τῆς Χριστωνύμου, σὲ
εἰλικρινῶς τιμῶντες ἐν ὑμνῳδίαις, τὴν θείαν μνήμην Βαρνάβα τελοῦμέν σου.
Συναξάριον.
Τῷ αὐτῷ μηνῖ ια΄, τοῦ Ἁγίου ἐνδόξου καὶ Πανευφήμου Ἀποστόλου Βαρνάβα.
Στ.:
Νάρδον εὐῶδες ἐκπιεσθὲν τοῦ Κύπρου.
Τὸν Βαρνάβαν ἔσχηκα, φησὶν ἡ Κύπρος,
Βαρνάβας ἑνδεκάτῃ θεοείκελος οὔμματα μῦσεν.
Τὸν Βαρνάβαν σε τίς ἐπαινέσοι Λόγος.
Εἰμὴ παρείη Θειόφωνός σου Λόγος;
Ἑνδεκάτῃ παρακλήσεως βῆ τέκος Οὐρανὸν εὐρύν.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ
ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ ζ΄. Ὁ Εἱρμός. Τοὺς ἐν καμίνῳ παῖδας.
Τὴν μιανθεῖσαν Ἄχραντε ψυχήν, Ἁγίασον
πάντοτε τοῦ δούλου σου Ἁγνή, καὶ τοῦ νοὸς δεινὰς αἰχμαλωσίας, καί καρδίας πώρωσιν, καὶ τῶν δαιμόνων ὁρμᾶς τάχος
ἀφάνισον.
Νενεκρωμένον πάθεσι σαρκός, Πανάμωμε
ζώωσον τὸν νοῦν μου καὶ Θεῷ τὰ ἀρεστὰ ἐπιτελεῖν ἐνίσχυσόν με, ἵνα μεγαλύνω σε,
ἵνα δοξάζω ἀεὶ τὴν ἀγαθότητά σου.
Νέκρωσόν μου Δέσποινα ἁγνή, τὰ τῆς
σαρκὸς πάθη, καὶ ψυχῆς μου ταπεινῆς, ῥύπον δεινὸν ἐναποσμήχουσα Παρθένε, καὶ
λογοθεσίου μου τῶν ἀοράτων ἐχθρῶν ῥῦσαι καὶ Σῶσόν με.
Σοι Παναγία ἄχραντε ἁγνή, οἱ δοῦλοι
σου πάντοτε ἡμέρας καὶ νυκτός, προσπίπτομεν, συντετριμμένῃ διανοίᾳ, δυσωποῦντες
λύτρωσιν, ἁμαρτημάτων εὑρεῖν ἡμᾶς ταῖς σαῖς προσευχαῖς.
Ἄλλος. Ἀντίθεον πρόσταγμα.
Ἁγίως τὸν Ἅγιον, τὸν Ἁγίοις ἀναπαυόμενον, Βαρνάβα
ἀνεκήρυξας Υἱὸν τὸν συνάναρχον Πατρὶ καὶ σύνθρονον ἄνθρωπον γενόμενον, ἡμῖν τὴν
σωτηρίαν πραγματευόμενον.
Βολίδες ἀστράπτουσαι, τὸ θεῖον φέγγος, Βαρνάβας ὁ
πάντιμος, Παῦλος ὁ θεόληπτος, ὡς φῶς ἐξεπορεύθησαν, καταλαμπρύνοντες, Λόγῳ τῷ
τῆς χάριτος, ἐθνῶν τὴν παγκληρίαν οἱ Χριστοκήρυκες.
Βοᾷ χαριστήρια, Κυπρίων Νῆσος, ἀπαύστως τιμῶσά σε,
Βαρνάβα θεοτίμητε, ἀνθ᾿ ὧν ἀπολαύε ἴσου, πολυειδῶν δωρεῶν, μέλπουσα πρὸς
Κύριον, ὁ ὧν εὐλογημένος καὶ ὑπερένδοξος.
Ὡς κλήμα θεόφυτον, θείας ἀμπέλου, Βαρνάβα Ἀπόστολε, τὸν
οἶνον τὸν σωτήριον, τὰ πέρατα, τῆς οἰκουμένης σαφῶς, ἔβλυσας καὶ πάντων τὰς
ψυχάς, ἀγαλλιάσεως θείας ἔπλησας.
Τὸ θεῖον σου τέμενος, ἐν’ ὢ τὸ σκῆνος τὸ σὸν
τεθησαύρισται, πηγὴ ὑπάρχει βρύουσα, τοῖς πᾶσιν ἰάματα, Βαρνάβα ἔνδοξε, ἔνθα οἱ
προστρέχοντες, πλουσίως ἀπαντλοῦσι παντοίαν ἴασιν. Θεοτοκίον.
Ἰθύνουσα Πάναγνε, τὸν ἐμὸν βίον, πρὸς τὸν σὸν
πανεύδιον, λιμένα καθοδήγησον, Θεὸν ἡ κυήσασα τῶν ἀγαθῶν τὴν πηγήν, τὸν πᾶσι
παρέχοντα πιστοῖς, τὴν ἀφθαρσίαν τῆς ἀγαθότητος.
ᾨδὴ η´. Ὁ Εἱρμός. Ὃν φρίττουσιν Ἄγγελοι.
Σαρκοῦται ὁ ἄσαρκος ἐκ σοῦ θεοπρεπῶς, ὃν αἴτησαι
Πάναγνε τὰ πάθη τῆς ἐμῆς, ψυχῆς θανατῶσαι, καὶ ζωῶσαι αὐτήν, νεκρωθεῖσαν πάλαι
κακίστῃ ἁμαρτίᾳ.
Ἰάσω τὸ σύντριμμα Ἀδὰμ τοῦ χοϊκοῦ, Σωτῆρα κυήσασα,
Πανάχραντε Θεόν, αὐτὸν ἐκδυσώπει τὰς πληγὰς τῆς ἐμῆς, ψυχῆς θεραπεύσαι ἀνίατα
νοσούσης.
Ἀνάστησον κείμενον εἰς βάθη με κακῶν, τοὺς νῦν
πολεμοῦντάς με, πολέμησον ἐχθρούς, τρωθέντα ἀτόποις ἠδοναῖς τὴν ψυχήν, Ἁγνὴ μὴ
παρίδῃς, ἀλλ᾿ οἴκτειρον καὶ σῶσον.
Ἰάτρευσον Ἄχραντε τὰ πάθη τῆς ἐμῆς καρδίας, κυήσασα τὸν
πάντων ἰατρόν καὶ τῆς τῶν Δικαίων δεῖξον, Παρθένε μερίδος, Χριστὸν ἐκδυσωποῦσα.
Ἄλλος. Κάμινός ποτε
Θάλασσαν ἐθνῶν, ταράττειν σοῦ τοὺς ἵππους, ὡς εὐεργέτης
ἐπεβίβασας, Βαρνάβαν τὸν ἔνδοξον, καὶ τὸν Παῦλον τὸν θεσπέσιον, τὴν πλάνην τὴν
πολύθεον, δόγμασι ζωοδότα τῆς εὐσέβειας διώκοντας.
Ἔθου ὡς Θεός, παράκλητε τὸ Πνεῦμα, τὸ παντουργὸν ἐν
Ἐκκλησίᾳ σου φωστῆρας ἐκλάμποντας, τὴν σὴν δύναμιν κηρύττοντας, Υἱοῦ τε
γεννήτορος, κράζοντας· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον.
Ἄκων Ἱερεύς, εἰδώλων Προφητεύων, βόας καὶ στέμματα προσέφερε,
Βαρνάβα Ἀπόστολε, Θεῷ οἷα σοι θυσόμενος, Θεὸς γὰρ κατὰ μέθεξιν, γέγονας σὺ καὶ
χάριν, ὅθεν σὲ πίστει γεραίρομεν.
Θεὸν σὲ λαός, ἐκάλει λυκαώνων, ἐξηφανίσθαι
προσημαίνοντες φωτὶ σοῦ κηρύγματος, ἅπαν σκότος δεισιδαίμονος, δαιμόνων πλάνης
ἔνδοξε, μέλπειν δὲ τὸν Δεσπότην, Θεὸν τῶν ὅλων πειθόμενος.
Λίθων ταῖς πυκναῖς, βολαῖς ἐνεκαρτέρεις, τοῦ σοῦ
Δεσπότου ἐκμιμούμενος, Βαρνάβα Ἀπόστολε, τὴν ἀνείκαστον συμπάθειαν, ὡς ἀγαθὸς
καὶ γέγονας συγκοινωνὸς τοῦ πάθους, ὅθεν πιστῶς εὐφημοῦμέν σε.
Θεοτοκίον.
Ἵνα τὴν ἀρὰν τὴν πρώτην ἀφανίσῃς, καὶ τοῦ θανάτου τὸ
κατάκριμα, τῆς πάλαι προμήτορος, ἐκ Παρθένου θεομήτορος, Λόγε Θεοῦ γεγέννησαι,
πᾶσι δεδωρημένος, ἀθανασίαν ἀνώλεθρον.
ᾨδὴ θ΄. Ὁ Εἱρμός. Τὴν φωτοφόρον νεφέλην.
Φιλαμαρτήμων ὑπάρχων, ἐν ἀμελείᾳ διάγω, καὶ τὸ κριτήριον
Ἁγνή, τὸ ἀδέκαστον τρέμω, ἐν ὧ με τήρησον ταῖς σαῖς, ἁγίαις δεήσεσι, θεόνυμφε
ἀκατάκριτον, ὅπως ὡς προστάτην μακαρίζω σε ἀεί.
Φρίττω τὸ βῆμα Παρθένε, καὶ τὸ ἀλάθητον ὄμμα, τοῦ σοῦ
Υἱοῦ, πράξεις αἰσχράς, ἐπὶ γῆς ἐκτελέσας, καὶ διὰ τοῦτό σοι βοῶ· πανεύσπλαγχνε
Δέσποινα, βοήθει μοι, καὶ τῆς τότε ἀνάγκης, ἐξελοῦ με καὶ διάσωσον ἁγνή.
Ὡς φοβερὰ ἡ ἡμέρα τῆς ἐξετάσεως Κόρη, ὡς ἡ ἀπόφασις
φρικτή, ὡς δεινὴ ἡ αἰσχύνη, τίς ὑποστήσεται λοιπόν, Πανάχραντε Δέσποινα,
ἐλέησον τὴν ἀθλίαν ψυχήν μου, καὶ πρὸ τέλους, δὸς μοι ἄφεσιν Ἁγνή.
Φῶς ἡ τεκοῦσα τὸ θεῖον, ἐσκοτισμένον με πάσαις, ταῖς
προσβολαῖς τοῦ πονηροῦ, καὶ κακίαις ἁπάσαις, καὶ παροργίζοντα Θεόν, πανάμωμε
φώτισον, ὁδηγοῦσα, πρὸς καλὰς ἐργασίας, ὡς αἰτία οὖσα πάντων τῶν καλῶν.
Ἄλλος. Ἀνάρχου Γεννήτορος.
Φῶς χρηματίσαντες, δι᾿ ἀρετῆς
Ἀπόστολοι, καὶ φωτὶ τῷ μεγάλῳ μου παριστάμενοι, κόσμῳ τὴν εἰρήνην βραυβεύειν,
καὶ τὰς ἡμῶν σῴζειν Ἐκκλησίας, ἂσπερ συνεστήσασθε, τὸν Δεσπότην ἱκετεύσατε.
Ῥητόρων δεινότητα, σοφίας σοῦ
πυρσεύμασι, θεοφάντορ Βαρνάβα, σαφῶς κατέσβεσας, τῶν ἀπαυγασμάτων τῶν τῇδε, ὡς
τὴν πηγὴν ἔνδον κεκτημένος, διὰ τὴν πανίερον, ἑορτήν σου μεγαλύνομεν.
Τὸ μέγα μυστήριον τῆς τοῦ Χριστοῦ
σαρκώσεως, σοῦ ὁ φθόγγος εἰς πᾶσαν τὴν γῆν ἐτράνωσεν. Ὅθεν ἐν Ἀσίᾳ, Εὐρώπῃ, καὶ
ἐν παντί, τόπῳ τὸ σὸν κλέος, Βαρνάβα κηρύττεται, καὶ κοσμεῖ τὴν Ἐκκλησίαν τοῦ
Χριστοῦ.
Τὴν θείαν σου λάρνακα, πιστῶς
περιπτυσσόμενοι, τῶν Κυπρίων ὁ δῆμος, σὲ ἱκετεύομεν, σὺ ἡμῶν ὑπάρχεις τὸ κλέος,
σὺ ἡ χαρά, καύχημα καὶ δόξα, διὰ σοῦ νῦν εὕροιμεν, τῶν πταισμάτων τὴν
συγχώρησιν.
Τὸ Πνεῦμα τὸ Ἅγιον, σαφῶς σὲ
μεμαρτύρηκεν, ἀγαθὸν ἄνδρα πλήρη, πίστεως, Πνεύματος, θεῖόν τε Ἀπόστολον, ὅθεν,
γλῶσσα βροτῶν πῶς σὲ ἐπαινέσει, Υἱὲ παρακλήσεως, ἀλλὰ δέξαι τὸ ἐφύμνιον.
Θεοτοκίον.
Ὡς ὄρθρος εὑρέθης πρωϊνός, ἐν τῇ τοῦ
βίου νυκτί, παρθενίας ἀκτῖσι περιαστράπτουσα, τὴν ἀνατολὴν τοῦ ἡλίου τοῦ
νοητοῦ, τῆς δικαιοσύνης, ἡμῖν ἐφανέρωσας, θεομῆτορ ἀεὶ Παρθένε.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὡς μύστης καὶ Ἀπόστολος, καὶ ὑπηρέτης ἄριστος, Χριστοῦ
τοῦ μόνου Δεσπότου, Βαρνάβα θεῖε αὐτόπτα, τοῦτον δοῦναι ἱκέτευε, Χριστιανοῖς τὰ
τρόπαια, καὶ ἱλασμὸν Πανεύφημε, ἁμαρτιῶν τοῖς τελοῦσι, τὴν Παναγίαν σου μνήμην.
Καὶ τὸ τῆς Ἑορτῆς ἤ τὸ παρὸν Θεοτοκίον.
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχώρητου
Τριάδος, δοχεῖον γεγενημένη, ἐν ὦ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ
Πνεῦμα τὸ Πανάγιον, ἐπισκίασαν σοι Κόρη, ἀνέδειξε θεοτόκον.
Εἰς τοὺς Αἰνούς, τῆς Ἑορτῆς πρῶτον εἰ ἔστιν εἰς δ΄.
Εἶτα τοῦ Ἀποστόλου. Στιχ. Προσόμοια,
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Καθαρὸν ἐνδιαίτημα, τῆς Τριάδος γεγένησαι, ἀρετῶν
λαμπρότητι φαιδρυνόμενος, καὶ ἐν καρδίᾳ δεχόμενος, Βαρνάβα τὴν ἔλλαμψιν, παρ’
αὐτῆς καὶ φωτισμόν, τοῦ ἡλίου φαιδρότερον ἐν τοῖς πέρασι, τηλαυγῶς ἐπιπέμπων
καὶ φωτίζων, τοὺς ἐν σκότει καθήμενους, τῆς ἀγνωσίας θεόληπτε.
Μωϋσῆς ὥσπερ δεύτερος, σταυρικῇ ῥαβδουχίᾳ σου, τῶν δαιμόνων
Αἴγυπτον κατεμάστιξας, καὶ πονηρὰς ἀθεότητος, ψαλμικῶς τὴν ἄμπελον, μετηγάγω
τῶν ἐθνῶν καὶ πρὸς πίστιν σωτήριον μετεφύτευσας, καὶ Θεὸν καθορῶντα νοῦν
εἰργάσω, Ἰσραὴλ πεφωτισμένον, τῇ φωταυγείᾳ τοῦ Πνεύματος.
Ἀβραὰμ ὡς φιλόθεος, Ἰσαὰκ ὡς Πρωτότοκον, σὴν ψυχὴν
Ἀπόστολε καθιέρωσας, τῷ τοῦ Ἀνάρχου γενήτορος, Λόγῳ συνανάρχῳ τε, καὶ Υἱῷ
μονογενεῖ, ὃς Πατέρα πολλῶν ἐθνῶν σὲ κατέστησεν, ἐπαξίως καὶ λέγεσθαι καὶ
εἶναι, διὰ τοῦτο σὲ Βαρνάβα, χρεωστικῶς μακαρίζομεν.
Ὥσπερ προῖκα πολύτιμον, ὡς πηγὴν ἁγιάσματος, τὸν τῷ σῷ
ὀνόματι δοξαζόμενον, ναὸν Βαρνάβα πανεύφημε, τῇ Κύπρῳ σου λέλοιπας, ἔνθα πάντες
οἱ πιστοί, εὐσεβῶς ἀθροιζόμενοι, σοῦ δεόμεθα ἀδιάσειστον τοῦτον τηρηθῆναι, καὶ
πρεσβείαις σου ῥυσθῆναι, τοὺς σὲ τιμῶντας κολάσεως.
Δόξα. Ἱλαρίωνος Κύπρου.
Ἐὰν ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὅρει
τούτῳ, μεταβῆθι ἐντεῦθεν, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει, ἔφη ὁ Κύριος.
Σὺ δὲ Βαρνάβα θεόπνευστε, ὑπὲρ τὴν δωδεκάδα τῶν Μαθητῶν προαριθμηθεὶς μετὰ
Παύλου, πρώτην μὲν κορυφαῖος τῶν ἑβδομήκοντα, ἔπειτα δὲ καὶ τῶν προκρίτων
ἐφάνης ἰσοστάσιος. Οὐ πίστιν μόνον ἔχων ὡς κόκκον σινάπεως, ἀλλὰ καθὼς
γέγραπται, πλήρης πίστεως γενόμενος, ποῖα ὡς υἱὸς παρακλήσεως, οὐκ
ἐτερατούργησας καὶ περὶ σοῦ πιστεύομεν ἀληθῶς, ὅτι τὰ σημεῖα κατὰ Παῦλον
ἐνειργάσθη καὶ ἐν σοί, καὶ ἐν πᾶσι σημείοις, καὶ τέρασι, καὶ δυνάμεσιν. Ὅθεν ὡς
πότε τὰς Ἐκκλησίας ὑπεστήριξας, καὶ παρεκάλεις προσμένειν, ἐν πίστει καὶ νῦν
τὴν ποίμνην σου τὴν ἐκλεκτήν, ἀκλόνητον ἐπιστήριξον σαῖς πρεσβείαις
ἐρηρεισμένην ἐν τῇ πέτρᾳ τῆς πίστεως, καὶ πάσης ἐπιβουλῆς, ὁρατῶν ἐχθρῶν, καὶ
ἀοράτων, ἀνεπιβούλευτον διατήρησον.
Καὶ νῦν τῆς Ἑορτῆς, εἰδ᾿ οὐκ ἐστὶ λέγε τό
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ
πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ
προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία.
Εἰς τὴν Λειτουργίαν.
Τυπικά καὶ ἐκ τοῦ Ἀποστολικοῦ Κανόνος, ᾠδὴ γ´ καὶ στ´.
Ὁ Ἀπόστολος, ζήτει Κυριακὴ τῆς Σαμαρείτιδος.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν: Κύριος, ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει… Ζήτει Ὀτωβρίου
ιη΄.
Κοινωνικόν:
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου