Ψαλλομένη τῇ 12η Μαΐου
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ὤφθης ἐκ νεότητος, πεποικιλμένος ταῖς πράξεσι, τῆς
σοφίας τῆς κρείττονος, ζωῆς καθαρότητι, καὶ περιφανείᾳ, ἀρετῶν ποικίλων,
περιλαμπόμενος σοφέ, καὶ διαπρέπων λόγῳ τῆς χάριτος, ἐντεῦθεν ἐνθεώτατος,
Ἀρχιερεὺς ἐχρημάτισας, τῆς Κυζίκου καὶ Πρόεδρος, Γερμανὲ ἱερώτατε.
Ψήφῳ θείου Πνεύματος, ὡς πλήρης θείας ἐλλάμψεως, ποιμὴν
μέγας καὶ ἔνθεος, Κωνσταντινουπόλεως, Γερμανὲ ἐδείχθης, καὶ τῆς Ἐκκλησίας,
ἁπάσης ἄδυτος φωστήρ, καταφωτίζων λόγοις καὶ πράξεσι, τῶν εὐσεβῶν τὸ πλήρωμα,
καὶ τῶν αἱρέσεων ἅπασαν, διελέγχων ἀπόνοιαν, Ἱεράρχα μακάριε.
Λόγῳ τῆς σοφίας σου, ὡς δυσσεβῆ καὶ παράνομον, Γερμανὲ
παμμακάριστε, πανσόφως διήλεγξας, τὸν περὶ τὴν πίστιν, Λέοντα σφαλέντα, τῆς
Ἐκκλησίας τὴν ὀρθήν, καὶ τῶν Εἰκόνων Πάτερ ἐτράνωσας, τὴν σχετικὴν προσκύνησιν,
ὡς τὰς καρδίας ἀνάγουσαν, τῶν πιστῶν καὶ τὴν ἔφεσιν, εἰς αὐτὸ τὸ πρωτότυπον.
Λύχνος ὁ πολύφωτος, τῆς ἐπιπνοίας τοῦ Πνεύματος, ἀρετῶν
τὸ κειμήλιον, στόμα τὸ θεόφθογγον, ὄργανον τὸ θεῖον, ἡ εὔσημος λύρα, ἀσμάτων
τῶν πνευματικῶν, ἱεραρχίας ὁ νοῦς ὁ ἔνθεος, ὑμνείσθω θείοις μέλεσιν, ὁ Γερμανὸς
ὀ μακάριος, ὁ πρεσβεύων ἑκάστοτε, ὑπὲρ πάντων πρὸς Κύριον.
Δόξα. Ἦχος γ΄.
Τῷ φωτὶ τῶν ἀρετῶν, καταλαμπρύνας τὴν ψυχήν, ταῖς
ἀκτῖσι τῶν ἔργων σου, τὴν Ἐκκλησίαν ἐφαίδρυνας, τῶν ἀποῤῥήτων γὰρ μυσταγωγός,
καὶ τῆς εὐσεβείας ὑποφήτης ὤφθης, θεοπρεπῶς πολιτευσάμενος, καὶ ἀμέμπτως
ἱερατεύσας Θεῷ, καὶ ὡς θυσίαν Αὐτῷ εὐπρόσδεκτον, προσαγαγὼν τοῦ βίου τὴν
ἄθλησιν, τοῖς νοεροῖς συνήφθης λειτουργοῖς, Γερμανὲ θεοφάντορ Ὅσιε, μεθ’ ὧν
ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ημῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Αἴγλη τῶν ἀρετῶν, καθάρας τὴν καρδίαν, ἰδεῖν
κατηξιώθης, τὰς θεϊκὰς ἐλλάμψεις, Ἀρχιεράρχα Ὅσιε.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ
μελέτη τῆς καρδίας μου σύνεσιν.
Λόγῳ σου ἱερῷ, εὐφραίνεις καὶ στηρίζεις, Χριστοῦ τῆν
Ἐκκλησίαν, ὡς θεῖος Ἱεράρχης, ὦ Γερμανὲ Πατὴρ ἡμῶν.
Στ.: Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου, ἀγαλλιάσει ἀγαλλιάσονται.
Μέγας Ἀρχιερεύς, ἐν Βυζαντίῳ ὤφθης, καὶ πάσης
Ἐκκλησίας, ὡς τοῦ Χριστοῦ θεράπων, λύχνος φωτοειδέστατος.
Δόξα. Τριαδικόν.
Τρίφωνε Παντουργέ, ὁμόδοξε Θεότης, Πάτερ Υἱὲ καὶ
Πνεῦμα, λιταῖς τοῦ Ἱεράρχου, εἰρήνευσον τὸν κόσμον σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἄχραντε Μαριάμ, Θεογεννῆτορ Κόρη, φωτὶ τῶν πρεσβειῶν
Σου, τὰς κόρας τῆς ψυχῆς μου, καταύγασον καὶ σῶσόν με.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σοφίας τοῖς δόγμασιν ἐκπαιδευθεὶς εὐκλεῶς, φωστὴρ
ἐχρημάτισας, τῆς Ἐκκλησίας Χριστοῦ, ἐν λόγοις καὶ πράξεσι, σύμμορφος γὰρ
ὑπάρχων, τῆς εἰκόνος Κυρίου, λύεις
Εἰκονομάχων, τὴν ἀντίθεον πλάνην, διό σε Ἱεράρχα Γερμανέ, Χριστὸς ἐδόξασε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό Κύριε ἐκέκραξα ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος
α'. Πανεύφημοι Μάρτυρες.
Λεόντιον φρόνημα στεῤῥῶς, Γερμανὲ κατέβαλες, τὸ
δυσσεβείας ἀνάμεστον· τὴν γὰρ προσκύνησιν, τῶν σεπτῶν εἰκόνων, τοῦ Χριστοῦ ὁ
δείλαιος, καὶ πάντων τῶν Ἁγίων ἠρνήσατο, ἀλλὰ τοῖς λόγοις σου, θεοφάντορ ἐξελήλεγκται,
καὶ ὡς ἄνους, ἀνόητος ἔμεινεν.
Ὁ Λέων ὁ ἄθεος ὁ θήρ, ὁ Θεῷ μισούμενος, τοῦ Ἀντιχρίστου
ὁ πρόδρομος, ὁ τὴν προσκύνησιν, τῆς Χριστοῦ εἰκόνος, ἀθετήσας Ὅσιε, τοῦ κλήρου
τῶν πιστῶν ἐξωστράκισται· διὸ αἰτοῦμέν σε· ὡς ἐκεῖνον ταῖς πρεσβείαις σου, τὸν
παρόντα, κατεύνασον τάραχον.
Ἐφέσεως ἔτυχες τῆς σοί, θεοφάντορ πόῤῥωθεν, πεποθημένης
σαφέστατα· τῷ γὰρ Δεσπότῃ σου, μετὰ παῤῥησίας, Γερμανὲ μακάριε, νῦν ἱεροπρεπῶς
προσεχώρησας, ᾧ παριστάμενος, ἀπολαύεις,τῆς θεώσεως, τὴν εἰρήνην τῷ κόσμῳ αἰτούμενος.
Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῆς σοφίας τοῦ Πνεύματος, φωταυγὲς ἐνδιαίτημα, Γερμανὲ
μακάριε ἐκ νεότητος, ὡς ἀληθῶς ἐχρημάτισας, σαὐτὸν καθηράμενος, προσπαθείας
γεηρᾶς, διὰ βίου λαμπρότητος, ὅθεν ἔλλαμψας, ὡς ἀστὴρ ἑωσφόρος καταυγάζων, τοῦ
Χριστοῦ τὴν Ἐκκλησίαν, Ὀρθοδοξίας τοῖς δόγμασι.
Τῆς Κυζίκου τὸ ποίμνιον, ὡς πανσόφως ἐποίμανας, Κωνσταντινουπόλεως ἐνθεώτατος,
Ἀρχιεράρχης καὶ Πρόεδρος, καὶ στύλος ὁλόφωτος, ἐπινεύσει θεϊκῇ, Γερμανὲ ἱερώτατε,
ἀναδέδειξαι, καὶ φωτὶ τῶν πλουσίων ἀρετῶν σου, καὶ τῶν λόγων ταῖς ἀκτῖσι, τὴν
Ἐκκλησίας ἐφαίδρυνας.
Ὡς θεόπνευστον ὄργανον, τῇ τῶν λόγων σου σάλπιγγι,
Γερμανὲ θεόσοφε ἐμελώδησας, ᾄσματα θεῖα καὶ ἤνεσας, Κυρίου τὴν σάρκωσιν, καὶ
Ἁγίων ἑορτάς, καὶ δογμάτων ὀρθότητι, σοφῶς ἤλεγξας, τὸν δεινῶς ἀσεβοῦντα
βασιλέα, παρ’ οὗ Πάτερ καὶ τοῦ θρόνου, τοῦ σοῦ ἀδίκως ἐκβέβλησαι.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἐξέλαμψεν ἡ τοῦ Ἱεράρχου Γερμανοῦ μνήμη,
τὴν Ἐκκλησίαν καταφαιδρύνουσα. Δεῦτε τῇ
τούτου χάριτι μυσταγωγούμενοι, ἐνθέως ἑορτάσωμεν, πρὸς αὐτὸν βοῶντες· χαίροις,
ὁ πολιτείᾳ θείᾳ ἐμπρέψας, καὶ Ἀποστολικοῖς πλουτισθεὶς χαρίσμασι· χαίροις,
Ἱεράρχα θεόσοφε, ὁ ἀμέμπτως ἱερατεύσας Θεῷ, καὶ τῆς εὐσεβείας τρανώσας τὰς
ἐκφάνσεις· χαίροις, εἰκονομάχων ἔλεγχος σφοδρός, καὶ τῆς ὀρθῆς λατρείας, τύπος
καὶ παράδειγμα. Ἐν αὐτῇ καὶ ἡμῶν τὰς καρδίας στήριξον, καὶ πρέσβευε Κυρίῳ
Πάτερ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι′.7).
Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ
κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν.
Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ
ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος
αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν
ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς
φυλάξει. Αἱ γὰρ ἐξοδοί μου, ἔξοδοι ζωῆς,καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.
Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ
σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ
καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ
ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ
ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ
ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ
ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου,
οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι,καὶ
ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ
ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ι′.32).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν
ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ
θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος
γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς
δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν
καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας
καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον
συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς
θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ
ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ
περιέρχεται ζητοῦσα,καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ
κατισχύσει ποτὲ κακία.Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ
ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι
ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ
ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην
δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν
ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ
μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ
τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων,καὶ πᾶσι σύμβουλὸς ἐστιν
ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ
τοῦτο ἐνέτυχον τῷ Κυρίω, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας.
Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ
σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ
διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων
πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ
υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ
θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ
ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν
πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κέφ. Γ΄, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει
ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες
μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους
ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες
ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει
αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ
πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ
ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Τῶν ἀρετῶν τὸ γέρας, περιποιησάμενος δι’ ἔργων,
ἱερωσύνης τὴν στολήν, θεόθεν ἐκομίσω, Ἱεράρχα Γερμανέ. Φιλοσοφίᾳ γὰρ τῇ θείᾳ,
καθαγνίσας τὸν νοῦν, ἐνδιαίτημα πολύτιμον, τοῦ Ἁγίου Πνεύματος ὤφθης, ἐν αὐτῷ
γὰρ ζῶν καὶ φθεγγόμενος, ῥήματα ζωῆς ἀιωνίου, καὶ δογμάτων ἀκρίβειαν, καὶ ζωῆς
ἀρίστης τύπον, τῇ Ἐκκλησία παρέθηκας. Ἀλλ’ ὡς ὑπὲρ ταύτης τιθεὶς τὴν ψυχήν, καὶ
τὰ ἄνω οἰκήσας βασίλεια, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος β΄.
Παντοδαποῖς κεκοσμημένος προτερήμασι, τὴν Ἐκκλησίαν τοῦ
Χριστοῦ κατεκόσμησας, τῇ σῇ σοφῇ ἡγεσίᾳ, Ἱεράρχα Γερμανέ. Οὐ μόνον γὰρ τῷ λόγῳ
τῆς χάριτος, πολλῷ δὲ μᾶλλον πολιτείᾳ σώφρονι, τῶν πιστῶς τὰς ψυχὰς ἐπαίδευσας,
τὰ ἄνω ποθεῖν καὶ ζητεῖν, καὶ ἀλλοτρίων δογμάτων ἀπέχεσθαι. Καὶ περίβλεπτος ἐν
πᾶσι γενόμενος, πρὸς τὴν αμαρτίαν, μέχρις αἵματος ἀντικατέστης,ὑπὲρ τῆς ὀρθῆς
πίστεως, σαὐτὸν προϊέμενος. Διό σε ἐδόξασεν, ὁ τῆς δόξης Κύριος.
Ἦχος γ΄.
Τοῦ Εὐαγγελίου τῆς ζωῆς, λειτουργὸς ἐνθεώτατος, ἐν
λόγῳ, ἐν ἔργῳ, ἐν ἀναστροφῇ, Ἀποστολικῶς ἐχρημάτισας, Ἱεράρχα πανσεβάσμιε. Καὶ
καλῶς διαγαγών, τὴν δοθεῖσαν σοι ἐξουσίαν, ἀγγελικῶς ἱεράτευσας, τῷ σαρκωθέντι
Θεῷ ἡμῶν. Οὗ τὴν ἐν σαρκὶ οἰκονομίαν, θεοφρόνως θεολογῶν, τῆς ἐμφερείας αὐτοῦ
τὴν εἰκόνα, τιμᾶν καὶ προσκυνεῖσθαι, ὀρθοδόξως ἐκήρυξας, εἰκονομάχους
ἐκτρεπόμενος, ἀλλ’ ὡς τοῦ ξύλου τῆς ζωῆς κατατρυφῶν, θεοφάντορ Γερμανέ, ἱκέτευε
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Ἡ τοῦ Πνεύματος χάρις, δαβιτικῶς τοῖς χείλεσί σου
ἐξεχύθη, Ἱεράρχα Γερμανὲ πατὴρ ἡμῶν, καὶ ὄργανον θεῖον σὲ ἀνέδειξε, καὶ λύραν
παναρμόνιον, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, ὅθεν λόγοις μελιῤῥύτοις, καὶ ὕμνοις
ἐνθέοις ᾔνεσας, τῆς ἐν Χριστῷ οἰκονομία, τὸ μέγα μυστήριον. Καὶ τύπον καὶ
εἰκόνα, σαὐτόν παραστήσας, τῆς ἐν πνεύματι λατρείας καὶ ζωῆς, τοῦ σαρκωθέντος
Σωτῆρος τὴν Εἰκόνα, σέβεσθαι ἐδίδαξας, θεοφθόγγῳ γλώσσῃ, ἐντεῦθεν ὡς ἀληθείας
ὑφηγητής, καὶ ποιμὴν ποιμένων, καὶ μέγας ὁμολογητής, ἀξίως ἐμεγαλύνθης, καὶ
παρέχεις πᾶσι, τὰ πρὸς σωτηρίαν αἰτήματα.
Δόξα. Ἦχος β΄.
Τῆς σοφίας τῆς κρείττονος, θησαυρὸς ἐχρημάτισας
θεοπρεπῶς πολιτευσάμενος, Γερμανὲ ἱερώτατε, ὁλοσχερῶς γάρ Θεῷ ἀνακείμενος, ταῖς
θείαις μελέταις τὸν νοῦν ἐπτέρωσας, καὶ τῶν γηΐνων ὑπέρτερος, ὡς οὐρανόφρων
ὤφθης, ὅθεν ἡ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, τῇ σῇ ἱερατείᾳ σεμνύνεται, καὶ τοῖς ὁσίοις
πόνοις σου, τοὺς υἱοὺς αὐτῆς μυσταγωγεῖ, πρὸς εὐσεβείας ἐπιδόσεις. Ἀλλ’ ᾧ
Ἱεράρχα μακάριε, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, μιαιφόνων ἐκ χειρῶν, Πάτερ προμηθείᾳ ἐῤῥύσθης, τοῦ
Παντοκράτορος, τότε καταλέλεξαι, παρθένων τάγματι, τῇ ἁγνείᾳ κοσμούμενος, καὶ
πάσαις ἰδέαις, ἐναρέτων πράξεων, καταλαμπόμενος, ὅθεν, ὥσπερ λύχνος ἐκλάμψας,
ἀρχιερωσύνης ἐμπρέπεις, Γερμανὲ παμμάκαρ τοῖς χαρίσμασι.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ
μελέτη τῆς καρδίας μου σύνεσιν.
Ὅτε, θεοσόφῳ διδαχῇ, ἤλεγξας τὸ ἄθεον δόγμα, Πάτερ τοῦ
Λέοντος, τότε ὁ παράνομος, ἄναξ ἐμβρόντητος, τῇ σοφίᾳ γέγονε, καὶ τοῦ ἱεροῦ σε,
θρόνου κατεβίβασε, νοΐ ἀγνώμονι. Σὺ γὰρ τοῦ Χριστοῦ τὴν Εἰκόνα, σέβεσθαι
ἐκήρυξας πᾶσι, θείαις παραδόσεσιν ἑπόμενος.
Στ.: Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου, ἀγαλλιάσει ἀγαλλιάσονται.
Ὅτε, θεοφθόγγοις σου μολπαῖς, ᾔνεσας ὡς ὄργανον θεῖον,
τὰ μεγαλεῖα Θεοῦ, τότε ἐνθεώτατος, μύστης τῆς χάριτος, Γερμανὲ ἐχρημάτισας,
ἀρετων Ἁγίων, λόγω ἐκτιθέμενος, δόξαν τὴν ἄῤῥητον, ὅθεν, ἰσαγγέλως βιώσας, τὴν
ἱερωσύνην λαμπρύνεις, Πάτερ τοῖς σεπτοῖς σου κατορθώμασι.
Δόξα. Ἦχος πλ. δ΄.
Τῷ λόγῳ τῆς χάριτος, τῶν εὐσεβῶν τὰς ἀκοὰς ὑπανοίγων,
τὴν Ἐκκλησίαν ἐφαίδρυνας, τοῖς θεοφθόγγοις σου ῥήμασι. Καὶ τῇ ἰσχύϊ τῆς γλώσσης
σου, τὰς περὶ τῶν θείων Εἰκόνων, διατρανώσας ὑπολήψεις, τῆς ἀληθείας τὸν
χαρακτῆρα ἐνεφηνας. Διὸ ἐν ἀμφοτέροις διαπρέψας, τὰ γέρα τῶν πόνων σου, παρὰ
Θεοῦ ἀξίως εἴληφας, ᾧ καὶ πρεσβεύεις ἀπαύστως, Γερμανὲ ἱερώτατε, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σοφίας τοῖς δόγμασιν ἐκπαιδευθεὶς εὐκλεῶς, φωστὴρ
ἐχρημάτισας, τῆς Ἐκκλησίας Χριστοῦ, ἐν λόγοις καὶ πράξεσι, σύμμορφος γὰρ
ὑπάρχων, τῆς εἰκόνος Κυρίου, λύεις
Εἰκονομάχων, τὴν ἀντίθεον πλάνην, διό σε
Ἱεράρχα Γερμανέ, Χριστὸς ἐδόξασε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν,
Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἐξέλαμψε λαμπρῶς, ἡ ἁγία σου μνήμη, ὡς ἄστρον φαεινόν,
Γερμανὲ Ἱεράρχα, ἡμᾶς καταλαμπρύνουσα, ταῖς ἀκτῖσι τῶν τρόπων σου, ἣν
γεραίροντες, ἀσματικῶς σε τιμῶμεν, ὡς θεράποντα, καὶ ἀληθῆ μυστηπόλον, τῆς
θείας χρηστότητος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὴν β΄ Στιχολογίαν,
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εἰκόνα θεόγραφον τῶν ἱερῶν ἀρετῶν, σαὐτὸν προτιθέμενος,
τῇ Ἐκκλησίᾳ Χριστοῦ, ζωῆς καθαρότητι, σέβεσθαι καὶ τιμᾶσθαι, τὰς πανσέπτους
Εἰκόνας, στόματι θεηγόρω, ἀνεκήρυξας Πάτερ, φυλάττων τῆς λατρείας τὸν τύπον,
ἀπαραχάρακτον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον,
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείας πίστεως, ὀρθοδοξίᾳ, ὑπεστήριξας, τὴν Ἐκκλησίαν,
θεοφάντορ Γερμανὲ παμμακάριστε, καὶ τῶν αἱρέσεων λύσας τὴν ζόφωσιν, πρὸς
ἀφθαρσίας τὸ φῶς ἐξεδήμησας· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι
ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη,
ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τῇ οἰκουμένῃ.
Εὐαγγέλιον, τὸ τοῦ Ἁγ. Ἰωάννου Χρυσοστόμου.
Ὁ Ν΄ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄.
Στ.: Ἐλέησόν με ὁ Θεός...
Ποιμαντικοῖς διαπρέψας ἀγῶσιν, ὡς Ἱεράρχης σοφὸς
ὁμολογίᾳ σαὐτὸν ἐφαίδρυνας, Γερμανὲ παμμάκαρ. Οὐ γὰρ ἐκάμφθης ἀπειλαῖς, τοῦ
παρανομήσαντος ἄνακτος, ἀλλ’ ἐν ἡσυχίᾳ προέκρινας διάγειν, καὶ συγκακουχεῖσθαι
τῷ λαῷ τοῦ Θεοῦ, ἤ συγκοινωνεῖν, τῆς αἱρέσεως πλάνῃ. Διὸ Χριστός, τοὺς σοὺς
καμάτους δεξάμενος, λαμπρῶς σε ἐδόξασεν, ἐν τῇ ἀϊδίῳ ζωῇ, αὐτῆς καὶ ἡμᾶς
ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, δεόμεθα Ἅγιε.
Εἶτα, οἱ Κανόνες· τῆς ἑορτῆς ἤ τοῦ Πάσχα· καὶ τοῦ
Ἁγίου β΄.
Ὁ α΄ Κανών, ἐκ τοῦ Μηναίου, οὗ ἡ Ἀκροστιχίς: Τοῦ ποιμενάρχου Γερμανοῦ μέλπω κλέος.
ᾨδὴ α'. ᾨδὴ α'. Ἦχος α'. Σοῦ ἡ τροπαιοῦχος.
Τῆς Ἱερωσύνης τῇ στολῇ, κατακοσμούμενος Μάκαρ
διέπρεψας, λόγῳ δὲ τῆς χάριτος, τὰ τῶν πιστῶν πανευσεβῶς συστήματα, ὤφθης
θεοφάντορ, καταφωτίζων τοῖς δόγμασιν.
Ὄχημα ὑπῆρξας ἀρετῶν, οὗ ἐπιβὰς τῷ Θεῷ προσεχώρησας,
κόσμου τὴν τερπνότητα, καταλιπών, καὶ τὸ σαθρὸν δοξάριον, καὶ οὐρανοφοίτης, τῇ
σῇ σοφίᾳ γενόμενος.
Ὑπὸ τῆς προνοίας προγνωσθείς, ὡς Ἱερεὺς θεηγόρος ἐσόμενος,
Πάτερ ὑπεξέφυγας, τυραννικὴν μιαιφονίαν Ὅσιε, τοῦ Θεοῦ φρουροῦντος, σὲ δεξιᾷ
παντοκράτορι.
Θεοτοκίον.
Ποίαν σοι ἐπάξιον ᾠδήν, ἡ ἡμετέρα προσοίσει ἀσθένεια, εἰμὴ
τὴν χαρμόσυνον, ἣν Γαβριὴλ ἡμᾶς ἐμυσταγώγησε; Χαῖρε Θεοτόκε, Παρθένε Μῆτερ ἀνύμφευτε.
Ἕτερος, οὗ ἡ ἀκροστιχίς: Τὸ Γερμανοῦ γέρας γεραρέσθω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τῷ φέγγει τῆς χάριτος καταλαμπόμενος Ἅγιε, τὸν νοῦν μου
καταύγασον, ταῖς ἱκεσίαις σου, ἀνυμνοῦντός σου, τὴν μνήμην Ἱεράρχα, καὶ βίου
σου Ὅσιε, προτερήματα.
Ὁ λύχνος ὁ πάμφωτος, τῶν χαρισμάτων τοῦ Πνεύματος, τὸ
γέρας τὸ ἔνθεον, τῶν ἱερῶν ἀρετῶν, ἀνυμνεῖσθώ μοι, ὁ Γερμανὸς ὁ μέγας, ὁ πᾶσιν
αἰτούμενος, πταισμάτων ἄφεσιν.
Γνωρίζων ὁ Κύριος τὴν ἐσομένην σοι ἔλλαμψιν, χειρός σε
ἐῤῥύσατο, φονώσης Ἅγιε, καὶ παρθένων σε, ἐν εὐνουχίᾳ Πάτερ, χορείᾳ κατέλεξε,
προβλέψει κρείττονι.
Θεοτοκίον.
Ἐκ Σοῦ σεσωμάτωται ὁ Ὑπερούσιος Κύριος, ὁ ἧν μείνας
Ἄχραντε, καὶ ὃ οὐκ ἧν προσλαβών, ἀνεκαίνισε, τὴν τῶν ἀνθρώπων φύσιν, ὁ μόνος
φιλάνθρωπος, δι’ ἀγαθότητα.
ᾨδὴ γ'.
Ὁ μόνος εἰδὼς.
Ὁ θείᾳ προγνώσει προειδώς, σῆς γνώμης τὸ ἐλεύθερον, καὶ
τῆς ψυχῆς Σοφὲ τὴν εὐγένειαν, χερσὶν ἀνόμοις ἀναιρεθῆναί σε, ὡς Θεὸς ἐκώλυσε,
καὶ παρθένων τάγματι, εὐνουχίᾳ πανσόφως κατέλεξεν.
Ἰδεῖν ἐφιέμενος σαφῶς, Παμμάκαρ τὴν
λαμπρότητα, τὴν νοητὴν τῆς θείας θεώσεως, ἱεραρχίαν τὴν σὴν ἐκόσμησας, πολιτείᾳ
σώφρονι, καὶ σοφοῖς διδάγμασιν, ὀρθοδόξως ἰθύνας τὸ ποίμνιον.
Μεγάλης καθέδρας ἐπιβάς, μεγάλως
κατελάμπρυνας, τῆς Ἐκκλησίας Πάτερ τὸ πλήρωμα, διδασκαλίαις καὶ μελῳδήμασι,
Γερμανὲ πανεύφημε, Ἱεράρχα Ὅσιε, καὶ φωστήρ οἰκουμένης ὑπέρτιμε.
Θεοτοκίον.
Ἐκ σοῦ ἀνεβλάστησεν Ἁγνή, τὸ ἄνθος τὸ
ἀμάραντον, εὐωδιάζον τὴν ἀνθρωπότητα, τῷ θείῳ μύρῳ τῆς αὐτοῦ φύσεως, ὁ Πατρὶ
συνάναρχος, καὶ ἐκ σοῦ γενόμενος, ὑπὸ χρόνον, Παρθένε πανάμωμε.
Ἕτερος. Τοὺς Σοὺς ὑμνολόγους.
Ῥεόντων εὐκλείας ἀπανθούσης, μακρύνας
παμμάκαρ Γερμανέ, τὸ γεγονός σοι Ὅσιε, ὡς εὐδοκίαν κρείττονα, ἐμφρόνως
ἡγησάμενος, ταῖς ἀρεταῖς ἐνδιέπρεψας.
Μελέτη Γραφῶν τῶν θεοπνεύστων,
λαμπρύνας νοὸς τὸ ὀπτικόν, τὰ ὑπὲρ νοῦν μεμύησαι, τῇ καθαρᾷ καρδία σου, πρὸς
θεωρίαν ἄϋλον, ἐκ πρακτικῆς ἀναγόμενος.
Ἁγνείᾳ καὶ βίῳ λαμπροτάτῳ, ἐκλάμπων
θεόφρων Γερμανέ, Ἀρχιερεὺς θεόληπτος, καὶ Πρόεδρος περίδοξος, τῆς Ἐκκλησίας
πέφηνας, τῆς ἐν Κυζίκω μακάριε.
Θεοτοκίον.
Νοός μου διάλυσον τὸ σκότος, πληροῦν τὴν καρδίαν μου
ἀεί, τῶν γεηρῶν προλήψεων, φωτὶ τῷ τοῦ προσώπου σου, Παρθένε ἠ κυήσασα, Χριστὸν
τὸ φῶς τῶν ψυχῶν ἡμῶν.
Κάθισμα.Ἦχος πλ. δ'.
Τὴν Σοφίαν καὶ Λόγον.
Ἱερὰν ἀμπεχόμενος τὴν στολήν, ἀνεδείχθης ὑπέρμαχος τοῦ
Χριστοῦ, μὴ πτήξας παράνομον, Βασιλέα, Πατὴρ ἡμῶν, τὸν αὐχένα μὴ κλίνας, ἀθέῳ
προστάγματι, ῥαπισμούς ὑποφέρων, ὀνείδη καὶ σκώμματα· ὅθεν ὁ ἀλάστωρ, τῷ θυμῷ ὑπερζέσας,
φρουρᾷ σε κατέκλεισε, μέχρι τέλους μακάριε· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε
Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν
μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
ᾨδὴ δ'.
Ὄρος σε τῇ χάριτι.
Νεκρώσας πανσόφως τῆς σαρκὸς τὰ σκιρτήματα, Ἱερομύστα
Γερμανέ, φιλοσοφίας φωτισμῷ, τὸν νοῦν κατελάμπρυνας, πνευματικῇ μυσταγωγίᾳ
κοσμούμενος, Χριστῷ κραυγάζων· Δόξα τῇ δυνάμει σου.
Ἀρνεῖσθαι τὸ πάνσεπον Χριστοῦ ἐξεικόνισμα, ὁ δυσμενέστατος
ἐχθρός, παραφροσύνῃ προκληθείς, ταῖς σαῖς ἐξελήλεγκται, περιφανῶς διδασκαλίαις ἀοίδιμε,
ἀλλ' ἀνιάτως νοσῶν οὐκ ᾐσθάνετο.
Ῥημάτων τὸν ἔλεγχον τῶν σῶν ὑφορώμενος,
ὁ θηριώνυμος, Σοφέ, καὶ θηριότροπος τὸν νοῦν, τοῦ θρόνου κατάγει σε, τοῦ ἱεροῦ,
ἀλλ' ἀντὶ τούτου ἐπλούτησας, Ἱερουργίαν Παμμάκαρ οὐράνιον.
Θεοτοκίον.
Χαρὰν σοι σαφῶς ἀπ' οὐρανοῦ ἀφικόμενος,
ὁ Ἀρχιστράτηγος Ἁγνή, εὐηγγελίσατο, εἰπών· Θεὸς ἐξελεύσεται, μετὰ σαρκός, ἐκ σοῦ
Παρθένε πανάχραντε, εἰς σωτηρίαν τῶν πόθῳ ὑμνούντων σε.
Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.
Ὁ περίβλεπτός σου βίος, πανταχοῦ σε
περίβλεπτον, ἀνέδειξε Πάτερ, οἷα τοῦ Θεοῦ φίλον γνήσιον, καὶ ἀρετῶν ἐνθεώτατον ἐκφάντορα,
ἀνακράζοντα· δόξα Χριστέ τῇ δυνάμει Σου.
Ὑψηλῆς ἐπὶ καθέδρας, ὥσπερ λύχνος
πολύφωτος, ταπεινῇ καρδίᾳ, Πάτερ Ἱεράρχα ἀνέλαμψας, ἐπὶ τὸν θρόνον τὸν μέγαν ὡς
ἐκάθισας, θείῳ Πνεύματι, τῆς Βασιλίδος τῶν Πόλεων.
Γέρας ὤφθης Ἐκκλησίας, Γερμανὲ ἱερώτατε,
πανιέρῳ βίῳ, καὶ τῇ τῶν δογμάτων ὀρθότητι, καὶ διδαχαῖς θεηγόροις σεμνυνόμενος,
ὡς τῆς χάριτος, μυσταγωγὸς ἐνθεώτατος.
Ἐναρέτοις σου ἰδέαις, Γερμανὲ
παμμακάριστε, καὶ σοφίας πλούτῳ, καὶ τοῖς ἱεροῖς σου παλαίσμασι,τὴν ἱεράν ἀμπεχόνην πόλλῳ
πλείονι, κατελάμπρυνας, ὡς Ἱεράρχης θεόσοφος.
Θεοτοκίον.
Ῥῦσαι Κόρη τὴν ψυχήν μου, τῆς δουλείας τοῦ χείρονος,
καὶ τῷ θείῳ φόβῳ, ῥύθμισον τὸν νοῦν μου ὡς εὔσπλαγχνος, ἐπιλαβέσθαι ζωῆς δι’ ἧς
ὀφθήσομαι, δοῦλος γνήσιος, τοῦ ἐκ νηδύος Σου λάμψαντος.
ᾨδὴ ε'.
Ὁ φωτίσας τῇ ἐλλάμψει.
Ὁλοκλήρως τὸν Χριστόν, ἀγαπήσας θεόληπτε, ἠγαπήθης παρ'
αὐτοῦ, ἐπαξίως καὶ εἴληφας, χαρισμάτων πέλαγος· καὶ γὰρ σοφῶς ταῖς διδαχαῖς,
σου, τὴν Ἐκκλησίαν ἐφώτισας.
Ὑμνῳδίαις Γερμανέ, θεοπνεύστοις ἐφαίδρυνας, τὰς χορείας
τῶν πιστῶν, καὶ τὰ θεῖα πληρώματα· ἡ γὰρ παναρμόνιος νευρά, Πάτερ τῆς σῆς
καρδίας, τους Ὀρθοδόξους ἐλάμπρυνε.
Γηθόμενος, τῶν Μαρτύρων τοὺς ἄθλους καὶ τρόπαια,
στηλιτεύσας ἐγκωμίων καὶ λόγων συνθέσεσι, καὶ αὖθις Ἀοίδιμε, εἰκονικαῖς
χρωματουργίαις, εἰς ἓν συνάπτων ἀμφότερα.
Θεοτοκίον.
Εὐφραίνονται, οὐρανῶν αἱ δυνάμεις ὁρῶσαί
σε ἀγάλλονται, σὺν αὐτοῖς τῶν βροτῶν τὰ συστήματα· τῷ γὰρ τόκῳ ἥνωνται τῷ σῷ,
Παρθένε Θεοτόκε, ὃν ἐπαξίως δοξάζομεν.
Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Ἁγίων τὰ σκάμματα, τῇ θεηγόρῳ γλώσσῃ
σου, μέλπων Γερμανὲ ὕμνοις ἐνθέοις, τὴν τοῦ Σωτηρος ἄῤῥητον κένωσιν, ᾔνεσας
πανσόφοις σου ᾠδαῖς, ὡς κιθάρα ἔμμουσος, καὶ θεόπνευστον ὄργανον.
Σοφίᾳ τῶν λόγων σου, τὸν ἀσεβοῦντα ἄνακτα, ἤλεγξας ὡς
θεῖος Ἱεράρχης, ὡς ἀθετοῦντα τὴν τῶν Εἰκόνων τιμήν, ὅθεν ἀληθείας ἀῤῥαγῆ,
στύλον σε γινώσκομεν, καὶ θεμέλιον ἄσειστον.
Γενναίως ἀνθέστηκας, προπολεμῶν στεῤῥότατα, Πάτερ τῆς ὀρθῆς
ὁμολογίας, τοῖς κενοφώνοις δόγμασιν Ὅσιε, σέβων τὴν ἐν σώματι μορφην, ἣν σώζων
τὸν ἄνθρωπον, ὁ Δεσπότης προσέλαβε.
Θεοτοκίον.
Ἐν Σοὶ κατεσκήνωσεν, ὁ Λόγος ὁ Ὑπέρθεος, καὶ ἐκ Σοῦ λαβὼν
Ἁγνὴ τὴν σάρκα, ὤφθη τῷ κόσμῳ Θεὸς καὶ ἄνθρωπος, οὗ τὴν ἐν σαρκὶ περιγραφήν,
Γερμανὸς ὁ πάνσοφος, ὀρθοδόξως ἐκήρυξε.
ᾨδὴ ς'.
Ἐκύκλωσεν ἡμᾶς.
Ῥυθμίζεται ταῖς διδαχαῖς σου Πάνσοφε, καὶ λόγοις τὸ
βασίλειον ἱεράτευμα, λαός τε τοῦ Χριστοῦ, ὁ ἡγιασμένος καὶ θεόκλητος, καὶ πρὸς
Θεόν, καθοδηγεῖται ταῖς ὑποθήκαις σου.
Μνημόνευε τῶν σὲ ὑμνούντων Ὅσιε, Θεῷ νῦν παριστάμενος,
καὶ πληρούμενος τῆς θείας καλλονῆς, καὶ τῆς ἀκηράτου ὡραιότητος, πρὸς τὴν ζωήν,
καθοδηγῆσαι ταῖς ἱκεσίαις σου.
Ἀνάβασιν σοφῶς τοῦ βίου τέθεικας, ἐκ δόξης καὶ
δυνάμεως, πρὸς οὐράνιον σὺ δόξαν καὶ ἰσχύν,Ἔνδοξε προβαίνων ταῖς ἀσκήσεσιν, ἕως
Χριστῷ, τῷ ποθουμένῳ χαίρων ὡμίλησας.
Θεοτοκίον.
Νῦν Πάναγνε τὸν σὸν οἰκέτην λύτρωσαι, ἐκ πάσης
περιστάσεως, τρικυμίας τε καὶ ζάλης τῶν παθῶν, καὶ πρὸς σὸν λιμένα καθοδήγησον· σὺ γὰρ ἐμοῦ, καὶ
προστασία καὶ ἐπανόρθωσις.
Ἕτερος. Τὴν θείαν ταύτην.
Ῥάβδῳ τῶν θείων δογμάτων σου, σαφῶς τὴν Ἐκκλησίαν
ἐποίμανας, λόγοις καὶ πράξεσιν, ὡς Ἀποστόλων ὁμότροπος, Ἀρχιερεῦ Κυρίου,
ἀξιοθαύμαστε.
Ἀκούσας Πάτερ τῶν λόγων σου, ἐμβρόντητος ὁ ἄναξ ὁ
δείλαιος, Γερμανὲ πέφηνεν, οὐ γὰρ ἠνέσχετο Ἅγιε, τὸ φῶς τῆς ἀληθείας, σκότος
γενόμενος.
Ἰδὼν ψυχῆς σου τὸ ἄτρεπτον, ὁ Λέων Γερμανὲ ἱερώτατε,
γνώμη παράφρονι, ἐκ τῆς οἰκείας καθέδρας σε, κατάγει ὡς οὐδόλως τούτῳ
ὑπείκοντα.
Θεοτοκίον.
Ῥείθροις τῆς Σῆς ἀγαθότητος, τὴν ἄνικμον ψυχήν μου καὶ
ἄγονον, Κόρη κατάρδευσον, ἵνα ζωὴν τὴν ἐνάρετον, Θεῷ καρποφορήσῃ, καρπὸν ὡς
ὥριμον.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Οἰκονόμος ἄριστος, τῶν δωρεῶν του Σωτῆρος, ὡς εἰκὼν
θεόγραφος, τῶν ἀρετῶν πέλων Πάτερ, ἔλαμψας, ἐν Ἱεράρχαις ἀμέμπτῳ βίῳ, ἔδειξας,
τὴν τῶν Εἰκόνων τιμὴν προσφόρως, διὰ τοῦτό σοι βοῶμεν· Χαίροις τρισμάκαρ,
Γερμανὲ ἔνδοξε.
Οἶκος.
Ἐκ ῥίζης Πάτερ εὐκλεοῦς, βλαστήσας ὥσπερ φοίνιξ,
ἐξήνθησας Δαβιτικῶς, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, καρποὺς τοὺς ψυχοτρόφους,
ἀμέμπτως γὰρ καὶ σωφρόνως, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ πολιτευσάμενος, ἀπαθείας
ἐδείχθης ὄργανον, καὶ τοῦ Παρακλήτου σκήνωμα πολύτιμον, ἐντεῦθεν ἱερατεύσας
Θεῷ, ἐν Κυζίκῳ μὲ πρώην, καὶ εἶτα ἐν τῇ Βασιλίδι Πόλει, ὡς Ἱεράρχης μέγας καὶ
θεοειδής, καὶ παγκόσμιος φωστὴρ ἀνέλαμψας. Καὶ τῶν εἰκονομάχων διαλύσας τὴν
σκοτόμαιναν, Ὀρθοδοξίας διαυγάζεις φῶς τοῖς βοῶσι· Χαίροις τρισμάκαρ, Γερμανὲ
ἔνδοξε.
Συναξάριον.
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γερμανοῦ,
Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Χαίρων ἀφεὶς γῆν Γερμανός, καὶ γῆς θρόνον,
Γῆς Δημιουργοῦ τὸν θρόνον χαίρει βλέπων.
Ταῖς αὐτοῦ ἁγίαις, πρεσβείαις, ὁ
Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'.
Σὲ νοητήν, Θεοτόκε κάμινον.
Ὅλην ἐν σοί, τὴν αὐγὴν τοῦ Πνεύματος, εἰσδεδεγμένος ἀληθῶς,
ἀναβρύεις ὡς ποταμός, Πάτερ ἀξιάγαστε, δόγματα σωτήρια, θεοτερπῆ τε διδάγματα,
τὸν αἰνετόν μεγαλύνων, Θεὸν καὶ ὑπερένδοξον.
Ὑμνολογῶν, εὐσεβῶς ἐφαίδρυνας, τὰς τοῦ Δεσπότου ἑορτάς,
ἀναμέλπων μελῳδικῶς, ἔνθεος, γενόμενος, πάντας τοὺς Ἁγίους τε, σαῖς μουσικαῖς ἐμεγάλυνας,
πρὸς ἀρετήν ἐπαλείφων, σοφῶς τοὺς πίστει ψάλλοντας.
Τριαδικόν.
Μίαν ἀρχήν, ἑνιαίαν ἄτμητον, ἐν ὑποστάσεσι τρισί,
θεολόγῳ γλώσσῃ βοῶν, πᾶσιν ἀνεκήρυξας, ἄναρχον Γεννήτορα, Μονογενῆ τε
συνάναρχον, καὶ συμφυὲς θεῖον Πνεῦμα, τρανῶς καὶ ὁμοούσιον.
Θεοτοκίον.
Ἐν σοὶ ἁγνή, Θεοτόκε τίθημι, πᾶσαν ἐλπίδα, καὶ πρὸς σέ,
καταφεύγω διὰ παντός. Σῶσόν με Πανάμωμε, ῥῦσαι ταῖς πρεσβείαις σου, τῆς
κατεχούσης συγχύσεως, καὶ ταραχῆς, τῶν δεινῶν μου παθῶν καὶ παραπτώσεων.
Ἕτερος. Ὁ διασώσας ἐν πυρί.
Ἐνδεδυμένος ἱερῶς, Πάτερ Γερμανὲ θεηγόρε, ἱερωσύνης τὴν
στολήν, ἱεράρχης θεόληπτος πέφηνας, καὶ Θεῷ ἱεράτευσας, ὥσπερ Ἄγγελος ἐν κόσμῳ
ἱεροφάντορ.
Σύνεσιν ἔχων ἀληθη, ἤλεγξας ἀσύνετον δόγμα, τὸ τὴν
τιμὴν τὴν σχετικήν, ἀκυροῦν τῆς Εἰκόνος θεόσοφε, τῆς κατ’ ἄνθρωπον φύσεως, ἣν
προσέλαβεν ὁ Λόγος δι’ εὐσπλαγχνίαν.
Θεολογῶν θεοπρεπῶς, τῆς Ὀρθοδοξίας τον λόγον,
ἐρεσχελίαις ταῖς δειναῖς, τῶν ποικίλων ἀντετάξω αἱρέσεων, Γερμανὲ παμμακάριστε,
αὐγαζόμενος τῷ φέγγει τῷ τρισηλίῳ.
Θεοτοκίον.
Ὡς τῶν ἁπάντων Ποιητήν, τέξασα ἐν ὕλῃ βροτείᾳ, ὑπὲρ
κατάληψιν Ἁγνη, ὑπερτέρα πάσης κτίδσεως πέφηνας. Οὗ τὸν τύπον τοῦ σώματος, ἐν
εἰκόσι προσκυνοῦμεν Θεογεννῆτορ.
ᾨδὴ η'.
Ἐν καμίνῳ παῖδες.
Λαμπηδόσι καὶ μαρμαρυγαῖς, φωτὸς τῆς τρισηλίου,
λαμπάδος Ἱεροφάντορ, ἐνηδόμενος τανῦν, κραυγάζεις γηθόμενος· Εὐλογεῖτε πάντα τὰ
ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Πολυφώτου καὶ πλησιφαοῦς, Πάτερ ἠξιωμένος, χορείας ἐπουρανίου,
ἐν σκηνώμασιν ἡμῶν, βοώντων μνημόνευε· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν
Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὡς τηρήσας τὸ θεοειδές, καὶ Θεοῦ κατ' εἰκόνα, εἰκόνας τὰς
τῶν Ἁγίων, ἀνεστήλωσας εἰδώς, ἐπὶ τὸ πρωτότυπον, διαβαίνειν πᾶσαν τιμήν τε καὶ
δόξαν, πανεύφημε καὶ γέρας.Κύριον ὑμνεῖτε, βοῶν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Καινῷ τρόπῳ καὶ ὑπερφυεῖ, Παρθένε συλλαβοῦσα, τὸν Λόγον
τὸν τῷ Πατρί, συγκαθορώμενον Υἱόν, Παρθένος διέμεινας· Σὲ ὑμνοῦμεν πάντα τὰ ἔργα,
τὸ χαῖρέ σοι βοῶντες, καὶ ὑπερυψοῦμεν,εἰς
πάντας τοὺς αἰῶνας.
Ἕτερος. Παῖδας εὐαγεῖς.
Γνώσει τῇ ποικίλῃ διαπρέπων, σοφίας παντοδαποῦς Γερμανὲ
ἔνδοξε, στῦλος καὶ ἑδραίωμα, Ἐκκλησίας γέγονας, σοφῶς πολιτευόμενος, καὶ ψάλλων
Ὅσιε· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἔνθους μὲν ἀνυμνεὶς Ἱεράρχα, Κυρίου τὴν ὑπὲρ λόγον
συγκατάβασιν, μελιῤῥύτοις ᾄσμασι, τῶν εἰκονομάχων δέ, τὴν ἄνοιαν διήλεγχες σοφοῖς
σου ῥήμασι, διὸ ὁμολογίας στεφάνῳ, ὁ Χριστός σε Πάτερ, ἐδόξασεν ἀξίως.
Ῥήσεσι τῶν θείων Ἀποστόλων, Πατέρων δὲ ταῖς ἁγίαις
παραδόσεσι, Γερμανὲ ἑπόμενος, ὡς ποιμὴν πανάριστος, καὶ οἰκονόμος γνήσιος τῆς
θείας χάριτος, τὴν τῶν εἰκονομάχων μανίαν, ἤσχυνας παμμάκαρ, ὀρθῇ διδασκαλίᾳ.
Θεοτοκίον.
Ἄχραντε Παρθένε Θεοτόκε, Ἀγγέλων καὶ Ἀρχαγγέλων ἀγαλλίαμα,
κόσμου καταφύγιον, καὶ βροτῶν διάσωσμα, ἐμὲ τὸν ἀπολλύμενον πολλοῖς ἐν πάθεσι,
διάσωσον τῇ Σῇ εὐσπλαγχνίᾳ καὶ πρὸς σωτηρίας, ὁδήγησόν με ὅρκον.
ᾨδὴ θ'.
Τύπον ἁγνῆς.
Λύειν καὶ δεσμεῖν τὰ πταίσματα, τὴν ἐξουσίαν οὐρανόθεν
δεξάμενος, ἐννομώτατος, ὡς Ἱερεὺς παμμακάριστε, τοῖς ὑμνοῦσί σε Πάτερ τὴν ἄφεσιν,
πρεσβείαις σου παράσχου, ἵνα σε πάντες μακαρίζωμεν.
Εὗρες ἀμοιβὰς τῶν πόνων σου, Ἱεροφάντορ Γερμανὲ
παμμακάριστε, τὸ μακάριον, ἀπειληφὼς ἐνδιαίτημα, καὶ ζωῆς αἰωνίου λαβόμενος, καὶ
θείας θεωρίας, ἀκαταπαύστως ἐμφορούμενος.
Ὅλον σεαυτὸν ἀνέθηκας, τῷ παντεπόπτῃ Λόγῳ καὶ
παντοκράτορι, καλλιέρημα, ἀναδειχθεὶς ἱερώτατον, καὶ θυσίαν δεκτὴν καὶ εὐάρεστον,
προσάγων τῷ Κυρίῳ, σῶν πονημάτων τὰ ἐφύμνια.
Θεοτοκίον.
Στῆσον τῆς σαρκὸς τὸ φρόνημα, καὶ τῶν παθῶν Παρθένε παῦσον
τὸν τάραχον, τοῦ προσφεύγοντος, Θεογεννῆτορ τῇ σκέπῃ σου, καὶ ἐλπίδος κρηπῖδά
σε ἔχοντος, καὶ θείαν προστασίαν, πεπλουτηκότος καὶ ἀντίληψιν.
Ἕτερος. Ἅπας γηγενής.
Στέφος εὐπρεπές, ζωῆς ἀϊδίου σοι, Χριστὸς δεδώρηται, ὡς
καλῶς τελέσαντι, τῆς εὐσεβείας τὸν δρόμον Ὅσιε, καὶ ἀσινῆ τηρήσαντι πίστιν τὴν
ἔνθεον, καὶ Ἀγγέλων σύσκηνόν σε ἔδειξε, Γερμανὲ μετὰ τέλος τὸ ἅγιον.
Ἴθυνας καλῶς, καὶ λόγοις καὶ πράξεσι, καί θείοις δόγμασι, Γερμανὲ πανεύφημε, τῆς
Ἐκκλησίας ἅπαν τό πλήρωμα, ὑπὲρ τοῦ θείου δόγματος, σαὐτὸν προθέμενος, εἰς
ἀγῶνας, καὶ κινδύνους Ὅσιε, ὡς Χριστοῦ μιμητὴς ἀκριβέστατος.
Μέγας ἀληθῶς, ἐν βίῳ γενόμενος, σοφίας χάριτι, Γερμανὲ
μακάριε, μεγίστου θρόνου λαμπρῶς ἠξίωσαι, καὶ τοῦτον κατεκόσμησας, μεγάλοις
σκάμμασιν, εὐσεβείας, Ἱεράρχα μέγιστε, χαρισμάτων μεγάλων ἀνάπλεε.
Ὅρμον τῆς ζωῆς, τῆς ἄνω κατέλαβες, βίου τὴν θάλασσαν,
ἀκυμάντων Ἅγιε, διαπεράσας αὔραις τοῦ Πνεύματος, καὶ τοῦ φωτὸς πεπλήρωσαι τοῦ
ὑπὲρ ἔννοιαν θεοφάντορ, δι’ οὗ κἀμὲ φώτισον, τὸν ἐν σκότει παθῶν πορευόμενον.
Θεοτοκίον.
Ὕψωσον Ἁγνή, ψυχῆς μου τὴν ἔφεσιν, πρὸς θεῖον ἔρωτα,
καὶ τὸν νοῦν μου πλήρωσον, φωτὸς ἀΰλου ἐπιστασίᾳ Σου, ὡς ἄν φωτὸς πορεύσωμαι,
τὴν τρίβον Δέσποινα, καὶ πρὸς φέγγος, φθάσω τὸ ἀνέσπερον, τῆς χαρᾶς τοῦ Υἱοῦ
Σου Πανάχραντε.
Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων σε.
Ὡς Ἱεράρχης θεῖος καὶ θεηγόρος, πολυειδῶς φαιδρύνεις
τὴν Ἐκκλησίαν, λόγῳ καὶ σοφίᾳ τε και χάριτι, καὶ πολιτείᾳ κρείττονι, διό σε
ἀνευφημοῦμεν, ὦ Γερμανὲ θεοφάντορ.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Ἱεράρχην Κυρίου ὕμνοις τιμήσωμεν, ὡς πεπλησμένον
θείας, ἀληθῶς φωταυγείας, τῶν θείων Ἀποστόλων τὸν μιμητήν, Γερμανὸν τὸν
θεόσοφον, ἵνα πρεσβεύῃ ἀπαύστως ὑπὲρ ἡμῶν, πρὸς Χριστὸν τὸν μόνον εὔσπλαγχνον.
Τῇ θεοσόφῳ σου γλώσσῃ και θεοῤῥήμονι, διήλεκται ἡ
γνώμη, ὡς ἀντίθεος οὖσα, καὶ πλήρης ἀπονοίας αἱρετικῆς, Ἱεράρχα τοῦ Λέοντος,
καὶ ἡ τιμὴ τῶν Εἰκόνων ἡ εὐσεβής, θεοφρόνως πεφανέρωται.
Ἱεραρχίας τὴν χλαῖναν τὴν θεοΰφαντον, πνευματικαῖς
καμάτοις, τοῦ ἀμέμπτου σου βίου, τελέσας λαμπροτέραν Πάτερ σοφέ, μετὰ δόξης
ἀνέδραμες, ἔνθα Χριστὸς πρῶτος πάντων ὑπὲρ ἡμῶν, εἰσελήλυθε μακάριε.
Τῆς εὐσεβείας τὸ στόμα τὸ θεοκίνητον, ὁ Γερμανὸς ὁ
μέγας, τοῦ Χριστοῦ Ἱεράρχης, τὸ γέρας τῶν Ἁγίων Ἱεραρχῶν, Ἐκκλησίας τὸ σέμνωμα,
ἀξιοχρέως τιμάσθω νῦν παρ’ ἡμῶν, ὡς ἡμῶν πρέσβυς πρὸς Κύριον.
Δόξα.
Ἦχος πλ. δ'.
Τῇ μελέτῃ τῶν θείων Γραφῶν σεαυτὸν παρασχόμενος, καὶ ταῖς
ἐκεῖθεν ἀκτῖσι τὸν νοῦν καταυγασθείς, τῆς ἱερωτάτης ἱεραρχίας σκεῦος καθαρόν,
καὶ φωτὸς ἔμπλεων ἀνεδείχθης, Γερμανὲ Πατὴρ ἡμῶν· ὅθεν καὶ ταῖς σοφαῖς σου
διδασκαλίαις, τὸ τοῦ Χριστοῦ ποίμνιον, εἰς νομὰς ζωηφόρους ὁδηγήσας, καὶ
Γραφικαῖς ἀποδείξεσι, τήν τῶν Εἰκονομάχων αἵρεσιν στηλιτεύσας, τῆς Ὀρθοδόξου
πίστεως πρόμαχος ἐγένου, καὶ φυλακαῖς καὶ θλίψεσι προσεπάλαισας, καὶ νῦν
παριστάμενος Χριστῷ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ
γ΄ καὶ στ΄ ᾠδή.
Ἀπόστολον καὶ Εὐαγγέλιον τοῦ Ἁγίου Χρυσοστόμου, 13ῃ
Νοεμβρίου.
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον...
Μεγαλυνάριον.
Χαίροις ὁ τῆς χάριτος θησαυρός, Γερμανὲ παμμάκαρ, Ἱεράρχα
Πάτερ σοφέ, χαίροις θεῖον γέρας, Χριστοῦ τῆς Ἐκκλησίας, καὶ τῶν σοὶ ὁμωνύμων, ἐν
βίῳ ἔφορος.
Δίστιχον:
Γέρας
Γερμανὲ παράσχου Πάτερ θεῖον,
Γερασίμῳ
μέλψαντι τὰς ἀρετάς σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου