Ψαλλομένη τῇ 27η Ὀκτωβρίου
Ἀπὸ τὸν Κώδικα 159, σύμφωνα μὲ τὴν ἀρίθμηση τοῦ καταλόγου τοῦ Γέροντος
Παταπίου Μοναχοῦ Καυσοκαλυβίτου, πού περιέχεται σὲ χειρόγραφο βιβλίο στὴν
βιβλιοθήκη τοῦ Κυριακοῦ τῆς Σκήτεως τῆς Ἁγίας Τριάδος Καυσοκαλυβίων. Ἡ
ἀντιγραφὴ τῆς Ἱερᾶς Ἀκολουθίας ἐγένετο ὑπὸ τῆς ἡγιασμένης χειρὸς τοῦ ἀοιδίμου
Ἱερομόναχου καὶ πεφημισμένου ἐξομολόγου Χαρίτωνος τοῦ Πνευματικοῦ ἀπὸ τὰ
Τρίκαλα Θεσσαλίας, κατὰ τὸ ἔτος 1900.
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ Κύριε Ἐκέκραξα ἱστῶμεν Στίχ. στ΄ καὶ ψάλλομεν
γ΄ τοῦ Ἁγίου Δημητρίου καὶ γ΄ τοῦ Ἁγίου Νέστορος.
Τοῦ Ἁγ. Δημητρίου, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλος ἀνακείμενος, τῷ παντεπόπτῃ Δεσπότῃ, ὅλος προσεπέλασας, ἀριδήλως Ἅγιε τῷ
Κυρίῳ σοῦ, καὶ σαυτὸν δέδωκας, εἰς σφαγὴν παμμάκαρ, ἐκμιμούμενος τὸν Κύριον καὶ
λογχευόμενος, αἵμασιν ἐφοίνιξας χλαῖνάν σου. Διὸ καὶ μύρα βλύζουσι, ἔνθα ἡ
σορός σου Δημήτριε· οἶδε γὰρ δοξάζειν, ὁ Κύριος τοὺς ὄντας ἑαυτοῦ· ὃν παῤῥησίᾳ
ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Χάρισμα ἐπλούτησας, ἐκ δεξιὰς τοῦ Ὑψίστου, Ἀθλητὰ Δημήτριε, φωτὸς ὥσπερ
εἴωθε μεταδίδοται, εἰσαεὶ ἔνδοξε, φυσικῶς μὴ λήγον, ἀλλὰ μένει ἀδαπάνητον οὕτως
ἐκβλύζει νῦν, μύρα ἡ σορός σου ἑκάστοτε, τοῖς χρήζουσι μυρίζουσα, λῆξιν μηδαμῶς
ὑπομενοῦσαν· ὅθεν παῤῥησίαν, ὡς ἔχων Μυροβλύτα πρὸς Χριστόν, αὐτὸν δυσώπει
λυτρώσασθαι, πάντας τῆς κολάσεως.
Ὅλην ἀναθέμενος, μετὰ Θεὸν τὴν ἐλπίδα, ἐπὶ σὲ Δημήτριε, ταῖς εὐχαῖς σου
ἀρίστᾳ ὑπεισέρχεται, τὸ ἐχθροῦ στάδιον, ἰσχυρῶς ὁ Νέστωρ, καὶ καθέλει τὸν
ἀντίπαλον, συγκαθελὼν ὁμοῦ, καὶ τὸν ἀρχαιότατον δράκοντα, διὸ καὶ τὸ μαρτύριον,
τὸ ὑπὲρ Χριστοῦ ἀνεδέξατο, καθὰ σὺ προέφης, παμμάκαρ Μυροβλύτα πρὸς αὐτόν. Ὅθεν
πρὸς πάλην πάντων ἐχθρῶν, καὶ ἡμᾶς ἐνίσχυε.
Τοῦ Ἁγίου Νέστορος. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Νέστορ Ἀθλητὰ μακάριε, τὴν πανοπλίαν Χριστοῦ, σεαυτῷ περιθέμενος, αἰσθητῶς
Λυαίῳ μέν, συμπλακεὶς τοῦτον ὤλεσας, ταῖς ἀοράτοις δὲ τὸν ἀόρατον, λαβαῖς
Βελίαρ σὺ συνεπόδισας, καὶ ἐθανάτωσας, νίκης διαδήμασι· ὅθεν τὴν σὴν κάραν
ἐστεφάνωσεν, ὁ μεγαλόδωρος.
Λόγοις ἐνθέοις νευρούμενος, Νέστορ σοφὲ ἀληθῶς, Δημητρίου τοῦ Μάρτυρος,
ἀλαζόνα τύραννον, ἀνδρικῶς ἐθανάτωσας· καὶ τὸν θανόντα καὶ ᾍδην λύσαντα,
ὁμολογήσας Θεὸν ἀθάνατον, θάνατον ἄδικον, καθυπέστης ἔνδοξε· ὅθεν ζωήν, χαίρων
ἀτελεύτητον, ἐκληρονόμησας.
Θεῖος νεανίας πέφυκας, σώματος ὥρα σοφέ, διαπρέπων καὶ χάριτι, θεϊκῇ
κοσμούμενος, καὶ ῥώμῃ σεμνυνόμενος· ὅθεν Λυαίου λύσας τὴν δύναμιν, τῇ δυναστείᾳ
τοῦ Παντοκράτορος, χαίρων ἐνήθλησας, καὶ χοροῖς ἠρίθμησαι τῶν ἀθλητῶν, οἷς
συναγαλλόμενος, ἡμῶν μνημόνευε.
Δόξα. Ἦχος πλ. β´.
Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ, καὶ τῶν Μαρτύρων κλέος, οἱ φιλέορτοι σήμερον,
δεῦτε πιστῶς ἀνευφημήσωμεν, βοῶντες πρὸς αὐτούς· Χαίροις Ἀθλητάρχα τοῦ Χριστοῦ,
Δημήτριε πανεύφημε, καὶ Μυροβλύτα πανθαύμαστε, ὁ τὴν πλευράν σου λόγχαις
τρωθείς, ὡς ὁ Δεσπότης ἐν τῷ Σταυρῷ· χαίροις Νέστορ γενναιότατε, καὶ νεανία
τερπνότατε, ὁ ταῖς τοῦ Δημητρίου καθοπλισθεὶς εὐχαῖς, καὶ τὸν ὑπερήφανον Λυαῖον
καταβαλῶν, καὶ τὴν κάραν σου ξίφει τμηθείς· Χαίρετε ἄμφω Ἀθληταί, Θεσσαλονίκης
τὸ καύχημα, καὶ τῆς Οἰκουμένης ἀγλάϊσμα, πάρεστε οὖν μέσον ἡμῶν ἀοράτως, τῶν
ἐκτελούντων τὴν μνήμην ὑμῶν, πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τοῦ Σεισμοῦ. Ἦχος ὁ αὐτός.
Φοβερὸς εἰ Κύριε, καὶ τίς ὑποστήσεται τὴν δικαίαν σου ὀργήν; ἡ τίς
δυσωπήσει; ἡ τίς παρακαλέσει Ἀγαθέ, ὑπὲρ λαοῦ ἡμαρτηκότος καὶ ἀπεγνωσμένου; τὰ
οὐράνια τάγματα, Ἄγγελοι, Ἀρχαὶ καὶ Ἐξουσίαι, Θρόνοι, Κυριότητες, τὰ Χερουβὶμ
καὶ τὰ Σεραφίμ, ὑπὲρ ἡμῶν σοι βοῶσιν· Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Κύριε, τὰ ἔργα τῶν
χειρῶν σου, μὴ παρίδῃς Ἀγαθέ. Διὰ σπλάγχνα ἐλέους, σῷζε λαόν σου κινδυνεύοντα.
Εἴσοδος.
Προκείμενον. Ἦχος βαρύς: Ὁ Θεὸς ἡμῶν ἐν τῷ Οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα
ἠθέλησεν, ἐποίησεν.
Στίχος: Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.
Στίχος: Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 63, 15-19 &
64, 15 καὶ ἐκλογὴ).
Ἐπίβλεψον ἐκ τοῦ οὐρανοῦ Κύριε, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ Ἁγίου σου καὶ
δόξης σου. Ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἠνέσχου
ἡμῶν Κύριε; Σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καί, Ἰσραὴλ οὐκ
ἐπέγνω ἡμᾶς, ἀλλὰ σὺ Κύριε, Πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς, ἀπ' ἀρχῆς τὸ ὄνομά σου ἐφ'
ἡμᾶς ἐστι. Τὶ ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὰς καρδίας
ἡμῶν, τοῦ μὴ φοβεῖσθαί σε; Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς
κληρονομίας σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου, οἱ
ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου, ἐγενόμεθα ὡς τὸ ἀπαρχῆς, ὅτε οὐκ
ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ' ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν,
τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, ὡσεὶ κηρὸς τήκεται ἀπὸ πυρός, καὶ
κατακαύσει πῦρ τούς ὑπεναντίους σου, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου τοῖς
ὑπεναντίοις σου, ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται. Ὅταν ποιῇς τὰ ἔνδοξα,
τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν
εἶδον Θεὸν πλήν σου, καὶ τὰ ἔργα σου ἀληθινά, καὶ ποιήσεις τοῖς ὑπομένουσί σε
ἔλεος. Συναντήσεται γὰρ ἔλεος τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου
μνησθήσονται. Καὶ νῦν, Κύριε, Πατὴρ ἡμῶν σὺ εἶ, ἡμεῖς δὲ πηλὸς καὶ σὺ ὁ Πλάστης
ἡμῶν· ἔργα χειρῶν σου πάντες ἡμεῖς. Μὴ ὀργίζου ἡμῖν, Κύριε, ἕως σφόδρα, καὶ μὴ
ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Καὶ νῦν ἐπίβλεψον, Κύριε, ὅτι λαός σου πάντες
ἡμεῖς.
Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα. (Κεφ. 2, 1-12).
Τάδε λέγει Κύριος· Ἐμνήσθην ἐλέους νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου,
τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραήλ, λέγει Κύριος, ὁ ἅγιος τοῦ Ἰσραήλ. τῷ Κυρίῳ
ἀρχὴ γεννημάτων αὐτοῦ. Πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσι, κακὰ ἥξει ἐπ'
αὐτούς, λέγει Κύριος· Ἀκούσατε λόγον Κυρίου, οἶκος Ἰακώβ, καὶ πᾶσα πατριὰ οἴκου
Ἰσραήλ. Τάδε λέγει Κύριος. Τὶ εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι
ἀπέστησαν μακρὰν ἀπ' ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν,
καὶ οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας
ἡμᾶς ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ, καὶ ἀκάρπῳ, καὶ σκιᾷ
θανάτου, ἐν γῇ, ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ ἀνήρ, οὐδὲ κατῴκησεν υἱὸς ἀνθρώπου
ἐκεῖ; Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν τοὺς καρποὺς αὐτοῦ, καὶ
τὰ ἀγαθὰ αὐτοῦ, καὶ εἰσήλθετε καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν κληρονομίαν μου
ἔθεσθε εἰς βδέλυγμα. Οἱ ἱερεῖς οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, καὶ οἱ ἀντεχόμενοι
τοῦ νόμου οὐκ ἠπίσταντό με· καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ· καὶ οἱ προφῆται
προεφήτευον τῇ Βάαλ· καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν. Διὰ τοῦτο ἔτι κριθήσομαι
πρὸς ὑμᾶς λέγει Κύριος, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι. Διέλθετε
εἰς νήσους Χεττιεὶμ καὶ ἴδετε, καὶ εἰς Κηδὰρ καὶ ἀποστείλατε, καὶ νοήσατε
σφόδρα, καὶ ἴδετε, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ
οὐκ εἰσὶ θεοί, ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἦς οὐκ ὠφεληθήσονται.
Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3,1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν
πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ· Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν
κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτους, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες
ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει
αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ
οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ,
καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια τοῦ Σεισμοῦ. Ἦχος
α´. Τῶν οὐρανίων ταγμάτων.
Ὁ τὰ θεμέλια πάντα, τῆς γῆς σαλεύων Θεός, ὁ συνταράσσων μόνος, τῆς θαλάσσης
τὸ κῆτος, ὡς κτίστης τῶν ἁπάντων ῥῦσαι ἡμᾶς, τῆς φοβερᾶς τοῦ Σεισμοῦ ἀπειλῆς,
ὑπὸ τῆς σῆς εὐσπλαγχνίας διαπαντός, δυσωπούμενος Φιλάνθρωπε.
Στίχ.: Συνέστησας τὴν γῆν καὶ συνετάραξας αὐτήν, ἴασαι τὰ συντρίμματα.
Τῆς δικαίας σοῦ ταύτης ὀργῆς Φιλάνθρωπε, ἀθρόως ἐπελθούσης, μὴ συγχώσης
Οἰκτιρμόν, μηδὲ διασκεδάσῃς μὴ τῷ θυμῷ, τῆς ὀργῆς σου παιδεύσῃς ἡμᾶς· ἀλλὰ τὸν
τάραχον κόπασον τοῦ Σεισμοῦ, καὶ τὸν σὸν λαὸν οἰκτείρησον.
Στίχ.: Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν.
Ὡς πολυέλαιος μόνος καὶ παντοδύναμος, Χριστὲ Σωτὴρ ὑπάρχων, πρεσβείαις
Δημητρίου, καὶ Νέστορος τῶν θείων, σῷζε ἀεί, ἀπὸ λοιμοῦ καὶ λιμοῦ καὶ Σεισμοῦ,
πυρὸς μαχαίρας ἐθνῶν καταποντισμού, τοὺς δοξάζοντας σὲ δούλους σου.
Δόξα. Τῶν Ἁγίων. Ἦχος β΄.
Ὡς τὰ ὑπερκόσμια σκηνώματα, Δημήτριε καὶ Νέστορ Μάρτυρες σοφοί, Χριστὸς ὁ
Θεὸς ἡμῶν, προσήκατο ἀμώμητα τὰ πνεύματα ὑμῶν, ὑμεῖς γὰρ τῆς Τριάδος γεγόνατε
ὑπέρμαχοι, καὶ ἐν σταδίῳ ἀνδρικῶς ἐνηθλήσατε, ὡς ἀδάμαντες στεῤῥοί· ὁ μὲν τὴν
πλευρὰν λογχευθείς, ὁ δὲ τὴν κάραν ξίφει τμηθείς, τῶν θαυμάτων εἰλήφατε τὴν
ἐνέργειαν, ἀνθρώποις παρέχοντες τὰς ἰάσεις ἀφθόνως· Διὸ τὴν μνήμην ὑμῶν σήμερον
ἑορτάζοντες, ἐπαξίως δοξάζοντες, τὸν ὑμᾶς δοξάσαντα Κύριον.
Καὶ νῦν. Τοῦ Σεισμοῦ. Ἦχος ὁ αὐτός.
Τῆς γῆς συνταρασσομένης τῷ τῆς ὀργῆς σου φόβῳ, βουνοὶ καὶ τὰ ὄρη συσείονται
Κύριε· ἀλλ᾿ εὐσπλαγχνίας ὄμματι ἐφ᾿ ἡμᾶς ἐπιβλέψας, μὴ τῷ θυμῷ σου ὀργισθῇς
ἡμῖν ἀλλὰ σπλαγχνισθεὶς ἐπὶ τὸ πλάσμα τῶν χειρῶν σου, τῆς φοβερᾶς ἡμᾶς τοῦ
Σεισμοῦ ἀπειλῆς ἐλευθέρωσον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Ἀπολυτίκια. Τοῦ Ἁγίου Δημητρίου. Ἦχος γ´. Θείας
πίστεως.
Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη
τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύνας τὸν
Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Τοῦ Ἁγίου Νέστορος. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Διάπυρον κέκτησαι, ζῆλον καὶ πίστιν σοφέ, ἰσχὺν ἐνδυσάμενος, τοῦ Δημητρίου
εὐχαῖς, Λυαῖον ἀπέκτεινας ὅθεν ἐθανατώθης, ἱερῶς Ἀθλοφόρε, στέφος παρὰ Κυρίου
εἰληφὼς θεῖε Νέστορ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τοῦ Σεισμοῦ. Ἦχος πλ. δ´.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ῥῦσαι ἡμᾶς τῆς φοβερᾶς
τοῦ σεισμοῦ ἀπειλῆς Χριστὲ ὁ Θεός, καὶ κατάπεμψον ἡμῖν πλούσια τὰ ἐλέη σου,
πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον
Σου Σωτήρ.
Μακάρισον θερμῶς, ὁ Βασίλειος λέγει, τὸν Μάρτυρα καὶ σύ, Μάρτυς ἔσῃ τῇ
γνώμῃ, διὸ οὖν μακαρίσωμεν, τὸν Δημήτριον σήμερον, καὶ τὸν Νέστορα, τοὺς
Ἀθλητὰς τοῦ Κυρίου, ὅπως τύχωμεν, μακαρισμοῦ τοῦ ἐνθέου, καὶ δόξης τῆς
κρείττονος.
Δόξα. Ἕτερον, ὅμοιον.
Ὡς φίλους τοῦ Χριστοῦ, ὡς θεράποντας θείους, ὡς Μάρτυρας πιστούς, ὡς
λαμπροὺς τροπαιούχους, ὑμᾶς νῦν γεραίρομεν, ἱεροῖς ἐν τοῖς ᾄσμασιν, ἵνα
λάβωμεν, ἁμαρτημάτων τὴν λύσιν, ταῖς εὐχαῖς ἡμῶν, Δημήτριε Ἀθλητάρχα καὶ Νέστορ
πανεύφημε.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Τίς μόνη ἄνευ σοῦ, Θεοτόκε Παρθένε, δυνήσεται Θεόν, καθ᾿ ἡμῶν ὀργισθέντα,
πταιόντων τῶν δούλων σοῦ, καταλλάξαι Πανάχραντε, σὺ οὖν Δέσποινα, τοῦτον
δυσώπει ὡς τούτου, Μῆτερ παύσασθαι, κλόνου τῆς γῆς τὸν γενῶντα, ἡμῖν μέγαν
ὄλεθρον.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα Ἦχος πλ. α´. Τὸν
συνάναρχον Λόγον.
Τοὺς Ἀθλοφόρους Κυρίου τοὺς ἐναθλήσαντας, ὑπὲρ τούτου συμφώνως πιστοὶ
τιμήσωμεν, τὸν Δημήτριον σοφὸν καὶ θεῖον Νέστορα καὶ γὰρ αὐτοὶ πρὸς τὸν Θεόν,
πρέσβεις θερμοὶ ὑπὲρ ἡμῶν, ὑπάρχουσιν ἀεννάως, παῤῥησίαν πολλὴν τυχόντες, ὡς
τοῦ Χριστοῦ πιστοὶ θεράποντες.
Δόξα. Ἕτερον, ὅμοιον.
Ἀδιστάκτῳ τῇ πίστει, Μάρτυρες ἔνδοξοι, Βασιλεῖ τυραννοῦντι ἀντικατέστητε,
καὶ ἀθλήσαντες στεῤῥῶς νικηταὶ ὤφθητε· ὅθεν τῶν ἄθλων ἀμοιβήν, στέφανον δόξης
παροχήν, ἐδέξασθε ἐκ τοῦ μόνου, Θεοῦ τοῦ ἀγωνοθέτου, ὃν ἱκετεύσατε σωθῆναι
ἡμᾶς.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Τὸν Υἱὸν καὶ Θεὸν Σου τὸν ὑπεράγαθον, τὸν καθ᾿ ἡμῶν ὀργισθέντα δικαίως
Ἄχραντε, ὡς μόνη οὖσα ἀγαθὴ Ἀειπάρθενε, τοῦτον δυσώπει ἐκτενῶς, τοῦ Σεισμοῦ τῆς
ἀπειλῆς, ῥυσθῆναι ἡμᾶς ἐν τάχει, τοὺς οἰκτροὺς σοῦ πιστοὺς ἰκέτας, δεόμεθά σου
θερμῶς Δέσποινα.
Ὁ Ν΄ Ψαλμός καὶ οἱ Κανόνες, τοῦ Σεισμοῦ μετὰ τῶν
Εἱρμῶν εἰς στ΄ καὶ ὁ πρῶτος τοῦ Ἁγίου Δημητρίου εἰς δ΄ καὶ τοῦ Ἁγίου Νέστορος
εἰς δ´.
Καταβασία: Ἀνοίξω τὸ στόμα μου.
Ὁ Κανὼν τοῦ Σεισμοῦ, οὗ ἡ Ἀκροστιχίς: Ὦ Χριστέ, τῆς γῆς τὸν κλόνον παῦσον τάχος. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ.
Ὡς φοβερὰ ἡ ὀργή σου, ἐξ ἧς ἡμᾶς, ἐλυτρώσω Κύριε, μὴ συγχώσας ἐν τῇ γῇ,
ἄπαν τὸ ἀνάστημα ἡμῶν· εὐχαρίστως σε διὸ ἀεὶ δοξάζομεν.
Χαίρων ἀεὶ καθ' ἑκάστην τῇ παντελεῖ, διορθώσει Δέσποτα, ὥς περ φύλλον
εὐτελές, διασείεις ἅπασαν τὴν γῆν, εἰς τὸν φόβον σου πιστοὺς στηρίζων ἡμᾶς.
Ῥῦσαι σεισμοῦ βαρυτάτου πάντας ἡμᾶς, καὶ μὴ δώῃς Κύριε, ἀπολέσθαι παντελῶς,
τήν κληρονομίαν σου πολλοῖς, παροργίζουσαν κακοῖς σὲ τὸν μακρόθυμον.
Θεοτοκίον.
Ἱκετευτικῶς σοι βοῶμεν Μῆτερ Θεοῦ, τὰ συνήθη σπλάγχνα σου, ἐπὶ πόλιν καὶ
λαόν, συμπαθῶς δεικνύουσα σεισμοῦ, βαρυτάτου καὶ φθορᾶς ἡμᾶς ἀπάλλαξον.
Τοῦ Ἁγίου πρῶτος Κανών, ἔχων Ἀκροστιχίδα: Τῷ καλλινίκῳ προσλαλῶ Δημητρίῳ. Θεοφάνους.
ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης, τὸ ἐρυθραῖον.
Τὸν θεῖον, τοῦ μαρτυρίου στέφανον, ἀναδησάμενος, περὶ Θεὸν χορεύεις
ἀστραπαῖς, ταῖς ἐκεῖθεν λαμπόμενος, καὶ φωτισμοῦ πληρούμενος, Μάρτυς ἀοίδιμε
Δημήτριε.
Ὡς ὄντα, τῆς ἀληθείας Μάρτυρα, καὶ μέχρις αἵματος, ἠγωνισμένον Μάκαρ
καρτερῶς, σταθηράν τε τὴν ἔνστασιν, πρὸς τοὺς ἀγῶνας δείξαντα, σὲ ὁ Δεσπότης
προσεδέξατο.
Κακίας, τὸν εὑρετὴν κατέρραξας, πρὸς γῆν Δημήτριε, μαρτυρικῇ σου λόγχῃ
καθελών, θεϊκῆς ἀγαθότητος, ταῖς ὑπὲρ νοῦν δυνάμεσιν, εἰς τοῦτο Μάκαρ
δυναμούμενος.
Θεοτοκίον.
Ἀμήτωρ, καθ' ὃ Θεὸς τὸ πρότερον, ὑπάρχων γέγονε, τὸ καθ' ἡμᾶς ἀπάτωρ ὁ ἐκ
σοῦ, Θεοτόκε πανύμνητε, σάρκα λαβὼν καθ' ἕνωσιν, τὴν ὑπὲρ λόγον καὶ διάνοιαν.
Καὶ τοῦ Ἁγίου Νέστορος. ᾨδὴ α' Ἦχος δ'. Ἅρματα Φαραὼ.
Ἅρματι φλογερῷ, τῷ σῷ αἵματι Σοφέ, χαίρων ἐπιβέβηκας, καὶ πρὸς οὐράνιον
ὕψος, ἔνθα Ἰησοῦς τὸ ἄχρονον φῶς, μετὰ χαρᾶς ἀνελήλυθας.
Θώρακα νοητόν, τὸν τῆς πίστεως σαυτῷ, Νέστορ περιθέμενος, καὶ τὸν Σταυρὸν
ὡς δόρυ ἔχων ἐν χερσί, τὰς τοῦ ἐχθροῦ, στερρῶς συνέκοψας φάλαγγας.
Ζέσει τῆς τοῦ Χριστοῦ, κρατυνόμενος στοργῆς, ἔνδον εἰσεπήδησας, ἐν τῷ
σταδίῳ καὶ πάσας, ἔλυσας Λυαίου μηχανάς, καὶ νίκης τρόπαιον ἔστησας.
Θεοτοκίον.
Συνέλαβες ἐν γαστρί, τὸν συνάναρχον Πατρί, ἔτεκες ἀπείρανδρε, ὑπερφυῶς κατὰ
σάρκα, μείνασα παρθένος ὄντως Ἁγνή· διὸ σε πάντες γεραίρομεν.
ᾨδὴ γ'. τοῦ Σεισμοῦ. Ὁ Εἱρμὸς. Οὐκ ἔστιν Ἅγιος ὡς σύ,
Κύριε.
Ἡ γῆ μαστίζεται ἡμῶν, κακῶς διακειμένων, καὶ ἀεὶ τὴν ὀργήν σου,
συγκινούντων καθ' ἡμῶν, οἰκτίρμον Παμβασιλεῦ, ἀλλὰ φεῖσαι, Δέσποτα τῶν δούλων
σου.
Συσσείσας Κύριε τὴν γῆν, ἐστερέωσας πάλιν, νουθετῶν ἐπιστρέφων, τὴν
ἀσθένειαν ἡμῶν, στηρίζεσθαι ἐν τῷ σῷ, θείῳ φόβῳ, θέλων ὑπεράγαθε.
Γεννώσας θάνατον πικρόν, καὶ σεισμοὺς βαρυτάτους, καὶ πληγὰς ἀνηκέστους,
ἁμαρτίας ἀδελφοί, ἐκφύγωμεν καὶ Θεόν, μετανοίας, τρόποις ἐκμειλίξωμεν.
Θεοτοκίον.
Ἡ μόνη οὖσα ἀγαθή, τὸν πανάγαθον Λόγον, ἐκτενῶς ἐκδυσώπει, τῆς παρούσης τοῦ
σεισμοῦ, ῥυσθῆναι πάντας ὀργῆς, Θεοτόκε, ἄχραντε δεόμεθα.
Τοῦ Ἁγίου Δημητρίου, ὁ πρῶτος Κανών. Εὐφραίνεται ἐπὶ
σοί.
Λελόγισται παρ' οὐδέν, τὸ τῶν τυράννων παρὰ σοὶ πρόσταγμα· τὸν τοῦ Θεοῦ
Λόγον γάρ, πάντων Ἀθλοφόρε προέκρινας.
Λυχνία φωτοειδής, τοῦ Μαρτυρίου ἐν σκηνῇ γέγονας, θείῳ φωτὶ λάμπουσα,
Μάρτυς Ἀθλοφόρε Δημήτριε.
Θεοτοκίον.
Ἰώμενος τὴν μορφήν, τὴν σαθρωθεῖσαν τῶν βροτῶν Πάναγνε, ταύτην ἐκ σοῦ
ἐνδύεται, μείνας ὅπερ ἦν ὁ φιλάνθρωπος.
Τοῦ Ἁγίου Νέστορος. Ὁ στερεῶν βροντὴν.
Δυναμωθεὶς τῷ κράτει τῆς ἰσχύος, τοῦ τοὺς μοχλοὺς συντρίψαντος, καὶ τὰς τοῦ
ᾍδου πύλας, σπουδῇ εἰς τὸ στάδιον εἰσῆλθες, καὶ κραταιῶς συνέτριψας, ἐχθροῦ
μηχανήματα.
Ὁ παλαιᾶς ἀπάτης ἀρχηγέτης, πρὸ τῶν ποδῶν σου ἥπλωται· νεανικῶς γὰρ πρὸς
ἐκτομήν, προσεχώρησας τοῦ ξίφους, Νέστορ Μαρτύρων καύχημα· διὸ εὐφημοῦμέν σε.
Προκαταλύσας θράσος παρανόμων, Θεῷ θυσίαν ἔθυσας, Μάρτυς τὸ αἷμά σου
ἀμοιβήν, ἱερὰν αὐτῷ παρέχων· διὸ σε ἀντημείψατο, πλουσίοις χαρίσμασι.
Θεοτοκίον.
Τὴν ἐξ, Ἀδὰμ τοῦ γένους ἀμορφίαν, ἐπεισαχθεῖσαν βρώματι, κυοφορούμενος
Ἰησοῦ, ἐν γαστρὶ τῆς Θεοτόκου, ὑπερφυῶς ἀνέπλασας, τὸ πρῶτον κάλλος δοὺς ἡμῖν.
Μετὰ τὴν γ᾿ Ὠδήν. Κοντάκιον τοῦ Σεισμοῦ. Ἦχος β´. Τὰ
ἄνω ζητῶν.
Τῇ νεύσει κλονεῖς, τῇ θείᾳ σου τὰ σύμπαντα, καὶ πάντων δονείς, καρδίας
Παντοδύναμε, τῶν εἰς νοῦν τὸν φόβον σου, μὴ ἐχόντων δίκαιε Κύριε· τῆς οὖν
δικαίας σοῦ ὀργῆς, τὰ κύματα ἄνες, σὸν πλάσμα ἐλεῶν.
Ὁ Οἶκος.
Ἡ πηγὴ τῶν οἰκτιρμῶν, καὶ τῆς φιλανθρωπίας τὸ ἀνεξιχνίαστον πέλαγος, καὶ
τῆς μακροθυμίας καὶ χρηστότητος ἡ ἄπειρος ἄβυσσος, πολυεύσπλαχνε Κύριε, σοῦ
δεόμεθα, καὶ σὲ ἱκετεύομεν· οἴκτειρον τοὺς συντετριμμένους ἡμᾶς καὶ
τεταπεινωμένους, ἐλέησον καὶ ὑπὸ τῆς φοβερᾶς τοῦ Σεισμοῦ ἀπειλῆς
τεθορυβουμένους, καὶ τρόμῳ πολλῷ καὶ φόβῳ συνεχομένους ἐπίσκεψαι, καὶ λύτρωσαι
ἐκ ταύτης, καὶ παντοίου ἀλλοῦ καὶ δεινοῦ κινδύνου καὶ κακώσεως, καὶ πάσης ἄλλης
δικαίας σοῦ ὀργῆς τὰ κύματα ἄνες, σὸν πλάσμα ἐλεῶν.
Κάθισμα τοῦ Ἁγίου Δημητρίου. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ
Σταυρῷ.
Ὁ τὸν Χριστὸν ἐν παῤῥησίᾳ κηρύξας, καὶ τὴν εὐσέβειαν σοῖς λόγοις τρανώσας,
καὶ στηλιτεύσας πλάνην πᾶσαν δυσσεβῶν ἤθλησας γενόμενος μιμητῆς τοῦ Δεσπότου
λόγχαις γὰρ Δημήτριε, τὴν πλευράν σου ἐτρώθης, ὅθεν Χριστοῦ ὡς θεῖος Ἀθλητής,
τοὺς σὲ τιμῶντας ἀεὶ διαφύλαττε.
Δόξα. Τοῦ Ἁγίου Νέστορος, ὅμοιον.
Οὐ κατεπλάγης τὴν ὀφρὺν τοῦ Λυαίου, οὐκ ἐδειλίασας τὸν θάνατον μάκαρ, ἀλλ᾿
ἀπτοήτως ἔδραμες πρὸς πάλην σοφέ, φέρων τὸ ὑπέρμαχον τοῦ Σταυροῦ θεῖον ὅπλον·
ὅθεν τὸν ἀλάστορα, παρευθὺς θανατώσας, ἐθανατώθης Νέστορ καὶ ζωῆς, κατηξιώθης
Χριστῷ παριστάμενος.
Καὶ νῦν. Τοῦ Σεισμοῦ, ὅμοιον.
Τῆς ἐπελθούσης σοῦ ὀργῆς ἀφόρητου, ὅτε ἠλέησας ἡμᾶς καὶ ἐῤῥύσω,
φιλανθρωπίας πέλαγος δεικνύων Χριστέ, νῦν εὐχαριστοῦμέν σοι, παιδευθέντες
ἐκκλῖναι, ἀπὸ τῶν κακῶν ἡμῶν, τῶν ἡμᾶς θανατούντων, ἀλλ᾿ ἐπιβλέψας οἴκτειρον
ἡμᾶς, ταῖς ἱκεσίαις Σωτὴρ τῆς Τεκούσης σε.
Τοῦ Σεισμοῦ. ᾨδὴ δ'. Ὁ Εἱρμὸς. Χριστός μου δύναμις.
Σαλεύεις Κύριε, τὴν γῆν βουλόμενος, ἑδρασμῷ ἀληθείας πάντας ἡμᾶς, Δέσποτα
στηρίζεσθαι, σαλευομένους προσβολαῖς, τοῦ δολίου πολεμήτορος.
Τῇ θείᾳ νεύσει σου, κλονεῖς τὰ σύμπαντα, καὶ δονεῖς τὰς καρδίας τῶν ἐπὶ
γῆς, κατοικούντων Δέσποτα· τῆς οὖν δικαίας σου ὀργῆς, ἄνες Κύριε τὰ κύματα.
Οὐδόλως ἔχοντας, εἰς νοῦν τὸν φόβον σου, ἐκφοβεῖς τῇ κινήσει πάσης τῆς γῆς,
μόνε εὐσυμπάθητε, ἀλλὰ συνήθως ἐφ' ἡμᾶς, τὰ ἐλέη σου θαυμάστωσον.
Θεοτοκίον.
Ναὸν σε Δέσποινα, Θεοῦ γινώσκοντες, ἐν ἁγίῳ ναῷ σου χεῖρας οἰκτράς, αἴρομεν
εἰς δέησιν· ἴδε τὴν κάκωσιν ἡμῶν, καὶ παράσχου σὴν βοήθειαν.
Τοῦ Ἁγίου Δημητρίου. Ἐπαρθέντα σε ἰδοῦσα.
Νενικηκότα τὸ ψεῦδος τῆς ἀσεβείας, ὁ τοῦ Θεοῦ πανύψιστος, θεώμενος Λόγος,
δόξῃ, ἐστεφάνωσε, Δημήτριε ψάλλοντα· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἰθυνόμενος παλάμῃ τῇ ζωηφόρῳ, πρὸς τοὺς λειμῶνας ἔφθασας, τοὺς
γαληνοτάτους, ἔνθα νῦν γηθόμενος, κραυγάζεις Δημήτριε· Δοξα τῇ δυνάμει σου
Κύριε.
Κατὰ τῆς πλάνης τὸ τρόπαιον ἀναστήσας, νικητικὸν διάδημα, τῆς δικαιοσύνης,
εἴληφας Δημήτριε, κραυγάζων τῷ Κτίστῃ σου· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον.
Ὡς τῶν κτισμάτων ἁπάντων ἱερωτέρα, Μήτηρ Θεοῦ γενέσθαι, μόνη ἠξιώθης·
τοῦτον γὰρ γεννήσασα, τὸν κόσμον ἐφώτισας, τῆς θεογνωσίας τῇ χάριτι.
Τοῦ Ἁγίου Νέστορος. Εἰσακήκοα ὁ Θεὸς.
Δημητρίου καταυγασθείς, ταῖς φωτοβόλοις διδασκαλίαις, τῆς Ἑλλήνων
ματαιότητος, τὴν ἀχλὺν διέφυγες, καὶ μαρτυρίου φέγγος ἀπήστραψας.
Ἀπιστίας τὴν ἁλμυράν, ταράξας θάλασσαν γλυκασμῷ σου, τῆς νοστίμου Νέστορ
πίστεως, ἀσεβῶν στρατεύματα, βυθῷ τῶν σῶν αἱμάτων ἀπέπνιξας.
Φυτευόμενον πρὸς ζωήν,ἐδείχθης δένδρον τῇ εὐκαρπίᾳ, διατρέφων τῶν ἀγώνων
σου, τῶν πιστῶν τὸ πλήρωμα, Νέστορ Χριστοῦ Μαρτύρων τὸ καύχημα.
Θεοτοκίον.
Καθαρτήριόν μοι γενοῦ, ἁμαρτημάτων, καὶ δὸς μοι χεῖρα, βοηθείας
κινδυνεύοντι, Παναγία Δέσποινα, Χριστιανῶν βεβαία ἀντίληψις.
Τοῦ Σεισμοῦ. ᾨδὴ ε'. Ὁ Εἱρμὸς. Τῷ θείῳ φέγγει σου
Ἀγαθέ.
Καὶ σὺ καρδία σείσθητι νῦν, βλέπουσα Θεοῦ τὴν ἀπειλήν, ἐπικειμένην καὶ
βόησον· Φεῖσαι τοῦ λαοῦ σου Δέσποτα Κύριε, καὶ παῦσον τὴν δικαίαν ὀργὴν σου
εὔσπλαγχνε.
Λαὸν καὶ πόλιν ἣν περ τῷ σῷ, αἵματι ἐκτήσω Ἰησοῦ, μὴ παραδῷς εἰς ἀπώλειαν,
ἐν τῷ συνταράσσειν τὴν γῆν σεισμῷ φοβερῷ, χορὸς τῶν Ἀποστόλων καθικετεύει σε.
Ὁδούς σου Δέσποτα τὰς ὀρθάς, γνώμῃ ὑπεκκλίνοντες στρεβλῇ, εἰς ἀγανάκτησιν
τρέπομεν, σὲ τὸν συμπαθῆ τε καὶ ἀμνησίκακον, ἀλλ' ἵλεως οἰκτίρμον γενοῦ τοῖς
δούλοις σου.
Θεοτοκίον.
Νῦν βοηθείας ἦλθεν καιρός, νῦν καταλλαγῆς χρεία Ἁγνή, πρὸς τὸν Υἱόν σου καὶ
Κύριον, ὅπως οἰκτειρήσῃ προσκεκρουκότας ἡμᾶς, καὶ τῆς ἐπικειμένης ὀργῆς
λυτρώσηται.
Τοῦ Ἁγίου Δημητρίου. Σὺ Κύριέ μου φῶς.
Πῦρ πόθου θεϊκοῦ, ἐν καρδίᾳ δεξάμενος, πῦρ ἔσβεσας τῆς ἀθέου, τῶν εἰδώλων
μανίας, ἀοίδιμε Δημήτριε.
Ῥυόμενος ἡμᾶς, ἐκ κινδύνων ἐπίφανον, Δημήτριε ταῖς εὐχαῖς σου, περισκέπων
τοὺς πίστει, καὶ πόθῳ εὐφημοῦντάς σε.
Οἱ πίστει πρὸς τὸ σόν, ἐπειγόμενοι τέμενος, Δημήτριε νοσημάτων, καὶ παθῶν
ψυχοφθόρων, συντόμως ἀπαλλάττονται.
Θεοτοκίον.
Ὁ Λόγος τοῦ Θεοῦ, ὁ Πατρὶ ὁμοούσιος, σὸς γίνεται θεομῆτορ, ὑπὲρ νοῦν τε καὶ
λόγον, Υἱὸς σοι ὁμοούσιος.
Τοῦ Ἁγίου Νέστορος. Ὄρθρον φαεινὸν ἡμῖν.
Λόγοις θείας γνώσεως, τὴν διάνοιαν καταρδευθείς, μαρτυρίου στάχυν ὥριμον,
ἔνδοξε Νέστορ ἐβλάστησας.
Νόμοις τοῖς τῶν λόγων σου, ὦ Δημήτριε Μάρτυς τοῦ Χριστοῦ, ἀθεΐας τὸ
ἀνόμημα, ὁ Νέστωρ τὸ μέγα κατέπαυσεν.
Ἐχθρὸν πρὸς ὁρώμενον, συμπλεκόμενος τὴν τοῦ Θεοῦ, ἀοράτως συμμαχίαν,
ἐκέκτησο Νέστορ ἀοίδιμε.
Θεοτοκίον.
Χαῖρε ἡ κυήσασα, τὸν Θεὸν ἄνευ σπορᾶς, χαῖρε μόνη Θεομῆτορ πανάχραντε,
χαῖρε Νύμφη ἀνύμφευτε.
Τοῦ Σεισμοῦ. ᾨδὴ ς' Ὁ Εἱρμὸς. Τοῦ βίου τὴν θάλασσαν.
Οὐκ ἔχοντες Δέσποτα, παρρησίαν δυσωπεῖν, οἱ ταπεινοὶ τὸ ὕψος σου, τοὺς
ἐκλεκτοὺς Ἀγγέλους σου εἰς θερμήν, κινοῦμεν παράκλησιν, δι' αὐτῶν τῆς ὀργῆς σου
ἐξελοῦ ἡμᾶς.
Νῦν ἔγνωμεν Κύριε, ὡς ἠθέλησας ἡμᾶς, καὶ οὐδαμῶς συνέχωσας, ὑπὸ τὴν γῆν
συμπτώμασιν χαλεποῖς, πολλὰ πλημμελήσαντας· εὐχαρίστως διὸ σε μεγαλύνομεν.
Προστάττεις σαλεύεσθαι, τὰ θεμέλια τῆς γῆς, ὅπως ἡμεῖς παυσώμεθα, οἱ
ταπεινοὶ σαλεύεσθαι ἀρετῶν, τῆς κρείττονος στάσεως, καὶ τῷ φόβῳ σου Λόγε
στηριζώμεθα.
Θεοτοκίον.
Ἁγία Θεόνυμφε, ἀπορούμενον νυνί, τὸν σὸν λαὸν οἰκτείρησον, καὶ μητρικαῖς
πρεσβείαις τὴν καθ' ἡμῶν, Θεοῦ ἀγανάκτησιν, μεταποίησον τάχος δυσωποῦμέν σε.
Τοῦ Ἁγίου Δημητρίου. Θύσω σοι, μετα φωνῆς.
Συμφώνως, συνελθόντες ὑμνοῦμεν Δημήτριε, τὴν φωτοφόρον σου μνήμην, καὶ
θαυμάτων πλήρη καὶ χαρισμάτων, τοῦ Ἁγίου, καὶ σεπτοῦ παμμακάριστε Πνεύματος.
Λῦσόν μου, τὰς σειρὰς τῶν πταισμάτων πρεσβείαις σου· ὡς γὰρ ἀήττητος
Μάρτυς, παρρησίαν ἔχεις πρὸς τὸν Δεσπότην, καὶ γενοῦ μοι, καταφυγὴ καὶ σκέπη
Δημήτριε.
Θεοτοκίον.
Ἄσπιλον, τῶν ἀκανθῶν ἐν μέσῳ εὑράμενος, ὡς καθαρώτατον κρίνον, καὶ κοιλάδων
ἄνθος ὦ Θεομῆτορ, ὁ νυμφίος, ἐν τῇ γαστρί σου Λόγον ἐσκήνωσεν.
Τοῦ Ἁγίου Νέστορος. Ζάλη με λογισμῶν.
Σφραγῖδι σημανθείς σου τὴν καρδίαν, γενναίως κατέτρωσας τῷ δόρατι τῆς
ἀνδρείας, τὴν καρδίαν Λυαίου Ἀθλητά, καὶ χαίρων θανατοῦσαι, διὰ τὴν πάντων
ζωήν.
Νυμφίος ἐκ παστάδος τῆς σαρκός σου, Νέστορ ἐκπεπόρευσαι, στολαῖς ταῖς
ἐξυφανθείσαις, ἐξ αἱμάτων σου Μάρτυς ἱερῶν φαιδρῶς ὡραϊσμένος, καὶ τῷ Δεσπότῃ
παρέστης Χριστῷ.
Ὑψώσας ἐπὶ πέτραν σοῦ τοὺς πόδας, εὐσεβείας ἔστησε, Χριστὸς τῆς ζωῆς ἡ
πέτρα, καὶ κατεύθυνε Νέστορ πρὸς αὐτόν, τὰ διαβήματά σου, καὶ τοὺς ἐχθρούς σου
κατῄσχυνε.
Θεοτοκίον.
Ῥῆξον μου τὰς σειρὰς τῶν ἐγκλημάτων, ἡ Θεὸν κυήσασα, τὸν αἴροντα τὴν τοῦ
κοσμου ἁμαρτίαν, Παρθένε Μαριάμ· ἐν σοὶ γὰρ τὰς ἐλπίδας, τῆς σωτηρίας ἀνέθηκα.
Κοντάκιον αὐτόμελον τοῦ ἁγ. Δημητρίου. Ἦχος β'.
Τοῖς τῶν αἱμάτων σου ῥείθροις Δημήτριε, τὴν Ἐκλησίαν Θεὸς ἐπορφύρωσεν, ὁ
δοὺς σοι τὸ κράτος ἀήττητον, καὶ περιέπων τὴν πόλιν σου ἄτρωτον· αὐτῆς γὰρ
ὑπάρχεις τὸ στήριγμα.
Κοντάκιον τοῦ ἁγ. Νέστορος. Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Ἀθλήσας καλῶς, ἀθάνατον τὴν εὔκλειαν, κεκλήρωσαι νῦν, καὶ στρατιώτης
ἄριστος, τοῦ Δεσπότου γέγονας, ταῖς εὐχαῖς Δημητρίου τοῦ Μάρτυρος, σὺν αὐτῷ οὖν
Νέστορ σοφέ, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Ῥώμῃ Θεοῦ ἀθλήσας, παμμάκαρ, νικηφόρος ἐδείχθης, τὸν ἐχθρὸν τοῖς ποσὶ
καταπατήσας, δεδόξασαι, στεφανίτης σὺν ταῖς χορείαις τῶν σεπτῶν Ἀθλοφόρων
Νέστορ ἐφάνης, καὶ Ἀαρὼν ὑπερήρθης Χριστοῦ Ἀθλητά, σὺν Ἄβελ αἷμα τὸ θεῖον σου
προσενέγκας, καὶ θρόνῳ θείῳ τοῦ κτίσαντος παρεστώς, σὺν Ἀγγέλων τοῖς τάγμασι,
πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον.
Τῇ ΚΖ´ τοῦ αὐτοῦ μηνός, μνήμην ἐπιτελοῦμεν τοῦ Ἁγίου ἐνδόξου καὶ καλλινίκου
Μάρτυρος Νέστορος.
Στίχοι:
Σταυροῦ τρανώσας τὴν δυναστείαν Νέστορ,
τῷ Σταυρωθέντι ἄγει τὴν κεφαλὴν ὡς δῶρον.
Τιμᾷ ἄθλους σου Θεσσαλονίκη Νέστορ,
ἥν φρούρει ἄτρωτον ἐκ βλάβης ἐναντίων,
Εἰκάδι ἑβδόμῃ Νέστορ στέφος ἄφθαρτον τμηθείσῃ κεφαλῇ ἐδέχθη.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ Σεισμοῦ. ᾨδὴ ζ'. Ὁ Εἱρμὸς. Δροσοβόλον μὲν τὴν
κάμινον.
Ὑπερύμνητος εἶ Κύριε μακρόθυμε, ὅτι οὐκ ἐθανάτωσας, τοὺς οἰκέτας σου,
σπαραγμῷ καὶ κλόνῳ φοβερῷ, τῆς γῆς, ἀλλ' ἐφόβησας ζητῶν, τὸ ἐπιστρέψαι τῶν
κακῶν, καὶ ζῆσαι πάντας ἡμᾶς.
Στεναγμὸν ἀπὸ καρδίας ἀναπέμψωμεν, καὶ δάκρυα προχέωμεν, ὅπως ἵλεων τὸν
Δεσπότην, εὕρωμεν Χριστόν, ἐκτρῖψαι σεισμῷ πάντας ἡμᾶς, διὰ πληθὺν ἁμαρτιῶν,
ἐπαπειλοῦντα δεινῶς.
Οἴμοι! κράξωμεν, καὶ χεῖρας ἐκπετάσωμεν, πρὸς τὸν Θεὸν τὸν ὕψιστον, καὶ
παυσώμεθα τοῦ λοιποῦ, ποιεῖν τὸ πονηρόν, ἰδοὺ ὁ Σωτὴρ ἀγανακτῶν, σαλεύει ἅπασαν
τὴν γῆν, στηρίξαι θέλων ἡμᾶς.
Θεοτοκίον.
Νεῦσον ἄχραντε, σωθῆναι τοὺς οἰκέτας σου, ἀπολεσθῆναι μέλλοντας, ἐν ὀργῇ
Θεοῦ, καὶ θυμῷ μεγάλῳ καὶ φρικτῷ, τῆς νῦν ἐπελθούσης ἀπειλῆς, διὰ τὸ πλῆθος τῶν
πολλῶν, ἁμαρτημάτων ἡμῶν.
Τοῦ Ἁγίου Δημητρίου. Ἐν τῇ καμίνῳ.
Λελαμπρυσμένος, τῇ θείᾳ δόξῃ καὶ τῇ χάριτι, Μάρτυς ἀθλοφόρε, λάμπεις
φωτοειδῶς, καὶ φωτίζεις τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης
σου Κύριε.
Ὡς πορφυρίδι, κεκοσμημένος τῷ σῷ αἵματι, ἔχων ἀντὶ σκήπτρου Ἔνδοξε τὸν
Σταυρόν, τῷ Χριστῷ συμβασιλεύεις νῦν· Εὐλογημένος εἶ ὁ Θεός μου, κραυγάζων καὶ
Κύριος.
Θεοτοκίον.
Δεδοξασμένη, πεφωτισμένη Μητροπάρθενε, πάντας τοὺς τιμῶντάς σε τὴν
παναληθῆ, Θεοτόκον περιφρούρησον, εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχουσα
Δέσποινα.
Τοῦ Ἁγίου Νέστορος. Ὁ ἐν τῷ ὄρει τῷ Μωσεῖ.
Ὁ καταυγάσας τῶν πιστῶν τὰς καρδίας, ἀκτῖσι τῶν ἀγώνων τοῦ, Ἀθλοφόρου,
εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τῆς ἀσεβείας κατασβέσας τὴν φλογα, τῇ δρόσῳ τῶν αἱμάτων σου Μάρτυς Νέστορ,
Εὐλόγητός εἶ μέλπεις νῦν, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θυσία ζώσα εἰς ὀσμὴν εὐωδίας, Κυρίῳ προσαγόμενος Μάρτυς Νέστορ, Εὐλογητὸς
εἶ ἔκραζες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἁγιωτέρα Χερουβὶμ ἀνεδείχθης, τεκοῦσα ὑπεράγιον Θεὸν Λόγον, Ὑπεραγία
Δέσποινα, τὸν ἡμᾶς ἁγιάζοντα.
Τοῦ Σεισμοῦ. ᾨδὴ η'. Ὁ Εἱρμὸς. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Τῆς δικαίας σου ταύτης ὀργῆς φιλάνθρωπε, ἐπελθούσης ἀθρόως συνεταράχθημεν
καὶ ἀπελπισμῷ παντελεῖ συνεσχέθημεν, προσαγανακτοῦντα, ὁρῶντες καθ' ἡμῶν σε.
Ἀνατείνωμεν χεῖρας πιστοὶ καὶ ὄμματα, πρὸς τὸν μόνον Δεσπότην σῴζειν
δυνάμενον, κράζοντες· Χριστέ, τὸν θυμόν σου ἀπόστρεψον, ἀφ' ἡμῶν ταχέως,
φιλάνθρωπος ὑπάρχων.
Χιλιάδες Ἀγγέλων, Μαρτύρων σύλλογος, Προφητῶν Ἀποστόλων, Ὁσίων Ἱεραρχῶν,
ἅγιος χορός, ἱκετεύει σε Δέσποτα· Φεῖσαι τοῦ λαοῦ σου, τοῦ τεταπεινωμένου.
Ὁ γινώσκων Οἰκτίρμον τὸ ἀσθενὲς ἡμῶν, καὶ εὐόλισθον πάντῃ καὶ ἀδιόρθωτον,
ἄνες τὴν ὀργήν, καὶ τὸν τάραχον κόπασον, καὶ τῷ σῷ ἐλέει, οἰκτείρησον τὸν
κόσμον.
Θεοτοκίον.
Συμπαθὴς Θεοτόκε τὸν εὐσυμπάθητον, ἡ τεκοῦσα Σωτῆρα, ἴδε τὴν κάκωσιν, καὶ
τὸν στεναγμὸν τοῦ λαοῦ σου, καὶ τάχυνον, τοῦ παρακαλέσαι, ἡμᾶς οἰκτειρηθῆναι.
Τοῦ Ἁγίου Δημητρίου. Χεῖρας ἐκπετάσας.
Ἠμαύρωσας πᾶσαν τοῦ ἐχθροῦ, μανίαν ἔνδοξε, καὶ τὰ παλαίσματα, τὴν
ἀκαθαίρετον δύναμιν, τοῦ Χριστοῦ περιζωσάμενος, καὶ νικηφόρος γεγονώς, Μάρτυς
Δημήτριε, ἀνεβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Μαρτύρων εὐστάθειαν δεικνύς, Μαρτύρων εὔκλειαν ἔσχες Δημήτριε, λουτρὸν
λουσάμενος ἅγιον, ὃ δευτέραις οὐ μολύνεται, ἁμαρτημάτων προσβολαῖς, λόγχῃ
νυττόμενος, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ἡ τῶν θαυμασίων πληθύς, τὴν ὑπὲρ νοῦν δωρεάν, ἥν σου παρέσχε· Χριστὸς τοῖς
πᾶσιν Ἔνδοξε δείκνυσι, καὶ ἡ χάρις τῶν ἰάσεων, τὴν ὑπὲρ λόγον σοι σαφῶς, χάριν
κηρύττει ἡμῖν, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Τὴν μόνην ἐν πάσαις ταῖς γενεαῖς, Παρθενομήτορα, καὶ Θεοτόκον Ἁγνὴν
ὑμνολογήσωμεν· αὕτη γάρ, σωτηρίας ἡμῖν πρόξενος, ὡς τὸν τοῦ κόσμου Λυτρωτήν,
Λόγον γεννήσαντα, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Τοῦ Ἁγίου Νέστορος. Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ.
Γῆ τὸ αἷμά σου τὸ σεπτόν, ἐδέξατο χυθὲν ὑπὲρ Χριστοῦ, οἱ οὐρανοὶ δὲ τὴν
ψυχήν, ὥσπερ νύμφην ὡραϊσμένην, Μαρτύρων χορεῖαι, καὶ Δικαίων ἁπάντων τὰ
πνεύματα, ἐν ἀγαλλιάσει, ὑπήντησάν σοι Μάρτυς.
Ὢ ψυχῆς σου θεοφιλοῦς, τὸν θάνατον τὸν πρόσκαιρον, οὐδὲν ἡγησαμένης, τὸ δὲ
ζῆν ἐν Κυρίῳ ἐκλεξαμένης! ὢ θείας ἀνδρείας, ἐχθρῶν κραταιότητα, τῶν μὴ
ὁμολογούντων Χριστὸν στηλιτευσάσης!
Τὸν ἀγῶνά σου τὸν καλόν, ἠγώνισαι τὸν δρόμον ἀληθῶς, Νέστορ τετέλεκας σοφέ,
καὶ τετήρηκάς σου τὴν πίστιν· λοιπὸν σοι τὸ στέφος, τὸ τῆς δικαιοσύνης
ἀπόκειται, ὅπερ παρέξει Χριστὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Οὐ πτοοῦμαι τοῦ δυσμενοῦς, τὰ θήρατρα σὲ ἔχων βοηθόν, οὐ φοβηθήσομαι κακά,
σοὶ προστρέχων Θεοκυῆτορ· ἐν σοὶ γὰρ καυχῶμαι, καὶ ἐν σοὶ ὑπερβήσομαι Πάναγνε,
τεῖχος ἁμαρτίας σωθεὶς τῇ σῇ πρεσβείᾳ.
Τοῦ Σεισμοῦ. ᾨδὴ θ'. Ὁ Εἱρμὸς. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Ἰδοὺ οἱ πάντες ἡμεῖς ἐπταίσαμεν, καὶ φοβερῶς ἡ γῆ μηδὲν σφαλεῖσα κολάζεται·
νουθετῶν γὰρ ἡμᾶς ὁ φιλάνθρωπος, ὅλην αὐτὴν σαλεύει· λάβωμεν αἴσθησιν, καὶ τῆς
σωτηρίας ἑαυτῶν ἐπιμελώμεθα.
Ὡρῶν καὶ χρόνων ὑπάρχων Κύριος, μιᾷ ῥοπῇ ἠθέλησας ἐκτρῖψαι τοὺς δούλους
σου, ὑπὸ δὲ τῆς πολλῆς εὐσπλαγχνίας σου, Δέσποτα ἐκωλύθης, εὐχαριστοῦμέν σοι,
οἱ ἀναπολόγητοι ἡμεῖς, μόνε φιλάθρωπε.
Σεισμοῦ μαχαίρας, πικρᾶς ἁλώσεως, καὶ ἐθνικῆς Χριστὲ ἐπιδρομῆς καὶ
συμπτώσεως, καὶ λιμοῦ καὶ λοιμοῦ καὶ κακώσεως, πάσης ἄλλης οἰκτίρμον, ῥῦσαι τὴν
πόλιν σου, ἅπασάν τε χώραν, τῶν πιστῶς ὑμνολογούντων σε.
Ἡ γῆ ἀγλώσσως βοᾷ στενάζουσα, τὶ με κακοῖς μιαίνετε πολλοῖς πάντες
ἄνθρωποι; καὶ ὑμῶν ὁ Δεσπότης φειδόμενος, ὅλην ἐμὲ μαστίζει, λάβετε αἴσθησιν,
καὶ ἐν μετανοίᾳ, τὸν Θεὸν ἐξιλεώσασθε.
Θεοτοκίον.
Φθορὰν τῷ τίκτειν μὴ ὑπομείνασα, πάσης φθορᾶς Παρθένε ἐξελοῦ ἡμᾶς ἅπαντας,
καὶ σεισμοῦ βαρυτάτου καὶ θλίψεως, παύουσα τοῦ Δεσπότου τὴν ἀγανάκτησιν, ταῖς
σαῖς μητρικαῖς καταλλαγαῖς θεοχαρίτωτε.
Τοῦ Ἁγίου Δημητρίου. Λίθος ἀχειρότμητος.
Ῥῆξον τὰ δεσμὰ τῶν πταισμάτων, τῶν σὲ ὑμνούντων Ἀθλοφόρε, παῦσον τῶν παθῶν
τὰς προσβολάς, τὸν σάλον λῦσον τὸν τῶν αἱρέσεων· τῶν πειρασμῶν κατεύνασον, τήν
καταιγίδα ταῖς πρεσβείαις σου.
Ἴθυνον πρὸς τρίβους εὐθείας, τῆς οὐρανίου βασιλείας, τὴν ἱερωτάτην σου ποίμνην,
στεφανηφόρε Μάρτυς Δημήτριε, ἐπὶ νομὴν σωτήριον, ἐπὶ τὸν τόπον τὸν αἰώνιον.
Θεοτοκίον.
Ὡς ῥίζαν πηγὴν καὶ αἰτίαν, τῆς ἀφθαρσίας σε Παρθένε, πάντες οἱ πιστοὶ
πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν· σὺ γὰρ τὴν ἐνυπόστατον, ἀθανασίαν
ἡμῖν ἔβλυσας.
Τοῦ Ἁγίου Νέστορος. Ὅτι ἐποίησέ μοι μεγαλεῖα.
Πορφύραν ἐξ αἱμάτων, βεβαμμένην σου ἱερῶν, φορέσας καὶ κατέχων δεξιᾷ ὥσπερ
σκῆπτρον τὸν Σταυρόν, συμβασιλεύεις τῷ Χριστῷ, Νέστορ μακάριε.
Πέπειρος βότρυς ὤφθης, τῆς ἀμπέλου τῆς νοητῆς· ληνοῖς δὲ μαρτυρίου ἐκθλιβείς,
κατανύξεως ἡμῖν, οἶνον ἀνέβλυσας πιστοῖς, Νέστορ πολύαθλε.
Χορεύων μέτ' Ἀγγέλων, πρὸ προσώπου τοῦ Ἰησοῦ, καὶ δόξης ἀπολαύνων τῆς
αὐτοῦ, τῶν τελούντων σου πιστῶς, Νέστορ τὴν μνήμην τὴν σεπτήν, ἀεὶ μνημόνευε.
Θεοτοκίον.
Φωτὸς ὤφθης δοχεῖον, τοῦ σκεδάσαντος τὴν ἀχλύν, τῆς πάλαι ἀγνωσίας ἀληθῶς,
ἁγιάσματος σκηνή, χρυσὴ λυχνία οὐρανῶν, ὑψηλοτέρα Ἁγνή.
Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς συνέλθωμεν.
Μάρτυς Χριστοῦ Δημήτριε, ὡς ποτὲ τοῦ Λυαίου, τὴν ὀφρὺν καὶ τὴν ἔπαρσιν, καὶ
τὸ ἵππειον θράσος, καθεῖλες χάριτι θείᾳ, τὸν γενναῖον κρατύνας, ἐν τῷ σταδίῳ
Νέστορα, τοῦ Σταυροῦ τῇ δυνάμει· οὕτω κἀμέ, ταῖς εὐχαῖς σου κράτυνον Ἀθλοφόρε,
κατὰ δαιμόνων πάντοτε, καὶ παθῶν ψυχοφθόρων.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Λυαίου τὴν ἀπόνοιαν καὶ μανιώδη ἔπαρσιν, τῇ τοῦ Σταυροῦ δυναστείᾳ, καὶ ταῖς
εὐχαῖς Δημητρίου, τοῦ πανενδόξου Μάρτυρος καθεῖλες Νέστορ πρότερον, τὰ πάθη
τροπωσάμενος, καὶ Μάρτυς ἄριστος ὤφθης, Χριστοῦ σοφὲ Ἀθλοφόρε.
Ἕτερον, ὅμοιον.
Ὡς γνώμην ὑπερήφανον, καὶ βάρβαρον θρασύτητα, Λυαίου ἔλυσας Νέστορ, καὶ σὺν
αὐτῷ τῶν τυράννων οὕτω καὶ τῶν ὑμνούντων σε, τὰ ἐμπαθῆ κινήματα, Μάρτυς Χριστοῦ
κατάβαλε, ἐν ἀπαθείᾳ σὲ ὅπως, Μάρτυς Χριστοῦ ἀνυμνῶμεν.
Θεοτοκίον, ὅμοιον.
Συνήθως τὰ ἐλέη σου, φιλάγαθε Πανύμνητε, καὶ τοὺς πολλοὺς οἰκτιρμούς σου,
δεῖξον καὶ νῦν Θεοτόκε, ἐκ πάσης περιστάσεως, κινδύνων τε καὶ θλίψεων, πάντας
ἡμᾶς ἐξαιροῦσα, τῆς ἀπειλῆς τοῦ σεισμοῦ τε, τῆς φοβερᾶς λυτρουμένη.
Εἰς τοὺς Αἴνους. Ἦχος α´. Πανεύφημοι Μάρτυρες.
Προβλέψει σοῦ Σῶτερ Βασιλεῦ, πᾶσαν γῆν συνέσεισας, καὶ συνετάραξας Κύριε,
καὶ τὰ θεμέλια, ταύτης ἐσαλεύθη, καὶ λαῷ σου ἔδειξας, σκληρὰ καὶ τὰς καρδίας
ἐπότισας, ἡμῶν Φιλάνθρωπε, οἶνον θείας κατανύξεως, ἀλλὰ ἄνες, τὴν ὀργήν σου
Εὔσπλαγχνε.
Θεόφρον Δημήτριε βαφαῖς, τοῦ οἰκείου αἵματος, διηνθησμένος ἀνέδραμες, πρὸς
τὸν Δεσπότην σου· τούτου γὰρ τὸ πάθος, τὸ σεπτὸν εἰκόνισας, ταῖς λόγχαις
εὐσεβῶς θανατούμενος· ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην
καὶ τὸ μέγα ἔλεος.
Ὡς θεῖος θεράπων τοῦ Χριστοῦ, Νέστορ παναοίδιμε, ὡς ζηλωτής τε τῆς πίστεως,
σαῦτον φραξάμενος, τοῦ Θεοῦ ἰσχύϊ, τὸν Λυαῖον ἔκτεινας, καὶ ἠθλησας γενναίως
πανεύφημε, ὅθεν ὑμνοῦμέν σε, καὶ τὴν μνήμην ἐκτελοῦμέν σοι, σὴν πρεσβείαν, πόθῳ
ἐξαιτούμενοι.
Ὕμνοις ἐτησίοις καὶ ᾠδαῖς, Ἀθληταὶ πανένδοξοι, ᾀσμάτων θείων γηθόμενοι,
ὑμνοῦμεν σήμερον, πιστοὶ ὁμοφρόνως, τὴν ὑμῶν πανήγυριν, Δημήτριε καὶ Νέστορ
ἀοίδιμον διὸ πρεσβεύσατε τῷ Χριστῷ ἡμῖν δωρήσασθαι, τῶν πταισμάτων, ἱλασμὸν καὶ
ἄφεσιν.
Δόξα. Ἦχος πλ. β´.
Οἱ τῆς ἀληθείας ἀήττητοι στρατιῶται, καὶ τῆς εὐσεβείας ὑπέρμαχοι
στεφανῖται, Δημήτριος ὁ Ἀθλητάρχης, καὶ Νέστωρ ὁ ἔνδοξος, σήμερον θριαμβεύοντες
τὴν πλάνην, καταλαμβάνουσι τὰ οὐράνια, καὶ τῷ ἐπουρανίῳ Βασιλεῖ τῆς σφαγῆς τὸ
αἷμα προσφέρουσιν, ὡς πολύτιμον δῶρον. Ὢ τερπνῆς προσηνέξεως! Ὢ γλυκείας
ἀνταποδόσεως! ἀντὶ σφαγῇς θνητοῦ αἵματος, ἄφθαρτου λαμπρότητος περιβάλλονται
ἀντὶ τῶν ἐν γῆ παθημάτων, τάξεσι δορυφοροῦνται τῶν ἄνω ταγμάτων καὶ τὴν
παντοδύναμον δεξιὰν ἁπλώσας, ὁ τῶν ἁπάντων Βασιλεύς, στέφει τὰς κεφαλὰς αὐτῶν
δι᾿ αὐτῆς οὖν ἐνίσχυσον καὶ ἡμᾶς, Χριστὲ ὁ Θεός, ταῖς πρεσβείαις τῶν Μαρτύρων
σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τὸν Σεισμοῦ. Ἦχος ὁ αὐτός.
Νινευῖται τοῖς παραπτώμασι, τὴν διὰ τῆς τοῦ Σεισμοῦ ἀπειλῆς κατάχωσιν
ἤκουον, ἐν δὲ τῷ μεσιτεύοντι σημείῳ τοῦ κήτους, τὴν διὰ τοῦ Ἰωνᾶ ἀνάστασιν, ἡ
μετάνοια παρακαλεῖ. Ἀλλ᾿ ὡς ἐκείνους, βοῇ λαοῦ σου μετὰ νηπίων καὶ κτηνῶν, οἰκτείρας
προσεδέξω, καὶ ἡμᾶς παιδευομένους, διὰ τῆς τριημέρου Ἀναστάσεως, ῥῦσαι καὶ
ἐλέησον ἡμᾶς.
Δοξολογία Μεγάλη.
Εἰς τὴν Λειτουργίαν.
Τὰ Τυπικά καὶ ἐκ τῶν Κανόνων τοῦ Σεισμοῦ ἡ γ΄ ᾨδὴ εἰς δ΄ καὶ τοῦ Ἁγ.
Δημητρίου ἡ γ΄ εἰς δ΄ καὶ τοῦ Ἁγίου Νέστορος ἡ στ΄ εἰς δ΄.
Ἀποστόλους δέ, τοῦ μὲν Σεισμοῦ ζήτει τῇ Τρίτῃ τῆς λα΄ ἑβδομάδος, προλέγων·
Προκείμενον: Συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν.
Στ.: Ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη.
Τοῦ δὲ Ἁγίου Νέστορος ζήτει τῇ κζ΄ Κυριακή, προλέγων·
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ Οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἑξανθήσουσιν.
Εὐαγγέλια, τοῦ μὲν Σεισμοῦ διαλαμβάνει τὸ Μηνολόγιον τῆς κστ΄ τοῦ αὐτοῦ
Μηνός, τοῦ δὲ Ἁγίου ζήτει τῇ Τετάρτη τῆς γ΄ ἑβδομάδος τοῦ Ματθαίου.
Κοινωνικά.
Τοῦ μὲν Σεισμοῦ: Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν.
Τοῦ δὲ Ἁγίου: Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.
Μεγαλυνάριον. Τοῦ Σεισμοῦ.
Σεισμοῦ βαρυτάτου πάντας ἡμᾶς λάτρας, τοὺς οἰκείους ῥῦσαι εὔσπλαγχνε
Βασιλεῦ, καὶ μὴ δῴης Σῶτερ, σὸν κλῆρον ἀπολέσθαι, πρεσβείαις τῆς Μητρός σου καὶ
τῶν Ἁγίων σοῦ.
Τῶν Ἁγίων Δημητρίου καὶ Νέστορος.
Τοὺς περιωνύμους τε καὶ κλεινούς, δύο Ἀθλοφόρους, εὐφημήσωμεν οἱ πιστοί,
Δημήτριον μέγαν καὶ Νέστορα τὸν θεῖον, τοὺς Χριστοῦ γενναίως ὑπεραθλήσαντας.
Μόνον τοῦ Ἁγίου Νέστορος.
Εὐχαῖς Δημητρίου ὀχυρωθείς, βρέμοντι Λυαίῳ, τῇ μανίᾳ τε καὶ ὀφρεῖ,
συμπλακεὶς γενναίως, ἐναπέκτεινας τοῦτον, καὶ ἤθλησας νομίμως Νέστορ πανεύφημε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου