Ψαλλομένη τῇ
Τρίτη τοῦ Πάσχα
Ποίημα
Γερασίμου Μοναχοῦ
Μικραγιαννανίτου
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς
τό, Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους ι’ καὶ ψάλλομεν Προσόμοια Ἀναστάσιμα
δ' καὶ τῶν Ἁγίων στ'.
Τῶν Ἁγίων. Ἦχος α'. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος! ὡς ἀστέρες λαμπροί, ἐκ τῆς γῆς ἀνέτειλαν, οἱ Μάρτυρες
τοῦ Χριστοῦ, κόσμον εὐφραίνοντες. Λαμπρύνθητι μυστικῶς τῇ τούτων αἴγλῃ, ἡ
Λέσβος χορεύουσα· εὐφράνθητι σὺν αὐτῇ, ἡ τοῦ Θεοῦ Ἐκκλησία κραυγάζουσα· χαίροις
Ῥαφαὴλ θέοφρον, Ἀθλητῶν ἀγλάϊσμα, καὶ Νικόλαε Μάρτυς καὶ Εἰρήνη καλλιπάρθενε.
Βαβαὶ
τῶν Σῶν μυστηρίων Χριστέ! Σὺ γὰρ ἐξ ἐγκάτων τῆς γῆς ἐφανέρωσας, εἰς στήριγμα τῶν
πιστῶν καὶ μέγα καύχημα, τοὺς πάλαι ὑπὲρ τοῦ Σοῦ περιφανῶς ἠθληκότας ὀνόματος·
τὸν ἔνδοξον Ῥαφαήλ καὶ σὺν Εἰρήνῃ τὸν θεῖον Νικόλαον. Ὅθεν τούτων τοῖς
λειψάνοις πίστει καταφεύγοντες, ἐξ αὐτῶν πᾶσαν δόσιν κομιζόμεθα σωτήριον.
Ὑμῶν
τιμῶμεν τὴν εὕρεσιν, Ῥαφαὴλ τρισμάκαρ καὶ θεῖε Νικόλαε, τὴν μνήμην ὑμῶν λαμπρῶς,
ἄγοντες σήμερον· ὁράσεσι γὰρ πολλαῖς καὶ ἐνυπνίοις φαινόμενοι Ἅγιοι, ἐκφαίνετε
τοῖς πιστοῖς, τῶν κεκρυμμένων τὴν γνῶσιν ἑκάστοτε· καὶ καθ' ὕπαρ παραδόξως,
πρόσωπον πρὸς πρόσωπον, ὀπτανόμενοι πάντας, καταπλήττετε τοῖς θαὺμασι.
Τῇ
εὑρέσει τοῦ σκήνους σου, κεκρυμμένα μυστήρια, Ῥαφαὴλ μακάριε ἀπεκάλυψας, οἷς
περ προέκρινας, ἔνδοξε, ἐκφάνσει τῆς δόξης σου, ὑπουργῆσαι εὐσεβῶς, οἱ πιστῶς
κατιδόντες σε, ἐθαμβήθησαν, τῆς δοθείσης σοι χάριτος τῷ πλούτῳ καὶ ἐκήρυξαν τοῖς
πᾶσιν, ὧν περ αὐτόπται γεγόνασι.
Καί
τὴν ἔνδοξον κλῆσίν σου καὶ πατρίδος τὸ ὄνομα καὶ τὸν τρόπον, Ἅγιε, τῆς ἀθλήσεως,
τὰ πρῴην ἅπασιν ἄγνωστα, ἡμῖν ἐφανέρωσας, Ῥαφαὴλ θαυματουργέ, ἐνωπίῳ ἐνώπιος
καθορώμενος· ὢ τῆς σῆς πρὸς ἡμᾶς πολλῆς εὐνοίας! διὰ τοῦτό σου τὴν χάριν,
μεγαλοφώνως κηρύττομεν.
Τῆς Ἰθάκης τὸ βλάστημα καὶ τῆς Λέσβου τὸ καύχημα, τῆς
Θερμῆς τὸν μέγιστον ἀντιλήπτορα, μελῳδικῶς ἀνυμνήσωμεν, Ῥαφαὴλ τὸν ἔνδοξον καὶ
Νικόλαον ὁμοῦ, τὸν σὺν τούτῳ ἀθλήσαντα, τὴν καλλίπαιδα συνυμνοῦντες Εἰρήνην, τοὺς
ἐσχάτως ἐν Θερμῇ φανερωθέντας καὶ ξένα βλύζοντας θαύματα.
Δόξα. Ἦχος πλ. β'.
Σήμερον
τῇ τοῦ Χριστοῦ Ἀναστάσει, λαμπρῶς πανηγυρίσωμεν, τὴν τῶν νεοφανῶν Μαρτύρων
μνήμην, Ῥαφαὴλ τοῦ παμμάκαρος, Νικολάου τοῦ θεόφρονος καὶ Εἰρήνης τῆς παρθένου,
τοὺς σὺν αὐτοῖς ἀθλήσαντας τιμῶντες· οὗτοι γάρ, μιᾷ ψυχῇ ἀγωνισάμενοι, ἄθλησιν
παθημάτων ὑπὲρ Χριστοῦ ὑπέμειναν καὶ ἀξίως ἐν οὐρανοῖς ἐδοξάσθησαν· ἐν γῇ δέ ἀρρήτοις
κρίμασιν, ἐν ἐτῶν περιόδοις κατακρυπτόμενοι, ἄρτι ἡμῖν ἐγνώσθησαν, πλήρεις
δόξης οὐρανίου, πλήρεις φωτὸς, πλήρεις χάριτος, θαυματουργοῦντες τὰ παράδοξα· ἃ
οὐκ ἐγνωρίσθη γάρ γενεαῖς ἑτέραις, ἀπεκάλυψαν ἡμῖν, τοῖς ἐγγὺς καὶ τοῖς πόρρω
φαινόμενοι. Μέγας εἶ Κύριε καὶ τῆς μεγαλωσύνης Σου οὐκ ἔσται πέρας, ὁ θαυμαστῶς
μεγαλύνας τοὺς Ἁγίους Σου Μάρτυρας καὶ παρέχων δι'
Καὶ νῦν. Ἦχος γ'. Θεοτοκίον.
Πῶς μὴ θαυμάσωμεν,
τὸν θεανδρικόν σου τόκον πανσεβάσμιε; Πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες
ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα
τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα σώαν φυλάξαντα.
Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον
ὁμολογούντων σε.
Εἴσοδος, Φῶς
ἱλαρόν.
Προκείμενον, Ἦχος Βαρύς.
Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα
ὅσα ἠθέλησεν ἐποίησε.
Στίχος. Ἡ
θάλασσα εἶδε καὶ ἔφυγε...
Στίχος.
Τί σοι ἐστι θάλασσα, ὅτι ἔφυγες...
Καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(κεφ. μγ' 9).
Τάδε
λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἐξ αὐτῶν· τίς ἀναγγελεῖ
ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ἡμῖν; ἀγαγέτωσαν τοὺς
μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες,
καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ
πιστεύσητέ μοι, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός,
καὶ μετ' ἐμὲ οὐκ ἔοται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα
καὶ ἔσωσα· ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ
Κύριος ὁ Θεός. Ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἑξαιρούμενος
ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ
ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(κεφ. γ' 1).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίω ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν,
καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ,
καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(κεφ. ε' 15).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ
φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ἁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν·
συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν,
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου
θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ
δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει
αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτισασθε
οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου
ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν. Ἰδιόμελα.
Ἦχος α'.
Εὐφραίνου
ἐν Κυρίῳ ἡ Νῆσος Λέσβος καὶ σκίρτα τῷ Πνεύματι, ἡ Ἐκκλησία τοῦ Θεοῦ· ἰδοὺ γὰρ ἐν
τῷ λόφῳ Καρυῶν, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε καὶ λαλεῖ ἡμῖν τὰ κρείττονα, διὰ τῶν
σεπτῶν Αὐτοῦ Μαρτύρων· Ῥαφαὴλ γὰρ καὶ Νικόλαος, οἱ πάλαι ἀριστεύσαντες, ἐπ' ἐσχάτων
φανερωθέντες, τὸ μυστήριον τοΰ θείου θελήματος, πᾶσιν ἐκκαλύπτουσι· καὶ
ξενοτρόπως φαινόμενοι, τῆς εὐσεβείας τὰ μεγαλεῖα, τρανῶς διηγοῦνται καὶ λόγοις
καὶ θαύμασιν, εἰς αἴνεσιν Χριστοῦ καὶ στηριγμὸν καὶ ἑδραίωμα, τῶν βοώντων·
Κύριε δόξα σοι.
Ἦχος β'.
Δεῦτε
ἅπαντες πιστοὶ συνδράμωμεν, ἐν Καρυαῖς τῆς Θερμῆς καὶ κατίδωμεν μυστήρια, Θεοῦ
φανερούμενα. Ῥαφαὴλ γὰρ καὶ Νικόλαος, οἱ εὐκλεεῖς Ὁσιομάρτυρες, ὡς ἄνθη εὐωδέστατα,
ἐκ γῆς λαγόνων ἀνεφάνησαν καὶ τῇ τοῦ Πνεύματος χάριτι, εὐωδιάζουσι πάντας καὶ
θεαρχικῇ βουλῇ δοξαζόμενοι, ἐν ἡμέρᾳ καὶ νυκτί καὶ νεανίσκοις καὶ παρθένοις καὶ
ἀνδράσι καὶ γυναιξίν, ἐναργῶς ὁρῶνται καὶ παρέχουσιν ἑνὶ ἑκάστῳ, τὰ πρὸς
σωτηρίαν αἰτήματα. Ἀλλὰ, δόξα Σοι Κύριε, ὁ δοξάσας τοὺς Ἁγίους Σου καὶ παρέχων
δι' αὐτῶν, ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος γ'.
Ἱερωσύνῃ
σεμνυνόμενος, ὁσίως καὶ ἀμέμπτως διηκόνησας Χριστῷ, Ῥαφαὴλ ἱερώτατε· καὶ
διαπρεπὴς τῇ σοφίᾳ γενόμενος, ἀρετῆς τοῖς εἴδεσι καὶ εὐσεβείας τῇ λαμπρότητι,
λόγῳ καὶ ἔργῳ, τῇ Ἐκκλησίᾳ διέπρεψας· καὶ τὸ ὑπὲρ Χριστοῦ μαρτύριον ἀναδεξάμενος,
στερροτάτῃ ψυχῇ, τυραννικὴν μανίαν ἐφαύλισας καὶ πικροτάτῳ θανάτῳ, τὸ τοῦ Σωτῆρος
πάθος ἐδόξασας. Ἀλλ' ἡμῖν ἐπέφανας, μετὰ πολυχρόνιον κατάκρυψιν, ὡς ἐξ οὐρανίων
ἀδύτων, τῆς τοῦ Κυρίου Ἀναστάσεως τὰ ἀγαθὰ τεκμαιρόμενος· ὧν ἡμᾶς ἀξίωσον,
θεοδεκτοῖς πρεσβείαις σου.
Ἦχος δ'.
Ὡς ἀρετῆς
ὑποφήτης καὶ παιδοτρίβης καὶ ἀλείπτης, πρὸς θείας ἐπιδόσεις, Ῥαφαὴλ ἱερώτατε, τῷ
σῷ ὑποδείγματι ὑπὲρ Χριστοῦ τεθνάναι, τῶν σῶν συμμαρτύρων ἐπτέρωσας τὸ φρόνημα·
Νικόλαος γὰρ ὁ σεπτὸς Διάκονος καὶ σὸς φοιτητὴς καὶ συνέκδημος, μαρτυρικὸν ἠγωνίσατο
στάδιον· καὶ Εἰρήνη ἡ καλλίπαις κόρη, ὡς εὐῶδες θῦμα, προσηνέχθη Χριστῷ, ὑπὲρ Αὐτοῦ
παραδοθεῖσα τῷ πυρὶ· ὡς προεξάρχων γὰρ αὐτῶν, μεγαλοπρεπῶς ἐδοξάσθης καὶ τὴν
δόξαν τὴν σήν, ἤδη τῷ κόσμῳ ἐφανερωσας. Ἀλλ' ἀπαύστως πρέσβευε, μετὰ τῶν σῶν
συμμαρτύρων, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. α'.
Πανηγύρεως
ἡμέραν, λαμπρὰν ἡμῖν συγκροτοῦσι, Ῥαφαὴλ καὶ Νικόλαος, ἀρτιφανῶς ἡμῖν φανέντες.
Πάντες τῇ αὐτῶν συγχορεύσωμεν ἀναδείξει καὶ τῶν θαυμάτων αὐτῶν ἀπολαύοντες
βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν,
θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.
Πρῶτον τὸ Ἀναστάσιμον. Ἦχος
γ'.
Ὁ τῷ
πάθει Σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον καὶ τῷ φωτὶ τῆς Σῆς Ἀναστάσεως, φαιδρύνας
τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἐσπερινον ὕμνον, Φιλάνθρωπε.
Καὶ εἶτα τὰ τῶν Ἁγίων. Ἦχος
πλ. α'. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ ἱερὸς Ραφαήλ, ὁ ὑπὲρ πίστεως ἀθλήσας στερρότατα καὶ δόξῃ τῇ οὐρανίῳ,
μεγαλυνθεὶς εὐκλεῶς, ὡς Ὁσιομάρτυς ἐνθεώτατος· ὁ πλείστοις ἐν ἔτεσι, διαμείνας ἀγνώριστος,
ἐγκεκρυμμένος ὑπὸ γῆν θείοις κρίμασιν, ἐπ' ἐσχάτων δέ, ὡς πολύφωτος ἥλιος,
λάμψας καὶ τῶν θαυμάτων σου, ἀκτῖσι καὶ χάρισιν, ἐν θαυμασταῖς ὀπτασίαις,
καταφαιδρύνων τοὺς ἅπαντας. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ
μέγα ἔλεος.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Ὤφθη
ἐκ τῶν ἐγκάτων τῆς γῆς, ὡς μυροθήκη νοητοῦ ἁγιάσματος, λειψάνων ὑμῶν τῶν θείων ἡ
παναγία σορός, τῇ ἀποκαλύψει ὑμῶν Ἅγιοι· ἐντεῦθεν ἐξέστησαν, τῇ πολλῇ ὑμῶν
χάριτι, ἐν ἐπαλλήλοις θεωρίαις καὶ ὄψεσιν, οἷς ὡραθητε τῶν ἀδήλων τὴν δήλωσιν
τούτοις ὑποτιθέμενοι καὶ πᾶσι γνωρίζοντες, ὦ Ραφαὴλ σὺν Εἰρήνῃ καὶ Νικολάῳ τὴν ἄθλησιν,
ὑμῶν τὴν ἁγίαν, δι' ἧς εὕρετε ἀξίως, στέφος οὐράνιον.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν
ὁ Κύριος.
Χαίρει
ἡ Ἐκκλησία Χριστοῦ, τῇ παραδόξῳ ἀναδείξει, μακάριοι, τῶν θείων ὑμῶν λειψάνων,
δι' ὧν ἡ δόξα ὑμῶν, πᾶσιν ἐπεγνώσθη ἡ οὐράνιος· καὶ Λέσβος ἡ νῆσος δέ, ἐξαιρέτως
ἀγάλλεται, φαιδρυνομένη τοῖς πολλοῖς ὑμῶν θαύμασι, θεῖοι Μάρτυρες, Ραφαὴλ καὶ
Νικόλαε, ἅμα σὺν τῇ θεόφρονι Εἰρήνῃ καὶ ἅπασι, τοῖς σὺν ὑμῖν τὸν ἀγῶνα, τὸν ἱερὸν
ἐναθλήσασι, γνωστοῖς καὶ ἀγνώστοις· μεθ' ὧν πάντοτε αἰτεῖσθε, ἡμῖν τὰ
κρείττονα.
Δόξα. Ἦχος πλ. δ'.
Ὡς μιμηταὶ τοῦ πάθους τοῦ Σωτῆρος, τῆς αὐτοῦ Ἐγέρσεως τὴν
ἔλλαμψιν, τῇ ἐκφάνσει ὑμῶν ἐκφαίνετε, Ἅγιοι Μάρτυρες· ὡς γὰρ Ἐκεῖνος ἀναστάς,
ταῖς σεμναῖς ἐνεφανίσθη Μυροφόροις, οὕτω καὶ ὑμεῖς, πισταῖς γυναιξί, τῆς ὄψεως ὑμῶν,
ἐνεπιστεύθητε τὸ μυστήριον, τρανῶς αὐταῖς ἀπαγγέλλοντες, κεκρυμμένων πραγμάτων
τὴν φανέρωσιν· ὧν ὁρῶντες τὴν ἔκβασιν, 'Ραφαήλ καὶ Νικόλαε, σὺν τῇ παρθὲνῳ Εἰρήνῃ,
Χριστὸν μεγαλύνομεν, τὸν ὑμᾶς δοξάσαντα.
Καὶ νῦν. Ἦχος πλ. α'.
Ἀναστάσεως
ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει...
Καὶ αὖθις τὸ
Χριστὸς ἀνέστη..., μεθ' ὃ τὰ Ἀπολυτίκια τῶν Ἁγίων.
Ἦχος δ'. Ταχὺ
προκατάλαβε.
Τοῦ
θείου λειψάνου σου τῇ ἀνευρέσει, σοφέ, ἡ Λέσβος πεπλήρωται, τῆς ἐκ Θεοῦ δαψιλῶς,
δοθείσης σοι χάριτος· σὺ γὰρ Ὁσιομάρτυς 'Ραφαὴλ, παραδόξως φαίνῃ πλείστοις ἀνθρώποις
καὶ ἰάσεις παρέχεις· διὸ τοῖς θαυμασίοις σου, πιστοὶ εὐφραινόμεθα.
Ἕτερον τοῦ Ἁγ. Ῥαφαήλ. Ἦχος
α'. Τῆς ἐρήμου πολίτης.
Τῆς
Ἰθάκης τὸν γόνον καὶ τῆς Λέσβου τὸ καύχημα, Ὁσιομαρτύρων τὴν δόξαν, Ῥαφαὴλ εὐφημήσωμεν·
ἀρτίως γὰρ ἡμῖν φανερωθείς, ἰάματα πηγάζει τοῖς πιστοῖς· καὶ κατ' ὄναρ καὶ καθ'
ὕπαρ ὑπερφυῶς, ὀπτάνεται τοῖς κράζουσι· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ
θαυμαστώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα.
Ἄλλο, κοινὸν τῶν τριῶν Ἁγίων
Ῥαφαήλ, Νικολάου καὶ Εἰρήνης.
Ἦχος δ'. Ταχὺ
προκατάλαβε.
Ἐν
Λέσβῳ ἀθλησαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὴν ἡγιάσατε, τῇ τῶν Λειψάνων ὑμῶν εὑρέσει,
μακάριοι. Ὅθεν ὑμᾶς τιμῶμεν, Ῥαφαήλ θεοφόρε, ἅμα σὺν Νικολάῳ καὶ παρθένῳ Εἰρήνῃ,
ὡς θείους ἡμῶν προστάτας καὶ πρέσβεις πρὸς Κύριον.
Καὶ πάλιν τό, Χριστὸς Ἀνέστη, καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Ἱερεύς,
Δόξα τῇ Ἁγίᾳ καὶ ὁμοουσίῳ…, καὶ ψάλλεται τό,
Χριστὸς ἀνέστη, μετὰ τῶν στίχων αὐτοῦ, ὡς συνήθως, μεθ' ὃ
Συνάπτῃ Μεγάλη καὶ ὁ Πολυέλεος, μεθ' ὃ τὸ ἑξῆς.
Κάθισμα τῶν Ἁγίων. Ἦχος
α'. Τὸν τάφον Σου Σωτήρ.
Ὡς κρίνα νοητά καὶ πανεύοσμα, ῥόδα, ἐφάνησαν ἡμῖν, ὑπὸ γῆν
πάλαι ὄντα, τὰ θεῖα ὑμῶν λείψανα, Ῥαφαὴλ καὶ Νικόλαε· ὅθεν σήμερον, σὺν τῇ παρθὲνῳ
Εἰρήνῃ, ὑμᾶς μέλπομεν καὶ τὴν λαμπρὰν ὑμῶν μνήμην, φαιδρῶς ἑορτάζομεν.
Δόξα. Ὅμοιον.
Γυναῖκες
εὐσεβεῖς, ὡς αἱ πρὶν Μυροφόροι, θέοφρον Ῥαφαήλ καὶ Νικόλαε μάκαρ, ἰδοῦσαι ἐθαμβήθησαν,
τὴν ὑμῶν ἐπιφάνειαν καὶ ἐκήρυξαν ὑμῶν τὰ θαύματα πᾶσι, δι' ὧν ὤφθητε, περιφανεῖς
παντὶ κόσμῳ, εἰς δόξαν Θεοῦ ὑμῶν.
Καὶ νῦν. Ὅμοιον.
Ἀνέστης
ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων καὶ ἔπλησας χαρᾶς πᾶσαν κτίσιν, Οἰκτίρμον· διό Σου
τὴν Ἀνάστασιν, ἑορτάζοντες κράζομεν· ταῖς δεήσεσι τῆς Παναχράντου Μητρός Σου καὶ
Μαρτύρων Σου, οὓς ἐφανέρωσας ἄρτι, ἡμᾶς Σῶτερ οἴκτειρον.
Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Προκείμενον· Θαυμαστὸς
ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ...
Εὐαγγέλιον, τὸ ἐν τῷ Ὄρθρῳ
τοῦ ἁγίου Γεωργίου.
Εἶτα, Ἀνάστασιν
Χριστοῦ θεασάμενοι..., καὶ ἀμέσως,
Δόξα. Ταῖς
τῶν Ἀθλοφόρων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον
τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς
τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον
τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός
σου...
Ἰδιόμελον. Ἦχος πλ. β'.
Μαρτυρικῶς
ἀγωνισάμενοι, ἀθλητικῶν ἐπάθλων ἐτύχετε, Ὁσιομαρτυρες ἔνδοξοι· καὶ νῦν τῇ εὑρέσει
τῶν σεπτῶν ὑμῶν λειψάνων, ἁγιασμοῦ ἐπληρώσατε, οὐ μόνον τὴν νῆσον Λέσβον, ἀλλὰ
καὶ πᾶσαν τὴν Ἐκκλησίαν εὐφράνατε· Χριστὸς γὰρ ὑμᾶς ἐδόξασεν, ὁ δοξασθεὶς ὑμῶν
τοῖς μέλεσιν· ᾧ ἀεὶ πρεσβεύετε, Ῥαφαὴλ καὶ Νικόλαε σὺν Εἰρήνῃ καὶ τοῖς λοιποῖς
συναθληταῖς ὑμῶν, σῴζεσθαι ἡμᾶς πάσης θλίψεως.
Εἶτα οἱ Κανόνες τοῦ Πάσχα καὶ τῶν Ἁγίων.
Κανὼν τῶν Ἁγίων. Ὃς φέρει ἐν τοῖς Θεοτοκίοις τὴν ἀκροστιχίδα: Γερασίμου.
Ὠδή α’. Ἦχος α’. Ἀναστάσεως ἡμέρα.
Ἀναστάσεως
μελλούσης, προεκφαίνει ἡμῖν, πᾶσι τὴν θείαν δόξαν, ἡ τῶν λειψάνων τῶν σεπτῶν ὑμῶν
φανέρωσις ἐκ γῆς, σοφὲ 'Ραφαήλ καὶ θεῖε Νικόλαε, τοὺς πιστοὺς ἁγιάζουσα.
Καθαρθῶμεν
τάς αἰσθήσεις καὶ κατίδωμεν, ὄψιν τὴν θειοτάτην τοῦ θεοφόρου 'Ραφαήλ καὶ
Νικολάου σὺν αὐτῷ, Εἰρήνης ὁμοῦ· πιστοῖς γὰρ ὀπτάνονται, ἐνεργοῦντες παράδοξα.
Οὐρανοὶ
μὲν ὑμῶν φέρουσι τὰ πνεύματα, γῆ δὲ ἡμῖν ἀρτίως, ἀποκαλύπτει θαυμαστῶς, τὰ
λείψανα ὑμῶν, σοφοί, τῇ θείᾳ βουλῇ· οἷς πίστει προστρέχοντες, ψυχικῶς ἀγαλλόμεθα.
Θεοτοκίον.
Γεγηθυῖα
σὺν ταῖς θείαις Μυροφόροις, Ἁγνή, ὕμνοις ἐξαναστάντα, τὸν σὸν ὡς ἔβλεψας Υἱόν,
Οὗ τῆς ἐγέρσεως τὸ φῶς, χαρὰν καὶ ζωήν, πηγάζει τοῖς πέρασι, Θεοτόκε Πανύμνητε.
Καταβασία, Ἀναστάσεως
ἡμέρα. Τὸ
Χριστὸς Ἀνέστη ἐκ γ'. Τὸ Ἄναστάς ὁ Ἰησοῦς, ἅπαξ, ἅπερ λέγονται εἰς ὅλας τάς ᾠδάς.
Εἶτα Συναπτὴ μικρά, μεθ' ἣν ἡ Ἐκφωνησις,
Ὅτι σὸν τὸ κράτος.
Ὠδὴ γ'. Δεῦτε πόμα πίωμεν.
Δεῦτε
ἐν τῷ λόφῳ Καρυῶν, θεασώμεθα δόξαν Μαρτύρων ἄρρητον· ὁ γὰρ σοφὸς 'Ραφαήλ, ὁμοῦ
σὺν τοῖς ἄλλοις Ἀθληταῖς, πιστοῖς πεφανέρωται.
Νῦν
ὤφθη ὁ θεῖος 'Ραφαήλ, ἐκκαλύπτων τοῖς πᾶσιν αὐτοῦ τὸ ὄνομα, σὺν Νικολάῳ ὁμοῦ,
καὶ ἄθλους οὓς ἤνυσαν στερρῶς, νομίμως ἀθλήσαντες.
Χθὲς μὲν συνετάφητε Χριστῷ, 'Ραφαήλ καὶ Εἰρήνη τε καὶ
Νικόλαε· σήμερον δὲ σὺν Αὐτῷ, ἐκφάνσει ὑμῶν τῇ θαυμαστῇ, ἐν κόσμῳ δόξαζεσθε.
Θεοτοκίον.
Ἔλαμψεν
ἐκ σοῦ μετὰ σαρκός, ὁ νεκρώσας θανάτῳ, Ἁγνὴ, τὸν θάνατον, καὶ ἀναστὰς ἐκ νεκρῶν,
Χριστὸς ὁ τῶν ὅλων Βασιλεύς καὶ σώσας τὸν ἄνθρωπον.
Καταβασία.
Δεῦτε πόμα πίωμεν...
Ἐκφώνησις· Ὅτι
σὺ εἶ ὁ Θεὸς ἡμῶν...
Τὸ Κοντάκιον τοϋ Πάσχα· Εἰ
καὶ ἐν τάφῳ..., καὶ εἶτα·
Κάθισμα τῶν Ἁγίων. Ἦχος
γ'. Θείας πίστεως.
Θείαις
ὄψεσι τὴν κεκρυμμένην, ἐκκαλύψαντες παντὶ τῷ κόσμῳ, ὑμῶν ἄθλησιν ὁμοῦ καὶ τὸ ὄνομα,
ὦ Ραφαὴλ καὶ θέοφρον Νικόλαε, θαυματουργεῖτε τοῖς πίστει κραυγάζουσι· θεῖοι
Μάρτυρες, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Ὅμοιον.
Ἅδην
ἔδησας τῇ Σῇ Ἔγέρσει καὶ ἀνέστησας τὸν νεκρωθέντα, Ζωοδότα, πρωτόπλαστον ἄνθρωπον.
Ὅθεν τὴν Σὴν ἀνυμνοῦμεν Ἀνάστασιν, ἐν ᾗ Μαρτύρων τὴν μνήμην ἐδόξασας· ὧν
δεήσεσιν, ἀξίωσον ἡμᾶς Κύριε, τοῦ αἰωνίου Πάσχα ὡς φιλάνθρωπος.
Ὠδὴ δ'. Ἐπὶ τῆς θείας φυλακῆς.
Ἐπὶ
ταῖς ὄψεσιν ὑμῶν καὶ θεωρίαις ταῖς φρικταῖς, ἐν αἷς πολλαχῶς ὑμᾶς εἶδον,
θάμβους ἐπληρώθησαν, γυναῖκες αἱ θεόφρονες, ὡς πάλαι αἱ σεμναὶ Μυροφόροι καὶ ἐφανέρωσαν
πᾶσιν ὑμᾶς Ἅγιοι.
Ἄρσεν
μὲν Χριστὸς ὡράθη, ὑπὲρ ἡμῶν ὡς ἀγαθός· Τούτῳ δὲ ὑμεῖς ὥσπερ θεῖα σφάγια καὶ
θύματα, ἀθλήσαντες προσήχθητε, θέοφρον Ῥαφαὴλ καὶ Εἰρήνη, σὺν Νικολάῳ καὶ τοῖς
λοιποῖς συμμάρτυσι.
Ὡς
προεξάρχων τοῦ χοροῦ, Ὁσιομάρτυς Ῥαφαήλ, τῶν ἐν Καρυαῖς ἀθλησάντων, ἁπάντων
προτέθυσαι, πρισθεὶς ἀπὸ τοῦ στόματος· καὶ νῦν μετὰ τῶν σῶν συμμαρτύρων, τὸ ὑπερκόσμιον
Πάσχα ἐτελέσατε.
Ὁ
χριστεπώνυμος λαός, ὡς κιβωτὸν ἁγιασμοῦ, τὴν σορὸν ὑμῶν τῶν λειψάνων, κέκτηται
μακάριοι, Χριστοῦ Ὁσιομάρτυρες· καὶ τούτοις εὐλαβῶς προσπελάζων, ῥῶσιν λαμβάνει
ψυχῆς ὅμου καὶ σώματος.
Θεοτοκίον.
Δάκρυα
ἔρραινες, Ἁγνή, ἐν τῷ Σταυρῷ τοῦ σοῦ Υἱοῦ, Τοῦτον νεκρωθέντα ὁρῶσα, πλούτῳ ἀγαθότητος,
ἀλλὰ χαρᾶς πεπλήρωσαι, Αὐτὸν πρώτη ἰδοῦσα ἐκ τάφου, ἐξαναστάντα καὶ κόσμον
συνεγείραντα.
Καταβασία· Ἐπὶ
τῆς θείας φυλακῆς...
Ἐκφώνησις· Ὅτι
ἀγαθός...
Ὠδή ε'. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Ὀρθρίζοντες
πλεῖστοι τῷ τάφῳ, ὑμῶν πολλῇ εὐλαβείᾳ, κατεῖδον ὑμᾶς ἐμφόβως, Μάρτυρες ἐκλάμποντας,
φωτὶ τῷ ὑπὲρ ἔννοιαν, οἷα υἱοὺς τῆς Ἀναστάσεως.
Τὴν
ἄμετρόν σου καρτερίαν, ὁ σὸς Διάκονος βλέπων, Νικόλαος ἐν τοῖς ἄθλοις, Ῥαφαὴλ
πανεύφημε, συγκοινωνός σοι γέγονε, σκάμμα διανύσας τὸ ἅγιον.
Προσέλθωμεν
πίστει καὶ πόθῳ, τῶν Καρυῶν ἐν τῷ λόφῳ, γεραίροντες τοὺς ἐνταῦθα, ἐκφανθέντας
Μάρτυρας, καὶ τούτων θεασώμεθα, δόξαν ἀληθῶς τὴν θεόσδοτον.
Θεοτοκίον.
Ἀΰλῳ
φωτὶ ὑπὲρ λόγον θεασαμένη, Παρθένε, ἐκλάμψαντα ἐκ τοῦ τάφου τὸν Υἱόν σου, Ἄχραντε,
σὺν Ἀποστόλοις ᾔνεσας, τούτου τὴν θείαν Ἀνάστασιν.
Καταβασία· Ὀρθρίσωμεν
ὄρθρου βαθέος…
Ἐκφώνησις· Ὅτι ἡγίασται...
Ὠδὴ στ'. Κατῆλθες, ἐν τοῖς
κατωτάτοις.
Κατῆρες
ἐκ τῆς Θράκης, Πάτερ σοφέ, πρὸς τὴν Λέσβον ἀσφαλῶς καὶ προσῆλθες, εἰς Καρυῶν τὴν
Μονήν, ἔνθα ἤθλησας, Ῥαφαὴλ θαυματουργέ, δι' ἀγάπην Κυρίου.
Φυλάξας
τὴν πρὸς τὸν Χριστὸν ἀρραγῆ, ὦ Νικόλαε, ἀγάπην καὶ πίστιν, ὑπῆλθες ἀνενδοίαστῳ
ψυχῇ τὸ μαρτύριον, καὶ συνήφθης εὐκλεῶς, τῶν Μαρτύρων τοῖς δήμοις.
Σῶτέρ
μου, οἷα προσφορὰ ἐκλεκτή, Σοὶ προσήχθη ἡ παρθένος Εἰρήνη, φλεχθεῖσα ὑπὸ πυρὸς ἀπηνῶς,
ᾗ συνήθλησαν, ἐκ Θερμῆς ἄλλοι πιστοί καὶ οἱ ταύτην τεκόντες.
Θεοτοκίον.
Σὲ
πλεῖστοι, ἐν ἐξηλλαγμένῃ μορφῇ, ἔνθα ἵδρυται Μονή σου τὸ πάλαι, κατεῖδον ἐν
Καρυαῖς ἐμφανῶς καὶ ἀνύμνησαν, τὴν σὴν χάριν πρὸς ἡμᾶς, Θεοτόκε Παρθένε.
Καταβασία·
Κατῆλθες, ἐν τοῖς κατωτάτοις…
Ἐκφώνησις. Σὺ
γὰρ εἶ ὁ Βασιλεύς...
Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ ἐμφανῶς
ὑπὲρ Χριστοῦ ἠθληκότες καὶ ὑπὸ γῆν χρόνοις πολλοῖς κεκρυμμένοι, ξενοπρεπῶς ἡμῖν
ἐφανερώθησαν, Ῥαφαὴλ, Νικόλαος καὶ Εἰρήνη ἡ θεία, καὶ οἱ συναθλήσαντες, μετ' αὐτῶν
θεοφρόνως, οὓς ὡς προστάτας καὶ θαυματουργούς, Ὁσιο-μάρτυρας, πάντες τιμήσωμεν.
Ὁ Οἶκος.
Ὁμοφρόνως
ὁμοῦ συνοικήσαντες, ἐν Μονῇ Καρυῶν, ἱερώτατοι, καὶ ἐν ταύτῃ νομίμως ἀθλήσαντες,
ὑπὸ γῆν πολλοῖς χρόνοις ἐκρύπτεσθε, ἀρρήτοις κρίμασι τοῦ Ἀθλοθέτου καὶ Ζωοδότου
Λόγου, Ὁσιομάρτυρες πανθαύμαστοι. Ἀλλ' ὦ τῆς θαυμαστῆς ὑμῶν ἐμφανείας καὶ ξένης
ἀποκαλύψεως καὶ πλουσίας ὄντως χάριτος! ἀρτίως γὰρ ἐκ γῆς τὰ λείψανα ὑμῶν ἀνεδείξατε,
ὡς ἄνθη πανεύοσμα καὶ θησαυροὺς θείους κοσμοποθήτους, μαρτυρικῆς πεπληρωμένα
δωρεᾶς καὶ χάριτος, πλείστοις δὲ ἀνθρώποις, τοῖς ἐγγὺς καὶ τοῖς μακράν, ἐν ὁράσεσι
καὶ ἐνυπνίοις καὶ πρόσωπον πρὸς πρόσωπον παραδόξως ὀπτάνεσθε· οἵτινες θεωροῦντες
τὴν δόξαν ὑμῶν, δόξαν ὡς Ἀθλητῶν τοῦ Χριστοῦ, χαίρουσι χαρὰν μεγάλην σφόδρα καὶ
εὐαγγελίζονται πᾶσιν, ἃ εἶδον καὶ ἤκουσαν παρ' ὑμῶν, συγκαλοῦντες πάντας πρὸς αἶνον
ὑμῶν, ὑψηλῇ φωνῇ λέγοντες· δεῦτε ἐν μιᾷ σπουδῇ καὶ φωνῇ, τοὺς ἤδη παραδόξως ἀποκαλυφθέντας
ἡμῖν, ὡς ἡμῶν προστάτας, καὶ θαυματουρ-γοὺς Ὁσιομαρτυρας πάντες τιμήσωμεν.
Συναξάριον.
Τῇ Τρίτῃ τῆς Διακαινησίμου, μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων ἐνδόξων, νεοφανῶν καὶ
θαυματουργῶν Ὁσιομαρτύρων Ῥαφαὴλ καὶ Νικολάου καὶ τῆς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης
καὶ τῶν σὺν αὐτοῖς μαρτυρησάντων, ἐν ἔτει 1463, τῇ 9ῃ Ἀπριλίου, ἐν ᾗ συνέπεσεν ἡ
παροῦσα ἡμέρα, ἐν τῇ ἀρχαίᾳ Μονῇ τῶν Καρυῶν, τῇ οὔσῃ παρὰ τῇ Θερμῇ ἐν τῇ νήσῳ
Λέσβῳ, ἐν ἔτει δὲ 1959 θαυμαστῶς ἡμῖν φανερωθέντων.
Στίχοι·Εἰς τοὺς Ἁγίους Ῥαφαὴλ καὶ Νικόλαον.
Ὡς φῶς ἡμῖν ὤφθησαν Ραφαὴλ μέγα,
ὁμοῦ καὶ Νικόλαος οἱ
κεκρυμμένοι.
Εἰς τὴν Ἁγίαν Εἰρήνην.
Εἰρήνη ἀθλήσασα σὺν τοῖς
τοκεῦσι,
ἡμῖν ἤδη ἔγνωσται
θαύμασι ξένοις.
Εἰς τοὺς λοιποὺς ἀνωνύμους.
Καρυῶν ἀθλήσαντες Μονῇ
τῇ πάλαι,
τῆς ἄνω ἐπέβητε
Μάρτυρες δόξῃς.
Ταῖς τῶν Σῶν Ἁγίων Μαρτύρων πρεσβείαις, Χριστὲ ὁ Θεός
καὶ πάντων Σου τῶν Ἁγίων, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Καὶ εὐθὺς· Ἀνάστασιν
Χριστοῦ θεασάμενοι, ἐκ γ'. Ἀναστὰς
ὁ Ἰησοῦς, ἐκ γ'. Εἶτα
τάς λοιπὰς ᾠδὰς τῶν Κανόνων.
Ὠδὴ ζ'. Ὁ Παῖδας ἐκ καμίνου.
Ὁ Παῖδας
ἐκ καμίνου ῥυσάμενος, ὑμῶν καὶ τὰ λείψανα, χρόνοις ἐν πολλοῖς, ἀδιαλώβητα τηρεῖ,
ἐν τῷ βάθει τῆς γῆς θείᾳ χάριτι· ἃ νῦν ἀποκαλύψας τῷ κόσμῳ δοξάζει ὑμᾶς,
Μάρτυρες.
Γυναῖκες
ἀληθῶς αἱ θεόφρονες, ὑμᾶς θεασάμεναι, ὄψεσι σεπταῖς, ὦ Ῥαφαὴλ θαυματουργέ καὶ Εἰρήνη
καὶ θεῖε Νικόλαε, ἐκήρυξαν τοῖς πᾶσιν εὐσήμως, ὑμῶν τὴν ἐπιφάνειαν.
Θανάτου
τοῦ πικροῦ ὑμῶν, Ἅγιοι, τὸν τρόπον ἐδείξατε, θεῖε Ῥαφαήλ, σὺν Νικολάω τῷ κλεινῷ
καὶ Εἰρήνῃ ὁμοῦ καὶ τὸ ὄνομα καὶ κλῆσιν ἐμφανῶς τῆς πατρίδος, τὰ πάλαι ἡμῖν ἄγνωστα.
Ὡς εἶδέ σε καθ' ὕπαρ Νικόλαε, λαλοῦντα τὰ αἴσια, ὁ ἰχθυβολεύς
πολλῆς ἐπλήσθη χαρμονῆς καὶ ἰχθύων πλουσίαν ἀνείλκυσε, τὴν ἄγραν ἐν τῇ σῇ εὐλογίᾳ,
ὑμνολογῶν τὴν χάριν σου.
Θεοτοκίον.
Ἰδόντες ἐν μορφῇ ὡς ηὐδοκησας, φανῆναι τοῖς δούλοις
σου, Κόρη σε Ἁγνή, ἐν Καρυαῖς οἱ εὐσεβεῖς, τῷ φωτί σου ἀΰλως ηὐγάσθησαν καὶ ᾔνεσαν
τῶν σῶν μεγαλείων, Παρθένε, τὰ μυστήρια.
Καταβασία· Ὁ
Παῖδας ἐκ καμίνου...
Ἐκφώνησις· Εἴη
τὸ κράτος...
Ὠδὴ η'. Αὕτη ἡ κλητή.
Αὕτη ἡ καινή καὶ ἁγία ἡμέρα, ἐν ᾗ οἱ κεκρυμμένοι
θησαυροὶ φανεροῦνται, 'Ραφαήλ ὁ κλεινός καὶ Νικόλαος, Κυρίου οἱ Μάρτυρες, νέμει
τοῖς ἐν κόσμῳ, χαρὰν καὶ εὐφροσύνην.
Δεῦτε
Καρυῶν, ἐν τῷ λόφῳ προθύμως, δεινῶς οἱ ἀσθενοῦντες, ἵνα λάβητε ρῶσιν· ἰατρὸς γὰρ
σοφός, 'Ραφαήλ ὁ ἱερὸς, πέλει ἅπασιν, ὥσπερ καθωράθη, παρέχων τάς ἰάσεις.
Ἆρον
πάσας τοῦ δυσμενοῦς ἐπηρείας, νῦν ἀφ' ἡμῶν, ὦ Πάτερ, ὡς ἡμῶν μέγας προστάτης, ὅτι
ὤφθης ποτέ, τάς οἰκίας τῶν πιστῶν σημειούμενος, σὺν τῷ Νικολάῳ, Σταυροῦ τῷ θεὶῳ
τύπῳ.
Πάτερ
Παντοκράτορ καὶ Λόγε καὶ Πνεῦμα, ὑπέρθεε θεότης, τοὺς ὑπὲρ σοῦ ἠθληκοτας,
'Ραφαήλ τὸν σοφόν καὶ Νικόλαον λαμπρῶς συνεδόξασας, ἅμα καὶ Εἰρήνην, δι' ὧν σῶσον
τὸν κόσμον.
Θεοτοκίον.
Μνήσθητι,
Ἁγνή, τῶν πιστῶν ἱκετῶν σου, τῶν πόθῳ προστρεχόντων, Καρυῶν τῷ γηλόφῳ, ἔνθα
φαίνῃ πολλοῖς καὶ παρέχεις εὐλογίαν οὐράνιον, Κεχαριτωμένη, Παρθένε Θεοτόκε.
Καταβασία. Αὕτη
ἡ κλητή...
Ἐκφώνησις. Ὅτι
ηὐλόγηται...
Ὠδὴ θ'. Φωτίζου, φωτίζου.
Μεγάλυνον ψυχή μου, Ῥαφαὴλ τὸν μέγαν, ὁμοῦ σὺν Νικολάῳ,
Εἰρήνην τὴν Ἁγίαν.
Λαμπρύνου,
ἀγαλλου, ἡ Ἐκκλησία τοῦ Χριστοῦ· ὁ Θεὸς γὰρ τῆς δόξης, ξένα σοι πεποίηκε καὶ
θαυμαστά, ἐν σημείοις πολλοῖς, ἄρτι ὡς φῶς, τοὺς πρὶν κεκρυμμένους, ἀποκαλύψας
σοι Μάρτυρας.
Μεγάλυνον ψυχή μου, τοὺς Μάρτυρας Κυρίου, τούς νῦν
φανερωθέντας, εἰς φῶς πιστῶν καὶ δόξαν.
Ὦ
θέας ἀρρήτου ἧς ἠξιώθησαν πιστοί, πολλαχῶς κατιδόντες, ὑμᾶς ἀξιάγαστοι, ὦ Ῥαφαήλ,
τῆς Ἰθάκης βλαστέ, σὺν τῷ κλεινῷ, ἅμα Νικολάω καὶ τῇ Εἰρήνῃ τῇ θεόφρονι.
Δόξα.
Μεγάλυνον ψυχή μου Τριάδα τὴν Ἁγίαν, τὴν δείξασαν τῷ
κόσμῳ, ὡς φῶς τοὺς Ἀθλοφόρους.
Ὦ
Πάσχα τοῦ θείου, οὗ ἠξιώθητε τανῦν, Ῥαφαὴλ θεοφόρε καὶ θεῖε Νικόλαε, σὺν τοῖς
λοιποῖς σὺν ὑμῖν Ἀθληταῖς. Ἀλλ' εὐλογεῖν, σὺν τῇ νήσῳ Λέσβῳ, πάντα πιστὸν μὴ
διαλίπητε.
Καὶ νῦν.
Μεγάλυνον ψυχή μου, τὴν μόνην Θεοτόκον, τὴν σκέπουσαν τὸν
κόσμον, ἐκ πάσης ἐπηρείας.
Ὑψίστου
καθέδρα καὶ φωτοστόλιστε ναέ, Θεοτόκε Παρθένε, Κόρη Παντευλόγητε, σκέπε ἀεί τὴν
σεπτήν σου Μονήν καὶ τοῖς πιστοῖς, δίδου πᾶσαν χάριν, ταῖς τῶν Μαρτύρων δεήσεσι.
Καταβασία·
Φωτίζου, φωτίζου...
Ἐκφώνησις· Ὅτι
σὲ αἰνοῦσι...
Ἐξαποστειλάρια.
Τοῦ Πάσχα. Ἦχος γ'.
Τοῦ Πάσχα. Ἦχος γ'.
Σαρκὶ
ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ
φθορᾶς καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
Τῶν Ἁγίων, ὅμοιον.
Σαρκὶ
ὀφθέντες ἀπὸ γῆς, οἱ οὐρανοῖς τιμώμενοι, ὦ Ῥαφαὴλ, Νικόλαε, Εἰρήνη ἅμα τῇ σεπτῇ,
χαρᾶς ἡμᾶς ἐπλήσατε· διὸ ὑμῶν τιμῶμεν, τὴν εὕρεσιν Μάρτυρες.
Καὶ πάλιν τὸ τοῦ Πάσχα· Σαρκὶ ὑπνώσας ὡς θνητός...
Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχ. η' καὶ
ψάλλομεν Ἀναστάσιμα δ' καὶ τῶν Ἁγίων δ'.
Τῶν Ἁγίων. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Ἡ νῆσος
Λέσβος ἀγάλλου πᾶσα καὶ χόρευε, ἐπὶ τῇ παραδόξῳ, τῶν Μαρτύρων εὑρέσει, τὸ
χαίρετε βοῶσα αὐτοῖς ἐν χαρᾷ, Ῥαφαὴλ καὶ Νικόλαε· ἄρτι γνωσθέντες γὰρ ὤφθητε τοῖς
πιστοῖς, ἀληθὴς δόξα καὶ στήριγμα.
Ἐκ
τῆς Ἰθάκης βλαστήσας ὦ Ῥαφαὴλ θαυμαστέ, ἐν Λέσβῳ δὲ ἀσκήσας καὶ ἀνδρείως ἀθλήσας,
ταύτην ἁγιάζεις τῇ τοῦ σεπτοῦ ἀνευρέσει λειψάνου σου· καὶ ταῖς πολλαῖς ἐμφανείαις
δι' ὧν πιστοῖς, χάριν νέμεις τὴν σωτήριον.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Διακονήσας
ἐνθέως Χριστῷ, Νικόλαε, καὶ ἀνδρικῶς ἀθλήσας, Ῥαφαὴλ σὺν τῷ θείῳ, ἅμα
καὶ Εἰρήνῃ, ὑπὲρ Χριστοῦ,
μετὰ
Χρόνιον ἔγκρυψιν, ἐξανατέλλετε κόσμῳ περιφανῶς,
ὡς ἀστέρες
φαεινότατοι.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ
Κύριος.
Σιὼν
ὡς ὄρος ὁρᾶται ὁ λόφος τῶν Καρυῶν, ἔνθα θεοσημείαι, παραδόξως τελοῦνται·
σπεύσωμεν οὖν πάντες πίστει θερμῇ, Ῥαφαὴλ καὶ Νικόλαον καὶ τὴν Εἰρήνην καὶ
πάντας τοὺς ἐν αὐτῷ, μαρτυρήσαντας γεραίροντες.
Καὶ τὰ τοῦ Πάσχα. Ἦχος
πλ. α'.
Στίχος. Ἀναστήτω ὁ Θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροί...
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται...
Δόξα. Ἦχος πλ. α'.
Νομίμως
ἀθλήσαντες, ἀξίως ἐν οὐρανοῖς ἐδοξάσθητε, Ὁσιομάρτυρες ἔνδοξοι. Ταύτης οὖν τῆς
δόξης τάς δαψιλεῖς ἀντιμισθίας, μετὰ πολυχρόνιον κατάκρυψιν, ἐφάνητε ἡμῖν
γνωρίζοντες, ἐν δυνάμει σημείων καὶ τεράτων καὶ ὑπερβολῇ ἀποκαλύψεων καὶ
Πνεύματος Ἁγίου μερισμοῖς, εἰς περιποίησιν πιστῶν καὶ σωτηρίαν. Ἀλλ' ὦ Μάρτυρες
Χριστοῦ, Ἐκκλησίας δόξα καὶ ἑδραίωμα, 'Ραφαήλ θαυματουργέ, σὺν Νικολάῳ τῷ Διακόνῳ
καὶ Εἰρήνη τῇ παρθένῳ καὶ τοῖς λοιποῖς ὑμῶν συναθληταῖς, μὴ παύσησθε
πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός.
Ἀναστάσεως
ἡμερα καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει...
Εἶτα τό, Χριστὸς Ἀνέστη, ἐκ
γ' καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου