Τρίτη 29 Οκτωβρίου 2019

Ἀκολουθία ΕΠΙΣΚΟΠΟΥ ΑΓ. ΑΠΟΛΛΟΔΩΡΟΥ ΦΑΙΑΚΙΑΣ


Τη Β΄Κυριακή του Ματθαίου
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν εὐσεβῶν Κερκυραίων δεῦτε τὸ ἄθροισμα, τιμήσωμεν ἐν ὕμνοις, Ἀπολλόδωρον θεῖον, ποιμένα Φαιακίας τὸν θαυμαστόν, καὶ τῆς πίστεως πρόμαχον, δι’ οὗ πρεσβείαις λυτρούμεθα τῶν δεινῶν, καὶ τῶν βίου περιστάσεων. (δίς)
Οὐχὶ Ἀπόλλωνος δῶρον ἀλλὰ τοῦ Λόγου Θεοῦ, εἰδότες σε τρισμάκαρ, Ἀπολλόδωρε Πάτερ, διδάξαντα ποιμνίῳ σῷ ἀληθοῦς, εὐσεβείας τὰ δόγματα, καὶ στερεώσαντα πίστιν ἐν ταῖς ψυχαῖς, τῶν Φαιάκων σοῖς διδάγμασι. (δίς)
ν τῇ Συνόδῳ τῇ Πρώτῃ μετέσχες Ἅγιε, μετὰ Ἀθανασίου, καὶ Σπυρίδωνος θείου, τῶν προστατῶν Κερκύρας, μεθ  ὧν ἀληθῆ, τὸν Υἱὸν ἀνεκήρυξας, Λόγον Θεοῦ ὁμοούσιον τῷ Πατρί, καὶ ὁμόθρονον ὑπάρχοντα.
ρθοδοξίας τὸν πλοῦτον κεκληρονόμηκεν, Κερκύρας Ἐκκλησία, ἐκ σοῦ Πάτερ θεόφρον, διό σου εὐγνωμόνως μνήμην τελεῖ, καὶ αἰτεῖται δεήσεων, τῶν ἱερῶν σου τὴν δύναμιν πρὸς Χριστόν, Ἀπολλόδωρε μακάριε.
Δόξα. Ἦχος πλ. β΄.
ρθοδοξίας τὴν χριστόφθογγον σάλπιγγα, καὶ τοῦ Ὁμοουσίου τοῦ Λόγου τὸν κήρυκα, τὸν θεόπνουν ποιμενάρχην Φαιακίας, καὶ τῶν δογμάτων ὑπερασπιστὴν καὶ ὑπέρμαχον, τὸν μέγαν Ἀπολλόδωρον, οἱ τούτου τυγχάνοντες θρέμματα πνευματικά, δεῦτε σήμερον ὀφειλητικῶς συντιμήσωμεν, καὶ τῶν ᾀσμάτων τὰ ἄριστα μελῳδοῦντες, προσείπωμεν αὐτῷ· ὡς τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀληθὴς Ἱεράρχης, πρέσβευε ὑπὲρ ἡμῶν τῶν τέκνων σου μακάριε Πάτερ, ὅπως μὴ ταῖς παγίσι τοῦ ἐχθροῦ ἀπολλώμεθα, καὶ ὑπάνοιξον ἡμῖν ταῖς εὐχαῖς σου, τῆς Βασιλείας οὐρανῶν τὴν εἴσοδον.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι.32)
Στόμα  δικαίου  ἀποστάζει  σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται
χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
Λιτή. Ἦχος α΄.
Εὐφραίνεσθε δικαίως, ἐν οὐρανῷ νῦν ἑστῶτες, ἡ τῶν Ἀποστόλων τῆς Κερκύρας θεολαμπὴς δυάς, Ἰάσων καὶ Σωσίπατρε, ὅτι ὃν ἐν κόποις πολλοῖς ἐσπείρατε ἐνταῦθα, καὶ ἐποτίσατε τοῖς αἵμασιν ὑμῶν σπόρον τοῦ Χριστοῦ, εὐθαλλῶς ἐξήνθισεν πρὸς τοῖς λοιποῖς Ἁγίοις, καὶ τὸν σοφὸν ποιμενάρχην Ἀπολλόδωρον, τὸν ἀπολέσαντα μανίαν τοῦ Ἀρείου, καὶ τὴν θεότητα τοῦ Λόγου συνοδικῶς ἀνακηρύξαντα, μεθ’ οὗ συμπρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
ῶτα ἓν ἢ κεραίαν μίαν τοῦ θεοπαραδότου Εὐαγγελίου, μὴ τολμήσας παραχαράξαι, ἀλλ’ ἐξ ἐναντίας ὅλῃ δυνάμει τῆς ἀληθοῦς πίστεως ὑπερμαχήσας Πάτερ Ἀπολλόδωρε, τὸ μὲν ὀλετήριον ὁμοιούσιον ἀπέβαλες σοφῶς, τὸ δὲ ψυχοσωτήριον ὁμοούσιον θεοπρεπῶς ἐξεδίδαξας, τοῦτο παραδοὺς ὡς πατρικὸν πλοῦτον τῇ Ἐκκλησίᾳ Φαιακίας, ὅπερ καὶ ἡμεῖς νῦν ὡς κόρην ὀφθαλμοῦ τηροῦντες, τὴν σωτηρίαν αἰτούμεθα, ταῖς ἀκαταισχύντοις σου δεήσεσι.
Ἦχος γ΄.
Οὐ λογιστικῇ τεχνολογίᾳ, ἀλλὰ μυστικῇ θεολογίᾳ ἐκτραφεὶς Ἀπολλόδωρε, τῆς Ἐκκλησίας Κερκύρας χρισταρέστως προέστης. Καὶ τὸ ποίμνιόν σου τῇ σύριγγι τῶν αὐξητικῶν λόγων εἰς σωτηρίους πηγὰς ὁδηγήσας, τὴν ἀποστολικὴν καὶ ἀρχαίαν πίστιν ὡς θησαυρὸν ἀσύλητον ἐτήρησας. Διό σου εὐγνωμόνοις ᾄσμασι τὴν μνήμην ἐπιτελοῦντες, δεόμεθα φύλαττε ἡμᾶς ἐν τῇ ἀληθείᾳ, ὀρθροπρακτοῦντας.
Ἦχος δ΄.
ς φιλότιμος γεωργὸς τοῦ μυστικοῦ ἀμπελῶνος, καὶ φρόνιμος οἰκονόμος τοῦ Χριστοῦ, τὸν πλοῦτον τῆς πίστεως ἀδιάφθορον ἐφύλαξας, Ἀπολλόδωρε μακάριε. Πάντα γὰρ τὰ ζιζάνια τοῦ ἐχθροῦ ῥιζηδὸν ἐξέτεμες, τὸν ἀγρὸν τῆς Φαιακίας καθαρὸν τηρήσας τοῦ μολυσμοῦ τῆς αἱρέσεως, καὶ παραδοὺς ἡμῖν τὴν τριαδικὴν θεολογίαν, ὡς ἐξ οὐρανοῦ φιλανθρώπως ἀπο-καλυφθεῖσαν, καὶ οὐκ ἐξ ἀνθρώπων ψυχολετηρίως συντεθεῖσαν, ὅθεν πρέσβευε τῇ Τριάδι Πάτερ τίμιε, σὺν Ἀθανασίῳ τῷ μεγάλῳ καὶ τῷ θαυματουργῷ Σπυρίδωνι, ὑπὲρ ἡμῶν τῶν τέκνων σου.
Δόξα. Ἦχος πλ. α΄.
Τοῦ Εὐαγγελιστοῦ Ἰωάννου τὴν βροντόφωνον θεολογίαν ἐνωτισάμενος, τὴν ἐν ἀρχῇ ἦν ὁ Λόγος διασαλπίζουσαν, τὸ ἦν ποτὲ ὅτε οὐκ ἦν, ὡς σκυβαλῶδες ἐξέβαλες, συνοδικῶς θεῖε Ἀπολλόδωρε, ὅθεν ὑπερασπιστὴς τῆς πατρώας πίστεως φανείς, νῦν ἀπολαύεις αὐτοψεὶ τοῦ Θεοῦ Λόγου δικαίως, Ὃν καθικέτευε ὡς φιλότεκνος, ὑπὲρ τῆς νήσου καὶ ποίμνης σου ταύτης, Πάτερ μακαριώτατε.
Καὶ νῦν. Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
ντραφεὶς θείοις δόγμασι, Ἀπολλόδωρε Ἅγιε, ἤθη εὐτρεπίζουσι χριστομόρφωτα, σαὐτὸν πλουσίως ἐνεύρωσας, καὶ εἶτα γενόμενος, Φαιακίας ὁ ποιμήν, πατρικῶς τὴν ἀλήθειαν, μετενήνοχας, τοῖς προβάτοις σου ἃ διαφυλάττοις, ἀπὸ πάσης ἐπηρείας, τοῦ πονηροῦ κοσμοκράτορος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου, ἐν ἀγαλλιάσει ἀγαλλιάσονται.
Τὸν Πατέρα ἐκήρυξας, ὡς ἀρχὴν τῆς Θεότητος, τὸν Υἱὸν ἐπίστευσας τούτου σύνθρονον, ὦ ἱερὲ Ἀπολλόδωρε, τὸ δὲ Πνεῦμα Ἅγιον, ἐκ Πατρὸς ἐκπορευτόν, ἐν ᾧ πάντα ἐγένετο, ὡμολόγησας, διὸ νῦν τοῦ φωτὸς τοῦ τρισηλίου, οὗ τρυφᾶς ἀκτῖνας δίδου, τοῖς ἀνυμνοῦσι τὴν μνήμην σου.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Τῆς Συνόδου μετέσχηκας, ἐν Νικαίᾳ καὶ ἤλεγξας, τοῦ Ἀρείου ἄθεον δόγμα Ἅγιε, δειχθεὶς Πατέρων ὁμόφωνος, καὶ ἤνεγκας ποίμνῃ σου, ὅρον θεῖον καὶ σεπτόν, ὃν τηροῦσα ὡς πάντιμον, ἐκθησαύρισμα, ἐν Συμβόλῳ τῆς Πίστεως γεραίρει, σοῦ τὴν μνήμην ἐτησίως, Πάτερ κλεινὲ Ἀπολλόδωρε.
Δόξα. Ἦχος δ΄.
ς τοῦ Χριστοῦ ἱεραρχικὸν ἀφομοίωμα, καὶ Ἀποστόλων ἔνζηλον διάδοχον, σὲ Ἀπολλόδωρε γινώσκοντες, τὰ τῆς Κερκύρας χριστόκλητα τέκνα σου, τὴν ὑπὲρ τῆς πίστεως ὁμολογίαν σου θαυμάζομεν, καὶ τοῦ ἐλλογώσαντός σε Θεοῦ Λόγου δεόμεθα λέγοντες· Δώρησαι Δέσποτα τῇ ποίμνῃ Σου τὴν ἑνότητα τῆς πίστεως, ἐν φιλαδέλφῳ ὁμονοίᾳ καὶ ἀγάπῃ, καὶ χορήγησον ἡμῖν, τὴν οὐρανῶν Βασιλείαν, ταῖς πατρικαῖς εὐχαῖς τοῦ Ἱεράρχου Σου.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τῆς Συνόδου τῆς Πρώτης ἀνεδείχθης συμμέτοχος, τὸν Υἱὸν καὶ Λόγον κηρύξας, τῷ Πατρὶ ὁμοούσιον, πρὸ πάντων τῶν αἰώνων Ποιητήν, ἀΰλων καὶ ἐνύλων οὐσιῶν, ὅθεν χαίρουσα Φαιάκων ἐπισκοπή, σὲ μεγαλύνει κράζουσα· Δόξα τῷ σὲ φωτίσαντι Χριστῷ, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ δεδωκότι σε ἡμῖν ποιμένα Ἀπολλόδωρε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὴν σεπτὴν πανήγυριν, Ἀπολλοδώρου, Κερκυραῖοι ἅπαντες, δεῦτε τιμήσωμεν ᾠδαῖς, ὅπως αὐτοῦ ἀπολαύσωμεν, εὐχῶν ἁγίων, ὡς τέκνα εὐγνώμονα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῆς Κερκύρας φύλαττε, νῆσον Παρθένε, Σῷ Υἱῷ πρεσβεύουσα, σὺν τοῖς Ἁγίοις τοῖς λοιποῖς, οἵτινες ὧδε ἡγίασαν, καὶ εὐσεβούντων, πεφύκασι φύλακες.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
ρείου βλάστημα, δόγμα ἐφαύλισας, θείοις σου ῥήμασι, καὶ ἀνεκήρυξας, τὸ ὁμοούσιον Αὐτοῦ, ἐνώπιον τῆς Συνόδου, ὅθεν πίστιν ἄμωμον, σῷ ποιμνίῳ κατέλιπες, ὅπερ Ἀπολλόδωρε, ἑορτάζον τὴν μνήμην σου, κραυγάζει τῷ Χριστῷ ὁμοφώνως· δόξα Σοι Λόγε παντοκράτορ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν ἀκατάληπτον, καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον, Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Ἀπολλοδώρῳ ᾄσωμεν, προέδρῳ Φαιακίας. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἁρματηλάτην Φαραώ.
πολλοδώρου εὐφημῆσαι θέλοντα Χριστὲ τοῦ θύτου Σου, τοὺς σεπτοὺς ἀγῶνας, φώτισόν με δέομαι, καὶ ἄνοιξον τὰ χείλη μου, Πνεύματί Σου Ἁγίῳ, ὅπως ἐρεύξωμαι ῥήματα, τούτου πολιτείας ἐπάξια.
Ποθῶν οἰκεῖν εἰς τὰς αὐλὰς Δεσπότου σου καὶ ἐντρυφᾶν τῆς Αὐτοῦ, θείας θεωρίας, Πάτερ Ἀπολλόδωρε, τὰ πάθη ἀπενέκρωσας, καὶ ἀπώλεσας πάντα, σαρκὸς θελήματα σύμβιον, ἔχων τὴν ἁγίαν ἐγκράτειαν.
Οὐρανωθεὶς τῷ φλογοφόρῳ πόθῳ σου ὡς Σεραφεὶμ τῆς Χριστοῦ, Ἐκκλησίας Πάτερ, λειτουργὸς πανθαύμαστος, ἐγένου Ἀπολλόδωρε, καὶ τὴν θείαν θυσίαν, ἀγγελικῶς τῷ Δεσπότῃ σου, ὑπὲρ τῶν πιστῶν προσανέφερες.
Θεοτοκίον.
Λημὴν σκοτώδη ὀφθαλμῶν μου Δέσποινα εὐχαῖς Σου κάθαρον, ἵνα ἀναβλέψω, καὶ ὀρθῶς πορεύσωμαι, ὁδὸν ψυχοσωτήριον, ἐντολῶν τοῦ Κυρίου, ἐξ ἧς ἀφρόνως ἐμάκρυνα, καὶ πτοοῦμαι ὥραν τῆς κρίσεως.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Λέων πῦρ πνέων Πάτερ τοῦ Ἰησοῦ πέφυκας, πλάνην ἀσεβείας διώκων, μακρὰν τῆς ποίμνης σου, καὶ τὴν εὐσέβειαν, ψυχαῖς ἐμβάλλων ὁσίαις, θεῖε Ἀπολλόδωρε, διδασκαλίᾳ σου.
καλός σου Δεσπότης τὸ σοὶ δοθὲν τάλαντον, βλέπων ηὐξημένον ἀξίᾳ, ὑπερετίμησεν, ἀναβιβάσας σε, εἰς τὴν Φαιάκων καθέδραν, Πάτερ Ἀπολλόδωρε, ἐν ᾗ διέπρεψας.
Δοὺς ἱδρῶτας σαρκός σου τὰς δωρεὰς Πνεύματος, εἴληφας ἀντίδωρον Πάτερ καὶ ἐγεώργησας, ψυχὰς ποιμνίου σου, ἃς τῷ Κυρίῳ ἀρμόσας, καρποφόρους ἔδειξας χώρας τοῖς λόγοις σου.
Θεοτοκίον.
πανύμνητε Μῆτερ χριστιανῶν ἔρεισμα, στήριξον ψυχήν μου
ἀθλίαν, καὶ καθικέτευσον, τὸν Ὑπεράγαθον, ὅπως πολλὰς ἁμαρτίας, ἃς ἀφρόνως ἔπραξα, ἀποκαθάρῃ μου.
Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Υἱὸν ὁμοούσιον ἀνεκήρυξας, τὸν Πατέρα πρεπόντως Πάτερ ἐτίμησας, καὶ τὸ Πνεῦμα σῇ ψυχῇ περιέκλεισας, Ἀπολλόδωρε σοφέ, Κερκυραίων ὁ ποιμήν, διὸ ἀπαύστως ὡς ἔχων, τὴν παῤῥησίαν Τριάδι, ὑπὲρ τῶν τέκνων σου καθικέτευε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε κλῖμαξ Κυρίου ἡ θεοστήρικτος, χαῖρε γέφυρα θεία θεοπαρόδευτος, χαῖρε προσφύγιον πιστῶν καὶ ἱλαστήριον, ἡ προσάγουσα ἡμᾶς, πρὸς τὸν Υἱόν Σου καὶ Θεόν, τοὺς πάντοτε τῇ Σῇ σκέπῃ, προστρέχοντας Θεοτόκε, ὡς εἰς λιμένα γαληνότατον.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
άβδῳ τῇ σῇ Ἅγιε, πρόβατα ποίμνης σου, εἰς λειμῶνας θείους καθωδήγησας, ἔνθα Χριστοῦ πόᾳ ζωηρᾷ, ἔθρεψας πανσόφως, καὶ τῷ Κυρίῳ παρέστησας, εἰς μέτρον ἡλικίας, τῆς Αὐτοῦ καὶ τὰς πύλας, πατρικῶς βασιλείας ἠνέωξας.
ραϊσθεὶς χάριτι, ὅλος ἐξήστραψας, τῷ σῷ βίῳ θεῖε Ἀπολλόδωρε, καὶ τοῖς πιστοῖς γέγονας εἰκών, μυστικῶς γραφεῖσα, καὶ φανεροῦσα τὴν δύναμιν, Κυρίου τοῦ διδόντος, ἀμπελῶνος ἐργάταις, τὸν μισθὸν ἁγιότητος τέλειον.
πλοῦς σοφὸς ἄκακος, τίμιος ὅσιος ἱεράρχης, Πάτερ Ἀπολλόδωρε ἀναδειχθείς, γέγονας Χριστοῦ, φῶς τοῖς Κερκυραίοις, οὓς ἐκδιδάξας τὰ πρέποντα, ἐκμιμητάς σου ἔσχες, πρὸς τὴν ἄνω πορείαν, καὶ θερμοὺς συνεργοὺς ἐν τοῖς ἔργοις σου.
Θεοτοκίον.
Σύ μου ψυχῆς Δέσποινα, πέλεις τὸ γλύκασμα, Σὺ ἐλπίς μου, Σύ μου καταφύγιον ἐν πειρασμοῖς, Σύ μου στηριγμός, Σύ μου προστασία καὶ ἀγαλλίαμα πέφυκας, διό Σε ἱκετεύω, μὴ παρίδῃς φωνήν μου, ἐκβοῶντος· Παρθένε μου σῶσόν με.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
ς ἡμέρας τὰς νύκτας, θεῖε Ἀπολλόδωρε εὐχαῖς μετέβαλες, καὶ τῇ ἀγρυπνίᾳ, ὡμοιώθης Ἀγγέλων τοῖς τάγμασι, τὸν Θεὸν ἀπαύστως, ὑμνολογοῦσι καὶ τὴν δόξαν, τὴν Αὐτοῦ ἀνυμνοῦσι τὴν ἄφραστον.
Μελετῶν καθ’ ἑκάστην, νόμον τοῦ Δεσπότου σου ὦ Ἀπολλόδωρε, ἤνεγκας εἰς ἔργον, ἐντολὰς τὰς Αὐτοῦ καὶ ἀντείληφας, δωρεῶν τὴν δόσιν, δι’ ὧν ψυχή σου ἐστολίσθη, καὶ παρέστη Θεῷ νύμφη ἄμωμος.
ννοήσας τοῦ Λόγου, σάρκωσιν ὑπέρλογον κατεπολέμησας, τὴν Ἀρείου πλάνην, ἀκυροῦσα τὸ θεῖον μυστήριον, τῆς οἰκονομίας, δι’ ἧς ὁ ἄνθρωπος θεοῦται, καὶ μετέχει ζωῆς Ἀπολλόδωρε.
Θεοτοκίον.
Νεουργήσασα κτίσιν, τόκῳ Σου πανύμνητε κἀμοῦ νεούργησον, πεπαλαιωμένον, ἁμαρτίαις τὸν νοῦν ἱκεσίαις Σου, πρὸς καινοποιοῦντα, Πνεύματος θείᾳ τῇ δυνάμει, Ἰησοῦν τοὺς ἐν πίστει προσπίπτοντας.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Παρακαθήσας σοφοῖς, πατράσιν τούτων ὁμόψυχος, ἐγένου καὶ ἀληθοῦς, πίστεως ὑπέρμαχος, Πάτερ Ἀπολλόδωρε, ἐν Νικαίας πόλει, προσκυρώσας ὁμοούσιον.
ημάτων σου προχοαῖς, τοὺς Κερκυραίους ἐπότισας, καὶ πίστιν τὴν πατρικήν, τούτους κλῆρον δέδωκας, θεῖε Ἀπολλόδωρε, ὅθεν σου τὴν μνήμην, εὐλαβῶς τιμῶσι σήμερον.
Οὐδὲν ὑπὸ οὐρανόν, ὄνομα ἕτερον πέφυκε, σωτήριον εἰ μὴ ἕν, Χριστοῦ Ἀπολλόδωρε, σῷ ποιμνίῳ ἔκραζες· τούτῳ οὖν προθύμως, εὐπειθόμενοι πιστεύομεν.
Θεοτοκίον.
λεύθερον τῶν παθῶν, ἐπιστασίᾳ Σου δεῖξόν με, Πανύμνητε Μαριάμ, καὶ χάριν μοι δώρησαι, ὥστε ὑπεραίρεσθαι, φθειρομένης ὕλης, τῆς ἀεὶ ἑλκούσης κάτω με.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τοῦ Ἀρείου ἔπνιξας, Πάτερ τὸ ἄθεον δόγμα, τὸν Υἱὸν συνάναρχον, Πατρὶ κηρύξας ἐνθέως, ὅθεν σε, ἡ παροικία τῆς Φαιακίας, χαίρουσα, τιμᾷ σὴν μνήμην φωναῖς αἰσίαις, ὡς πλουτοῦσα πρὸς Δεσπότην, πρέσβυν θερμόν σε, σοφὲ Ἀπολλόδωρε.
Ὁ Οἶκος.
Τὸν Χριστὸν ὁμοούσιον τῷ Πατρὶ ἀνεκήρυξας, τὴν Ἀρείου μανίαν καὶ πλάνην σοφῶς διέλυσας, ταῖς θεοσόφοις καὶ φαιδραῖς σου θεηγορίαις. Ἐν Νικαίᾳ ἐδείχθης Πατέρων ὁμόπιστος, ἐν Κερκύρᾳ ἐφάνης ποιμὴν χριστοδώρητος, πάντας κινῶν εἰς μίμησιν τοῦ ἐνθέου σου βίου, ὅθεν ψυχήν σου ἁγνὴ εἰς χεῖρας Κυρίου παραδούς, μὴ παύσῃ καὶ νῦν σὺν τοῖς ὁμοάθλοις σου Πατράσι, Σπυρίδωνί  τε καὶ Ἀθανασίῳ, Αὐτῷ πρεσβεύειν, ὑπὲρ ἡμῶν τῶν τέκνων σου, τῶν ἐκ Θεοῦ πλουτούντων πρέσβυν θερμόν σε, σοφὲ Ἀπολλόδωρε.
Συναξάριον.
Τῇ Λ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἀπολλοδώρου, ἐπισκόπου Φαιακίας, ἑνὸς τῶν ἐν Νικαίᾳ Τριακοσίων καὶ Δέκα Ὀκτὼ θεοφόρων Πατέρων τῆς Α΄ Οἰκουμενικῆς Συνόδου.
Υἱὸν Θεοῦ τὸν Λόγον κηρύξας κάτω,
νῦν Αὐτῷ συνῇς, Ἀπολλόδωρε, ἄνω.
Χριστόπνους ποιμὴν Φαιακίας, Θεῷ σήμερον ἀπέπνει.
Ἐπαινετὸς Κρήσκης τε καὶ Σιλουανός, Σίλας καὶ Ἀνδρόνικος, αἰνείσθων ἅμα.
Τοὺς κήρυκάς Σου Σιλουανὸν καὶ Σίλαν,
Σῶτερ θανόντας πῶς ἀκηρύκτους λίπω;
Σὲ ἀγαπητὸν Παῦλος ἱστορεῖ μέγας,
Καλῶν ἀπαρχὴν τῆς Ἀχαΐας ὅλης.
Κρήσκης καὶ Ἀνδρόνικος οἱ μῦσται Λόγου,
Βλέπουσι νῦν πρόσωπον τοῦ Θεοῦ Λόγου.
Πέντ' ἔβαν ἐκ βιότου μύσται Θεοῦ ἐν τριακοστῇ.
Ὡς ἀχλυῶδες καὶ τὸ πῦρ τῆς καμίνου, Πρὸς τὴν καλὴν λάμπουσαν ἦν Ἰουλίτταν.
         Αὕτη ὥρμητο ἐκ πόλεως Καισαρείας τῆς Καππαδοκίας, ἣν καὶ ὁ μέγας Βασίλειος ἐγκωμίοις ἐτίμησε. Τοίνυν, δίκης αὐτῇ συνεστώσης πρός τινα πλεονεκτικὸν ἄνδρα καὶ βίαιον, ὅς, τῆς γῆς ταύτης τὸ πλεῖον ἀποτεμών, καὶ ἀγρούς, καὶ κώμας, καὶ βοσκήματα, καὶ οἰκέτας, καὶ πᾶσαν τὴν τοῦ βίου κατασκευήν, πρὸς ἑαυτὸν μετέστησε, καταφρονήσας τοῦ δικαίου, καὶ αὐτοῦ τοῦ Θεοῦ, συκοφάνταις καὶ ψευδομάρτυσι καὶ δωροδοκίαις τῶν δικαζόντων ἐπερειδόμενος. Ἐπειδὴ οὖν ἡ ἀδικουμένη αὕτη γυνὴ ἤρξατο ἀναδιδάσκειν τὴν τυραννίδα τοῦ ἅρπαγος, πάραυτα αὐτὸς διαβάλλει αὐτὴν ὡς Χριστιανήν, καὶ ὡς οὐ δεῖ ταύτην τῶν κοινῶν μετέχειν, ὡς μὴ λατρεύουσαν τοῖς τῶν βασιλέων θεοῖς. Ἡ δέ, πρὸς μηδὲν ἰδοῦσα τῶν παρόντων, ἀλλὰ πάντα καταφρονήσασα: Ἐῤῥέτω, εἶπεν, ὁ βίος καὶ ἡ τούτου δόξα, ἐγὼ γὰρ τὸν ἁπάντων Δημιουργὸν καὶ Κτίστην οὐκ ἀρνήσομαι. Τότε ὁ ἄδικος κριτής, πυρὶ ταύτην παρέδωκεν. Ἡ δὲ κάμινος, περισχοῦσα τῆς Ἁγίας τὸ σῶμα, ἀκέραιον διεσώσατο τοῖς προσήκουσι, καὶ πᾶσι τοῖς πιστοῖς.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Δῶρον ἐδόθης Κερκυραίοις, Ἀπολλόδωρε ἐκ τοῦ Θεοῦ καὶ Λόγου, ὁδηγήσας αὐτούς, εἰς τὴν θεογνωσίαν, τῇ θεολόγῳ γλώττῃ σου, καὶ ἁγίᾳ βιοτῇ σου.
ῶσιν παράσχου ταῖς εὐχαῖς σου, ἱερώτατε Φαιάκων Ἐκκλησίᾳ, ἧς προέστης καλῶς, ὡς θεῖος ποιμενάρχης, καὶ ταύτην ἐπλοήγησας, πρὸς λιμένα Βασιλείας.
φθης ἀστὴρ ὡς σελασφόρος, Ἀπολλόδωρε ἢ μᾶλλον χριστοφόρος, θεολόγους αὐγάς, ἐκπέμπων τῇ σῇ ποίμνῃ, καὶ μετοχεύων χάριτος, παροχὰς ταύτῃ πλουσίως.
Θεοτοκίον.
Φόβος καὶ σκότος τὴν ψυχήν μου, κατειλήφασι ὁρῶντός μου τὰς πράξεις, τὰς δεινὰς ἀγαθή, ἃς ἔπραξα ἀλόγως, διὸ πρέσβυν προβάλλομαι, Σὲ ὦ Μῆτερ πρὸς Υἱόν Σου.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
νω ἔχων τὸν νοῦν καὶ τὴν καρδίαν, Ἀπολλόδωρε οὐράνια ἐφρόνεις, διὸ Κερκύρας ἔδειξας τὸ ποίμνιον, οὐρανοῦ τὰ κάλλη, ἐκζητεῖν ἐμπόθως, τὸν βίον καθαρεῦον.
εραρχήσας στάθμην τὴν ἀγάπην, ἔχων Ἅγιε, καὶ οὐ τὴν ἐξουσίαν, ψυχαῖς ἐμβάλλων θεῖα καταπλάσματα, κατὰ σαμαρείτην, λόγους τοῦ Δεσπότου, ὡς ἔλαιον καὶ οἶνον.
γαπήσας τὸν Κύριον βαθέως, Ἀπολλόδωρε, ἐποίμανας σὴν ποίμνην, ἀναλωθεὶς κηρὸς καθάπερ Ἅγιε, σκότος διαλύων, τὸ τῆς ἁμαρτίας, φωτὶ τῶν διδαχῶν σου.
Θεοτοκίον.
Κρῖνον ἔφυς τῆς παρθενίας Κόρη, ἀπειρόγαμε, καὶ οἶκος τῆς ἁγνείας, διὸ αἰτῶ Σε αὖθις εὐωδίασον, θείᾳ Σου πρεσβείᾳ, τὴν μεμολυσμένην, ψυχήν μου ἁμαρτίαις.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
δοὺ ὁ ποιμενάρχης ὁ ἱερός, Κερκυραίων κλεινὸς Ἀπολλόδωρος, νῦν συγκαλεῖ, πάντας εἰς ἀνύμνησιν τὴν αὐτοῦ, καὶ ὡς τερπνὰ ἐδέσματα, τίθησιν τὰ ἆθλα ὑπὲρ Χριστοῦ, καὶ κλῆρον ὡς πατρῷον, ἀφίησιν τοῖς τέκνοις, τοῦ Θεοῦ Λόγου ὁμοούσιον.
ρείου ἐναπέπνιξας κραταιῶς, θολερὸν δόγμα Πάτερ τοῖς λόγοις σου, καὶ ἀληθῆ, πίστιν διεκήρυξας τοῖς πιστοῖς, ὅτι τὰ πάντα ἔκτισται, Λόγῳ πρὸ αἰώνων ὁμοφυῶς, ὑπάρχοντι ἀῤῥεύστως, καὶ συμπροσκυνουμένῳ, ἅμα Πατρὶ καὶ θείῳ Πνεύματι.
Συνόδου τῆς Νικαίας συμμετασχών, Ἀπολλόδωρε ταύτην ἐστήριξας, καὶ τὸν αὐτῆς, ὅρον διατόρως ὁμολογῶν, εἰς Κέρκυραν ἐπέστρεψας, ἣν διαφυλάττοις διὰ παντός, ἀνάγκης καὶ κινδύνου, σὺν τοῖς δυσὶ πατράσιν, Ἀθανασίῳ καὶ Σπυρίδωνι.
Θεοτοκίον.
πείρων μου σφαλμάτων τὴν ἐκκοπήν, καθ’ ἑκάστην ὑπόσχομαι Δέσποινα, ἀλλὰ ἀεί, ψεύστης συλλαμβάνομαι δυστυχῶς, ὡς διαπράττων ἅπαντα, ἐκ τῆς συνηθείας μου τῆς κακῆς, διὸ καθικετεύω, παράστηθί μοι Μῆτερ, καὶ πρὸ τοῦ τέλους δὸς διόρθωσιν.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὸν θεῖον Ἀπολλόδωρον, ποιμενάρχην Κερκύρας, τρανῶς ἀνακηρύξαντας, ὁμοούσιον Λόγου, καὶ σὺν Πατράσιν Ἁγίοις, ἐν τῇ Πρώτῃ Συνόδῳ, Ἀρείου πλάνην δύσθεον, ἀπολέσαντα δεῦτε χαρμονικῶς, ὕμνοις ἀνυμνήσωμεν εὐγνωμόνως, ὡς πρόβατα τυγχάνοντα, τῆς σεπτῆς αὐτοῦ ποίμνης.
Θεοτοκίον.
Ποιητὴς τῆς κτίσεως, καὶ Θεὸς τῶν ἁπάντων, σάρκα βροτείαν εἴληφεν, ἐξ ἀχράντου γαστρός Σου, πανύμνητε Θεοτόκε, καὶ φθαρεῖσάν μου φύσιν, ὅλην ἀνεκαινούργησε, πάλιν ὡς πρὸ τοῦ τόκου, καταλιπὼν μετὰ τόκον, ὅθεν πίστει Σε πάντες, ἀνευφημοῦντες κράζομεν· χαῖρε κόσμου ἡ δόξα.
Αἶνοι. Ἦχος πλ. δ΄ . Ὢ τοῦ παραδόξου θαύματος.
Δεῦτε, Κερκύρας χριστώνυμοι, τοῦ ποιμενάρχου ἡμῶν, τὴν ἁγίαν πανήγυριν, εὐλαβῶς τελέσωμεν, καὶ λαμπρῶς μελῳδήσωμεν, ἐξ οὗ ὡς κλῆρον μέγαν ἐλάβομεν, τοῦ Θεοῦ Λόγου, τὸ ὁμοούσιον, ὅπερ ἐκήρυξεν, ἐν Συνόδῳ Ὥσπερ τις σάλπιγξ λαμπρά, Ἄρειον τὸν ἄφρονα, ἐξακοντίσας σοφῶς.
Πάτερ, σοφὲ Ἀπολλόδωρε, τῇ βακτηρίᾳ τῇ σῇ, πατρικῶς διαφύλαττε, ποίμνην σου τὴν μέλπουσαν, τὰ κλεινὰ κατορθώματα, καὶ ἐκζητοῦσαν, τὴν μεσιτείαν σου, πρὸς τὸν Δεσπότην, Οὗ τὴν θεότητα, σαφῶς ἐκήρυξας, καὶ μακρὰν ἐδίωξας νήσου ἡμῶν, πλάνην τῆς αἱρέσεως, ὡς ψυχολέτειραν.
ρχιερεῦ Απολλόδωρε, τύπος Χριστοῦ γεγονώς, ὅσιός τε ἀμίαντος, ἄκακος ἁπλούστατος, εἰρηναῖος ἀόργητος, ψυχὰς Φαιάκων οἴκους ἀνέδειξας, τῇ ὀρθοδόξῳ διδασκαλίᾳ σου, τοῦ Παντοκράτορος, Ὃν ἀεὶ ἱκέτευε διατηρεῖν, πάντας εἰς ἑνότητα, τῆς θείας πίστεως.
Δῶρον, Θεοῦ Ἀπολλόδωρε, τοῖς Κερκυραίοις δοθείς, νῦν Αὐτῷ χεῖρας ὕψωσον, σὺν κλεινῷ Σπυρίδωνι, Σωσιπάτρῳ Ἰάσωνι, Ἀθανασίῳ καὶ Ἀρσενίῳ τε, Κερκύρᾳ θείᾳ καὶ Θεοδώρᾳ τε, καὶ ἄλλοις ἅπασι, τοῖς Ἁγίοις οἵτινες νῆσον ἡμῶν, αἵμασιν ἡγίασαν, καὶ βίῳ κρείττονι.
Δόξα. Ἦχος πλ. δ΄.
ρχὴν σοφίας ἔχων τὸν φόβον τοῦ Θεοῦ, τὸν ἐξ ἀγάπης τικτόμενον, Ἀπολλόδωρε μακάριε, σαὐτὸν ἄριστα ἐστοιχείωσας τῇ πίστει, καὶ κατεκάλλυνας ταῖς χριστοειδέσιν ἀρεταῖς, ὅθεν ἀποστολικοῖς χαρίσμασι κοσμηθείς, ποιμενάρχης Φαιακίας ἀνεδείχθης, καὶ τῆς ἐν Νικαίᾳ Συνόδου συμμετασχών, τοῦ ὁμοουσίου τοῦ Θεοῦ Λόγου κήρυξ καὶ ὑπέρμαχος ἐφάνης, ὀρθοδοξίᾳ συμβιώσας τῇ ψυχοσωτηρίῳ. Διὸ Ἅγιε, ὡς φιλότεκνος Πατήρ, ταύτην τὴν νῆσον, ταῖς εὐχαῖς σου διαφύλαττε, καὶ τὰ πειστήρια τῆς σωτηρίας σαφῶς ἡμῖν χορήγει, τοῖς ἀνυμνοῦσί σου ἐν πόθῳ τὰ κατορθώματα.
Καὶ νῦν. Θεοτοκίον
νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τῆς θεολογίας νευραῖς σοφῶς, ἔπνιξας Ἀρείου, πλάνην Πάτερ τὴν θολεράν, καὶ τῆς Φαιακίας, ποιμὴν θεῖος ἐδείχθης, διὸ ὕμνοις τιμῶμεν, σὲ Ἀπολλόδωρε.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου