Σάββατο 26 Οκτωβρίου 2019

Ἀκολουθία ὁσ. ΜΕΛΟΥΣ τῆς ἐν Κῷ.


Ψαλλομένη τῷ πρώτῳ Σαββάτῳ τοῦ Ἰουλίου
Ποιηθεῖσα
ὑπὸ τοῦ ἐλαχίστου ἐν Ἐπισκόπου Κυρίλλου, τοὐπίκλην Κογεράκη
Μητροπολίτου τῆς Ἁγιωτάτης Μητροπόλεως Ρόδου.

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχ. δ’ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Σήμερον χαίρει ἡ νῆσος, τῆς Κῶ καὶ γάνυται, τὴν μνήμην σου τελοῦσα, ὦ Μελὼ μακαρία· σὺ δὲ τοὺς συναχθέντας πανευσεβῶς, ἐν αὐτῇ καὶ ὑμνοῦντάς σε, ἀπὸ παντοίων διάσωσον πειρασμῶν, ταῖς πρεσβείας σου πρὸς Κύριον.
Εὐαγγελίου ῥημάτων, ὡς ἐπακούσασα, ἐβάστασας ἐπ̉ ὤμων, τὸν Σταυρὸν διὰ βίου, νηστείαις, ἀγρυπνίαις καὶ προσευχαῖς, ἐν ἐρήμοις σχολάζουσα· διὸ Χριστὸς ὁ Θεός σε Μῆτερ Μελώ, ἐμεγάλυνε τοῖς θαύμασιν.
περμεγέθεις ἀγῶνας, ἐν τῇ ἀσκήσει σου, ἀνύσασα δι̉ ἄκρας, ὦ Μελὼ ἐγκρατείας, ἁπάσας μεθοδείας τὰς πονηράς, δαιμονίων ἐγύμνωσας, ἐξ ὧν ῥυσθῆναι ἱκέτευε καὶ ἡμᾶς, τοὺς τιμῶντάς σε ἐν ᾄσμασι.
Τῆς ἐγκρατείας εἰς κόρον, κατατρυφήσασα, Μελὼ διαιτωμένη, τῶν πετρῶν ἀναμέσον, τρυφῆς κατηξιώθης τῆς θεϊκῆς, τῆς σαρκὸς ἐκδημήσασα, καὶ τῶν θαυμάτων ἀπέλαβες τὴν ἰσχύν, δι̉ ὧν λάμπεις ὥσπερ ἥλιος.
Δόξα. Ἦχος β’.
λην σεαυτήν, Θεῷ ἀναθεμένη, ὅλην σεαυτὴν ἀσκητικῶς, τῷ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ ἐσταύρωσας, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἀποσκοποῦσα Μελὼ παμμακάριστε. Ὅθεν χαρισμάτων πολλῶν ἀξιωθεῖσα, καὶ τῆς οὐρανίου τρυφῆς ἀπολαύσασα, μνημόνευε ἡμῶν ἀκαταπαύστως, τῶν ἐκτελούντων εὐσεβῶς, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
ρωτι τοῦ Χριστοῦ, τρωθεῖσα τὴν καρδίαν, Μελὼ Ὁσία Μῆτερ, ἀσκητικῶς ἐν κόσμῳ, ὡς Ἄγγελος διέπρεψας.
Στίχ. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Πόνοις ἀσκητικοῖς, λεπτύνασα τὸ σῶμα, Θεοῦ τῆς βασιλείας, ἀνῆλθες πρὸς τὴν δόξαν, Μελὼ Ὁσίων καύχημα.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εἴληφας ἐκ Θεοῦ, ἰάσεων τὴν χάριν, Μελὼ Ὁσία Μῆτερ, καὶ πάθη θεραπεύεις, τῶν ἐπικαλουμένων σε.
Δόξα. Τριαδικόν.
Δόξα σοι ὦ Τριάς, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, ἡ ἄναρχος Θεότης· Μελοῦς ταῖς ἱκεσίαις, εἰρήνην δὸς τῷ κόσμῳ σου.
Καὶ νῦν. Θεοτοκίον.
Χαίροις ἡ τὸν Θεόν, τεκοῦσα ἀπειράνδρως, Θεόνυμφε Μαρία· τοὺς ὑμνητάς σου ῥύου, ἐκ πειρασμῶν καὶ θλίψεων.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχ. στ’ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.
Ἦχος α’. ῍Ω τοῦ παραδόξου θαύματος.
τοῦ παραδόξου θαύματος! ἐν Βουῤῥίνῃ τῆς Κῶ, ἐγκρατείᾳ λάμψασα, ὡς ἥλιος ἐπὶ γῆς, Μελὼ ἡ πάνσεμνος, θαυμάτων ταῖς ἀστραπαῖς, καὶ ἀγλαΐαις τῆς ἄνωθεν χάριτος, αὐγάζει   θεουργικῶς,  τοὺς  ἐκβοῶντας  αὐτῇ  μετὰ  πίστεως·
Χαίροις   Μῆτερ   πανολβία,  Χριστοῦ   νύμφη  πάγκαλε,  τοῦ
ὡραίου Νυμφίου, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Βαβαὶ τῆς σῆς πολιτείας Μελώ! σὺ γὰρ εὐποιΐας, ἔργων ἐπιδείξεσιν, ἐμπρέψασα εὐσεβεῖ, ζήλῳ τὸ πρότερον, ἐσύστερον βιοτήν, ἀγγελικὴν ἐγκρατείᾳ διήνυσας, καὶ ᾔσχυνας τὸν ἐχθρόν, ἀῤῥενωθεῖσα δυνάμει τῆς πίστεως. Ὅθεν στέφανον ὑψόθεν, δεξαμένη ἄφθαρτον, τῶν θαυμάτων ἐργάζῃ, τοῖς ἐν κόσμῳ τὰ τεράστια.
Τὴν σὴν θαυμάζουσιν ἄσκησιν, αἱ χοροστασίαι, τῶν ἄνω δυνάμεων, καὶ τάξεις αἱ τῶν πιστῶν, Μελὼ πανεύφημε· ποθήσασα γὰρ Χριστόν, ἐν ἐρημίαις τὸν βίον διήνυσας, νηστείαις καὶ προσευχαῖς, καὶ ἀγρυπνίαις συντόνοις σχολάζουσα. Ὅθεν τὴν σεπτήν σου μνήμην, ἐκτελοῦντες σήμερον, μεγαλύνομεν πάντες, τὸν δοξάσαντά σε Κύριον.
Ἕτερα. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι. Μητροφάνους Μητροπολίτου Ῥόδου.
Μῆτερ ἀεισέβαστε, ἡ τοῦ Θεοῦ ἐν καρδίᾳ, ἐσχηκυῖα ἔρωτα, καὶ καταπατήσασα, τὸν πολέμιον, τὸν ἡμᾶς κτείναντα, μηχανῇ ὄφεως, εὐπροσδέκτοις σου δεήσεσι, τὸν σάλον εὔνασον, τῶν ἁμαρτιῶν τὸν βαρύτατον, συγχώρησιν παρέχουσα, καὶ εἰς τὸ ἑξῆς ἀναστέλλουσα, πάθη ψυχοφθόρα, λαμβάνουσα τὴν χάριν πρὸς Θεοῦ, ὃν ἐπιμόνως ἐπόθησας, Μῆτερ ἀεισέβαστε.
Πόνοις τῆς ἀσκήσεως, τὴν φυσικὴν λαμπηδόνα, ἔτηξας τοῦ σώματος, καὶ σαυτὴν εἰς ἔρημον, εἰσοικίσασα, παγετὸν ἤνεγκας, καὶ τροφῆς ἔνδειαν, ἐναθλοῦσα ἐν τοῖς ὄρεσι, Μελὼ ἡ πάνσεμνος, ὥσπερ πελεκὰν ὁ φιλέρημος· καὶ τέλος δὲ μακάριον, ἐν τοῖς τῶν πετρῶν καταδέδεξαι, χάσμασι θανοῦσα· ἐντεῦθεν καὶ θαυμάτων αὐτουργόν, τοῖς μετὰ πόθου προστρέχουσι, γίνεται σὸν τέμενος.
Εἴσοδον εἰς ἄσκησιν, καὶ θαυμαστὴν εὐποιΐαν, σὺ σαφῶς ἀπέφηνας, καὶ σαυτὴν ἐγύμνασας, πρὸ μονώσεως, δωρεὰς νέμουσα, τοῖς πιστοῖς χρήζουσι· διὰ τοῦτο καὶ ἀνέδραμες, εἰς ὕψος ἔνθεον, τῶν θεωριῶν τῶν τοῦ Πνεύματος, προσπάθειαν ἐλάσασα, τῶν βιοτικῶν περιστάσεων, πόῥῥω τε δειχθεῖσα, ἁπάντων βαρυνόντων γεηρῶν, ἵν̉ ἐπαξίως τιμῶμέν σε, ὦ ἀειμακάριστε.
Δόξα. Ἦχος πλ. β´.
Στολίζεται σήμερον ἡ Ἐκκλησία, ὡς χρέος ἐτήσιον καὶ κλητὴν ἑορτήν, τὴν χαρμόσυνον μνήμην σου ἐπιτελοῦσα, Μελὼ ἀσκητριῶν τὸ ἐγκαλλώπισμα· διὸ ἐν ναῷ σου σεπτῷ συναθροισθέντες, ἑόρτια κροτοῦμέν σοι, καὶ μελῳδικῶς ἀναβοῶμεν· Χαίροις ἡ τοῦ νομοθέτου σου Χριστοῦ, τὸν νόμον ἐκπληρώσασα, καὶ τὸν σταυρὸν ἐπωμάδιον ἀραμένη, ἐν ἀπαρνήσει κόσμου ματαιότητος· χαίροις ἡ τοὺς χαρακτῆρας τῶν ἀρετῶν, σεαυτῇ ἐμμορφώσασα, καὶ τοῦ Θεοῦ ἀσκητικῶς κατ̉ εἰκόνα, τὴν καθαράν σου ψυχήν ἐπιδείξασα· χαίροις Βουῤῥίνης τὸ κλέος, τῶν ἐν Κῷ πιστῶν ἡ προστάτις, καὶ ἀσθενούντων ἡ ῥῶσις καὶ ἀντίληψις. Ἀλλ̉ ὦ Ὁσία παγγέραστε, ὡς ἔχουσα παῤῥησίαν πολλήν, πρὸς τὸν σῴζειν δυνάμενον, πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα’, 10,13-20,25)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ’, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε’, 15-6,3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστείᾳ παρὰ Ὑψίστου.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα.
Ἦχος α’.
Σήμερον πιστοί, Μελώ ἡ πανολβία, εἰς ἔπαινον ἑόρτιον, τῶν κατορθωμάτων αὐτῆς, πάντας ἡμᾶς συνεκάλεσε· δεῦτε οὖν σπεύσωμεν, ἀγαλλιώμενοι τῷ πνεύματι, καὶ πρὸς αὐτὴν ἐκβοήσωμεν· χαίροις ἡ ἐν Βουῤῥίνης ταῖς πέτραις, ἀσκητικῶς τοὺς πόδας σου στήσασα, καὶ πρὸς Θεὸν τὸν νοῦν ἀνυψώσασα· χαίροις ἡ τὰς ἐρημίας οἰκήσασα, καὶ ταῖς ἀρεταῖς σου ἐργασαμένη, αὐτὰς ἀληθῶς ἄλλον παράδεισον· χαίροις ἡ τὴν στενὴν διοδεύσασα, καὶ ἐν πλατυσμῷ τῆς αἰωνίου ζωῆς, πεποικιλμένη καταπαύσασα. Ἀλλ̉  ὡς ἔχουσα παῤῥησίαν πρὸς Χριστόν, τῇ οἰκουμένῃ τὴν εἰρήνην ἐξαίτει, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος β’.
ῤῥενωθεῖσα ταῖς φρεσί, ἐν σώματι θηλείας, τὸν ἀρχέκακον ἐχθρόν, τὸν τὴν Εὔαν πτερνίσαντα, ἀσκητικῶς κατε-πάλαισας, καὶ ὡς στρουθίον οἰκτρόν, τῇ ἐγκρατείᾳ κατεπάτησας, Μελὼ Ὁσίων ἐγκαλλώπισμα. Ὅθεν ἐν οὐρανοῖς, τῶν κατορθωμάτων σου τὸν μισθόν, παρὰ Χριστοῦ δεξαμένη, αὐτῷ ἐν δόξῃ παρίστασαι, πρεσβεύουσα ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου.
Ὁ αὐτός.
Τῆς εὐποιΐας τοῖς ἔργοις διέπρεψας, Μελὼ θεομακάριστε, τὸν πλησίον ὡς σεαυτὴν ἀγαπήσασα· τῆς ἐγκρατείας τοῖς ἄθλοις ἠρίστευσας, τῷ ἔρωτι τοῦ Νυμφίου σου, τῶν ματαίων καταφρονήσασα· κόσμον ἐμίσησας, καὶ Χριστῷ ἠκολούθησας· συναφείας ἀνθρώπων ἀπέστης, καὶ Ἀγγέλων συναυλίας ἠξίωσαι· διὸ Μῆτερ πανεύφημε, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων τὴν μνήμην σου.
Ἦχος δ’.
Τὴν πτωχείαν τοῦ δι̉ ἡμᾶς, φιλανθρώπως πτωχεύσαντος, Μελὼ Ὁσία ἀγαπήσασα, ὡσεὶ χόρτον ἠγήσω, τὰ ἐπὶ γῆς θαυμαζόμενα· διὸ ἐν ἐρημίαις αὐλιζομένη, τῇ ἐγκρατείᾳ αὐτὸν ἐθεράπευσας, καὶ αὐτῷ ἐνυμφεύθης μυστικῶς, προῖκα πολύτιμον ἐνεγκαμένη, τὰς ἀρετὰς τῆς ἀσκήσεως. Ὅθεν πρέσβευε ἐκτενῶς, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α´.
σία Μῆτερ, Μελὼ θεομακάριστε, οὐρανίῳ ἔρωτι, τῷ Χριστῷ κατηγγύησαι, καὶ τὸν σταυρὸν αὐτοῦ ἀραμένη, κόσμῳ ἐσταυρώθης καὶ πάθεσι· διὸ θυγάτηρ εὐκλεής, τῆς ἀνεσπέρου δόξης, τῆς Ἀναστάσεως ἀνεδέδειξαι, καὶ τῷ φωτὶ τῆς θεώσεως, ἐλαμπρύνθης ὑπὲρ ἔννοιαν, Ἀγγέλοις συνευφραινομένη, καὶ θαύματα ἐνεργοῦσα, τοῖς ἐπὶ γῆς τιμῶσί σε, καὶ δοξάζουσι τὸν ἐν Τριάδι Θεόν, τὸν παρέχοντα διὰ σοῦ, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, Στιχηρὰ προσόμοια.
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε εὐφημήσωμεν πιστοί, ἐν ἀγαλλιάσει καρδίας, τὴν θεοφόρον Μελώ· αὕτη εὐποιΐας γάρ, ἔργοις διέπρεψε, μέσον κόσμου τὸ πρότερον, καὶ ἐν ἐρημίαις, ἐγκρατείας ἔλαμψεν, ἄθλοις ἐσύστερον· νῦν δὲ ἐν Ἐδὲμ παρεστῶσα, τῇ ὁμοουσίῳ Τριάδι, τοῖς ἐν κόσμῳ βλύζει τὰ ἰάματα.
Στίχ. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Πίστει ἀγαπήσασα θερμῇ, τὸν Χριστὸν ψυχῶν τὸν Νυμφίον, Μῆτερ Ὁσία Μελώ, κόσμου κατεφρόνησας, τῆς ματαιότητος, καὶ ἐγκράτειαν ἄμετρον, ἐν ταῖς ἐρημίαις, τῆς Βουρίννης ἤσκησας, καθάπερ ἄσαρκος. Ὅθεν ἀπαθείας εἰς ὕψος, χάριτι Θεοῦ ἀναχθεῖσα, τῷ φωτὶ ηὐγάσθης τῆς θεώσεως.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνεν τὰ διαβήματά μου.
Πάθη ὑποτάξασα σαρκός, ὑπερφυεστάτῃ ἀσκήσει, Μῆτερ Ὁσία Μελώ, Παρακλήτου γέγονας, τέμενος ἔμψυχον, καὶ πηγὴ πολυχεύμονα, θαυμάτων ἀπείρων, σὸν ναὸν ἀνέδειξας, τοῖς προσπελάζουσιν. Ὅθεν ἐν αὐτῷ νῦν ἑστῶτες, τῶν ἀγγελικῆς βιοτῆς σου, μέλπομεν πιστῶς τὰ κατορθώματα.
Δόξα. Ἦχος πλ. δ’. Μητροφάνους Μητροπολίτου Ρόδου.
Δεῦτε πιστοί, Μελὼ τὴν Ὁσίαν, ὕμνοις τιμήσωμεν, ἥτις τοῖς ἰδίοις ἱδρῶσί τε καὶ πόνοις, τὴν Ἐκκλησίαν ἐφαίδρυνε Χριστοῦ, καὶ τῶν πιστῶν τὸ πλήρωμα, χαρᾶς ἐνέπλησε· νέμει γὰρ ἰάματα, πᾶσι τοῖς προσιοῦσι, καὶ παντοίων νοσημάτων, ἀποπαύει ῥοάς, μῦρά τε προχέει, καὶ εὐωδίαν ἄφατον πιστοῖς. Αὐτῆς ταῖς ἱκεσίαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Καὶ νῦν. Θεοτοκίον.
νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς Βουῤῥίνης τό κλέος, καὶ τῆς Κῶ τὸ θησαύρισμα, τὴν ἐρημικὴν χελιδόνα, ἀρετῶν τῶν τῆς χάριτος, Μελὼ ἀσκητριῶν τὴν καλλονήν, τιμήσωμεν συμφώνως οἱ πιστοί· ἐνεργεῖ γὰρ τῶν θαυμάτων τὰς δωρεάς, τοῖς πόθῳ ἀναβοῶσι· Δόξα τῷ σὲ καλέσαντι Χριστῷ, δόξα τῷ σέ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, πᾶσι τὰ κρείττονα.
Ἕτερον. Ἦχος γ’. Θείας πίστεως.
ργοις ἔλαμψας, τῆς εὐποιΐας, ἄθλοις ἤστραψας, τῆς ἐγκρατείας, ὡς λυχνία φωσφόρος τῆς πίστεως, φωταγωγία θαυμάτων φωτίζουσα, τοὺς προσιόντας τῷ θείῳ τεμένει σου. Ὅθεν πρέσβευε, Μελὼ τῷ Χριστῷ δεόμεθα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Τὸ ὁμόηχον Θεοτοκίον καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα.
Ἦχος α’. Τὸν τάφον σου.
Εὐφραίνεται ἡ Κῶς, τῇ παρούσῃ ἡμέρᾳ, Μελοῦς τῆς θαυμαστῆς, ἐκτελοῦσα τὴν μνήμην· φαιδρὰ γὰρ ἐξανέτειλε, φωταυγὴς καὶ σωτήριος, θείας χάριτος, ταῖς ἀνεσπέροις ἀκτῖσι, καταυγάζουσα, τῶν ἐν αὐτῇ συναχθέντων, πιστῶν τὰ συστήματα.
Δόξα. Ὅμοιον.
σκήσεως στεῤῥῶς, διανύσασα δρόμον, ὡς ἔρωτι Χριστοῦ, τὴν ψυχὴν ἐκκαυθεῖσα, Μελὼ θεομακάριστε, τῶν Ἀγγέλων ὁμότροπε, τὸ πολίτευμα, ἐν τοῖς ὑψίστοις ἐκτήσω· διὸ πρέσβευε, τῷ Λυτρωτῇ παῤῥησίᾳ, ὑπὲρ τῶν ὑμνούντων σε.
Καὶ νῦν. Θεοτοκίον.
γάπης τοῦ ἐκ σοῦ, σαρκωθέντως ἀφράστως, τὸ φίλτρον ἐν ψυχῇ, ἡ Μελὼ δεξαμένη, ὡς ἄσαρκος ἤσκησε, καὶ Ἀγγέλους ἐξέπληξεν. Ὅθεν πρέσβευε, νῦν σὺν αὐτῇ παῤῥησίᾳ, Θεονύμφευτε, Εὐλογημένη Μαρία, σωθῆναι τοὺς δούλους σου.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ’. Θείας πίστεως.
νω ἔχουσα, ψυχῆς τὸ ὄμμα, κόσμου ἔλιπες, τὰς ἀπολαύσεις, καὶ ἀσκήσει τελείᾳ ἐβίωσας· διὸ Χριστὸς ὁ Θεός σε ἐδόξασε, καὶ αὐτουργόν σε θαυμάτων ἀνέδειξεν. Αὐτῷ πρέσβευε, Μελὼ τῶν Ὁσίων καύχημα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ὅμοιον.
Θείου Πνεύματος, προσομιλοῦσα, ἐπιλάμψεσι, νοΐ τελείῳ, ἐν ἀβάτοις διῆγες τὸν βίον σου, ξένη τοῖς πᾶσι καὶ μόνον πρὸς Κύριον, νυχθημερὸν δι̉ εὐχῆς ἀτενίζουσα. Αὐτῷ πρέσβευε, Ὁσία Μελὼ ἀοίδιμε, δωρήσασθαι ἡμῖν πταισμάτων ἄφεσιν.
Καὶ νῦν. Θεοτοκίον.
Θείᾳ χάριτι, ἀῤῥενωθεῖσα, τοῦ ἐν μήτρᾳ σου, σωματωθέντος, Θεοτόκε, Μελὼ ἡ πανένδοξος, τῇ ἐγκρατείᾳ τὰ πάθη ἐνέκρωσε, καὶ ἰαμάτων τὴν χάριν ἀπέλαβε· μεθ̉ ἧς πρέσβευε, αὐτῷ ὡς Υἱῷ σου πάντοτε, σωθῆναι τοὺς εἰς σὲ Ἁγνὴ ἐλπίζοντας.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Προσπάθειαν πρόσκαιρον, ἀποθεμένη σαφῶς, καὶ μόνα τὰ μένοντα, ἐπιποθοῦσα σφοδρῶς, Μελὼ παναοίδιμε, ἔλαμψας ἐγκρατείας, ἀνενδότοις καμάτοις, ὡς φωταυγὴς λυχνία, τῇ Χριστοῦ Ἐκκλησίᾳ, φωτίζουσα ἡμῶν τὰς ψυχάς, τῶν πίστει τιμώντων σε.
Δόξα. Ὅμοιον.
νδρεῖον τὸ φρόνημα, ἔχουσα Μῆτερ Μελώ, θηλείας ἐν σώματι, τὸν παλαμναῖον ἐχθρόν, εἰς χοῦν ἐταπείνωσας· εὔφρανας τῶν Ἀγγέλων, τὰς ἀΰλους χορείας· δόξῃ τε ἀνεκφράστῳ, πρὸς Χριστὸν μετετέθης· ᾧ πρέσβευε Ὁσία ἀεί, ὑπὲρ τῶν ὑμνούντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Εἰς μύρων οὐράνιον, ὀσμὴν δραμοῦσα Χριστοῦ, Θεόνυμφε Δέσποινα, τοῦ σαρκωθέντος ἐκ σοῦ, Μελὼ ἡ πανεύφημος, τούτου ἐν τῇ παστάδι, ἐγκρατείας ἐλαίῳ, χαίρουσα συνεισῆλθε, τοῖς φρονίμοις παρθένοις· διὸ ὑπὲρ ἡμῶν σὺν αὐτῇ, Παρθένε ἱκέτευε.
Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α’ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ’ Ἤχου καὶ τὸ Προκείμενον.
Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, ζήτει τῇ ε’ Δεκεμβρίου.
Ὁ Ν’. Δόξα. Ταῖς τῆς σῆς Ὁσίας... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β’.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Τοῖς ἐρημικοῖς σου ἀγῶσι, ἀνδρειωθεῖσα τῇ ψυχῇ, τοῦ παλαμναίου Σατὰν τὰς παγίδας, εἰς τέλος διέλυσας· τῇ οὐρανίῳ δὲ χάριτι, δι̉ ἧς ὑπερφυῶς ἐδοξάσθης, παρὰ τοῦ ἐν Τριάδι Θεοῦ, τῶν εὐσεβῶν εὐφραίνεις τὸ πλήρωμα. Ἀλλ̉ ὦ Μελὼ θεομακάριστε, ἀσκητριῶν ἐγκαλλώπισμα, καὶ Κῶ ἐξαίρετον καύχημα, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Εἶτα οἱ Κανόνες· ὁ Κανὼν τῆς Θεοτόκου εἰς στ´ καὶ ὁ τῆς Ὁσίας ὁμοίως εἰς στ´. Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ᾿Ακροστιχίς· «Παρθένε χαῖρε ἀγαθῶν ἡ αἰτία. Κυρίλλου».
 ᾿Ωιδὴ α´. ῏Ηχος δ´. ῾Ο Εἱρμός.
Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας ᾿Ισραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ ᾿Αμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.
Παρθένε, ὡς ἀγαθὴ ὑπάρχουσα, τὸν νοῦν μου φώτισον, φωτιστικῇ λαμπρότητι τῇ σῇ, ἵνα μέλψω πιστῶς ἐν ᾠδαῖς, τὰ ὑπὲρ νοῦν θαυμάσια, Θεοκυῆτορ τῆς λοχείας σου.
γίων, ἁγιωτέρα γέγονας, φρικτῶς κυήσασα, ἄνευ σπορᾶς τὸν Λόγον τοῦ Πατρός, ὃν δυσώπει ἀεὶ μητρικῶς, ὑπὲρ ἡμῶν Πανάχραντε, τῶν πεποιθότων τῇ πρεσβείᾳ σου.
ανίδας, τῆς θεαυγοῦς σου χάριτος, ἡμῖν ἐπόμβρισον, τοῖς τηκομένοις πάθεσι πολλοῖς, Θεοτόκε Παρθένε Ἁγνή, καὶ ῥῦσαι τοὺς τιμῶντάς σε, πυρὸς ἀστέκτου τῆς κολάσεως.
Θεοῦ σε, τὸ φωτεινὸν παλάτιον, ἐγκωμιάζομεν, ἀναβοῶντες ἅπαντες Ἁγνή· Χαῖρε Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, τοὺς γηγενεῖς ἡ σώσασα, ἀδαμιαῖας παραβάσεως.
Κανὼν τῆς Ὁσίας φέρων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις τήνδε· «Κυρίλλου».
Ὠιδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Τριὰς ὑπερούσιε, Πάτερ, Υἱὲ καὶ Παράκλητε, ἀκτῖσι τῆς χάριτος, καταύγασόν μου τὸν νοῦν, καὶ τῇ γλώττῃ μου, δός λόγον ὡς ἂν μέλψω. Μελοῦς τῆς Ὁσίας σου, τὰ κατορθώματα.
χάρις τοῦ Πνεύματος, ἐπιφοιτήσασα ἄνωθεν, Μελὼ παναοίδιμε, τῇ καθαρᾷ σου ψυχῇ, κατὰ μόνας σε, κατεύθυνε διάγειν, τὸν βίον Κυρίου σου, ἐν τῷ θελήματι.
Χριστοῦ ἀγαπήσεως, πῦρ δεξαμένη τὸ ἄϋλον, τὸν κόσμον ἐμίσησας, καὶ τὰ ἐν κόσμῳ τερπνά, καὶ ἐβίωσας, ὡς Ἄγγελος τὰ πάθη, Μελὼ ἀποκτείνασα, πόνοις ἀσκήσεως.
Θεοτοκίον.
Κυρία τῆς κτίσεως, ἐδείχθης Ἄχραντε Δέσποινα, τῆς δόξης τὸν Κύριον, ἀποτεκοῦσα φρικτῶς· ἀλλὰ κύριον, παθῶν ἀπέργασαί με, τῇ θείᾳ προνοίᾳ σου, ἵνα γεραίρω σε.
Τῆς Θεοτόκου. ᾿Ωιδὴ γ´. ῾Ο Εἱρμός.
Εὐφραίνεται ἐπὶ σοί, ἡ ᾿Εκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.
Εὐφραίνεται ἐπὶ σοί, ἡ ᾿Εκκλησία τῶν πιστῶν κράζουσα· Χαῖρε ἁγνή Δέσποινα, Λόγον τοῦ Θεοῦ ἡ γεννήσασα.
Ναμάτων ζωοποιῶν, τῆς μητρικῶν σου δωρεῶν πλήρωσον, ὡς ἀγαθὴ πέλουσα, Μῆτερ τὰς ψυχάς τῶν ὑμνούντων σε.
λέησον Μαριάμ, εὐλογημένη τοῦ παντὸς ἄνασσα, τοῦ εὐσεβῶς σπεύδοντας, τῇ ὑπερφυεῖ προστασίᾳ σου.
Χειμῶνος τῶν πειρασμῶν, στῆσον Παρθένε τὸν σφοδρὸν κλύδωνα· σὲ γὰρ πιστοὶ ἔχομεν, σκέπην κραταιὰν καὶ προσφύγιον.
Τῆς Ὁσίας. Τοὺς σοὺς ὑμνολόγους.
Τῷ πνεύματι ὅλη πτερωθεῖσα, τοῦ κόσμου ἐμάκρυνας σαυτήν, καὶ ὤφθης φυγαδεύουσα, ἐν ἐρημίαις πάνσεμνε, προσδεχομένη Κύριον, Μελὼ Ὁσία, τὸν σῴζοντα.
σκήσει τελεία ὑπερβᾶσα, τοὺς ὅρους τῆς φύσεως Μελώ, τῆς τῶν Ἀγγέλων στάσεως, ἐν οὐρανοῖς ἠξίωσαι, καὶ ἀρετῶν ἐπέλαβες, τὴν ἀμοιβὴν πολυπλάσιον.
Δακρύων τοῖς ῥείθροις τῆς ψυχῆς σου, τὸ ὄμμα καθάρασα Μελώ, τῆς θέας κατηξίωσαι, τοῦ ποθητοῦ Νυμφίου σου, Χριστοῦ τοῦ σὲ καλέσαντος, πρὸς βιοτὴν ὑπερθαύμαστον.
Θεοτοκίον.
πέραγνε Μῆτερ τοῦ Ὑψίστου, ἐκ σοῦ ἐπεδήμησεν ἡμῖν, σωματικῶς ὁ Κύριος, πρὸς πολιτείαν κρείττονα, ἀναβιβάζων ἅπαντας, τοὺς εὐσεβῶς σε δοξάζοντας.
Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς ἀγαπήσεως Χριστοῦ τοῦ Σωτῆρος, ἐν τῇ καρδίᾳ σου τὸ πῦρ δεξαμένη, ὡς νουνεχὴς παρέδραμες, τοῦ κόσμου τὰ τερπνά, καὶ ἀεὶ σχολάζουσα, προσευχαῖς καὶ νηστείαις, Πνεύματος ἐσύλησας, τὴν σωτήριον χάριν, δι̉ ἧς ἀεὶ πανεύφημε Μελώ, εὐεργετεῖς τοὺς πιστῶς σοι προστρέχοντας.
Δόξα. Ὅμοιον.
ς θεραπεύσασα Θεὸν κατὰ μόνας, διαιτωμένη τῶν πετρῶν ἀναμέσον, ἀσκητριῶν τὸ καύχημα, πανεύφημε Μελώ, τῶν Ἁγίων ἔτυχες, τῆς λαμπρᾶς συναυλίας, τὴν ἀχειροποίητον, εἰσοδεύσασα πόλιν, μεθ̉ ὧν θερμῶς ἱκέτευε τυχεῖν, καὶ ἡμᾶς ταύτης, τοὺς σὲ μακαρίζοντας.
Καὶ νῦν. Θεοτοκίον.
Σωματωθεὶς δι᾿ ἀγαθότητα ἄκραν, παρθενικῶν σου ἐξ αἱμάτων ὁ Λόγος, προγονικῆς ἐῤῥύσατο ἀρᾶς τοὺς γηγενεῖς. ῞Οθεν Θεοτόκον σε, πάντες ὁμολογοῦμεν, καὶ τὰ σὰ κηρύττοντες, μεγαλεῖα βοῶμεν· Πρὸς Παραδείσου ἴθυνον νομήν, ἡμᾶς τῇ ῥάβδῳ ῾Αγνὴ τῆς πρεσβείας σου.
Τῆς Θεοτόκου. ᾿Ωιδὴ δ´. ῾Ο Εἱρμός.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ ῾Υψίστου, ὁ Προφήτης ᾿Αββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
δομεν Παρθένε σοι ᾄσμα πιστῶς, ὅτι ἀπειράνδρως κυήσασα, τὸν Βασιλέα, καὶ Δεσπότην τοῦ παντός, τοῖς ἐξ ᾿Αδάμ διήνοιξας, Μῆτερ Παραδείσου τὴν εἴσοδον.
ασαι τὸ ἄλγος μου τὸ ψυχικόν, παῦσον τὴν ὀδύνην τοῦ σώματος, σῶσόν με σῶσον, τὸν ταλαίπωρον ῾Αγνή, ταῖς δραστικαῖς πρεσβείαις σου, πρὸς τὸν πολυεύσπλαγχνον Κύριον.
ήμασιν ἑπόμενοι Μῆτερ τοῖς σοῖς, τὸν μακαρισμόν σοι προσᾴδομεν, ὅτι μεγάλα, ὁ Θεὸς ὁ δυνατός, ἐποίησέ σοι ῎Αχραντε, σῴζων ὡς οἰκτίρμων τὸν ἄνθρωπον.
τεκες τὸν Κύριον ὑπερφυῶς, καὶ Παρθένος ἔμεινας ἄφθαρτος, πρὸς σωτηρίαν, τῶν βοώντων σοι πιστῶς· Χαῖρε Μαρία ἄχραντε, νάματος ζωῆς κρήνη ἄφθονος.
Τῆς Ὁσίας. Τὴν ἀνεξιχνίαστον.
Σώματος νεκρώσασα τὰς ἡδονάς, ἡδονὴν ἐκτήσω αἰώνιον, φῶς τοῦ προσώπου, τοῦ Δεσπότου καθορᾶν, Μελὼ θεομακάριστε, ἐν ἐπουρανίοις σκηνώμασιν.
Φύσεως ἀσθένειαν πόθῳ θερμῷ, τοῦ Παμβασιλέως νικήσασα, τῆς ἐγκρατείας, τὸ γυμνάσιον Μελώ, διήθλησας καὶ στέφανον, δόξης ὑπεδέξω ἀμάραντον.
νεγκας ἀσκήσεως καρτερικῶς, τὸ τραχὺ Ὁσία ὡς ἄσαρκος, καὶ ἀπαθείας, ἐνεδύσω στολισμόν· διό σε ἐθαυμάστωσεν, ὦ Μελὼ ὁ Κτίστης τοῖς θαύμασιν.
Θεοτοκίον.
ῦσαι ταῖς πρεσβείας σου ταῖς μητρικαῖς, νόσων, πειρασμῶν τε κακώσεων, ἁμπλακημάτων, καὶ παντοίων πειρασμῶν, τοὺς ψάλλοντας τῇ δόξῃ σου, ὕμνον Θεοτόκε ἐκ πίστεως. 
Τῆς Θεοτόκου. ᾿Ωιδὴ ε´. ῾Ο Εἱρμός.
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας· Φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.
πάλλαξον ἡμᾶς, τοῦ βελίαρ τῆς μήνιδος, ἡ τόκῳ ἀκαταλήπτῳ, ὑπερβᾶσα τὰς τάξεις, ᾿Αγγέλων Μητροπάρθενε.
Γηΐνων ἐννοιῶν, ἀνωτέραν ἀνάδειξον, Πανάχραντε τὴν ψυχήν μου, πρὸς Θεὸν ὁδηγοῦσα, αὐτὴν χειραγωγίᾳ σου.
κτίστου καὶ κτιστῆς, ἀναδέδειξαι φύσεως, μεθόριον Θεοτόκε, τῆς Τριάδος τὸν ἕνα, σαρκὶ φρικτῶς κυήσασα.
Θεὸν τὸν δι᾿ ἡμᾶς, σαρκωθέντα ἐν σπλάγχνοις σου, ἱκέτευε Θεομῆτορ, ἵνα εὕρωμεν πάντες, πταισμάτων τὴν συγχώρησιν.
Τῆς Ὁσίας. Ὁ αὐτός.
ξέστησαν χοροί, τῶν Ἀγγέλων ὁρῶντές σε, ἐν φύσεως ἀσθενείᾳ, τὸν ἀρχαῖον δυνάστην, Ὁσία θριαμβεύουσαν.
Διέπρεψας ἐν Κῷ, τοῖς ἀοίκοις ὡς πάροικος, προσευχαῖς, ἀγρυπνίαις, καὶ ἀπαύστοις νηστείαις, Μελὼ Θεῷ δουλεύουσα.
θύνασα ῥοπήν, τῆς ψυχῆς σου πρὸς Κύριον, ταπείνωσιν ἐπεδείξω, καὶ ἐγκράτειαν ἄκραν, ἐν βίῳ παμμακάριστε.
Θεοτοκίον.
λέωσαι ἡμῖν, τὸν ἐκ σπλάγχνων σου Κύριον, κινδύνων ἵνα ῥυσθῶμεν, καὶ πυρὸς τοῦ ἀσβέστου, Παρθένε Θεονύμφευτε.
Τῆς Θεοτόκου. ᾿Ωιδή στ´. ῾Ο Εἱρμός.
βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, ᾿Ιωνᾶς ἐν τῷ κήτει δεόμενος· ᾿Εκ φθορᾶς με ῥῦσαι, ᾿Ιησοῦ Βασιλεῦ τῶν δυνάμεων.
ραίαν σε, ψαλμικῶς ὁ Δεσπότης εὑράμενος, Θεοτόκε, ἀπειράνδρως ἐν σοὶ κατεσκήνωσεν, ὃν δυσώπει σῶσαι, τοὺς εἰς σὲ ἀδιστάκτως ἐλπίζοντας.
Νοσοῦντά με, Παναγία κατ᾿ ἄμφω θεράπευσον, τῇ βοτάνῃ, μητρικῆς σου πρεσβείας πρὸς Κύριον, καὶ παράστησόν με, σεσωσμένον αὐτῷ ὡς φιλεύσπλαγχνος.
λίου σε, λαμπροτέραν ὁ Κύριος ἔδειξε, τὴν σκοτίαν, τῆς κατάρας ῾Αγνὴ ἀπελαύνουσαν· διὸ φώτισόν με, τὸν ἐν σκότει κακίας καθεύδοντα.
στέκτου με, ἁμαρτίας φλογί ὀδυνώμενον, χάριτός σου, ὦ Μαρία τῇ δρόσῳ ἀνάψυξον· καὶ γὰρ πλήν σου ἄλλην, ἐν τῷ βίῳ οὐκ ἔχω βοήθειαν.
Τῆς Ὁσίας. Τὴν θείαν ταύτην.
Πτεροῖς ὑψώθης ἀσκήσεως, Μελὼ πρὸς ἀρετῶν τὴν ἀκρώρειαν, ἔνθα ἐκλάμπουσα, φωταγωγεῖς τῶν θαυμάτων σου, τῇ ἀνεσπέρῳ αἴγλῃ, τοὺς εὐφημοῦντάς σε.
Σαρκὸς τὸ πάχος λεπτύνασα, δι̉ ἄκρας ἐγκρατείας καὶ νήψεως, Μελὼ πανεύφημε, τῶν χαρισμάτων τοῦ Πνεύματος, τῆς εὐωδίας ὤφθης, σκεῦος πολύτιμον.
Παθῶν γυμνώσει τοῦ σώματος, χιτῶνα ἀπαθείας ὑπέρλαμπρον, Μελὼ ἠμφίεσαι, καὶ ὡραιόμορφος ἔδραμες, ζωῆς εἰς τὸν νυμφῶνα, τὸν ἀκατάλυτον.
Θεοτοκίον.
Λαὸν Παρθένε Θεόνυμφε, τὸν ᾄδοντα τῇ δόξῃ σου ᾄσματα, τῇ εὐσπλαγχνίᾳ σου, ἐκ νόσων ῥύου καὶ θλίψεων, πειρατηρίων βίου, καὶ περιστάσεων.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ Ὑπερμάχῳ.
Ταῖς εὐποιΐαις τῷ Θεῷ Μελὼ δουλεύσασα, καὶ ἐγκρατείας ἀγωγαῖς αὐτὸν δοξάσασα, τῶν θαυμάτων τὴν ἐνέργειαν ὑπεδέξω, δι̉  ἧς πάντοτε προφθάνεις διασῴζουσα, ἀπὸ νόσων πολυτρόπων καὶ κακώσεων, τοὺς βοῶντάς σοι· Χαίροις, Μῆτερ ἰσάγγελε. 
Ὁ Οἶκος.
γγελος ἀνεδείχθης, ἐπὶ γῆς σαρκοφόρος, τῇ ἀγγελομιμήτῳ ζωῇ σου· διὸ ἅμα Ἀγγέλοις τανῦν, χοροβατοῦσα ζωῆς ἐν τοῖς δώμασι, Μελὼ ἡμῶν προστάτευε, τῶν ἐκβοώντων σοι τοιαῦτα· 
Χαῖρε, τὸ ἄστρον τῆς ἡσυχίας· χαῖρε, τὸ σέλας τῆς ἀπαθείας.
Χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ζηλώσασα· χαῖρε, τῶν Ὁσίων τὴν δόξαν ποθήσασα.
Χαῖρε, καύχημα παμπόθητον εὐσεβῶν ἀσκητριῶν· χαῖρε, σέμνωμα περίδοξον μοναζόντων εὐλαβῶν.
Χαῖρε, ὅτι τῶν κάτω νουνεχῶς ἐμακρύνθης· χαῖρε, ὅτι ἐν χώρᾳ τῆς τρυφῆς ἐδοξάσθης.
Χαῖρε, τῆς Κῶ ἑτοίμη βοήθεια· χαῖρε, ἡμῶν βεβαία ἀντίληψις.
Χαῖρε, καλὴ τῶν ἀνθρώπων προστάτις· χαῖρε, στεῤῥὰ τῶν πιστῶν παραστάτις.
Χαίροις, Μῆτερ ἰσάγγελε.
Μηνολόγιον ἐκ τοῦ Μηναίου, εἶτα δὲ τὸ κάτωθι.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίας Μητρὸς ἡμῶν Μελὼ τῆς θαυματουργοῦ, τῆς ἐν Βουῤῥίνῃ τῆς Κῶ ἀσκησάσης.
Στίχοι.
Ἡδυτέρα μέλιτος Μελὼ ὑπάρχει,
χάρις ἥν σοι δέδωκεν ὁ σὸς Νυμφίος.
Συναξάριον.
Αὕτη εὐσεβεῖ λογισμῷ ἐν εὐποιΐαις καὶ οἰκτιρμοῖς πενήτων τὸ πρότερον διαπρέψασα, ἔρωτι κατασχεθεῖσα τοῦ Χριστοῦ, κατέλιπε πᾶσαν συνάφειαν κοσμικὴν καὶ διῆγεν ἐρημοπολίτην βίον ἐν τῇ Βουῤῥίνῃ τῆς νήσου Κῶ, νηστείαις, προσευχαῖς καὶ ἀγρυπνίαις ἀκαταπαύστως σχολάζουσα καὶ κατὰ μόνας μόνη τῷ μόνῳ Θεῷ θεραπεύουσα. Τελέσασα δὲ ἐν ἄκρᾳ ἐγκρατείᾳ καὶ σώματος σκληραγωγίᾳ τὸν ἀσκητικὸν δίαυλον ἐκοιμήθη ἐν εἰρήνῃ, θαυμάτων αὐτουργὸς ἐν βίῳ καὶ μετὰ πότμον γνωριζομένῃ.
Ἀρχαῖος ναὸς τῆς Ὁσίας Μελοῦς σῴζεται ἐν τῷ τόπῳ τῆς ἀσκήσεως αὐτῆς, ἐν ᾧ κατ’  ἔτος ἡ Μνήμη αὐτῆς ὑπὸ τῶν εὐσεβῶν ἐπιτελεῖται. Ταύτης δὲ Ἀκολουθίαν συνέταξεν ὁ ἀοίδιμος Μητροπολίτης Ῥόδου Μητροφάνης, ἐξ ἧς ἐν Παρισινῷ κώδικι διεσώθησαν τρία Στιχηρὰ Προσόμοια καὶ δύο Ἰδιόμελα.
Ταῖς τῆς σῆς Ὁσίας ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῆς Θεοτόκου. ᾿Ωιδὴ ζ´. ῾Ο Εἱρμός.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· ῾Υπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
να ῎Αχραντε, διὰ παντὸς δοξάζομεν, τὸν θεῖον τόκον σου, τῷ ἀνεσπέρῳ φωτί, τῆς θείας σου χάριτος, ψυχὰς καταύγασον, τῶν βοώντων σοι· Χαῖρε ἡ Θείῳ Πνεύματι, μανναδόχος Μῆτερ στάμνος.
Τεῖχος ἄῤῥηκτον, γενέσθω ἡ πρεσβεία σου, πρὸς τὸν Φιλάνθρωπον, τῶν ἀοράτων ἐχθρῶν, ἀπείργουσα φάλαγγας, καὶ διασῴζουσα, τοὺς κραυγάζοντας· Χαῖρε Παρθένε ἄσπιλε, τῆς ζωῆς ἡ μυροθήκη.
κετεύομεν, Παρθένε οἱ ἀνάξιοι, σὲ τὴν γεννήσασαν, τὸν Βασιλέα Χριστὸν, ἐκ πάσης κακώσεως, ἡμᾶς διάσωσον, καὶ ὑπέρτερον, τὸν νοῦν ἡμῶν συντήρησον, τῶν φθαρτῶν καὶ ἐπιγείων.
πειρόγαμε, ἀφλέκτως ἡ βαστάσασα, φύσιν τὴν ἄστεκτον, ἐν  τῇ  νηδύϊ  τῇ  σῇ,  θερμῶς ἱκετεύω σε, τὰς βάσεις στήριξον,
τῆς  καρδίας  μου,  τῷ φόβῳ Θεονύμφευτε, τοῦ ἐκ σοῦ σωμα-
τωθέντος.
Τῆς Ὁσίας. Οὐκ ἐλάτρευσαν.
πιλάμψεσι, τοῦ Παρακλήτου Πνεύματος, Μελὼ πανεύφημε, προσομιλοῦσα νοΐ, ἀσκήσεως ἤνεγκας, ἅπασαν κάκωσιν, καὶ ἀχείρωτος, τῇ προαιρέσει γέγονας, τοῦ Χριστοῦ ὁσία Μάρτυς.
ν ὀχήματι, ἀζύγῳ τῆς ἀσκήσεως, Μελὼ πανένδοξε, τῶν ὑπὲρ νοῦν ἀρετῶν, πρὸς τὰ ἐπουράνια, ἤρθης σκηνώματα, καὶ ἀπέλαβες, εἰς ἀμοιβὴν τῶν πόνων σου, τῶν θαυμάτων τὰς δυνάμεις.
Ταπεινώσεως, τοῖς ὅπλοις ὑποτάξασα, τὸν ὑπερήφανον, Μελὼ Ὁσία ἐχθρόν, βραβεῖον ἀπέλαβες, νίκης ἀθάνατον, ὃ βαστάζουσα, χοροβατεῖς αἰώνια, ἐν αὐλαῖς τῶν πρωτοτόκων.
Θεοτοκίον.
Λύμης Δέσποινα, ἁμαρτιῶν με κάθαρον, τῇ εὐσπλαγχνίᾳ σου, καὶ καθαρόν με Χριστῷ, τὸν ἄθλιον ἄνθρωπον, ὅλον προσάγαγε, ἵνα κράζω σοι· Χαῖρε Παρθένε Ἄχραντε, τῶν βροτῶν ἡ σωτηρία.
Τῆς Θεοτόκου. ᾿Ωιδὴ η´. ῾Ο Εἱρμός.
Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας ψάλλειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Καταιγίδι παθῶν χειμαζόμενον, πρὸς αἰθρίαν Θεοῦ με ὁδήγησον, Εὐλογημένη Πάναγνε, ἵνα πόθῳ βοῶ σοι· Χαῖρε Μαρία, τὸ πανθαύμαστον θαῦμα τῆς κτίσεως.
περτέρα Ἁγνὴ ἀναδέδειξαι, τῶν ᾿Αγγέλων καὶ πάσης τῆς κτίσεως, τὸν Ποιητὴν κυήσασα, ἐξ ἁγνῶν σου αἱμάτων· ὅθεν τὸν νοῦν μου, πρὸς αὐτοῦ τὴν ἀγάπησιν ὕψωσον.
υπωθέντα αἰσχροῖς ἁμαρτήμασι, κάθαρόν με Παρθένε Πανύμνητε, ἡ καθαρὰ καὶ ἄσπιλος, ἵνα ψάλλω σοι πίστει· Χαῖρε ταμεῖον, θεϊκῆς ἀγαθότητος ῎Αχραντε.
λαρῷ σου ῾Αγνὴ ἱκετεύομεν, ἐφ᾿ ἡμᾶς νῦν ἐπίβλεψον ὄμματι· ἐχθροῦ γάρ κινδυνεύομεν, τῇ ἀμέτρῳ κακίᾳ· πρόφθασον σῶσον, ὅτι σὲ προστασίαν κεκτήμεθα.
Τῆς Ὁσίας. Ὁ αὐτός.
Σθενουμένη Θεοῦ Παντοκράτορος, τῇ δυνάμει Μελὼ καθυπέμεινας, ἀγαλλιάσει πνεύματος, τὸ σκληρὸν τῆς ἐρήμου, τὴν τεθλιμμένην, ἀρεταῖς ἐν πολλαῖς ὁμαλίζουσα.
ς τοῦ κόσμου παντὸς παρεπίδημος, ἐν πετρώδεσι τόποις ἐβίωσας· ἐν οὐρανοῖς γὰρ πάνσεμνε, τὸ πολίτευμα ἔσχες, ἀποθεμένη, τὴν ἐλπίδα Χριστῷ τῷ Νυμφίῳ σου.
Τὴν ὁδὸν τῆς ζωῆς διανύσασα, ἐν σκηναῖς ἐκλεκτῶν κατεσκήνωσας, ἔνθα Μελὼ θεώσεως, τῷ φωτὶ λαμπομένη, μὴ ἐπιλάθου, τῶν φοιτώντων ναῷ ἐν ἁγίῳ σου.
Θεοτοκίον.
ἐκ σοῦ σαρκωθεὶς ὑπὲρ ἔννοιαν, τῆς ἀρχαίας ἀρᾶς τοῦ προπάτορος, ὡς ἀγαθὸς ἐλύτρωσε, τῶν ἀνθρώπων τὸ γένος, καὶ τοῦ θανάτου, Θεοτόκε τὸ κέντρον κατήργησεν.
Τῆς Θεοτόκου. ᾿Ωιδὴ θ´. ῾Ο Εἱρμός.
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστῶτας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
Λύτρωσαι Πανάμωμε Μῆτερ, ἐκ τῶν κινδύνων τὴν ζωήν μου, καὶ ταῖς ἐντολαῖς τοῦ Κυρίου, ὁδήγησόν με, πρὸς σωτηρίας πλάτος· εἰς σὲ γὰρ τὴν ἐλπίδα μου, Θεοκυῆτορ ἀνατίθημι.
Λάμπουσα ἁγνείας σου κάλλει, σαρκὶ ἐκύησας τὸν Λόγον, ῞Ηλιον τῆς δόξης τὸν μέγαν, δι᾿ εὐσπλαγχνίαν, Θεοκυῆτορ ἄκραν, φωτίζοντα τὰ σύμπαντα, φωτὶ ἀκτίστῳ τῆς Θεότητος.
ρμος ὡς γαλήνιος Κόρη, τὸν θαλαττεύοντα ἀθλίως, ἐν ταῖς τρικυμίαις του βίου, κυβέρνησόν με, πρὸς ἀσφαλῆ λιμένα, τῆς σωτηρίας ῎Αχραντε, τοῦ σαρκωθέντος ἐξ αἱμάτων σου.
μνοις μακαρίζομεν πόθῳ, σὲ τὴν ἀμίαντον Παρθένον, ὅτι διὰ σοῦ ἐπεφάνη, Θεὸς ἐν κόσμῳ, ῾Αγνὴ σεσαρκωμένος, ᾧ πρέσβευε δωρήσασθαι, παραπτωμάτων ἡμῖν ἄφεσιν.
Τῆς Ὁσίας. Ἅπας γηγενής.
Δῶρον τῷ Θεῷ, σαυτὴν τῇ ἀσκήσει σου, ἀποτελέσασα, παρ̉ αὐτοῦ ἀντίδωρον, τὴν τῶν θαυμάτων, χάριν ἀπέλαβες, δι̉ ἧς Μελὼ πανεύφημε, ψυχῆς καὶ σώματος, θεραπεύεις, ἅπαντα
αὐτῷ παρίστασαι, πεποικιλμένη, δόξῃ καὶ χάριτι, Μελὼ ἀειμακάριστε· διὸ ἱκέτευε, τῶν πταισμάτων, δοῦναι τὴν συγχώρησιν, τῷ τοὺς ὕμνους πιστῶς σοι ὑφάναντι.
Θεοτοκίον.
μνοις καὶ ᾠδαῖς,  τιμῶμεν τὸν ἄσπορον, Παρθένε τόκον σου, δι᾿ οὗ τὸ ἀνθρώπινον, ἐῤῥύσθη γένος, τῆς παραβάσεως, καὶ ἐκ ψυχῆς δεόμεθα, ἵνα πρεσβείαις σου, λυτρωθῶμεν βίου περιστάσεων, καὶ γεέννης πυρὸς Ἀειπάρθενε.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
σπερ τρυγὼν φιλέρημος, τελείᾳ ἐγκρατείᾳ, τῶν ἀρετῶν τὰς πτέρυγας, Μῆτερ ἀναλαβοῦσα, πρὸς βασιλείας ἀνέπτης, τὸ οὐράνιον ὕψος, καὶ καλιὰν αἰώνιον, τὴν σκηνὴν τῶν Ἁγίων, εὗρες Μελώ, ἔνθα τῷ Δεσπότῃ σου παρεστῶσα, εἰρήνην ἀστασίαστον, ταῖς ψυχαῖς ἡμῶν αἴτει.
Ἕτερον. Ὅμοιον.
Λαμπαδηφόρος εἰσῆλθες, οἷα παρθένος ἐκλεκτή, ἐν ἀθανάτῳ νυμφῶνι, καὶ ἐνυμφεύθης μυστικῶς, Χριστῷ Μελώ· ὃν δυσώπει, ὑπὲρ ἡμῶν παῤῥησίᾳ.
Θεοτοκίον.
Τοῦ σαρκωθέντος ἀφράστως, ἐκ σοῦ Παρθένε ἡ Μελώ, πυρποληθεῖσα τῷ πόθῳ, ἐβίωσεν ἀσκητικῶς, μεθ̉ ἧς δυσώπει ῥυσθῆναι, ἡμᾶς ἐχθροῦ τῆς κακίας.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
Ἱστῶμεν στίχ. δ’ καὶ ψάλλομεν τά κάτωθι Στιχηρὰ Προσόμοια.
Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
σία πανεύφημε Μελώ, εὐσεβῶς ἀγάλλεται, σήμερον Κῶς εὐφημοῦσά σε, ἐπὶ τῇ μνήμῃ σου, καὶ τῶν σῶν θαυμάτων, τὴν πληθὺν κηρύττουσα, Χριστὸν δοξολογεῖ τὸν Νυμφίον σου, τὸν σὲ δοξάσαντα, καὶ πρεσβείαις σου παρέχοντα, τῶν πταισμάτων, ἡμῖν τὴν συγχώρησιν.
σία πανεύφημε Μελώ, τὸν Χριστὸν ποθήσασα, τὴν κοσμικὴν τύρβην ἔλιπες, καὶ δι̉ ἀσκήσεως, τῶν κατορθωμάτων, ἐνυμφεύθης χάριτι, αὐτῷ ὡς ἐραστῇ τῆς καρδίας σου· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
σία πανεύφημε Μελώ, ὡς πτηνὸν φιλέρημον, βίον τὸν σὸν διανύσασα, πτεροῖς ἐπέτασας, ἀρετῶν ἐνθέων, πρὸς ζωῆς ὑψώματα, καὶ ἔνδον τῆς τρυφῆς κατεσκήνωσας, συνοῦσα τάξεσι, τῶν Ἁγίων καὶ πρεσβεύουσα, ὑπὲρ πάντων, τῶν ἀνευφημούντων σε.
σία πανεύφημε Μελώ, ἐν ναῷ ἁγίῳ σου, οἱ εὐσεβεῖς ἀνυμνοῦντές σε, ἰδοὺ συνήχθημεν· σὺ δ̉ ἐν εὐμενείᾳ, πρόσδεξαι τὰ ᾄσματα, καὶ πᾶσιν ἀντιδίδου τὴν χάριν σου, σωμάτων τάχιστα, τὰς ὀδύνας ἰατρεύουσα, καὶ τὰ πάθη, ψυχῶν θεραπεύουσα.
Δόξα. Ἦχος δ’. Μητροφάνους Μητροπολίτου Ῥόδου.
Οὐκ ἔστι παρὰ τῷ Θεῷ δοῦλος, οὐκ ἔστιν ἐλεύθερος, οὐκ ἔστιν ἄρσεν καὶ θῆλυ· ἰδοὺ γὰρ ἡ θαυμασία Μελώ, ἁγνισθεῖσα τῷ Πνεύματι, τὴν πρώτην ἔχει τάξιν ἐν οὐρανοῖς· καὶ παρ̉ ἡμῖν τοῖς ἐν τῇ Κῷ, ἡ πρὶν ἐν δουλικῷ τῷ σώματι ἀναστραφεῖσα, βασίλισσα καθίσταται, δεχομένη τὰς ἁπάντων ἱκεσίας, καὶ προσάγουσα τῷ Νυμφίῳ Χριστῷ, παρ̉  οὗ αἰτεῖται, ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
κ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, Εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τῆς Ὁσίας ἡ γ’ καὶ στ’ Ὠιδή. Ἀπόστολον ζήτει τῇ ε’ Δεκεμβρίου καὶ Εὐαγγέλιον τῷ ιζ’ Σαββάτῳ Ματθαίου.

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
Μεγαλυνάρια.
Χαίροις ἡ βιώσασα ὑπὲρ νοῦν, τῇ ἀσκητικῇ σου, πολιτείᾳ Μῆτερ Μελώ· χαίροις ἡ θαυμάτων, τὴν χάριν δεξαμένη, καὶ πάθη ἐξ ἀνθρώπων, ἀποδιώκουσα.
Χαίροις πανολβία Μῆτερ Μελώ, ἡ ἐν Κῷ ὁσίαν, μετελθοῦσα διαγωγήν· χαίροις Ἐκκλησίας, φωτοειδὴς λυχνία, πιστῶν χοροστασίας, καταπυρσεύουσα.
Στίχοι.
Κύριλλος οἰκτρὸς Ποιμὴν τῆς Ῥοδονήσου,
Ὕμνους σοι Μελώ, ἐξύφανεν ἐκ πόθου,
Τοῦ Ναθαναήλ, τῆς Κῶ Μητροπολίτου,
Ἔχων ἀφορμὴν τὴν προτροπὴν καλλίστην·
Σὺ δὲ τῷ Χριστῷ ἐν δόξῃ παρεστῶσα,
Σκέπε ἀσφαλῶς εὐχαῖς σου ἀμφοτέρους.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου