Σάββατο 26 Οκτωβρίου 2019

Ἀκολουθία ΤΩΝ ΕΝ ΚΑΣΤΟΡΙΑ ΑΓΙΩΝ


ΝΟΕΜΒΡΙΟΥ 15-20!!
ΚΥΡΙΑΚΗ 3η ΝΟΕΜΒΡΙΟΥ
Χ. Μπούσιας. Νεκτάριος Μαμαλοῦγκος
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς Καστορίας ἐφόρους καὶ ἀντιλήπτορας, χορὸν κλεινὸν Πατέρων, ἱερὰν συστοιχίαν, Ἁγίων θεοφόρων δεῦτε κοιναῖς, μελῳδίαις καὶ ᾄσμασιν, ἐγκωμιάσωμεν πάντες χρεωστικῶς, ὡς δοχεῖα θείου Πνεύματος.
Τῶν αὐταδέλφων δυάδα, τὴν θεοείκελον, ἐκ Κορησσοῦ τῆς κώμης, ὁρμωμένων ἐκθύμως, τιμήσωμεν οἱ δῆμοι τῶν εὐσεβῶν, ἱερὸν Θεοδόσιον, καὶ Διονύσιον Ἄθωνος οἰκιστάς, ὡς φωσφόρους καὶ κοσμήτορας.
Μελισσοτόπου τῆς μάνδρας, φανὸν Νεκτάριον, Κοσμᾶν τῶν Ἀποστόλων, μιμησάμενον τρόπους, Ἰάκωβον Ὁσίων καὶ Ἀθλητῶν, τὸ μυρίπνουν ὀσφράδιον, καὶ τὸν φωτίσαντα πλήθη λαοῦ Ναούμ, μελιῤῥύτοις ὕμνοις μέλψωμεν.
Τὸν ἀσκητὴν τὸν θεόπνουν, καὶ σκεῦος χάριτος, θαυμάτων τὸ πυξίον, ἐπαινέσωμεν πάντες, Νικάνορα τὸν θεῖον σὺν εὐσθενεῖ, Καστορίας τῆς πόλεως, τῷ πολιούχῳ καὶ ῥύστῃ ἐκ συμφορῶν, ἀλγεινῶν Μηνᾷ τῷ ἔμφρονι.
Δόξα. Ἦχος β΄.
Χριστοῦ τῷ ἔρωτι τρωθέντες τὴν καρδίαν, καὶ Αὐτῷ ἔργοις εὐαρεστήσαντες, δόξης ἀτελευτήτου ἐτύχετε Καστορίας Ἅγιοι, ὑμεῖς γὰρ ἐν διαφόροις χρόνοις διαλάμψαντες, τοῖς ἴχνεσι Χριστοῦ ἠκολουθήσατε, καὶ τῶν παθημάτων Αὐτοῦ σύμμορφοι γεγόνατε. Διὸ νῦν ὑμᾶς κοινοῖς τοῖς ὕμνοις ἀναμέλποντες, καὶ πνευματικῶς εὐωχούμενοι, τὰς πρὸς Κύριον τὸν Θεὸν λιτὰς ὑμῶν ἐξαιτούμεθα.
Καὶ νῦν. Τὸ δογματικόν, τοῦ ἤχου.
Ἀπόστιχα. Τὸ Ἀναστάσιμον τοῦ ἤχου, καὶ εἶτα τῶν Ἁγίων.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δῆμος θεοτερπής, Ἁγίων Καστορίας, ἐκθύμως ἀνυμνείσθω, αὐτοὶ γὰρ ὑπὲρ πάντων, Θεῷ ἀεὶ πρεσβεύουσι.
Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίρετε ἀσκηταί, Ναοὺμ Κοσμᾶ Νικάνορ, σὺν τῷ Διονυσίῳ, καὶ θείῳ Νεκταρίῳ, προΐστορ Θεοδόσιε.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαῖρε στεῤῥὲ Μηνᾶ, ὁ Καστορίας πόλιν, ῥυσάμενος δουλείας, ἐχθρῶν σὺν Ἰακώβῳ, κλεινῷ Ὁσιομάρτυρι.
Δόξα. Τριαδικόν.
Χαῖρε τρισολαμπές, καὶ πανσθενὲς Θεότης, Τριὰς Ὑπεραγία, Ἁγίων Καστορίας, χαρὰ ἡ ἀνεκλάλητος.
Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ τοῦ Λυτρωτοῦ, ὑπερευλογημένη, πρεσβείαις τῶν ἐφόρων, τῆς Καστορίας σκέπε, ἀπαύστως τοὺς τιμῶντάς Σε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκια.
Τὸ Ἀναστάσιμον τοῦ ἤχου. Τῶν Ἁγίων.
Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.
Καστορίας Ἁγίων χορὸν θεόληπτον, Μηνᾶν Ἰάκωβον θεῖον, Ναοὺμ Κοσμᾶν Αἰτωλόν, Ἀθωνίτην Διονύσιον Νεκτάριον, σὺν Νικάνωρι σοφῷ, Θεοδόσιον σεπτόν, καὶ ἄμεμπτον Ἱεράρχην, αὐτῶν λιταῖς ἐξαιτοῦμεν, πρὸς τὸν Θεὸν τὸν πολυεύσπλαγχνον.
Δόξα. Ἕτερον. Θείας πίστεως.
Χαίρει ἔχουσα, ἡ Καστορία, ἀντιλήπτορας, ὑμᾶς ἐνθέρμους, καὶ προστάτας ταχινοὺς ἐν τοῖς κλύδωσι, Μηνᾶ Νικάνωρ Ναοὺμ Διονύσιε, Κοσμᾶ Νεκτάριέ τε Θεοδόσιε, καὶ Ἰάκωβε Ἁγίων χορὲ θεόλεκτε, διὸ λιταῖς ὑμῶν προσφεύγει πάντοτε.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι΄, καὶ ψάλλομεν τοῦ τυχόντος ἤχου Ἀναστάσιμα δ΄, καὶ τῶν Ἁγίων στ΄.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Πολυάριθμον σύστημα, τῶν Ἁγίων τιμήσωμεν, Καστορίας θείους ἐφόρους ἅπαντες, τοὺς ἀρετῶν τελειότητι, Σωτῆρα δοξάσαντας, καὶ Θεὸν ἡμῶν τρανῶς, ἀνακράζοντες· Ἅγιοι, πνευματέμφοροι, οὐρανόθεν ὑμᾶς τοὺς εὐφημοῦντας, ἐποπτεύοιτε ἀπαύστως, καὶ ἐκ δεινῶν διασώζοιτε.
Θεοφόροι ὁμαίμονες, Κορησσοῦ γόνοι πάντιμοι, Φιλοθέου Μάνδρας προΐστορ ἔνθεε, καὶ Τραπεζοῦντος Θεόφιλε, ποιμὴν Θεοδόσιε, σὺν Προδρόμου τῆς Μονῆς, ἡγουμένῳ θεόφρονι, τῆς ἐν Ἄθωνι, εὐλαβεῖ καὶ σοφῷ Διονυσίῳ, χριστωνύμων Καστορίας, χοροὺς ἀεὶ περιέπετε.
ποστόλων ζηλώσαντα, τρόπους ὕμνοις τιμήσωμεν, καὶ λαοὺς φωτίσαντα θείοις φθέγμασιν, αὐτοῦ Ναοὺμ τὸν θεσπέσιον, ὁμοῦ σὺν τῷ ἔμφρονι, ποδηγῷ πιστῶν Κοσμᾷ, ἀρετῆς πρὸς τελείωσιν, τῷ σκεδάσαντι, ἀγνωσίας τὸν ζόφον ὑποδούλων, Ὀρθοδόξων τοῖς πυρφόροις, Αὐτοῦ καὶ θείοις διδάγμασι.
Τὸν θεόπνουν Νικάνορα, ἰσαγγέλως ἀσκήσαντα, ἐν τῷ Καλλιστράτῳ καὶ καταυγάσαντα, Μακεδονίαν τοῖς θαύμασι, λαμπρῶς εὐφημήσωμεν, Καστορίας οἱ πιστοί, καὶ τὸν θεῖον Νεκτάριον, τὸ ἐντρύφημα, τῆς Μονῆς τῶν Ἁγίων Ἀναργύρων, οὔσης ἐν Μελισσοτόπῳ, τὸν ἀρετῇ διαπρέψαντα.
θλοφόρων ὁμότροπον, καὶ Ὁσίων ὁμότιμον, εὔψυχον Ἰάκωβον μελῳδήσωμεν, ἐκ Καστορίας ὁρμώμενον, ὡς πίστεως μάργαρον, σὺν αὐτοῦ τῶν μαθητῶν, τῇ δυάδι κραυγάζοντες· μὴ ἐλλίπητε, τὸν Χριστὸν δυσωποῦντες δοῦναι πᾶσι, τοῖς ὑμᾶς ἀνευφημοῦσι, κατ’ ἄμφω ῥώμην καὶ δύναμιν.

γκαυχᾶται καὶ γάνυται, τῇ στεῤῥᾷ προστασίᾳ σου, Καστορίας πόλις ἡ θεοφρούρητος, Μηνᾶ ὁπλῖτα πανάριστε, καὶ ὕμνον μελίῤῥυτον, ἐξυφαίνει σοι σεπτέ, ὅτι ἀπηλευθέρωσας, ταύτην Ἅγιε, ἐκ δουλείας δεσμῶν ἐχθρῶν ἀπίστων, καὶ τὸν Κτίστην ἐλευθέρως, αὐτὴν δοξάζειν διήγειρας.
Δόξα. Ἦχος πλ. Β΄.
Καινὴν πανήγυριν σήμερον ἄγοντες καὶ ἀγαλλιώμενοι, κοινοῖς τοῖς ὕμνοις γεραίρομεν ἐκθύμως, Καστορίας τοὺς προστάτας καὶ ἀντιλήπτορας, τοὺς ἐν διαφόροις χρόνοις διαλάμψαντας, δίκην παμφαεστάτων ἀστέρων τῆς πίστεως. Θεοδόσιον τὸν Ἱεράρχην, σὺν τῷ ὁμαίμονι αὐτοῦ Διονυσίῳ τῷ θείῳ, Νεκτάριον τὸν Καρυώτην, καὶ Ὁσιομάρτυρα Ἰάκωβον, ὁμοῦ σὺν Ναοὺμ τῷ φωτιστῇ Κοσμᾷ τῷ Ἰσαποστόλῳ, καὶ Μηνᾷ ἀληθῶς τῷ στεῤῥόφρονι. Αὐτῶν οὖν τὴν ὑψόθεν ἀντίληψιν ἐκζητοῦντες, ὡς γεωργήσαντας τὰς δωρεὰς τῆς ἀγήρω μακαριότητος, σαρκὸς τῇ νεκρώσει καὶ θεϊκῇ σοφίᾳ, τὴν κοινὴν ἑόρτιον σύναξιν, ἐν κατανύξει τελέσωμεν οἱ φιλέορτοι.
Καὶ νῦν. Θεοτοκίον τοῦ ἤχου.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σειράχ, τὸ Ἀνάγνωσμα.
(Κεφ. λδ΄, 18-26)
νὴρ πεπαιδευμένος ἔγνω πολλά, καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν. Ὃς οὐ ἐπειράθη ὀλίγα οἶδεν, ὁ δὲ πεπλανημένος πληθυνεῖ πανουργίαν. Πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει, καὶ πλείονα τῶν λόγων μου σύνεσίς μου. Πλεονάκις ἕως θανάτου ἐκινδύνευσα καὶ διεσώθην τούτων χάριν. Πνεῦμα φοβουμένων Κύριον ζήσεται, ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τῶν σώζοντα αὐτούς. Ὁ φοβούμενος Κύριον οὐδὲν εὐλαβηθήσεται καὶ οὐ μὴ δειλιάσῃ, ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ. Φοβουμένου τὸν Κύριον μακαρία ἡ ψυχή, τίνι ἐπέχει καὶ τίς ἀντιστήριγμα αὐτοῦ; Οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν, ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος, σκέπη ἀπὸ καύσωνος καὶ σκέπη ἀπὸ μεσημβρίας, φυλακὴ ἀπὸ προσκόμματος καὶ βοήθεια ἀπὸ πτώσεως, ἀνυχῶν ψυχὴν καὶ φωτίζων ὀφθαλμούς, ἴασιν διδούς, ζωὴν καὶ εὐλογίαν.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
(Κεφ. μη΄, 12-19)
κουέ μου Ἰακώβ, καὶ Ἰσραήλ, ὃν ἐγὼ καλῶ. Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. Καλέσω αὐτοὺς καὶ στήσονται ἅμα καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. Τίς αὐτοῖς ἀνήγγειλε ταῦτα; Ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων. Ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα· οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ, ἡνίκα ἐγένετο, ἐκεῖ ἥμην καὶ νῦν Κύριος ἀπέστειλέ με καὶ τὸ πνεῦμα αὐτοῦ. Οὕτω λέγει Κύριος ὁ ῥυσάμενός σε, ὁ ἅγιος Ἰσραήλ· Ἐγώ εἰμι ὁ Θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν, ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ. Καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης. Καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς, οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῆς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιον ἐμοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Σκίρτα καὶ ἀγάλλου Καστορίας ἡ ἔνδοξος περίχωρος, καινὴν νῦν πανήγυριν ἄγουσα, τῶν ἐν σοὶ ἐξαιρέτως τιμωμένων Ἁγίων· Θεοδοσίου καὶ Διονυσίου τῶν ὁμαιμόνων Ὁσίων, Κοσμᾶ τοῦ Ἰσαποστόλου καὶ εὐκλεοῦς Ἱερομάρτυρος, Ναοὺμ τοῦ φωτιστοῦ Ἰακώβου τοῦ Ὁσιοάθλου, Νικάνορος τοῦ θαυματοβρύτου Ὁσίου, Νεκταρίου ἀσκητοῦ τοῦ Καρυώτου, καὶ Μηνᾶ τοῦ στρατηλάτου. Πνευματικῶς οὖν εὐωχουμένη, καὶ τὰ παλαίσματα αὐτῶν ἀνευφημοῦσα, ἐξαίτει τὰς πρὸς Κύριον, ἀδιαλείπτους αὐτῶν ἱκεσίας.
Ἦχος β΄.
Τὴν θεοτίμητον τῶν Ἁγίων χορείαν, τὸ ἁγιόλεκτον σύστημα τῶν τῆς Καστορίας ἐφόρων, πᾶς ὁ λαὸς τοῦ Θεοῦ ἀξιοχρέως εὐφημήσωμεν. Οὗτοι γὰρ τῷ ἑαυτῶν παραδείγματι, μυσταγωγοῦσιν εὐσεβούντων τὴν ὁμήγυριν, τῆς ἐναρέτου πολιτείας τὸ κάλλος, καὶ τῆς θείας ἀγάπης τὸν ὅρον. Αὐτῶν οὖν καὶ ἡμεῖς, τῶν σκύβαλα τὰ πάντα ὑπὲρ Χριστοῦ ἡγησαμένων, τοῖς ἴχνεσιν ἀκολουθήσωμεν ὁλοθύμως, ὡς ἂν τῆς ἀγήρω εὐκλείας τύχωμεν.
Ἦχος γ΄.
Θεοειδέστατον σύλλογον τῶν ἐν Καστορίᾳ τιμωμένων Ἁγίων, τοὺς ἐν διαφόροις καιροῖς διαπρέψαντας Ὁσίους καὶ Μάρτυρας, εὐφημήσωμεν ᾄσμασιν. Οὗτοι γὰρ εὐαγγελικῶς πολιτευσάμενοι, καὶ πρὸς ἀρετῆς τρίβους πολλοὺς χειραγωγήσαντες, στεφάνους ἐδέξαντο, καὶ δόξης ἔτυχον ἀτελευτήτου ἐν πόλῳ. Διὸ νῦν ἡμεῖς ὡς εὐεργέτας καὶ ἐφόρους, καὶ πρὸς Θεὸν πρεσβευτὰς θερμοτάτους γεραίροντες, ἐκδεχόμεθα τὰς αὐτῶν ἱκεσίας, πρὸς βίου ἡμῶν τελείωσιν.
Ἦχος δ΄.
νθεσιν εὐφημιῶν μυριπνόοις καταστέψωμεν σήμερον, τοὺς ἀρνησαμένους κόσμον καὶ οἰκειωθέντας Κυρίῳ, συντονίᾳ πράξεων ἐναρέτων, Καστορίας τοὺς θερμοὺς ἀντιλήπτορας κράζοντες· προφθάσατε καὶ ἐν ἀνάγκαις, καὶ κινδύνοις δεινῶν ἡμῶν ἀπαλλάξατε, Ὅσιοι καὶ Μάρτυρες τῆς Ἐκκλησίας περιφανέστατοι, τοὺς τελοῦντας σήμερον ἀσμένως, κοινὴν ὑμῶν ἑορτὴν καὶ πανήγυριν.
Δόξα. Ὁ αὐτός.
Τῶν ἱερῶν τῆς Καστορίας καλλωπισμάτων, καὶ ταμιούχων τῆς θείας χάριτος ποικιλωνύμων Ἁγίων, κατὰ χρέος οἱ πιστοὶ τὴν μνήμην τιμήσωμεν. Πᾶσι γὰρ περέχουσι τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ἐν τῆ ἀϊδίῳ ζωῇ ἀγαλλόμενοι, Χριστῷ ἀπαύστως πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
κ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Τὰ τοῦ ἤχου
Δόξα. Τῶν Ἁγίων. Ἦχος πλ. Δ΄.
περόπται ὀφθέντες τῶν γηΐνων ἁπάντων, τὰ ἐν πόλῳ ἄῤῥευστα ἐπεποθήσατε, ὁλοτρόπῳ ψυχῆς ἐφέσει, Καστορίας πάντες Ἅγιοι, ὑμεῖς γὰρ ἐργάται γενόμενοι τῶν θεϊκῶν ἐνταλμάτων, ἐν διαφόροις χρόνοις, παρὰ Κυρίου ἐδρέψατε τὸν μισθὸν τῶν ὑμῶν κατορθωμάτων. Διὸ καὶ κληρούμενοι τὴν ἄπονον νῦν ζωήν, Χριστὸν ἀδιαλείπτως δυσωπεῖτε, ἐλεηθῆναι τὰς ψυχὰς τῶν ὑμᾶς τιμώντων, κοινοῖς ἐν ᾄσμασι.
Καὶ νῦν. Θεοτοκίον.
νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκια.
Τὸ Ἀναστάσιμον τοῦ ἤχου.
Τῶν Ἁγίων.
Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.
Καστορίας Ἁγίων χορὸν θεόληπτον, Μηνᾶν Ἰάκωβον θεῖον, Ναοὺμ Κοσμᾶν Αἰτωλόν, Ἀθωνίτην Διονύσιον Νεκτάριον, σὺν Νικάνωρι σοφῷ, Θεοδόσιον σεπτόν, καὶ ἄμεμπτον Ἱεράρχην, αὐτῶν λιταῖς ἐξαιτοῦμεν, πρὸς τὸν Θεὸν τὸν πολυεύσπλαγχνον.
Δόξα. Ἕτερον. Θείας πίστεως.
Χαίρει ἔχουσα, ἡ Καστορία, ἀντιλήπτορας, ὑμᾶς ἐνθέρμους, καὶ προστάτας ταχινοὺς ἐν τοῖς κλύδωσι, Μηνᾶ Νικάνωρ Ναοὺμ Διονύσιε, Κοσμᾶ Νεκτάριέ τε Θεοδόσιε, καὶ Ἰάκωβε Ἁγίων χορὲ θεόλεκτε, διὸ λιταῖς ὑμῶν προσφεύγει πάντοτε.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, καθίσματα Ἀναστάσιμα τοῦ ἤχου.
Μετὰ τὴν β΄  στιχολογίαν, καθίσματα τῶν Ἁγίων.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
γίων εὐκλεῶν, Καστορίας τὴν μνήμην, τελοῦντες οἱ πιστοί, ἐν ψυχῆς κατανύξει, κραυγάζομεν· πάμφωτα, εὐσεβείας πυρσεύματα, καταυγάσατε, ἡμῶν καρδίας βολίσι, τῶν ἐντεύξεων, ὑμῶν πρὸς τὸν Ζωοδότην, Σωτῆρα καὶ Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πανάμωμε σεμνή, Παναγία Παρθένε, ἀφθόρως τὸν Θεοῦ, Θεὸν Λόγον τεκοῦσα, τὸν ῥύπον μου κάθαρον, τῆς ψυχῆς καὶ ἀπόπλυνον, ἱκετεύω Σε, φθοροποιῶν νοημάτων, ταύτην Δέσποινα, ὡς ἂν ζωῆς ἀπολαύσω, ἀφθίτου ὁ δείλαιος.
Ἀντὶ Ἀμώμου, τὸν Πολυέλεον, μεθ’ ὃν τὰ Εὐλογητάρια.
Συναπτὴ μικρά, Ὑπακοὴ τοῦ ἤχου, καὶ τὰ Καθίσματα τῶν Ἁγίων.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Κοινοῖς ἐν ᾄσμασιν, ἀνευφημείσθωσαν, οἱ διαπρέψαντες, λαμπρῶς ἐν ἔτεσι, ποικίλοις καὶ τῶν ἀρετῶν, ὀφθέντες τῶν οὐρανίων, λαμπαδοῦχοι Ἅγιοι, Καστορίας οἱ ἔφοροι, χάριν τὴν σωτήριον, οἱ ἀεὶ πᾶσι νέμοντες, τοῖς κράζουσι φωναῖς μελιῤῥύτοις· Χαίροις Πατέρων θεῖε δῆμε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῷ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Τὰ Ἀντίφωνα τοῦ ἤχου, τὸ Ἀναστάσιμον Προκείμενον, τὸ Ἑωθινὸν Εὐαγγέλιον, καὶ τὰ λοιπὰ ὡς συνήθως ἐν ταῖς Κυριακαῖς.
Εἶτα, οἱ Κανόνες· ὁ Ἀναστάσιμος, τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων ὁ ἑξῆς, οὗ ἡ ἀκροστιχίς: Καστορίας ἐφόρους, Χαραλάμπης συνάδει.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Κοινοῖς  μελῳδήμασιν,  ἀνευφημῆσαι   ἀξίωσον,   πανύμνητε
Κύριε, τοὺς Καστορίας φανούς, καὶ ἀκέστορας, καὶ πανσθενεῖς προστάτας, τοὺς Σοὶ ἔργοις πίστεως, εὐαρε-στήσαντας.
γίων τὸν σύλλογον, τὸν θεοσύστατον μέλψωμεν, Ὁσίους καὶ Μάρτυρας, τοὺς Καστορίας λαῷ, τῷ θεόφρονι, βραβεύοντας εἰρήνην, χαράν τε ὑγείαν, ἄμφω καὶ δύναμιν.
Συστάδα τὴν ἔνθεον, Μηνᾶν Κοσμᾶν καὶ Διονύσιον, Ναούμ τε Νεκτάριον, σὺν Ἰακώβῳ στεῤῥῷ, καὶ Νικάνορι, τὸν Τραπεζοῦντος μύστην, σεπτὸν Θεοδόσιον, ὕμνοις γεραίρομεν.
Τὸ πάνσεπτον ἄθροισμα, κλεινῶν Ἁγίων τῆς πίστεως, ἀξίως συνάδομεν, τελοῦντες νῦν ἑορτήν, πανευφρόσυνον, οἱ δῆμοι Καστορίας, ἐν ᾗ τοὺς συλλήπτορας, ταύτης γεραίρομεν.
Θεοτοκίον.
δήγησον ἅπαντας, τοὺς Σοὺς οἰκέτας πρὸς θέωσιν, πανάχραντε Δέσποινα, ταῖς ἀσιγήτοις λιταῖς, ὁμηγύρεως, Ἁγίων Καστορίας, καινὴν ὧν πανήγυριν, σήμερον ἄγομεν.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
εόντων ὑπέρτερος ἐδείχθης, καὶ πάντων ἀῤῥεύστων ζηλωτής, τῆς Κορησσοῦ ἀνάθρεμμα, καὶ θησαυρὲ τοῦ Ἄθωνος, δομῆτορ Διονύσιε, σεμνείου τοῦ φερωνύμου σου.
άκωβε Ὁσιομαρτύρων, κρηπὶς σὺν δυάδι μαθητῶν, τῶν σῶν στεῤῥῶς ἐνήθλησας, ὑπὲρ Χριστοῦ τῆς πίστεως, καὶ αἵμασί σου ἔχρωσας, τὸ εὐτελές σου τριβώνιον.
γίου τοῦ Ὄρους κοσμιότης, Νεκτάριε κλέος Καρυῶν, καὶ τῆς Μονῆς περίδοξον, Μελισσοτόπου σέμνωμα, τὴν ἀρετὴν ἐν βίῳ σου, ἔσχες ἀχώριστον σύνοικον.
Θεοτοκίον.
Σωτῆρα καὶ Κύριον ἀφράστως, τεκοῦσα τοῦ γένους τῶν βροτῶν, ἀρᾶς δεσμὰ διέλυσας, τῆς Εὔας καὶ ἀνήγαγες, ἡμᾶς εἰς θεῖα δώματα, τῆς ἀφθαρσίας Παντάνασσα.
Τὸ Κοντάκιον καὶ ὁ Οἶκος τῆς Κυριακῆς.
Κάθισμα τῶν Ἁγίων.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θεόπλοκον σύλλογον, τῆς Καστορίας σεπτῶν, Ἁγίων τιμήσωμεν, ἀναβοῶντες αὐτοῖς· ἡμῖν ἱλεώσασθε, τὸν Ποιητὴν καὶ Κτίστην, θεοφόροι Πατέρες, ἵνα παθῶν πανδείνων, λυτρωθῶμεν καὶ λύσιν, πταισμάτων τῶν ἀπείρων ἡμῶν, εὕρωμεν πάνσεπτοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
φράστως κυήσασα, τὸν Ποιητὴν τοῦ παντός, πανύμνητε Δέσποινα, Θεοκυῆτορ ἁγνή, Αὐτὸν καθικέτευε, δοῦναι πταισμάτων λύσιν, καὶ διόρθωσιν βίου, πᾶσι τοῖς ἀσιγήτως, μεγαλύνουσι πίστει, τὴν δόξαν Σου σεμνὴ Μαριάμ, κόσμου μεσίτρια.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
μπνουν ἄγαλμα ἐπώφθης, ἀρετῆς καὶ συνέσεως, Ὅσιε Νικάνορ, ἀσκητῶν λαμπρὸν σεμνολόγημα, ἐν Καστορίας Ὁσίοις ὁ τιμώμενος, ὡς πολύκρουνος, πηγὴ παντοίων ἰάσεων.
Φωτοδότης ἀληθείας, τῆς Χριστοῦ ἡμῶν πίστεως, πεφηνὼς σκοτείαν, ἀγνωσίας τῶν διδαγμάτων σου, φωτὶ ἐδίωξας Πάτερ καὶ ὑπόδουλον, γένος ηὔγασας, Κοσμᾶ ἡμῶν τρισμακάριστε.
Οὐρανόθεν ἐποπτεύεις, Καστορίαν μακάριε, σὲ τὴν εὐφημοῦσαν, ἐλευθερωτὴν ὡς πανάλκιμον, αὐτῆς Μηνᾶ τροπαιοῦχε Μάρτυς πίστεως, καρτερόψυχε, ἐκ τῆς ἀπίστων δουλώσεως.
Θεοτοκίον.
αθυμίαν σκοτομήνης, ἀποδίωξον τάχιστα, ἐκ τῶν Σὲ ὑμνούντων, Μῆτερ τοῦ Θεοῦ ἀειπάρθενε, καὶ τῷ φωτὶ ἐγρηγόρσεως καταύγασον, τοὺς προστρέχοντας, τῇ πανσθενεῖ προστασίᾳ Σου.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
σίων ἀκρώρεια, Ναοὺμ θεοφορούμενε, ὁ φωτίσας Σλαύους ταῖς ἀκτῖσι, τῶν διδαχῶν σου, καὶ Ἀποστόλων σεπτῶν, τοῖς ἴχνεσι κατακολουθῶν, ἅπασιν ἐκήρυξας, ἀληθείας τῆς πίστεως.
μνοῦμεν γηθόμενοι, σὲ μάκαρ Θεοδόσιε, Ἱεράρχα θεῖε Τραπεζοῦντος, Διονυσίου, Ἁγιορείτου σεπτέ, ὁμαῖμον καὶ κλέος Κορησσοῦ, γανυμένης πάνσοφε, τοῖς τιμίοις σπαργάνοις σου.
Συνάδομεν σήμερον, τὸν Ὅσιον Νεκτάριον, θεῖον Διονύσιον τὸν πάνυ, Μηνᾶν ὁπλίτην, Κοσμᾶν σεπτὸν Αἰτωλόν, Νικάνορα πάνσοφον Ναούμ, εὔψυχον Ἰάκωβον, καὶ λαμπρὸν Θεοδόσιον.
Θεοτοκίον.
Χαρᾶς πλῆσον ἅπαντας, εὐλογημένη Δέσποινα, πόῤῥῳ ἐκδιώκουσα εὐχαῖς Σου, ἡμῶν τὰς θλίψεις, τὰς ζοφερὰς ἀγαθή, ὡς ἄν Σε δοξάζομεν ἀεί, τὴν Θεογεννήτριαν, καὶ χαρᾶς κόσμου πρόξενον.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
γίου Ὄρους ἀνάστημα, καὶ τῆς τῶν Καρυῶν θείας Σκήτεως, σεπτὸν ὡράϊσμα, πνευματοφόρε Νεκτάριε, τοῦ Παρακλήτου ὤφθης, τερπνὸν ὀσφράδιον.
οαῖς τιμίων ἱδρώτων σου, τὴν γῆν Μακεδονίας ἡγίασας, Νικάνορ Ὅσιε, τὴν εἰς αἰῶνας τιμῶσάν σε, καὶ τὰς σεπτὰς εὐχάς σου, ζητοῦσαν πάντοτε.
Αὐγὴν Μηνᾶ ἀξιάγαστε, τῇ πόλει Καστορίας ἐβράβευσας, ὁπλῖτα ἄριστε, ἐλευθερίας καὶ ἔσωσας, αὐτὴν ἐκ τῶν ἀπίστων, εὐχῶν ἀσπίδι σου.
Θεοτοκίον.
Λαμπτὴρ ἁγνείας ἀείφωτε, σεμνὴ Θεογεννήτρια σώματα, Σῶν δούλων ἅγνισον, καὶ τὰς ψυχὰς καθαγίασον, τῶν Σὲ μεγαλυνόντων, ἁγνοῖς ἐν χείλεσι.
Κοντάκιον. Ἦχος πλ. Δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς Καστορίας τοὺς ἐνθέρμους ἀντιλήπτορας, ποικίλοις χρόνοις καὶ καιροῖς τοὺς διαπρέψαντας, καὶ Χριστῷ εὐαρεστήσαντας πολιτείᾳ, διαυγεῖ καὶ ἀρετῆς σεπτοῖς παλαίσμασι, μελῳδίαις ἱεραῖς ἀνευφημήσωμεν, ἀνακράζοντες· Χαίροις Ἅγιον ἄθροισμα.
Ὁ Οἶκος.
γιοι Καστορίας, θεοσύλλεκτον σμῆνος, κοινοῖς ὑμᾶς ᾠδαῖς εὐφημοῦμεν, ὡς συνοίκους πασῶν ἀρετῶν, καὶ γνησίους φίλους τοῦ παντὸς Κτίσαντος, διὸ ὑμῖν γηθόμενοι, φωνοῦμεν οἱ πιστοὶ τοιαῦτα·
Χαίρετε, φάροι τῆς Ἐκκλησίας·
χαίρετε, στῦλοι τῆς Καστορίας
Χαῖρε, εὐσεβείας ἀκρότης, Νεκτάριε·
χαῖρε, ἀριστείας κοσμῆτορ, Ἰάκωβε.
Χαῖρε, ἄστρον Διονύσιε, πολιτείας θεαυγοῦς·
χαῖρε, βάθρον Θεοδόσιε, ποιμασίας ἀκραιφνοῦς.
Χαῖρε, Ἰσαποστόλων, ὦ Κοσμᾶ, κοσμιότης·
χαῖρε, κλεινῶν Ὁσίων, ὦ Νικάνορ, λαμπρότης.
Χαῖρε, εἰκὼν Μηνᾶ, γενναιότητος·
χαῖρε, κανὼν Ναούμ, ὁσιότητος.
Χαίρετε, ὄργανα Πνεύματος θείου·
χαίρετε, κύμινα κήπου Κυρίου.
Χαίροις, Ἅγιον ἄθροισμα.
Συναξάριον.
Πρῶτον τὸ τοῦ Μηναίου, καὶ εἶτα τὸ ἑξῆς:

Τῇ αὐτῇ, Κυριακῇ, τρίτῃ τοῦ Μηνὸς Νοεμβρίου, ἐπιτελοῦμεν τὴν σύναξιν πάντων τῶν ἐν Καστορίᾳ τιμωμένων Ἁγίων, οἵτινες εἰσίν·
Θεοδόσιος, Ἀρχιερεὺς Τραπεζοῦντος, ἐκ Κορησσοῦ ὁρμώμενος, μετὰ τοῦ συναδέλφου αὐτοῦ, Ὁσίου Διονύσιου τοῦ Ἀθωνίτου, κτήτορος τῆς ἐκεῖσε Ἱερᾶς τοῦ Προδρόμου Μονῆς· Κοσμᾶ Ἱερομάρτυρος τοῦ Αἰτωλοῦ, κηρύξαντος τὸν θεῖον λόγον, καὶ ἐν τοῖς ὁρίοις τῆς Καστορίας· Ναοὺμ Ὁσίου, τοῦ φωτιστοῦ· Ἰακώβου Ὁσιομάρτυρος τοῦ ἐκ Καστορίας, μετὰ τῶν μαθητῶν αὐτοῦ Ὁσιομαρτύρων Ἰακώβου καὶ Διονυσίου· Μηνᾶ Μεγαλομάρτυρος, τοῦ πολιούχου καὶ ἐλευθερωτοῦ τῆς πόλεως τῆς Καστορίας ἐκ τῶν ὀρδῶν τῶν ἀπίστων· Νεκταρίου τοῦ Ὁσίου, τοῦ ἐν τῇ Μονῇ τῶν Ἁγίων Ἀναργύρων Μελισσοτόπου ἀσκήσαντος πρῶτον καὶ εἶτα ἐν τῇ Σκήτῃ τῶν Καρυῶν τοῦ Ἁγίου Ὄρους, τοῦ καὶ Καρυώτου κεκλημένου· καὶ Νικάνορος Ὁσίου τοῦ θαυματουργοῦ, τοῦ ἐξόχως ἐν Δυτικῇ Μακεδονίᾳ τιμωμένου.
Σμήνους Καστορίας Ἁγίων τρυγῆσαι,
ἄξιόν ἐστιν ἀρετῆς νέκταρ πάντας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
γλαόμορφε, Μελισσοτόπου κόσμημα, Μονῆς Νεκτάριε, τῶν Ἀναργύρων λαμπρόν, καὶ Ἄθωνος ἔκθρεμμα, σαφῶς ἐπόθησας, τὴν ἰσάγγελον, πνευματοφόρε βίωσιν, καὶ Ἁγίων κοινωνίαν.
Μάρτυς ἔνδοξος, ἐν τοῖς ἐσχάτοις ἔτεσιν, ἐδείχθης Ὅσιε, ἀσκητικῆς ἀγωγῆς, Ἰάκωβε πρότυπον, ἀθλήσας ἄριστα, δι’ ἀλήθειαν, ἡμῶν ἀμώμου πίστεως, σὺν δυάδι μαθητῶν σου.
Πλήρης χάριτος, Θεοῦ Κοσμᾶ τρισμέγιστε, ὣν ἐπεστήριξας, τῇ πίστει τῇ ἀληθεῖ, λαὸν χειμαζόμενον, τὸν χριστεπώνυμον, καὶ ἀπήλασας, τῆς ἀγνωσίας ζόφωσιν, ἐξ αὐτοῦ φωτὶ σῶν φθόγγων.
Θεοτοκίον.
τὸν Ἥλιον, τὸν νοητὸν κυήσασα, τὸν ἀπελάσαντα, θανάτου ζόφον Χριστόν, ἱκέτευε πάναγνε, ὑπὲρ τῶν δούλων Σου, οὓς ὁδήγησον, πρὸς τὴν χαρὰν τὴν ἄληκτον, καὶ ζωὴν τὴν αἰωνίαν.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Σέμνωμα ποιμένων Τραπεζοῦντος, πανόσιε θεοφάντορ Θεοδόσιε, πέφηνας ἀρχέτυπον, πολιτείας σώφρονος, διὸ τῇ ἀντιλήψει σου, καὶ σῇ χρηστότητι, ἡ κώμη Κορησσοῦ Καστορίας, γάνυται καὶ ὕμνοις, σὲ στέφει ἐπαξίως.
Στῦλος ἀκλινῆς Μονῆς Προδρόμου, καὶ κτήτωρ αὐτῆς ἐπώφθης ἱερώτατος, μάκαρ Διονύσιε, Ἄθωνος ἀνάστημα, καὶ ἀρετῆς ἐναύλισμα, διὸ τιμῶντές σε, ὡς ἄγγελον φωτὸν σαρκοφόρον, καταῤῥαίνομέν σου, ᾠδαῖς φαιδραῖς τὴν μνήμην.
μνοις νῦν οἱ δῆμοι Καστορίας, γεραίρομεν τοὺς θερμοὺς ἡμῶν ἀκέστορας, θεῖον Θεοδόσιον, Ὅσιον Νικάνορα, Ἰάκωβον Νεκτάριον Κοσμᾶν διδάσκαλον, Ναούμ τε Διονύσιον πάνυ, καὶ Μηνᾶν γενναῖον, Κυρίου στρατιώτην.
Θεοτοκίον.
Νεῦσον ἱκεσίαις τῶν Σῶν δούλων, πραΰνουσα τῆς σαρκὸς ἡμῶν κινήματα, Παναγία Δέσποινα, ἵνα μεγαλύνομεν, ἀπαύστως Σε καὶ σπεύδοντες Σῇ ἀγαθότητι, λαμβάνομεν ἀφθόνως τὰς δόσεις, θείας Σου προνοίας, καὶ ἄκρας προστασίας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
νθη μυριστά, λειμῶνος τῆς χάριτος, εὐωδιάζοντα, Καστορίας πέρατα, Πατέρες θεῖοι, ἡμῶν ὑπάρχετε, Νικάνορ Θεοδόσιε, Ναοὺμ Ἰάκωβε, Ἀθωνῖτα, μάκαρ Διονύσιε, θεοφόρε Κοσμᾶ καὶ Νεκτάριε.
Δέξασθε ἡμῶν, τὸν ὕμνον ὡς εὔοσμον, σεμνοὶ θυμίαμα, Καστορίας ἔφοροι, Μηνᾶ ὁπλῖτα, στεῤῥὲ Ἰάκωβε, Ναοὺμ σοφὲ Νεκτάριε, Κοσμᾶ διδάσκαλε, Τραπεζοῦντος, μῦστα Θεοδόσιε, σὺν Νικάνορι ὦ Διονύσιε.
χομεν ἡμᾶς, Κοσμᾶ Διονύσιε, Ναοὺμ Νεκτάριε, σῶφρον Θεοδόσιε, Μηνᾶ στεῤῥόφρον, Νικάνορ ἔνθεε, καὶ εὐσθενὲς Ἰάκωβε, θερμοὺς ἀκέστορας, Καστορίας, δῆμοι οἱ χριστώνυμοι, καὶ ταχεῖς ἐν δεινοῖς ἀντιλήπτορας.
Θεοτοκίον.
ασαι ψυχῶν, ἡμῶν τὰ νοσήματα, Θεογεννήτρια, τῶν μακαριζόντων Σε, καὶ Καστορίας, κοινοῖς ἐν ᾄσμασιν, ὑμνούντων νῦν τὸν σύλλογον, ἐφόρων Δέσποινα, πολιούχων, βοηθῶν ἐν κλύδωσι, καὶ θερμῶν ἀρωγῶν τὸν ὑπέρλαμπρον.
Ἐξαποστειλάρια·
Τὸ Ἀναστάσιμον·
Τῶν Ἁγίων. Γυναίκες ἀκουτίσθητε.
Χορείαν ἁγιόλεκτον, ὁμήγυριν τρισένδοξον, ἐφόρων τῆς Καστορίας, ἀξιοχρέως οἱ δῆμοι, τῶν εὐσεβῶν τιμήσωμεν, καὶ πόθῳ ἐκβοήσωμεν· Πατέρες θεοδόξαστοι, ἐκ δυσμενοῦς ἐπηρείας, ἡμᾶς λυτρώσασθε τάχος.
Θεοτοκίον.
Οἰκτίρασα ἱκέτευε, Θεὸν τὸν πανοικτίρμονα, τοὺς Σὲ δοξάζοντας πόθῳ, Παρθένε Θεογεννῆτορ, ταῖς Σαῖς γὰρ εὐσυμπάθητε, Μαρία καταφεύγομεν, οἱ ἁμαρτίας ἔμπλεοι, πρεσβείαις πρὸς τὸν Υἱόν Σου, καὶ πανευΐλατον Κτίστην.
Αἶνοι. Ἱστῶμεν στίχους η΄, καὶ ψάλλομεν Ἀναστάσιμα δ΄, καὶ τῶν Ἁγίων δ΄, τὰ ἑξῆς. Ἦχος πλ. Δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Δεῦτε, δῆμον θεοδόξαστον, τῶν Καστορίας κλεινῶν, ἐποπτῶν εὐφημήσωμεν, μυστικοῖς ἐν ᾄσμασιν, ἐκβοῶντες· μὴ παύσησθε, ὑψόθεν πάντας, κατεποπτεύοντες, Πατέρες θεῖοι, ἀειμακάριστοι, καὶ πρὸς μετάνοιαν, ὁδηγοῦντες Ἅγιοι τοὺς ἐκτενῶς, ἐκτελοῦντας σήμερον, ὑμῶν τὴν σύναξιν.
Ζεῦγος, αὐταδέλφων ἔνθεον, Ὁσίων ἐκ Κορησσοῦ, ὁρμωμένων τιμήσωμεν, θεῖον Θεοδόσιον, Φιλοθέου προΐστορα, Μονῆς ἐν Ἄθῳ, καὶ ἀρχιποίμενα, τῆς Τραπεζοῦντος, πανιερώτατον, καὶ Διονύσιον, τῆς Προδρόμου κτήτορα σεπτῆς Μονῆς, μοναστῶν ἰθύνοντα, χοροὺς πρὸς θέωσιν.
Νέκταρ, οἱ πιστοὶ τρυγήσωμεν, πνευματικῶς ἀληθῶς, ἀνυμνοῦντες Νεκτάριον, Καρυώτην Ὅσιον, ἀρετῆς ἐνδιαίτημα, ἐν Ἀναργύρων, Μονῇ ἀσκήσαντα, Μελισσοτόπου καθάπερ ἄϋλος, σὺν τούτῳ μέλψωμεν, Ὅσιον Νικάνορα θαυματουργόν, καὶ Ναοὺμ τὸν κήρυκα, τῆς θείας χάριτος.
Δεῦτε, Νέον Ὁσιόαθλον, τῆς Καστορίας βλαστόν, θεοφόρον Ἰάκωβον, σὺν αὐτοῦ θεόφροσι, μαθηταῖς μελῳδήσωμεν, καὶ τὸν πυρφόρον, Κοσμᾶν τὸν ἔνδοξον, Ἰσαποστόλων, τὸ ἐγκαλλώπισμα, ἅμα τὸν ἄλκιμον, ἐξ ἐχθρῶν ῥυσάμενον ἐπιβουλῆς, Καστορίαν Μάρτυρα, Μηνᾶν ἀήττητον.
Δόξα. Ἦχος πλ. Α΄.
Δεῦτε Καστορίας οἱ σύλλογοι ὁμοφώνως ὑμνήσωμεν, τοὺς τῆς Χριστοῦ Βασιλείας κληρονόμους καὶ πολίτας, καὶ ἡμᾶς ἀρωγοὺς καὶ ἀντιλήπτορας κράζοντες· φωστῆρες Ἐκκλησίας θεόφωτοι, οἱ φαίνοντες πᾶσιν ἀρετῆς ὑμῶν πυρσεύμασι, μὴ παύσησθε δυσωποῦντες τῷ ἐλεήμονι Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερδεδοξασμένη ὑπάρχεις...

Δοξολογία Μεγάλη, τὸ Ἀναστάσιμον Ἀπολυτίκιον, καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ συνήθη. Ἀπόστολον καὶ Εὐαγγέλιον, τὰ Ἀναστάσιμα.

Κοινωνικά: Αἰνεῖτε τὸν Κύριον...
καί· Εἰς μνημόσυνον αἰώνιον, ἔσονται δίκαιοι. Ἀλληλούϊα.

Μεγαλυνάριον.
Χαίρετε Νικάνορ Ναοὺμ Μηνᾶ, σὺν Θεοδοσίῳ, Διονύσιε καὶ Κοσμᾶ, καὶ σὺν Νεκταρίῳ, Ἰάκωβε θεόφρον, τῆς Καστορίας λύχνοι, ἀειφεγγέστατοι.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου