Ψαλλομένη τῇ
Τρίτῃ τῆς Διακαινησίμου
Ποιηθεῖσα ὑπὸ
Κυρίλλου Μητροπολίτου Ρόδου
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ Ἱερέως ψάλλομεν τὸ Χριστὸς Ἀνέστη τρίς, καὶ εἶτα, Ἀπὸ φυλακῆς πρωῒας... καὶ τὰ ἑξῆς Προσόμοια τῆς Θεοτόκου.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Π
|
αρθένε
Πανάμωμε
Θεοῦ, Μήτηρ
ἡ
φιλεύ-σπλαγχνος, ἰδοὺ
συνήλθομεν
ᾄδοντες, αἶνον
τῇ
δόξῃ
σου, καὶ
τῆς
εὐαγοῦς
σου, Εἰκόνος
κηρύττοντες, Τσαμπίκα
εὐλαβῶς
τὰ
τεράστια· διὸ ἱκέτευε, τὸν
Φιλάνθρωπον
δωρήσασθαι, τῶν
πταισμάτων
ἡμῖν
τὴν
συγχώρησιν.
Χ
|
ριστὸν
τὸν
ἐκ
μνήματος
φρικτῶς, Ἀναστάντα
Κύριον, δοξολογοῦντες
Πανύμνητε, καὶ
τῆς
Εἰκόνος
σου, σήμερον
τὴν
χάριν, ὕμνοις
μεγαλύνομεν, δι᾿
ἧς
εὐεργετεῖς
ὑπὲρ
ἔννοιαν, ἡμᾶς
τοὺς
δούλους
σου, τοὺς
ἐκ
πόθου
προσιόντας
σοι, ὦ
Τσαμπίκα
Θεοῦ
νύμφη
ἄσπιλε.
Η
|
῾ Ῥόδος
ἀγάλλεται
Ἁγνή, πανδημεὶ
καὶ
γάνυται, καὶ
συγκροτεῖ
σοι
ἑόρτιον, νῦν
τὴν
πανήγυριν, πάντας
συγκαλοῦσα, ἐν
Ναῷ
ἁγίῳ
σου, Εἰκών
σου
ἡ
σεπτὴ
ἔνθα
εὕρηται, ἀναπηγάζουσα, τῶν
θαυμάτων
ῥεῖθρα
πάντοτε, ὦ
Τσαμπίκα
τοῖς
πόθῳ
προστρέχουσι.
Λ
|
αός σου
ὑπάρχομεν
ἡμεῖς, οἱ
ἐν
Ῥόδῳ
Ἄχραντε, καὶ
τὴν
Εἰκόνα
σου
ἔχομεν, τὴν
χαριτόβρυτον, κρήνην
ζωηφόρον, σωτηρίου
χάριτος, καὶ
θεῖον
θησαυρὸν
ἁγιάσματος· διὸ δεόμεθα, ἐκ
παντοίας
ῥύου
θλίψεως, ἡμᾶς
πάντας
Τσαμπίκα
Πανύμνητε.
Δόξα. Καὶ νῦν. Ἦχος β΄.
Δ
|
εῦτε
σήμερον
πιστοί, τὴν
Παναγίαν
Παρθένον, ἣν
εὐσεβῶς
Τσαμπίκα
ὀνομάζομεν, ἐν
ᾠδαῖς
καὶ
ὕμνοις
τιμήσωμεν· ἰδοὺ γὰρ δέδωκεν ἡμῖν,
τὴν
θαυμαστὴν
αὐτῆς
Εἰκόνα, ὡς
κρήνην
ἁγιασμοῦ
ἀστείρευτον, ἅπαντας
δροσίζουσα, τοὺς
πρὸς
αὐτὴν
ἐκβοῶντας· Χαῖρε Κεχαριτωμένη Παρθένε, ὁ
Κύριος
μετὰ
σοῦ, ὁ
τριήμερος
ἐκ
νεκρῶν
ἀνα-στάς, καὶ
τὴν
ζωὴν
τοῖς
ἀνθρώποις
χαρισάμενος.
Τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀπόστιχα. Πρῶτον τὸ Ἀναστάσιμον,
Ὁ τῷ πάθει σου, Χριστέ... καὶ εἶτα τὰ ἑξῆς τῆς Θεοτόκου.
Ἦχος α΄. Τῶν
οὐρανίων ταγμάτων.
Ε
|
᾿ν τῇ ἐνδόξῳ ἡμέρᾳ, τῆς
Ἀναστάσεως, πιστοὶ συνευφρανθῶμεν, ἐκτελοῦντες καὶ ἄλλην, ἐκ πόθου διαπύρου
φαιδρὰν ἑορτήν, τῆς Παρθένου καὶ κράξωμεν· Τὸν Ἀναστάντα Τσαμπίκα ἐκ τῶν νεκρῶν, εὐμενῆ ἡμῖν
ἀπέργασαι.
Στίχ. Τὸ
πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Ε
|
᾿ν τῇ φωσφόρῳ ἡμέρᾳ,
τῆς Ἀναστάσεως, φωτὶ φῶς συνεκλάμπει, τῆς ἁγίας σου δόξης, Τσαμπίκα Θεονύμφευτε
προϊόν, ἐκ τῆς θείας Εἰκόνος σου, καὶ καταυγάζει τὰ πρόσωπα μυστικῶς, τῶν
πιστῶς μακαριζόντων σε.
Στίχ. Ἡγίασε τὸ σκήνωμα
αὐτοῦ ὁ Ὕψιστος.
Ε
|
᾿ν τῇ εὐσήμῳ ἡμέρᾳ, τῆς
Ἀναστάσεως, Χριστὸν δοξολογοῦντες, τὸν ἐκ τάφου φανέντα, ὑμνήσωμεν καὶ τούτου
οἱ εὐσεβεῖς, τὴν Μητέρα κραυγάζοντες· Χαῖρε Τσαμπίκα Παρθένε ὅτι ἐκ σοῦ, ἡ χαρὰ ἡμῖν ἀνέτειλε.
Δόξα. Καὶ
νῦν. Ἦχος δ΄.
Θ
|
εοτόκε Ἀειπαρθένε, ἐν
τῇ λαμπρᾷ ἡμέρᾳ τῆς Ἀναστάσεως, τοῦ ἐκ σοῦ φρικτῶς ἐνανθρωπήσαντος, ἐν οἴκῳ σου
ἁγίῳ συνέλθοντες, τῇ Εἰκόνι σου κροτοῦμεν ἑόρτια, καὶ τῶν θαυμάτων αὐτῆς τὰ
μεγαλεῖα, διατόρως κηρύττομεν καὶ λέγομεν· Ἐθαυμαστώθη ἐφ᾿ ἡμᾶς, ἡ χάρις σου Τσαμπίκα Θεονύμφευτε· διὸ καὶ δοξολογοῦμεν,
τὴν πολλήν σου ἀγαθότητα.
Καὶ εὐθὺς τὸ
Χριστὸς ἀνέστη χῦμα ἐκ γ΄, τὸ Ἀπολυτίκιον τῆς Ὑπεραγίας Θεοτόκου ἅπαξ, ὅπερ ὅρα
ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ καὶ Ἀπόλυσις.
*********************
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος
τοῦ Ἱερέως τὸ Χριστὸς ἀνέστη μετὰ τῶν στίχων αὐτοῦ ὡς συνήθως. Μεθ᾿ ὃ Συναπτὴ
Μεγάλη καὶ τὸ Κύριε ἐκέκραξα, ἔνθα ἱστῶμεν στίχ. ι΄ καὶ ψάλλομεν Στιχηρὰ
Ἀναστάσιμα τοῦ γ΄ ἤχου δ΄ καὶ τῆς Ὑπεραγίας Θεοτόκου στ΄, τὰ κάτωθι.
Ἦχος α΄. ῍Ω
τοῦ παραδόξου θαύματος.
Ω
|
῍ τοῦ παραδόξου
θαύματος! ἐκ τῆς Κύπρου ποτέ, δι᾿ ἀέρος ἔφθασεν, Εἰκών σου ἡ ἱερά, ἐνταῦθα
Δέσποινα, καὶ θαύμασιν ἐν πολλοῖς, τὴν μητρικήν σου ἀγάπην ἐμφαίνουσα,
εὐφραίνει ἡμᾶς ἀεί, τοὺς ἀκορέστῳ στοργῇ ἐκβοῶντάς σοι· Κεχα-ριτωμένη Χαῖρε,
Τσαμπίκα Θεόνυμφε, τῶν Ῥοδίων ἡ δόξα, καὶ τὸ θεῖον καταφύγιον.
Β
|
αβαὶ τῆς σῆς εὐδοκίας
Ἁγνή! σὺ γὰρ τὴν ἐν Κύπρῳ, ἀφεῖσα καθέδραν σου, ἐλήλυθας πρὸς ἡμᾶς, ἐν τῇ
Εἰκόνι σου, καὶ μένουσα μεθ᾿ ἡμῶν, ἐν τεραστίοις μεγίστοις καὶ θαύμασι, τὴν
χάριν σου τὴν πολλήν, δεικνύεις πᾶσι τοῖς πόθῳ βοῶσί σοι· Κεχαριτωμένη χαῖρε,
Τσαμπίκα Πανάχραντε, Ὀρθοδόξων ἡ σκέπη, καὶ Ῥοδίων ἡ ἀντίληψις.
Τ
|
ῇ σῇ Εἰκόνι ἑόρτια,
σήμερον κροτοῦντες, οἱ πιστοὶ κηρύττομεν, τὸν πλοῦτον τῆς πρὸς ἡμᾶς, πολλῆς σου
χάριτος· ἀπαύστως γὰρ ἐξ αὐτῆς,
ὥσπερ ἐκ κρήνης πηγάζεις ἰάματα, δροσίζουσα τὰς ψυχάς, τῶν προσιόντων Ἁγνὴ καὶ
βοώντων σοι· Κεχαριτωμένη χαῖρε,
Τσαμπίκα Πανύμνητε, τοῦ ἐν Ῥόδῳ λαοῦ σου, ἀδιάψευστος βοήθεια.
Ἕτερα. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασι.
Π
|
οίοις οἱ εὐτελεῖς
ὄμμασιν, ἀτενίσωμέν σου τὴν Εἰκόνα; ἧς τὸ κάλλος δέει συνέχονται, ἀδεῶς ὁρᾷν
Ἀειπάρθενε, αἱ ἀγγελικαὶ ταξιαρχίαι· φωτὶ γὰρ, τῆς χάριτός σου ὑπὲρ ἥλιον, ἀστράπτει καὶ
καταυγάζει τοὺς θεόφρονας, τοὺς ἐν Ναῷ σου ἁγίῳ, Τσαμπίκα Παρθένε, συνελθόντας
χαρμονικῶς, καὶ αἶνον τῇ δόξῃ σου, ἐν χαρᾷ καὶ φόβῳ ᾄδοντας.
Π
|
Υ
|
οίοις οἱ γηγενεῖς
χείλεσιν, ἀσπασώμεθα σου τὴν Εἰκόνα; ἣν τὰ Χερουβὶμ δέει σέβουσι, καὶ τὰ
Σεραφὶμ φόβῳ μέλπουσι, καὶ χοροὶ Ἀγγέλων ἀνυμνοῦσι· πηγὴ γὰρ, τῶν
θαυμασίων σου ἀστείρευτος, ὑπάρχει, τοῖς μετὰ πίστεως προστρέχουσι, καὶ ἐν χαρᾷ
προσκυνοῦσι, τὸν θεῖόν σου τόκον, δι᾿ οὗ ἔσωσας ἀληθῶς, Τσαμπίκα Μητρόθεε, τῆς
κατάρας τὸ ἀνθρώπινον.
῞μνοις σε εὐσεβῶς
σήμερον, μακαρίζομεν Θεοκυῆτορ·
σὺ γὰρ ἐν τῇ θείᾳ Εἰκόνι σου, ᾦδε θαυμαστῶς παρα-γέγονας, τῇ ὑπερφυεῖ σου
εὐδοκίᾳ· καὶ μένεις, νῦν μεθ᾿
ἡμῶν τῶν ἀγαπώντων σε, θαυμάτων, ἐργαζομένη τὰ τεράστια, καὶ ἁγιάζουσα πάντας,
Τσαμπίκα Παρθένε, τοὺς φοιτῶντας πανευλαβῶς, ἐν οἴκῳ ἁγίῳ σου, καὶ πιστῶς σε
μακαρίζοντες.
Δόξα. Ἦχος
γ΄.
Π
|
ῶς μὴ θαυμάσωμεν, τῆς
θαυματουργοῦ σου Εἰκόνος, τὴν χάριν Θεονύμφευτε; ταύτην γὰρ ἡμῖν τοῖς
ταπεινοῖς, ὡς σκεῦος τῆς δόξης σου δωρησαμένη, ἀπαύστως δι᾿ αὐτῆς τῶν θαυμάτων,
ἐνεργεῖς τὰ θεῖα τεράστια, πάθη χαλεπὰ ἰατρεύουσα, ἀσθενείας ἀποσοβοῦσα, καὶ
τῶν στειρευουσῶν ἐξαιρέτως γυναίων, τὴν ἀτεκνίαν θεραπεύουσα, ἡ ἐξ ἀγόνου
τεχθεῖσα νηδύος, δι᾿ ἐπαγγελίας Τσαμπίκα Ἀειπάρθενε. Ἀλλ᾿ ὡς ἔχουσα παῤῥησίαν
μητρικήν, τὸν ἀναστάντα ἐκ τάφου, Χριστὸν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν
προσκυνούντων, τὸν ἀμόλυντον τόκον σου.
Καὶ νῦν.
Θεοτοκίον. Ὁ αὐτός.
Π
|
ῶς μὴ θαυμάσωμεν, τὸν
θεανδρικόν σου τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε,
ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα ἀμήτορα,
μηδαμῶς ὑπομείναντα τροπήν, ἤ φυρμόν, ἤ διαίρεσιν, ἀλλ᾿ ἑκατέρας οὐσίας τὴν ἰδιότητα,
σῴαν φυλάξαντα. Διό, Μητροπάρθενε Δέσποινα, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς
τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.
Εἴσοδος, Φῶς
ἱλαρὸν καὶ τὸ Προκείμενον. Ἦχος βαρύς.
Ὁ Θεὸς ἡμῶν ἐν τῷ
οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν.
Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη
εἰς τὰ ὀπίσω.
Στίχ. Τί σοι ἐστὶ θάλασσα, ὅτι ἔφυγες καὶ σὺ Ἰορδάνη
ὅτι ἐστράφης εἰς τὰ ὀπίσω.
Εἶτα τὰ
Ἀναγνώσματα.
Γενέσεως τὸ
Ἀνάγνωσμα.(Κεφ. κη΄, 10-17)
Ἐ
|
ξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ
φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥὰν καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ
ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκεν πρὸς κεφαλῆς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ
τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ
ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ
Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς· ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς· καὶ εἶπεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ
τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ. Ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω
αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ
πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ ἐπὶ λίβα, καὶ ἐπὶ βοῤῥᾶν, καὶ ἐπ᾿ ἀνατολάς· καὶ ἐνευλογηθήσονται
ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ,
διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν
ταύτην· ὅτι οὐ μή σε
ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ
τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἔστι Κύριος ἐν τῷ
τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος
οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
Προφητείας
Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα.
(Κεφ. μγ΄,
27-μδ΄, 4)
Ἔ
|
σται ἀπὸ τῆς ἡμέρας τῆς
ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα
ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν·
καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης
τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἦν
κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ
οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς,
καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν
ἄρτον ἐναντίον Κυρίου. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλάμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ
τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς
οῤῥᾶν, κατέναντι τοῦ οἴκου·
καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου.
Παροιμιῶν τὸ
Ἀνάγνωσμα.(Κεφ. θ΄, 1-11)
Ἡ
|
Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε
στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον,
καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα
μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν
εἶπεν· Ἔλθετε, φάγετε τῶν
ἐμῶν ἄρτων, καὶ πίετε οἶνον, ὅν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς
τὸν αἰῶνα βασιλεύσητε· καὶ ζητήσατε φρόνησιν,
καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ,
μωμήσεται ἑαυτόν. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ
ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ
προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ ἁγίων, σύνεσις· τὸ δὲ γνῶναι νόμον,
διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί
σοι ἔτη ζωῆς.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα.
Ἦχος α΄.
Δ
|
εῦτε ἀγαλλιασώμεθα τῷ
Κυρίῳ, τῷ ἐκ νεκρῶν Ἀναστάντι, καὶ χαρᾶς τὰ πάντα πληρώσαντι, ἀνυμνοῦντες τῆς
Μητρὸς αὐτοῦ, τὴν πρὸς ἡμᾶς εὐδοκίαν καὶ χρηστότητα· αὕτη γὰρ ἐν τῇ Εἰκόνι
αὐτῆς, ὡς βασίλισσα ἡμῖν ποτὲ ἐπιδημήσασα, μεθ᾿ ἡμῶν ἀεὶ διαμένει,
ὑπερβαλλούσης κηδεμονίας τὰ χαρίσματα ἐκφαίνουσα, καὶ θαυμάτων τὰς δωρεὰς πρυ-τανεύουσα,
τοῖς εὐλαβῶς προστρέχουσι καὶ κράζουσι· Χαῖρε Κεχαριτωμένη, Τσαμπίκα Μῆτερ Ἀειπάρθενε, τῆς Ῥόδου
τὸ προπύργιον, καὶ τῶν πιστῶν σου προσφύγων, ἡ θαυμασία σκέπη καὶ ἀντίληψις· ὁ Κύριος μετὰ σοῦ, ὁ
παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Ἦχος β΄.
Δ
|
εῦτε πάντες οἱ πιστοί,
τῇ Εἰκόνι τῆς Παρθένου προσπέσωμεν, κροτοῦντες ἑόρτια, καὶ φαιδρῶς ἀλαλάζοντες· δι᾿ αὐτῆς γὰρ ἡ
Πανύμνητος, παραδόξως πάλαι ἡμῖν, νεφελοδρόμος παραγέγονε, καὶ ἐσαεὶ ἐξ αὐτῆς
διανέμει, εὐλογίας δωρεὰς καὶ πλοῦτον χάριτος, τοῖς εὐλαβῶς προσιοῦσιν. Ὅθεν
δαυϊτικῶς πρὸς αὐτὴν ἐκβοήσωμεν·
Δεδοξασμένε ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, Τσαμπίκα Ἀειπάρθενε. Πρέσβευε οὖν
ὑπὲρ ἡμῶν, τῶν ἀνυμνούντων τὴν δόξαν σου.
Ἦχος δ΄.
Τ
|
ὴν πάνσεπτόν σου
Εἰκόνα, Παναγία Τσαμπίκα Ἁγνή, σήμερον ἡ Ῥόδος, τιμῶσα εὐφραίνεται· ὅτι ἐν αὐτῇ ἡ χάρις
σου μένουσα, ἐν πολλοῖς τεκμηρίοις καὶ θαύμασι, τὴν μητρικήν σου ἀγάπην
ἐμφαίνει, τοῖς ἐκ ψυχῆς ἐκβοῶσι·
Χαῖρε Θεοτόκε Παρθένε, χαῖρε Μῆτερ τοῦ Χριστοῦ, τοῦ ἐκ νεκρῶν ἀναστάντος, καὶ
χαρᾶς τὰ πάντα πληρώσαντος.
Δόξα. Ἦχος
πλ. α΄.
Α
|
῎σωμεν πιστοί, τῇ Μητρὶ
τοῦ Θεοῦ ἡμῶν, ᾄσωμεν· Αὕτη γὰρ ἐκ τῆς Κύπρου
ἡμῖν, ἐν τῇ ἁγίᾳ Εἰκόνι αὐτῆς, παραδόξως πάλαι ἐπιδημήσασα, ἐκ ταύτης νῦν
πηγάζει, τῆς χάριτος τὰ νάματα, πάντας εὐφραίνουσα, τοὺς εὐσεβῶς βοῶντας· Χαῖρε Κεχαριτωμένη,
Θεοτόκε Τσαμπίκα Ἀειπάρθενε, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ
μέγα ἔλεος.
Καὶ νῦν. Ὁ
αὐτός.
Α
|
᾿ναστάσεως ἡμέρα, καὶ
λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ
τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ
Ἀναστάσει, καὶ οὕτω βοήσωμεν·
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι,
ζωὴν χαρισάμενος.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, πρῶτον τὸ
Ἀναστάσιμον, Ὁ τῷ πάθει σου Χριστέ... καὶ εἶτα τὰ ἑξῆς τῆς Ὑπεραγίας Θεοτόκου.
Ἦχος πλ. α΄.
Χαίροις ἀσκητικῶν.
Στίχ. Μνησθήσομαι τοῦ
ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Δ
|
εῦτε πνευματικῶς οἱ
πιστοί, ἐν τοῦ Χριστοῦ τῇ Ἀναστάσει χορεύοντες, καὶ ἄλλην τῆς Πανυμνήτου,
Μητρὸς αὐτοῦ ἑορτήν, ἐν ἀγαλλιάσει ἐκτελέσωμεν, σκιρτῶντες ἑόρτια, καὶ φαιδρῶς
ἀλαλάζοντες, καὶ τῇ Παρθένῳ, μετὰ δέους κραυγάζοντες· Χαῖρε Ἄχραντε, τοῦ
Θεοῦ τὸ κειμήλιον, ὅτι τὴν παναγίαν σου, Εἰκόνα ἀνέδειξας, τῆς πρὸς ἡμᾶς σου
εὐνοίας, Μῆτερ Τσαμπίκα τεκμήριον· ἣν πίστει καὶ πόθῳ, οἱ πιστοὶ καταφιλοῦντες, σὲ
μακαρίζομεν.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Χ
|
αίρει ἐν εὐφροσύνῃ
πολλῇ, καὶ ἐγκαυχᾶται εὐσεβῶς ἡ Ροδόνησος, Εἰκόνα σου τὴν ἁγίαν, ὡς θησαυρὸν
τιμαλφῆ, ἔχουσα ἐν κόλποις ἁγιάσματος· διὸ καὶ προστρέχουσα, ἐν Ναῷ τῷ πανσέπτῳ σου, ἐγκωμιάζει,
τὴν θερμὴν εὐδοκίαν σου, καὶ τὴν χάριν σου, μεγαλύνει κραυγάζουσα· Χαῖρε Τσαμπίκα
Ἄχραντε, προστάτις καὶ ἔφορος, τῶν ἐκ βαθέων φωνούντων, τὴν ὑπερήδιστον κλῆσίν
σου, καὶ σὲ ἀνυμνούντων, ὡς ἀπείρανδρον Μητέρα, τοῦ Παντοκράτορος.
Στίχ. Ἡγίασε τὸ
σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Π
|
άλαι ἀεροβάμων Ἁγνή, ἡ
παναγία σου Εἰκών ἐπεδήμησεν, ἐκ Κύπρου φρικτῶς τῇ Ῥόδῳ, ἔνθα καὶ μένει τὴν
σήν, χάριν ἐν σημείοις ὑπεμφαίνουσα· ἐλέους γὰρ πάντοτε, ἀναβλύζουσα νάματα, τῶν νοσημάτων,
ἀποπλύνει τὸν βόρβορον, καὶ τῶν θλίψεων, ἀπελαύνει τὸν καύσωνα. Ὅθεν λαμπρὰν
πανήγυριν, αὐτῇ συγκροτήσαντες, νῦν τῶν πιστῶν αἱ χορεῖαι, ἐν κατανύξει
βοήσωμεν· Κυρία Τσαμπίκα,
ὑπερεύχου τῶν ὑμνούντων, τὰ μεγαλεῖα σου.
Καὶ τὰ τοῦ
Πάσχα, Πάσχα ἱερόν... μετὰ τῶν στίχων αὐτῶν.
Δόξα. Ἦχος
πλ. α΄.
Θ
|
εοτόκε Ἀειπάρθενε, ὡς
βασίλισσαν πεποικιλμένην, ἐν τῇ ἁγίᾳ Εἰκόνι σου, ἡ Ῥόδος σε πάλαι ἐδέξατο,
εὐφραινομένῃ τῇ εὐδοκίᾳ σου·
νῦν δὲ ἐξ αὐτῆς δεχομένη, τῶν δωρεῶν σου τὴν οὐράνιον χάριν, εὐσήμῳ στόματι
κηρύττει, τὰ μεγαλεῖα τῆς δόξης σου κράζουσα· Χαῖρε Ἁγνὴ Τσαμπίκα· χαῖρε Μῆτερ τῆς ζωῆς· χαῖρε ἡ νοητὴ κιβωτός, τοῦ μυστικοῦ ἁγιάσματος· μὴ παύσῃ ὡς ἀγαθὴ
δυσωποῦσα, τὸν τριήμερον ἐκ νεκρῶν, Ἀναστάντα Υἱόν σου καὶ Κύριον, ἵνα σώσῃ ἐκ
θανάτου, τὰς ψυχὰς τῶν προσιόντων σοι.
Καὶ νῦν. Ὁ
αὐτός.
Α
|
᾿ναστάσεως ἡμέρα, καὶ
λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ
τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ
Ἀναστάσει, καὶ οὕτω βοήσωμεν·
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι,
ζωὴν χαρισάμενος.
Ἐν τέλει
ψάλλομεν τὸ Χριστὸς Ἀνέστη τρὶς (τετράκις μετὰ τὸ τοῦ Ἰδιομέλου) καὶ εὐθὺς τὸ
Ἀπολυτίκιον τῆς Θεοτόκου.
Ἦχος α΄. Τῆς
ἐρήμου πολίτης.
Ω
|
῾ς οὐράνιον γέρας, ἐκ
τῆς Κύπρου ἐφέστηκε, πάλαι ἡ Εἰκών σου τῇ Ῥόδῳ, παραδόξως Θεόνυμφε, ἐκβλύζουσα
θαυμάτων ποταμούς, καὶ χάριτος ἀεὶ τῶν δωρεῶν, διανέμουσα τὸν πλοῦτον τὸν
μυστικόν, τοῖς πόθῳ ἐκβοῶσί σοι·
Δόξα τῇ εὐδοκίᾳ σου Ἁγνή· δόξα τοῖς θαυμασίοις
σου· δόξα τῇ θαυμαστῇ περὶ
ἡμᾶς, Τσαμπίκα προνοίᾳ σου.
Ἕτερον. Ἦχος
γ΄. Θείας πίστεως.
Κ
|
ρήνην ἔχουσα, τῶν
δωρεῶν σου, τὴν Εἰκόνα σου, ἡ νῆσος Ῥόδος, Θεοτόκε Τσαμπίκα γεραίρει σε, καὶ
καυχωμένη ἐνθέως σοῖς θαύμασι, τὸν ἀσπασμὸν τοῦ Ἀγγέλου προσᾴδει σοι, Χαῖρε
κράζουσα, Παρθένε Θεοχαρίτωτε, λαοῦ τοῦ χριστωνύμου τὸ διάσωσμα.
Πάλιν τὸ Χριστὸς Ἀνέστη
καὶ Ἀπόλυσις κατὰ τὸν τύπον τοῦ Πάσχα.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Ἐκφώνησιν, Δόξα τῇ Ἁγίᾳ καὶ
Ὁμοουσίῳ... ψάλλεται τὸ Χριστὸς Ἀνέστη μετὰ τῶν στίχων κατὰ τὸν συνήθη τύπον. Ἡ
Μεγάλη Συναπτὴ μεθ᾿ ἣν ὁ Πολυέλεος καὶ ἡ Ἐκλογὴ τῆς Ὑπεραγίας Θεοτόκου.
Μετὰ τὸν
Πολυέλεον, Κάθισμα.
Ἦχος α΄. Τὸν
τάφον σου.
Ε
|
ἰκόνα τὴν σεπτὴν, τῆς
Πανάγνου Τσαμπίκας, ἐν φόβῳ καὶ χαρᾷ, ἀσπασώμεθα πάντες, αὐτῆς τὰ ὑπὲρ ἔννοιαν,
ἀνυμνοῦντες θαυμάσια, καὶ κραυγάζοντες· Εὐλογημένη Μαρία, σκέπε πάντοτε, ἐκ συμφορῶν καὶ κινδύνων,
τοὺς σὲ μακαρίζοντας.
Δόξα. Ὅμοιον.
Ο
|
῾ρῶντες οἱ πιστοί, ἐν
ἁγίᾳ Εἰκόνι, τῆς θείας σου Μορφῆς, τὸ οὐράνιον κάλλος, Μαρία Θεονύμφευτε,
εὐφροσύνης πληρούμεθα, καὶ προσάγομεν, τοῖς μεγαλείοις σου αἶνον, ἀνακράζοντες· Χαῖρε Τσαμπίκα
Παρθένε, τῆς Ῥόδου τὸ καύχημα.
Καὶ νῦν.
Ὅμοιον.
Χ
|
ριστὸν τὸν ἐκ νεκρῶν,
ἀναστάντα ἐν δόξῃ, δοξάζοντες πιστοί, τῇ παρούσῃ ἡμέρᾳ, ἑόρτιον τὴν αἴνεσιν, τῇ
Μητρὶ αὐτοῦ μέλψωμεν, καὶ βοήσωμεν· χαῖρε Παρθένε Τσαμπίκα, ἡ ἐκβλύζουσα, ἐκ τῆς Εἰκόνος σου
χάριν, ἀεὶ τοῖς τιμῶσί σε.
Οἱ Ἀναβαθμοί,
ἤτοι τὸ α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ
ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Τό πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Στίχ. Τό πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον
κατά Λουκᾶν, ὃ ζήτει ἐν τῷ Ὄρθρῳ τῆς η΄ Σεπτεμβρίου.
Ἀντὶ τοῦ Ν΄ λέγομεν τὸ Ἀνάστασιν
Χριστοῦ θεασάμενοι. Δόξα. Ταῖς τῆς Παναχράντου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος β΄.
Στίχ. Ἡγίασε
τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Θ
|
εοτόκε Τσαμπίκα
Πανύμνητε, τῇ ὑπερτίμῳ Εἰκόνι σου, ἐν ταπεινώσει προσπίπτοντες, ἱκετικῶς βοῶμεν· Φύλαττε ὡς ἀγαθή, τὸν
λαὸν καὶ τὴν νῆσόν σου, ἐξ ἐχθρῶν ἐπιβουλῆς ἀνεπηρέαστον.
Σῶσον, ὁ Θεός τὸν λαόν σου...
Εἶτα ψάλλομεν
τὸν Κανόνα τοῦ Πάσχα εἰς στ΄ καὶ τὸν Κανόνα τῆς Ὑπεραγίας Θεοτόκου ὁμοίως εἰς
στ΄.
Κανὼν τοῦ
Πάσχα. Ὠδὴ α΄. Ἦχος α΄. Ὁ Εἱρμός.
Α
|
᾿ναστάσεως ἡμέρα,
λαμπρυνθῶμεν Λαοί. Πάσχα Κυρίου Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς
ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Τροπάρια.
Κ
|
αθαρθῶμεν τὰς
αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα,
καὶ Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.
Ο
|
ὐρανοὶ μὲν ἐπαξίως
εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ
ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται,
εὐφροσύνη αἰώνιος.
Τῆς Θεοτόκου,
ὁ αὐτός, ἔχων Ἀκροστιχίδα ἐν τοῖς τελευταίοις Τροπαρίοις· «Κυρίλλου».
Α
|
᾿ναστάσεως ἡμέραν,
ἑορτάζοντες νῦν, δεῦτε τῆς Πανυμνήτου, Ἁγνῆς Τσαμπίκας ἑορτὴν, ἐκτελέσωμεν
λαμπρῶς, ὑμνοῦντες αὐτῆς,
ἐν ἀγαλλιάσεως,
ὑμνῳδίαις τὰ θαύματα.
Κ
|
Ο
|
αθαρθῶμεν τὰς
αἰσθήσεις, καὶ προσέλθωμεν, πάντες τῆς Παναχράντου, Ἁγνῆς Τσαμπίκας ἐν Ναῷ,
ἔνθα εὕρηται αὐτῆς, ἡ θεία Εἰκών, καὶ χάριν τρυγήσωμεν, ἐξ αὐτῆς ἀπειρόδωρον.
ὐρανοὶ μὲν Θεοτόκε,
ἐπαγάλλονται, δόξῃ σου τῇ ἁγίᾳ·
Ῥόδος δὲ χαίρει εὐσεβῶς, τὴν Εἰκόνα σου Ἁγνή, Τσαμπίκα τῆς σῆς, προνοίας καὶ
χάριτος, ὡς κειμήλιον ἔχουσα.
Κ
|
αταφύγιον ὑπάρχεις, καὶ
προστάτις ἀεί, πάντων τῶν προστρεχόντων, ἐν τῷ ἁγίῳ σου Ναῷ, καὶ τιμώντων
εὐλαβῶς, Τσαμπίκα Ἁγνή, τὴν θείαν Εἰκόνα σου, ὡς τῆς δόξης σου σκήνωμα.
Καταβασία, Ἀναστάσεως
ἡμέρα, τὸ Χριστὸς ἀνέστη ἐκ γ’, τὸ Ἀναστὰς ὁ Ἰησοῦς ἅπαξ καὶ Συναπτὴ μικρὰ παρὰ
τοῦ Ἱερέως. Οὕτω ποιοῦμεν εἰς ἑκάστην Ὠδὴν κατὰ τὸν τύπον τῆς Κυριακῆς τοῦ
Πάσχα.
Τοῦ Πάσχα.
Ὠδὴ γ΄. Ὁ Εἱρμός.
Δ
|
εῦτε πόμα πίωμεν
καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ᾿ ἀφθαρσίας πηγήν, ἐκ τάφου
ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Τροπάρια.
Ν
|
ῦν πάντα πεπλήρωται
φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τῆν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ
ἐστερέωται.
Χ
|
θὲς συνεθαπτόμην σοι
Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι· συνεσταυρούμην σοι χθές, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ
Βασιλείᾳ σου.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Δ
|
εῦτε ἀναμέλψωμεν
πιστοί, τῇ Τσαμπίκᾳ ἑόρτιον νῦν τὴν αἴνεσιν, ἐκ τῆς Εἰκόνος αὐτῆς, εἰς κόρον
λαμβάνοντες ἀεί, τὰς δόσεις τῆς χάριτος.
Ν
|
ῦν πάντες ἀγάλλονται
φαιδρῶς, ὦ Τσαμπίκα Παρθένε ἐνατενίζοντες, τῇ σῇ Εἰκόνι πιστῶς, ἐξ ἧς
ἀνατέλλεις μυστικῶς, τὸ φῶς τοῦ προσώπου σου.
Χ
|
θὲς μὲν ἐκ τῆς Κύπρου
Ἀγαθή, τῇ τιμίᾳ Εἰκόνι σου παραγέγονας, σήμερον δὲ ἐξ αὐτῆς, ἐλέους Τσαμπίκα
τοῖς πιστοῖς, ἐκβλύζεις τὰ νάματα.
Υ
|
῞μνον δεῦτε ᾄσωμεν
φαιδρόν, τῆς Κυρίας Τσαμπίκας πανηγυρίζοντες, τὴν φωταυγῆ ἑορτήν· καὶ γὰρ ἀπροσμάχητος
ἡμῖν, ὑπάρχει βοήθεια.
Καταβασία. Δεῦτε πόμα πίωμεν.
Εἶτα τὸ
Κοντάκιον καὶ ὁ Οἶκος τοῦ Πάσχα καὶ εὐθὺς ψάλλομεν τὸ ἑξῆς τῆς Θεοτόκου
Κάθισμα.
Ἦχος δ΄. Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τ
|
ῆς Θεοτόκου οἱ πιστοὶ
τῇ Εἰκόνι, δεῦτε προσπέσωμεν αὐτῇ ἐκβοῶντες· Τσαμπίκα Ὑπερένδοξε, Κυρία Ἀγαθή, ὡς ποτὲ ηὐδόκησας, ἐν τῇ
Ῥόδῳ γενέσθαι, ταύτην περισκέπουσα, εἰς αἰῶνας μὴ παύσῃ· σὺ γὰρ αὐτῆς ὑπάρχεις
ἀληθῶς, ἐν τοῖς κινδύνοις ἐλπὶς καὶ βοήθεια.
Δόξα. Καὶ
νῦν. Ὅμοιον.
Τ
|
ῶν μητρικῶν σου ἀγαθῶν
τὰς ἐκφάνσεις, ἐκ τῆς Εἰκόνος σου Ἁγνὴ Θεοτόκε, οἱ εὐσεβεῖς δεχόμενοι,
σκιρτῶμεν ἐν χαρᾷ, καὶ τοῦ Ἀρχαγγέλου σοι, Γαβριὴλ μελῳδοῦντες, ὕμνον τὸν
ἐξαίσιον, ἐκβοῶμεν Τσαμπίκα·
Εὐλογημένη σὺ ἐν γυναιξί, ἡ τὸν Χριστὸν ἀπειράνδρως κυήσασα.
Τοῦ Πάσχα.
Ὠδὴ δ΄. Ὁ Εἱρμός.
Ε
|
᾿πὶ τῆς θείας φυλακῆς,
ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ᾿ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον,
διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ
κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Τροπάρια.
Α
|
῎ρσεν μέν, ὡς
διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός· ὡς βρωτὸς δέ, ἀμνὸς
προσηγόρευται· ἄμωμος δὲ, ὡς ἄγευστος
κηλῖδος, τὸ ἡμέτερον Πάσχα·
καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.
Ω
|
῾ς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος
ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον· καὶ αὖθις ἐκ τοῦ τάφου
ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.
Ο
|
῾ Θεοπάτωρ μὲν Δαυῒδ,
πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτῶν· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν
ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Ε
|
᾿πὶ πτερύγων θαυμαστῶς,
ἀνέμων ἦλθες εἰς ἡμᾶς, πάλαι τῇ σεπτῇ σου Εἰκόνι, καὶ ἐνταῦθα μένουσα, διὰ
θαυμάτων πάντοτε, Ἄχραντε Θεοτόκε Τσαμπίκα, πᾶσιν ἐκφαίνεις ἡμῖν τὴν προστασίαν
σου.
Ω
|
῾ς ἐνιαύσιος πηγή,
ἀγαλλιάσεως ἡμῖν, ἡ τῆς εὐαγοῦς σου Εἰκόνος, ἑορτὴ ἐφέστηκε, Τσαμπίκα
Μητροπάρθενε, ἐν ᾗ συναθροισθέντες ὑμνοῦμεν, τὴν πρὸς ἡμᾶς σου πολλὴν Μῆτερ
χρηστότητα.
Ο
|
῾ Θεοπάτωρ μὲν Δαυῒδ,
πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτῶν· ὁ λαὸς δέ, τῶν Ῥοδίων σήμερον, χαίρει Τσαμπίκα Ἄχραντε, τὸ
κάλλος τῆς ἁγίας Μορφῆς σου, ἐνατενίζων Ἁγνὴ ἐν τῇ Εἰκόνι σου.
Ρ
|
῾ῦσαι ἐκ πάσης
συμφορᾶς, τοὺς πεποιθότας ἐπὶ σοί, Μῆτερ Παναγία Τσαμπίκα, καὶ τὴν Ῥόδον
φύλαττε, ὡς κλῆρόν σου θεόλεκτον, ἐκ πάσης δυσπραγίας Παρθένε, ἀνακειμένην
πιστῶς τῇ προστασίᾳ σου.
Καταβασία. Ἐπὶ τῆς θείας φυλακῆς.
Τοῦ Πάσχα.
Ὠδὴ ε΄. Ὁ Εἱρμός.
Ο
|
᾿ρθρίσωμεν ὄρθρου
βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον, προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα,
δικαιοσύνης Ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Τροπάρια.
Τ
|
ὴν ἄμετρόν σου
εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ Ἄδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς
ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.
Π
|
ροσέλθωμεν
λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ, ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ
συνεορτάσωμεν, ταῖς φιλεόρτοις
τάξεσι,
Πάσχα Θεοῦ τὸ σωτήριον
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Ο
|
᾿ρθρίσωμεν ὄρθρου
βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον, προσοίσωμεν τῇ Παρθένῳ, καὶ αὐτῇ βοήσωμεν· Χαῖρε Τσαμπίκα
Ἄχραντε, πάντων πιστῶν τὸ διάσωσμα.
Τ
|
ὴν ἄμετρόν σου
εὐσπλαγχνίαν, οἱ εὐσεβεῖς ἀνυμνοῦμεν, Θεοκυῆτορ Τσαμπίκα· καὶ γὰρ ὑπὲρ ἔννοιαν,
ἐκ τῆς σεπτῆς Εἰκόνος σου, πᾶσιν ἐκβλύζεις ἰάματα.
Π
|
ροσέλθωμεν ἐν μετανοίᾳ,
καὶ τῇ παντίμῳ Εἰκόνι, προσπέσωμεν τῆς Παρθένου, καὶ αὐτῆς αἰνέσωμεν, τὰ
μεγαλεῖα κράζοντες· Χαῖρε ὦ Τσαμπίκα
Μητρόθεε.
Ι
|
῾λέωσαι Μῆτερ Τσαμπίκα,
τοῖς τῷ ἁγίῳ Ναῷ σου, φοιτῶσιν ἐν εὐλαβείᾳ, τὸν ἐνανθρωπήσαντα, δι᾿
εὐσπλαγχνίαν ἄφατον, ἐκ τῶν παναγίων αἱμάτων σου.
Καταβασία. Ὀρθρίσωμεν ὄρθρου.
Τοῦ Πάσχα.
Ὠδὴ στ΄. Ὁ Εἱρμός.
Κ
|
ατῆλθες ἐν τοῖς κατωτάτοις
τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ
τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Τροπάρια.
Φ
|
υλάξας τὰ σήμαντρα σῷα
Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ
σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.
Σ
|
ῶτέρ μου τὸ ζῶν τε καὶ
ἄθυτον ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρὶ, συνανέστησας,
παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Κ
|
ατῆλθεν, ἐν τῇ Ῥοδονήσῳ
ποτέ, ἐκ τῆς Κύπρου ἡ Εἰκών σου Τσαμπίκα, καὶ μένουσα μεθ᾿ ἡμῶν ἐνεργεῖ,
πλεῖστα θαύματα, τοῖς φωνοῦσιν εὐλαβῶς, τὴν ἁγίαν σου κλῆσιν.
Φ
|
υλάττοις, Κόρη ἀνωτέραν
ἀεί, πολυτρόπων πειρασμῶν καὶ κινδύνων, τὴν Ῥόδον ἀνακειμένην πιστῶς, τῇ σῇ
χάριτι, προϊούσῃ ἐκ τῆς σῆς, ὑπερτίμου Εἰκόνος.
Σ
|
ῶτερ μου, ὁ ἐκ τῶν
νεκρῶν ἀναστάς, τῆς Τσαμπίκας τῆς Ἀχράντου Μητρός σου, πρεσβείαις ταῖς
εὐπροσδέκτοις ἡμᾶς, καταξίωσον, τῶν πολλῶν σου οἰκτιρμῶν, ὡς Θεὸς ἐλεήμων.
Λ
|
αόν σου, τὸν τῇ Εἰκόνι
τῇ σῇ, προσπελάζοντα Κυρία Τσαμπίκα, διάσωσον ἀπὸ πάσης ὀργῆς, καὶ κακώσεως,
καὶ ἐχθρῶν ἐπιδρομῆς, μητρικαῖς σου πρεσβείαις.
Καταβασία. Κατῆλθες ἐν τοῖς
κατωτάτοις.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τ
|
ῇ ἀντιλήψει σου ἀεὶ
πιστῶς προστρέχοντες, ἀπὸ κινδύνων χαλεπῶν καὶ πάσης θλίψεως, ἐκλυτρούμεθα
Τσαμπίκα Εὐλογημένη.
Ἀ
|
λλ᾿ ὡς ἔχουσα πλουσίαν
τὴν συμπάθειαν, ταῖς πρεσβείας σου χορήγει τὰ συμφέροντα, τοῖς βοῶσί σοι· Χαῖρε Μῆτερ Θεόνυμφε.
Ὁ Οἶκος.
Θ
|
εοτόκε Τσαμπίκα, Μῆτερ
Εὐλογημένη, τὸ καύχημα καὶ κλέος τῆς Ῥόδου, μὴ ἐλλίπῃς πρεσβεύειν Χριστῷ, ὑπὲρ
ἡμῶν τῶν τιμώντων ἐκ πίστεως, τὴν θαυμαστὴν Εἰκόνα σου, καὶ ἐκβοώντων σοι
τοιαῦτα· Χαῖρε, Μαρία Εὐλογημένη· χαῖρε, Κυρία
δεδοξασμένη.
Χαῖρε, Σεραφὶμ τὸ
ἡδύτατον ἄκουσμα· χαῖρε, Χερουβὶμ τὸ
ὑπέρκαλλον θέαμα.
Χαῖρε, ὅτι ἐξ αἱμάτων
σου ἐσωμάτωσας Χριστόν· χαῖρε, ὅτι ἐν ἀγκάλαις
σου σὺ ἐβάστασας αὐτόν.
Χαῖρε, τῶν ἀσθενούντων
ταχινὴ θεραπεία· χαῖρε, τῶν θλιβομένων
θεία παραμυθία.
Χαῖρε, Ῥοδίων μέγιστον
καύχημα· χαῖρε, πιστῶν
ἀτίνακτον στήριγμα.
Χαῖρε, δι᾿ ἧς θεραπεύονται νόσοι· χαῖρε, δι᾿ ἧς ἀπελαύνονται πάθη.
Χαῖρε, Μῆτερ Θεόνυμφε.
Χαῖρε, δι᾿ ἧς θεραπεύονται νόσοι· χαῖρε, δι᾿ ἧς ἀπελαύνονται πάθη.
Χαῖρε, Μῆτερ Θεόνυμφε.
Μηνολόγιον καὶ Συναξάριον τοῦ Μηναίου
καὶ ἀκολούθως τὸ ἑξῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξιν ἑόρτιον
ἐπιτελοῦμεν τῆς ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν
Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας τῆς ἐπονομαζομένης «Τσαμπίκας», ἥτις πάλαι ἐκ
Κύπρου τῇ Ῥόδῳ παραδόξως παραγέγονε καὶ ἐν τῇ φερωνύμῳ Μονῇ, ἐγγὺς τῆς
κωμοπόλεως τοῦ Ἀρχαγγέλου, τεθησαύρισται· ἔτι δὲ καὶ τῶν Ἐγκαινίων τοῦ ἱεροῦ καὶ σεβασμίου Ναοῦ
αὐτῆς τὴν ἀνάμνησιν ἑορτάζομεν.
Στίχοι.
Χαίρει ἡ Ῥόδος τῇ σεπτῇ σου Εἰκόνι, Ἐξ ἧς ἐκβλύζει ἡ χάρις σου Τσαμπίκα.
Χαίρει ἡ Ῥόδος τῇ σεπτῇ σου Εἰκόνι, Ἐξ ἧς ἐκβλύζει ἡ χάρις σου Τσαμπίκα.
Ταῖς τῆς Παναχράντου
σου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
Καὶ εὐθὺς, Ἀνάστασιν Χριστοῦ
θεασάμενοι... ἐκ γ΄, τὸ Ἀναστὰς ὁ Ἰησοῦς... ἐκ γ΄ καὶ τὰς λοιπὰς Ὠδὰς τῶν
Κανόνων.
Τοῦ Πάσχα.
Ὠδὴ ζ΄. Ὁ Εἱρμός.
Ο
|
῾ Παῖδας ἐκ καμίνου
ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν,
ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ
ὑπερένδοξος.
Γ
|
Τροπάρια.
υναῖκες μετὰ μύρων
θεόφρονες, ὀπίσω σου ἔδραμον·
ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν, χαίρουσαι ζῶντα Θεόν, καὶ
Πάσχα τὸ μυστικόν, σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.
Θ
|
ανάτου ἑορτάζομεν
νέκρωσιν, Ἄδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ
σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ
ὑπερένδοξον.
Ω
|
῾ς ὄντως ἱερὰ καὶ
πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς
Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς, πᾶσιν
ἐπέλαμψεν.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Ο
|
῾ Παῖδας ἐκ καμίνου
ῥυσάμενος, ἐκ σοῦ ἐνηνθρώπησε, Μῆτερ Ἀγαθή, καὶ τὴν Εἰκόνα σου ἡμῖν, θησαυρὸν
ἀγαθῶν ἐδωρήσατο, καὶ σκεῦος τῆς μητρικῆς σου ἀγάπης, Τσαμπίκα Ἀειπάρθενε.
Θ
|
ανάτου ἑορτάζομεν
νέκρωσιν, καὶ συνεορτάζομεν, ἄλλην ἑορτήν, σήμερον Ῥόδου ὁ λαός, τῆς τιμίας
Τσαμπίκα Εἰκόνος σου, ἐλέους σου ἐξ αὐτῆς πλουτοδότως, τὰ δῶρα κομιζόμενοι.
Ω
|
῾ς ὄντως ἱερὰ καὶ
πανέορτος, ταύτη τῆς Εἰκόνος σου, Δέσποινα Ἁγνή, ἡ σεβασμία ἑορτή, ἐν ᾗ πάντες
συνήλθομεν κράζοντες· Χαῖρε Κεχαριτωμένη
Τσαμπίκα, τῆς Ῥόδου τὸ κραταίωμα.
Λ
|
αμπρύνεις ἀληθῶς ὑπὲρ ἔννοιαν,
φωτὶ τοῦ προσώπου σου, πάντων τὰς ψυχάς, τῶν εἰσιόντων εὐλαβῶς, ὦ Τσαμπίκα
Ναῷ ἐν ἁγίῳ σου, καὶ
δέει ἀτενιζόντων σὺν φόβῳ, τὴν πάνσε-
πτον Εἰκόνα σου.
Καταβασία. Ὁ Παῖδας ἐκ καμίνου.
Τοῦ Πάσχα.
Ὠδὴ η΄. Ὁ Εἱρμός.
Α
|
ὕτη ἡ κλητή, καὶ ἁγία
ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς
ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τροπάρια.
Δ
|
εῦτε τοῦ καινοῦ, τῆς
ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς Ἐγέρσεως,
Βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεὸν εἰς τοὺς αἰῶνας.
Α
|
῏ρον κύκλῳ τοὺς
ὀφθαλμούς σου Σιὼν καὶ ἴδε·
ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ θαλάσσης,
καὶ ἑῴας τὰ τέκνα σου, ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Π
|
άτερ Παντοκράτορ, καὶ
Λόγε καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε,
εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Α
|
ὕτη ἡ κλυτή, καὶ
μεγίστη ἡμέρα, ἐν ᾗ ἐγκωμιάζει, ὁ ἐν τῇ Ῥόδῳ λαός σου, ὦ Τσαμπίκα Ἁγνή, τὰ
θαυμάσια τῆς θείας Εἰκόνος σου, τῆς χρηστότητός σου, τὸ φέγγος ἀνατέλλει.
Α
|
῏ρον κύκλῳ, τοὺς
ὀφθαλμούς σου, Ἁγνὴ καὶ ἴδε·
ἰδοὺ γὰρ τὴν σεπτήν σου, περικυκλοῦμεν Εἰκόνα, καὶ αἰτοῦμεν πιστῶς, ὦ Τσαμπίκα
τὴν θερμὴν προστασίαν σου, ἧς δεῖξον ἀξίους, ἡμᾶς δι᾿ εὐσπλαγχνίαν.
Π
|
άτερ Παντοκράτορ, καὶ
Λόγε καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, τῶν πταισμάτων ἡμῖν,
τὴν συγχώρησιν πρεσβείαις πρυτάνευσον, τῆς Ἁγνῆς Τσαμπίκας, Μητρὸς τῆς
Παναχράντου.
Ο
|
῎μβροις γλυκυτάτοις,
πλουσίων οἰκτιρμῶν σου, κατάρδευσον Τσαμπίκα, τοὺς εὐσεβῶς προσιόντας, τῇ
Εἰκόνι τῇ σῇ, ἐν ᾗ μένει ἀνεκφοίτητος πάντοτε, ἡ θεία σου χάρις, πιστῶν εἰς
σωτηρίαν.
Καταβασία. Αὕτη ἡ κλητή.
Τοῦ Πάσχα.
Ὠδὴ θ΄. Ὁ Εἱρμός.
Μεγάλυνον ψυχή μου, τὸν ἐθελουσίως, παθόντα καὶ ταφέντα,
καὶ ἐξαναστάντα, τριήμερον ἐκ τάφου.
Φ
|
ωτίζου, φωτίζου, ἡ νέα
Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ
σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ Ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ Ἐγέρσει τοῦ τόκου σου.
Μεγάλυνον ψυχή μου, τὸν ἐξαναστάντα, τριήμερον ἐκ τάφου,
Χριστὸν τὸν Ζωοδότην.
Φ
|
ωτίζου, φωτίζου, ἡ νέα
Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ
σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ Ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ Ἐγέρσει τοῦ τόκου σου.
Τροπάρια.
Χριστὸς τὸ καινόν Πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ
αἴρων, τὴν ἁμαρτίαν κόσμου...
Ω
|
῍ θείας, ὢ φίλης, ὢ
γλυκυτάτης σου φωνῆς! μεθ᾿ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων
αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν
ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Σήμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς
ἀνέστη, καὶ Ἅδης ἐσκυλεύθη.
Ω
|
῍ θείας, ὢ φίλης, ὢ
γλυκυτάτης σου φωνῆς! μεθ᾿ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων
αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν
ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Μαγδαληνὴ Μαρία, προσέδραμε τῷ τάφῳ, καὶ τὸν Χριστὸν
ἰδοῦσα, ὡς κηπουρὸν ἠρώτα.
Ω
|
῏ Πάσχα τὸ μέγα, καὶ
ἱερώτατον Χριστέ! ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν
ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ, τῆς Βασιλείας σου.
Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη· σὸς γὰρ Υἱὸς ἀνέστη,
τριήμερος ἐκ τάφου.
Ω
|
῏ Πάσχα τὸ μέγα, καὶ
ἱερώτατον Χριστέ! ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν
ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ, τῆς Βασιλείας σου.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Δεῦτε τῆς Παναχράντου,
Τσαμπίκας τὴν Εἰκόνα, τιμήσωμεν ὡς σκεῦος, τῆς χάριτος εὐῶδες.
Ε
|
ὐφραίνου καὶ σκίρτα, ἡ
νῆσος Ῥόδος ἱερῶς, τῆς Πανάγνου Τσαμπίκας, τὴν Εἰκόνα ἔχουσα, ὡς θησαυρόν,
χαρισμάτων πολλῶν, καὶ εὐσεβῶς, ταύτης τῶν θαυμάτων, ὕμνει ἀεὶ τὰ τεράστια.
Ὑμνήσωμεν συμφώνως, τὴν Πάναγνον Τσαμπίκα, ὅτι ἡμῖν
ὑπάρχει, βοήθεια ἑτοίμη.
Ε
|
ὐφραίνου καὶ σκίρτα, ἡ
νῆσος Ῥόδος ἱερῶς, τῆς Πανάγνου Τσαμπίκας, τὴν Εἰκόνα ἔχουσα, ὡς θησαυρόν,
χαρισμάτων πολλῶν, καὶ εὐσεβῶς, ταύτης τῶν θαυμάτων, ὕμνει ἀεὶ τὰ τεράστια.
Πανάχραντε Τσαμπίκα, Εὐλογημένη Κόρη, τὴν χάριν σου
χορήγει, ἡμῖν τοῖς ἀναξίοις.
Ω
|
῍ θείας ἀγάπης! ὢ
συμπαθείας σου θερμῆς! ὢ στοργῆς μητρικῆς σου! Τσαμπίκα Θεόνυμφε· σὺ γὰρ ἡμῖν, ἐξ
Εἰκόνος τῆς σῆς, τὰς δωρεάς, θαυμαστῶς παρέχεις, τῆς φοβερᾶς προστασίας σου.
Εἰκών σου ἡ ἁγία, Τσαμπίκα ἀναβλύζει, τῆς εὐλογίας ῥεῖθρα,
ἀεὶ τοῖς προσιοῦσι.
Ω
|
῍ θείας ἀγάπης! ὢ
συμπαθείας σου θερμῆς! ὢ στοργῆς μητρικῆς σου! Τσαμπίκα Θεόνυμφε· σὺ γὰρ ἡμῖν, ἐξ
Εἰκόνος τῆς σῆς, τὰς δωρεάς, θαυμαστῶς παρέχεις, τῆς φοβερᾶς προστασίας σου.
Δόξα.
Α῎ναρχε Θεαρχία, Τριάς Ὑπεραγία, Τσαμπίκας ταῖς πρεσβείαις,
ἐλέησον τὸν κόσμον.
Ω
|
῏ Πάναγνε Κόρη,
Τσαμπίκα Μῆτερ τοῦ Θεοῦ, τὴν περίφημον Ῥόδον, σκέπε ὡς φιλεύσπλαγχνος· σὲ γὰρ ἀεί, μακαρίζει
πιστῶς, ὅτι τὴν σήν, εὕρατο Εἰκόνα, καταφυγὴν καὶ προπύργιον.
Καὶ νῦν.
Ω῏ Πάναγνε Τσαμπίκα, τῆς Ῥοδονήσου κλέος, σκέπε ἀεὶ καὶ
φρούρει, τὸν εὐσεβῆ λαόν σου.
Υ
|
῾πέραγνε Μῆτερ,
Τσαμπίκα βλέψον ἐφ᾿ ἡμᾶς, τοὺς πιστῶς συναχθέντας, ἐν
Ναῷ ἁγίῳ σου,
ἐκ συμφορῶν, νοσημάτων πικρῶν,
καὶ πειρασμῶν πάντας
ἀνωτέρους, τῇ χάριτί σου φυλάττουσα.
Καταβασία. Ὁ Ἄγγελος ἐβόα...
Φωτίζου φωτίζου.
Ἐξαποστειλάριον τοῦ Πάσχα. Ἦχος β΄.
Σ
|
αρκὶ ὑπνώσας ὡς θνητός,
ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ
καταργήσας θάνατον. Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
Εἶτα τῆς
Θεοτόκου. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ε
|
᾿ν θαύματι τὴν θείαν
σου, δεδεγμένοι Εἰκόνα, Παρθένε εὐφραινόμεθα, καὶ προσπίπτοντες ταύτῃ, ἱκετικῶς
σοι βοῶμεν· Θεονύμφευτε Μῆτερ,
Τσαμπίκα Ὑπερύμνητε, τῶν Ῥοδίων τὸ κλέος, ὡς ἀγαθή, τοὺς ἐν τῷ Ναῷ σου
συναθροισθέντας, τῇ αἴγλῃ καταλάμπρυνον, τῆς ἁγίας σου δόξης.
Ἕτερον. Ὁ
οὐρανὸν τοῖς ἄστροις.
Η
|
῾ παναγία Εἰκών σου,
τῶν οἰκτιρμῶν σου τὰς πολλάς, παρέχει εὐεργεσίας, τοῖς προσπελάζουσι πιστῶς· διὸ Τσαμπίκα αἰνοῦμεν,
τὴν δόξαν σου γηθοσύνως.
Καὶ πάλιν τὸ
τοῦ Πάσχα.
ΕΙΣ ΤΟΥΣ
ΑΙΝΟΥΣ
Ἱστῶμεν στίχ.
στ΄ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τοῦ γ΄ ἤχου γ΄ καὶ τῆς Ὑπεραγίας Θεοτόκου
γ΄, τὰ κάτωθι.
Ἦχος α΄. Τῶν
οὐρανίων ταγμάτων.
Η
|
῾ νῆσος Ῥόδος ἀγάλλου,
πᾶσα καὶ χόρευε, τὴν τιμαλφῆ Εἰκόνα, τῆς Παρθένου Τσαμπίκας, ἐν κόλποις
κεκτημένη ὥσπερ πηγήν, ἀνεξάντλητον χάριτος, τῶν ἰαμάτων τὰ ῥεῖθρα ἀνελλιπῶς,
τοῖς προστρέχουσι βλυστάνουσαν.
Ο
|
ὐρανοδρόμος ἐπέστη, τῇ
εὐδοκίᾳ σου, πάλαι ἡμῖν Παρθένε, ἡ τιμία Εἰκών σου· νῦν πᾶσι δὲ παρέχει
τοῖς εὐλαβῶς, προσιοῦσι τὴν χάριν σου· διὸ αἰνοῦμεν Τσαμπίκα ᾀσματικῶς, τὰ θαυμάσια τῆς δόξης
σου.
Τ
|
ῶν στειρευόντων
γυναίων, πληροῖς ὡς εὔσπλαγχνος, τὰς πρὸς παιδοποιῒαν, ἐκ καρδίας αἰτήσεις, καὶ
νόσων θεραπεύεις παντοδαπῶν, καὶ ἐξαίρεις τῶν θλίψεων, τοὺς σὲ καλοῦντας
ἑκάστοτε βοηθόν, ὦ Τσαμπίκα καὶ ἀντίληψιν.
Καὶ τὰ τοῦ
Πάσχα, Πάσχα ἱερόν... μετὰ τῶν στίχων αὐτῶν.
Δόξα. Ἦχος
πλ. α΄.
Π
|
ανηγύρεως ἡμέρα, τῆς
Ἁγνῆς Θεομήτορος, πιστοὶ ἀγαλλιᾶσθε. Ἄσωμεν ἀδελφοὶ, τῇ Μητρὶ τοῦ Θεοῦ, ὅτι τὴν
Εἰκόνα αὐτῆς, ὡς ἱλαστήριον ἡμῖν ἐδωρήσατο, καὶ ἑορτάζοντες οὕτω βοήσωμεν· Μῆτερ Τσαμπίκα
Ὑπερύμνητε, τῆς Ῥόδου τὸ καύχημα, καὶ Ὀρθοδόξων τὸ ἀγλάϊσμα, πρέσβευε ἐκτενῶς,
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός.
Α
|
᾿ναστάσεως ἡμέρα, καὶ
λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ
τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ
Ἀναστάσει, καὶ οὕτω βοήσωμεν·
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι,
ζωὴν χαρισάμενος.
Ἐν τέλει ψάλλομεν τὸ
Χριστὸς Ἀνέστη τρὶς (τετράκις μετὰ τὸ τοῦ Ἰδιομέλου) καὶ εὐθὺς τὸ Ἀπολυτίκιον
τῆς Θεοτόκου. Πάλιν τὸ Χριστὸς Ἀνέστη καὶ Ἀπόλυσις κατὰ τὸν τύπον τοῦ Πάσχα.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Κατὰ τὴν
τάξιν τοῦ Πάσχα. Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς ἡμέρας καὶ τῆς Θεοτόκου.
Κοινωνικόν τοῦ Πάσχα.
Μεγαλυνάρια.
Ε
|
῎χοντες Εἰκόνα σου τὴν
σεπτήν, Ἄχραντε Τσαμπίκα, ὡς τῆς χάριτος θησαυρόν, ταύτην προσκυνοῦμεν, καὶ
ᾄδομεν συμφώνως, εὐχαριστίας ὕμνον, ἀεὶ τῇ δόξῃ σου.
Στίχοι.
Δίδου Κυρίλλῳ τὴν χάριν σου Τσαμπίκα, Ψάλλοντα πόθῳ τῇ δόξῃ σου αἰνέσεις.
Δίδου Κυρίλλῳ τὴν χάριν σου Τσαμπίκα, Ψάλλοντα πόθῳ τῇ δόξῃ σου αἰνέσεις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου