Πέμπτη 24 Οκτωβρίου 2019

Ἀκολουθία, ΠΑΝΑΓΙΑΣ ΚΑΜΑΡΙΩΤΙΣΣΗΣ ΣΑΜΟΘΡΑΚΗΣ


ΓΕΩΡΓΙΟΥ ΙΩ. ΠΑΛΑΜΑ
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΑΛΕΞΑΝΔΡΟΥΠΟΛΕΩΣ
ΕΚΔΟΣΕΙΣ ΓΝΩΡΙΜΙΑ» ΑΛΕΞΑΝΔΡΟΥΠΟΛΗ; 1990

ΕΙΔΗΣΙΣ:
Ἡ Ἀκολουθία αὕτη ψάλλεται ἐν τῷ ὁμωνύμῳ ἱερῶ Ναῷ τοῦ ἐπινείου τῆς Νήσου Σαμοθράκης κατὰ τὰς τελουμένας καθ᾿ ἑκάστην Πέμπτην, θείας Λειτουργίας, κατὰ δὲ τὴν Πέμπτην τῆς Διακαινησίμου Ἑβδομάδος, ἡμέραν τῆς εὑρέσεως τῆς Εἰκόνος καὶ τῆς ἐτησίας τοῦ Ἱεροῦ Ναοῦ ἐκκλησιαστικῆς πανηγύρεως, συμψάλλεται μετὰ τῆς ἀναστάσιμου ἀκολουθίας, κατ᾿ ἀναλογίαν πρὸς τὴν τάξιν τῆς ἑορτῆς τῆς Ζωοδόχου Πηγῆς.
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τ
ὴν πολιοῦχον τοῦ τόπου τὴν Καμαριώτισσαν, τὴν ἱερὰν εἰκόνα, τῆς Μητρὸς τοῦ Σωτῆρος, κατέχοντες βοῶμεν· χαῖρε Σεμνή, ἡ τεκοῦσα τὸν Κύριον, ὃν ἐκδυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν τιμώντων σε θεόνυμφε.
Ε
ὐλογημένοι οἱ πόδες Παῦλε Ἀπόστολε, σοῦ καὶ τῶν συνεκδήμων, ἁγιασάντων νῆσον· ἄναρχον Πατέρα τε καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, γνόντες ψυχῶν σωτηρίαν καὶ οὐρανῶν, βασιλείαν ὠνησάμεθα.
Σ
οι τῶν πλεόντων προστάτη πάτερ Νικόλαε, τῷ ἐν κινδύνοις ῥύστῃ, καὶ πτωχῶν πλουτοδότῃ, κράζομεν βοῶντες· σπεῦσον καὶ νῦν, καὶ τὸν σάλον κατεύνασον, τῆς τρικυμίας τοῦ βίου καὶ τῶν παθῶν, τὴν γαλήνην ἡμῖν δώρησαι.
Σ
οῦ τὸ πανίερον σκῆνος Πάτερ Θεόφανες, ἡ νῆσος δεξαμένη, ἐν πολλαῖς εὐλογίαις, ἄφθονον τὴν χάριν ὑπεραντλεῖ, τὴν δοθεῖσάν σοι ἄνωθεν, σὲ γὰρ ψυχῶν καὶ σωμάτων θεραπευτήν, Πάτερ Ὅσιε κεκτήμεθα.
Δόξα. Καὶ νῦν. Ὅμοιον.
Τ
ὴν συνοδείαν τοῦ Παύλου ὕμνοις γεραίρομεν, ἅμα καὶ Θεοφάνους, κοίμησιν ἐν τῆ νήσῳ, ἄθλησιν Μαρτύρων νεοφανῶν, Σαμοθράκης τὰ σφάγια, καὶ Καμαριώτισσαν χαίροντες ἐν σπουδῇ, ὀρθοδόξως μεγαλύνομεν.
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια·.
Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Θ
λάσιν τῆς Ἱερᾶς, μορφῆς σου οὐκ ἠνέχθης, καὶ ἐν θαλάσσῃ οὗσαν, φυλάττουσα προπέμπεις, εἰς Σαμοθράκην Ἄχραντε.
Στίχ. α´. Ὧδε κατοικήσω, ὅτι ἠρετισάμην αὐτήν.
Λ
άμπουσα ὡς ἀκτίς, ἐν μεσημβρίᾳ ὤφθη, πλέουσα ἐν θαλάσσῃ· Παρθένε ἡ εἰκών σου, καὶ ἐν τῷ ὅρμῳ ἤγγισεν.
Στίχ. β´. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.
Α
ἴγλην τε καὶ χαράν, προσέδωκας τῷ τόπῳ, καὶ προστασίαν πᾶσαν, διὸ σὲ προσκυνοῦμεν, Παρθένε Καμαριώτισσα.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Π
άτερ μου καὶ Υἱέ, Παράκλητόν μου Πνεῦμα, Ὑπεραγία Μῆτερ· ἱκέτου ἀναξίου, τὰς ὑμνῳδίας δέξασθε.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σ
κέπην τε καὶ φρουρόν, καὶ θείαν εὐλογίαν, σὴν ἱερὰν εἰκόνα· ἀνέδειξας Παρθένε, δι᾿ ὅ σὲ μεγαλύνομεν.
Τὸ Νῦν ἀπολύεις.... Τρισάγιον κ.λ.π.
Ἀπολυτίκιον. Ἦχος α´. Ἐν τῇ γεννήσει...
ν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ θαλάσσῃ τὴν σὴν Εἰκόνα οὑ κατέλιπες Θεοτόκε· κατέστης ἡ πλοηγός, σκέπη πλεόντων καὶ βοηθός, ἀπὸ κινδύνου παντὸς ῥυομένη, καὶ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἡ μικρὰ Ἀπόλυσις.

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τὸ Κύριε ἐκέκραξα... ἱστῶμεν στίχους ς· καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια:
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.
τε, τῶν εἰκόνων διωγμός, καὶ εἰκονοκλάσται ἠπείλουν τὴν ἱεράν σου μορφήν, τότε εἰς τὴν θάλασσαν, ταύτην ἀπέθεντο· πόντους δὲ διαπλεύσασα, καταλάμπουσα ᾖκεν αὕτη, καὶ προσώρμιστο νήσῳ ἐν τῇδε ἡμῶν· ὅθεν ἐκπληττόμενοι πάντες, χαίροντες ἀνύμνουν τὸ θαῦμα, τῆς σεπτῆς ἑφόδου σου Πανάμωμε.
φθη, ἐν θαλάσσῃ φωτεινῇ, καὶ ποντοποροῦσα ἀῤῥήτως ἡ ἱερά σου εἰκών, Μῆτερ ἀειπάρθενε ὡς ναῦς πλησίστιος· καὶ τὴν νῆσον κατέλαβες, καὶ φύλαξ ἐγένου, σκέπη καὶ κραταίωμα, Σὺ Καμαριώτισσα· ὅθεν ἀγαλλόμενοι πάντες, πίστει σοὶ προσάδομεν χαῖρε, τῇ φιλοφρονήσει σου Πανάχραντε.
Χ
αῖρε, Ἐπισκέπτις ἡ σεπτή, χαῖρε Καμαριώτισσα θεία, χαῖρε ἐλπις τῶν πιστῶν, χαῖρε θαυματόβρυτος πηγὴ ἀκένωτος, σοῖς ἐκπλύνουσα νάμασι, ψυχῶν τε τοὺς ῥύπους, καὶ σωμάτων τραύματα ἐξυγιαίνουσα· ὅθεν εὐσεβάστως βοῶ σοι, χαῖρε τὰς ἐλπίδας μου πάσας, ὅτι σοὶ ἀνέθηκα, Πανάμωμε.
Ἕτερα τρία. Ἦχος δ´. Ὡς γενναῖον...
Τ
ῶν εἰκόνων ὁ πόλεμος, ἐν Τριγλίᾳ ὡς μαίνεται, ἐν θαλάσσῃ κρύπτουσι τὴν εἰκόνα σου· ὅθεν Παρθένε προπέμπουσα, τοὺς πόντους διέπλευσε, καταπλέουσα ὡς ναῦς, καὶ τὴν νῆσον κατέλαβεν ἥν ἐπέλεξας, εἰς αἰῶνας Προστάτις παραμεῖναι, καὶ εἰς δόξαν τοῦ Υἱοῦ σου, ἐπιτελοῦσα θαυμάσια.
πορία κατέλαβεν, ἁλιεῖς ὅτε εἴδοσαν, ἐν θαλάσσῃ Πάναγνε τὴν εἰκόνα σου· ὅθεν τιμὰς σοὶ ἀπέδωσαν, τὸ χαῖρε βοήσαντες, εὐλογοῦντες τὸν Θεόν, τὸν Υἱόν σου καὶ Κύριον, ὃν ἱκέτευε, Παναγία Παρθένε λυτρωθῆναι, τὰς ψυχὰς τῶν ἐκτελούντων, τὴν ἱεράν σου πανήγυριν.
ν Καμάραις ὑπάρχουσαν, ἐν θαλάσσῃ προσκρύπτουσι, τὴν σεπτὴν εἰκόνα σου Καμαριώτισσα· ὅθεν ἐκεῖθεν ἀπόδημος, τὴν νῆσον κατέλαβε, καὶ κατέστη ἡ φρουρός, Σαμοθράκης ἀγλάϊσμα, ταύτην σήμερον, οἱ ἀπόδημοι ὄντες Παραδείσου, προσκυνοῦντες ἐξαιτοῦμεν, τὴν μακαρίαν ἐπάνοδον.
Δόξα. Καὶ νῦν. Τῆς Θεοτόκου. Ἦχος β´. Ἰδιόμελον.
ν τῇ θαλάσσῃ θλιβόμενοι ἔθηκαν τὴν σεβασμίαν εἰκόνα σου Ἄχραντε· ἐκ τῆς θαλάσσης δὲ ἀγαλλιῶντες ταύτην παρέλαβον, ὅτε ἐν τῷ ὅρμῳ κατέπλευσεν, οἱ τὰς σαγήνας ἐν τῇ ἀκτῇ καταρτίζοντες. Ἀπὸ Καμάρας ἀπόδημος καὶ κυβερνῆτις πανάριστος, εἰκονομάχων ἀπέφυγες κίνδυνον. Τῶν θαλασσίων κυμάτων ἐπιβαίνουσα ὡς ἄλλη Πορταΐτισσα, τὴν Σαμοθράκην ἐπέλεξας πρὸς οἴκησιν, προσωνυμίαν τῷ τόπῳ καὶ σωτηρίαν προσενεγκοῦσα, τὰς δωρεάς σου δὲ καὶ τὰς ἰάσεις ἀφθόνως παρέχουσα, ἀνεδείχθης ἡμῶν ἡ Προστάτις καὶ φύλαξ τῶν ἀποδημούντων καὶ τῶν πλεόντων συμπληρωτήρ. Ὢ Μῆτερ τῶν πιστῶν, Καμαριώτισσα· γονυκλινῶς ἐξαιτοῦμέν σε, τῷ σῷ Υἱῷ καὶ Θεῷ ἡμῶν ἀδιαλείπτως πρεσβεύειν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα (Κεφ. Β΄, 1-10).
ν δέ τις ἐκ τῆς φυλῆς Λευΐ, ὃς ἔλαβε τῶν θυγατέρων Λευ, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν ἄρσεν, ἰδόντες δὲ αὐτὸ ἀστεῖον, ἐσκέπασεν αὐτὸ μήνας τρεῖς, ἐπεὶ δὲ οὐκ ἠδύναντο αὐτὸ ἔτι κρύπτειν, ἔλαβεν αὐτῷ ἡ μήτηρ αὐτοῦ θῖβιν καὶ κατέχρισεν αὐτὴν ἀσφαλτοπίσσῃ καὶ ἐνέβαλε τὸ παιδίον εἰς αὐτὴν καὶ ἔθηκεν αὐτὴν εἰς τὸ ἕλος παρὰ τὸν ποταμόν, καὶ κατεσκόπευεν ἡ ἀδελφὴ αὐτοῦ μακρόθεν μαθεῖν, τί τὸ ἀποβησόμενον αὐτῷ. Κατέβη δὲ ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἐπὶ τὸν ποταμόν, καὶ αἱ ἅβραὶ παρεπορεῦοντο παρὰ τὸν ποταμόν, καὶ ἰδοῦσα τὴν θῖβιν ἐν τῷ ἕλει, ἀποστείλασα τὴν ἅβραν ἀνείλατο αὐτήν. Ἀνοίξασα δέ, ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβει, καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ Φαραὼ καὶ ἔφη· ἀπὸ τῶν παιδιῶν τῶν Ἑβραίων τοῦτο. Καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγάτρι Φαραώ· θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Ἑβραίων καὶ θηλάσει σοι τὸ παιδίον; ἡ δὲ εἶπεν ἡ θυγάτηρ Φαραώ· πορεύου. ἐλθοῦσα δὲ ἡ νεᾶνις ἐκάλεσε τὴν μητέρα τοῦ παιδίου. Εἶπε δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ Φαραώ· διατηρῆσόν μοι τὸ παιδίον τοῦτο καὶ θήλασόν μοι αὐτό, ἐγὼ δὲ δώσω σοι τὸν μισθόν. Ἔλαβε δὲ ἡ γυνὴ τὸ παιδίον καὶ ἐθήλαζεν αὐτό. Ἀδρυνθέντος δὲ τοῦ παιδίου, εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραώ, καὶ ἐγεννήθη αὐτῇ εἰς υἱόν· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Μωϋσῆνν λέγουσα· ἐκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 27, μδ΄ 1)
σται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὰ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με: Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραήλ, εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. θ΄ 1)
 σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα: Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν : Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ Ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Τ
οῦ Ἀποστόλου Παύλου καὶ τῆς συνοδείας αὐτοῦ τὴν ἐπίσκεψιν, τὰς ὁδοιπορίας καὶ τοὺς ἀγῶνας γεραίρομεν, Θεοφάνους Ὁσίου, τὴν ὑπερορίαν εἰς Σαμοθράκην, καὶ τὴν μακαρίαν κοίμησιν σέβομεν. Τῆς παναχράντου εἰκόνος τῆς Θεοτόκου, ἀγαλλιῶντες προσκυνοῦμεν τὴν ἄφιξιν καὶ τῶν μαρτύρων τῆς νήσου, εὐσεβοφρόνως, ἀνευφημοῦμεν τὴν ἄθλησιν. Ἀπὸ μυρίων κινδύνων καὶ νόσων, πολλάκις τὴν νῆσον οἱ Ἅγιοι ἐῤῥύσαντο, τὸν δὲ ἀνεξάντλητον πλοῦτον τῶν θαυμασίων τῆς Θεοτόκου, τίς διηγήσεται; Ἀλλ᾿ ὦ Ἅγιοι, γονυκλινῶς αἰτοῦμεν ὑμᾶς, ἵνα πρεσβείαν ποιῆτε πρὸς Κύριον, εἰρήνην τῇ οἰκουμένῃ δωρεῖσθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν, ζωὴν τὴν αἰώνιον.
Ἦχος β´.
Δ
εῦτε τῶν φιλεόρτων αἱ χορεῖαι· δεῦτε ἡ ὁμήγυρις τῶν πιστῶν, τὴν θεοδώρητον εἰκόνα τῆς Καμαριωτίσσης, ἐν σπουδῇ περιχαρῶς προϋπαντήσωμεν. Τὴν τῶν ἀποδήμων, ὡς ἀπόδημον οὖσαν σκέπην τὴν τῶν ἐν θαλάσσῃ, ὡς ἄριστον κυβερνῆτιν καὶ συμπλοηγήτριαν καὶ τὴν ἐν νήσῳ, ὡς θείαν ἐπισκέπτιν καὶ προστάτιν, Τὴν πάνσεπτον εἰκόνα τῆς ἀειπαρθένου, πανευλαβῶς πιστοὶ προσκυνήσωμεν, τῆς ἐπισκέψεως ἐπιδῶμεν τὸν ἀσπασμόν· καὶ ἐν ἐλπίδι, τῇ Θεοτόκῳ οὕτω προσείπωμεν. Τὰς ἱκεσίας ἡμῶν εἰσάκουσον, καὶ ὡς παῤῥησίαν ἔχουσα πρὸς τὸν Υἱόν σου καὶ Κύριον, τὰς μεσιτείας σού ἔντεινον τὰς εὐλογίας πάρεχε τῷ λαῷ σου, καὶ εἰρήνην τῇ οἰκουμένη δώρησαι. Τοὺς ἀποδήμους, τῇ σκέπη σου περισκέπασον, τῶν ἐν θαλάσσῃ τοὺς πλόας αὐτῶν αἰσίως κατεύθυνον· καὶ ἐκ παντοίων δεινῶν περιστάσεων, καὶ κινδύνων, τὴν Σαμοθράκην, ἀπήμαντον διαφύλαξον.
Ἦχος β´.
ν τῇ θαλάσσῃ κλαίοντες ἔῤῥιψαν, τὴν σεβασμίαν εἰκόνα σου, Ἄχραντε· ἐκ τῆς θαλάσσης ἀγαλλιῶντες ταύτην παρέλαβον, ὅτε εἰς τὸν ὅρμον κατέπλευσεν, οἱ τὰς σαγήνας ἐν τῇ ἀκτῇ καταρτίζοντες· καὶ ἀνεδείχθη προστάτις ἡμῶν, φύλαξ ἀποδημούντων καὶ τῶν πλεόντων συμπλοηγήτρια. Ἀλλ’ ὦ Μῆτερ, τῶν πιστῶν, Καμαριώτισσα, τῷ σῷ Υἱῷ καὶ Θεῷ ἡμῶν μὴ παύσῃ πρεσβεύουσα ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νύν... Ἦχος δ´.
Κ
ύμασι θαλασσῶν ἐπιβαίνουσα, ἡ σεβασμία εἰκών σου, Πανάχραντε· ἀπὸ Καμάρας ἀπόδημος, εἰκονομάχων τὸ μένος ἀπέφυγεν, καὶ Σαμοθράκην κατέλαβεν, πρὸς οἴκησιν, προσωνυμίαν καὶ προστασίαν τῷ τόπῳ χαριζομένη. Διάδημα ὄντως τῆς νήσου λαμπρότατον, φύλαξ τῶν ἀποδημούντων καὶ τῶν πλεόντων συμπλοηγήτρια. Ἀλλ᾿ ὦ Μῆτερ τοῦ Χριστοῦ, Καμαριώτισσα· τὸν Υἱόν σου καὶ Θεὸν ἡμῶν ἀδιαλείπτως ἱκέτευε, εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ. Ἦχος δ´. Ὁ ἐξ ὑψίστου κληθείς...
ν τῇ θαλάσσῃ εἰκόνα σου, Παρθένε, ὅτε οἱ ἀνίεροι φθόνῳ συνέτριβον, οἱ σοι θεράποντες ἔθεντο ἐναποκρῦψαι, τὴν παρὰ σοῦ δεόμενοι πρόνοιαν. Ταύτην Σύ, Πανάχραντε, σώαν ἐτήρησας, ἐν ἀσφαλείᾳ προέπεμψας εἰς Σαμοθράκην, προσωνυμίαν θείαν προσφέρουσα. Ὅθεν ὑμνοῦμεν καὶ δοξάζομεν, ὡς Μητέρα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σώσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Στίχος: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
πὲρ εἰκόνων λαμπρῶς ὑπερμαχήσας, ὅτε τὸ Λεόντειον μῖσος ἐμαίνετο, τοῦ δυσσεβοῦς αὐτοκράτορος, καὶ θεομάχου, τῆς Ἐκκλησίας καὶ τοῦ πληρώματος. Τότε σὺ Θεόφανες, τοῦτον διήλεγξας, ταλαιπωρίας δεξάμενος, ὑπερορίαν, εἰς Σαμοθράκην ἤχθης ὁ Ὅσιος· ὅθεν τὸ σκῆνος, ἐναπέθεσας, τὸ δὲ πνεῦμα Χριστὸς προσελάβετο· ὃν ἱκέτευε Πάτερ, λυτρωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχος: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
ν τῇ χαράδρᾳ Φωκᾷ ἐν Σαμοθράκῃ, χαίροντες ὡδεύσατε πρὸς τὸ μαρτύριον, τὰς κεφαλὰς ἀποτέμνεσθε, οἱ ἑπτακόσιοι, Χριστοῦ τὴν πίστιν διακηρύττοντες, βίον τὸν ἐπίγειον μεταλλαξάμενοι, εἰς βασιλείαν οὐράνιον, τὴν αἰωνίαν καὶ τῷ Δεσπότῃ συναυλιζόμενοι. Δόξαν εὑρόντες, ὦ μακάριοι, Παραδείσου τυχόντες αἰκήτορες, καὶ ἡμῖν τοῖς ὑμνοῦσι, τὴν εἰρήνην ἐξαιτούμενοι.
Δόξα. Καὶ νῦν.:. Ἦχος πλ. β´.
ορτὴ εὐφρόσυνος, ἐαρινὴ καὶ λαμπροφόρος, ἀνέτειλε τῇ Σαμοθράκῃ σήμερον. Ἐν αὐτῇ γὰρ πληροῦται εὐλογίας καὶ χαρισμάτων πλουσίων, Ἀποστόλων τῇ διαπλεύσει καὶ Θεοφάνους τοῦ Ὁσίου τῇ μεταστάσει· σὺν τῆς σεπτῆς εἰκόνος τῆς Θεοτόκου τῇ ἀφίξει καὶ τῶν Μαρτύρων τῆς νήσου τῇ ἀθλήσει. Ὄντως, προστάται τῆς Σαμοθράκης γεγόνασι· καὶ ἐκ μυρίων κινδύνων, λιμοῦ τε καὶ λοιμῶν, ἀλώβητον διαφυλάττουσι. Δεῦτε οὖν φιλέορτοι, τοὺς προστάτας ἡμῶν ὕμνοις ἐγκωμιάσωμεν, καὶ τὰς σεπτὰς αὐτῶν εἰκόνας, ἄνθεσι στεφανώσωμεν. Τὰς βασάνους τῶν Μαρτύρων ἀναλογισώμεθα, καὶ τὰς τιμίας αὐτῶν κάρας ἀσπασώμεθα. Ἀλλήλων τὰ πάθη συγχωρήσωμεν, ἵνα τὴν ἡμέραν ἀξίως πανηγυρίσωμεν καὶ οὕτω, Χριστῷ, τῷ ἀναστᾶντι βοήσωμεν· Κύριε, ταῖς ἱκεσίαις πάντων, καὶ ταῖς πρεσβείαις τῆς Ἀχράντου σου Μητρός, εἰρήνην παράσχου τῷ λαῷ σου, ἄφεσιν τῶν πταισμάτων ἡμῖν δώρησαι· καὶ κοινωνοὺς πάντας ἡμᾶς, τῆς βασιλείας σου ποίησον.
Νῦν ἀπολύεις. Τρισάγιον κλπ.
Ἀπολυτίκια τοῦ Ἁγίου τῆς ἡμέρας, ἤ τῆς τυχούσης ἑορτῆς, καὶ τῆς Παναγίας τῆς Καμαριωτίσσης ἔν, ἐκ τῶν κατωτέρω καὶ Ἀπόλυσις. Αὐτὰ καὶ εἰς τὸ Θεὸς Κύριος...
Ἀπολυτίκια.
Ἦχος α´. Ἐν τῇ γεννήσει. Θεοτόκια. Εἰς τὴν Καμαριώτισσαν.
ν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ θαλάσσῃ τὴν σὴν εἰκόνα, οὐ κατέλιπες Θεοτόκε· κατέστης ἡ πλοηγός, σκέπη πλεόντων καὶ βοηθός, ἀπὸ κινδύνου παντὸς ῥυομένη, καὶ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἦχος β´. Τὴν Ἄχραντον εἰκόνα...
Τ
ὴν πάνσεπτον εἰκόνα προσκυνοῦμεν τῆς Θεομήτορος, αἰτούμενοι πρεσβείαις πρὸς τὸν Υἱόν της καὶ Κύριον, βουλήσει γὰρ ἰδίᾳ ἐν τῇ νήσῳ διαμεῖναι ηὐδόκησεν, ἵνα σώζῃ τοὺς ἐν κινδύνοις ὑπάρχοντας, τοὺς ἐν νόσοις ὄντας ἰᾶται, καὶ παραμυθῇ τοὺς ἐν θλίψεσιν. Διὸ ἀγαλλιῶντες βοῶμέν σοι· χαρᾶς καὶ εὐλογίας τὴν νῆσον ἐνέπλησας, πανάχραντε Καμαριώτισσα, ὅθεν δοξάζομεν τὸν Κύριον.
Ἦχος γ΄. Θείας πίστεως.
Θ
είᾳ χάριτι, ἀξιωθῶμεν, καὶ ὑμνήσωμεν, τὴν Πολιοῦχον, Καμαριωτίσσης εἰκόνα τὴν πάνσεπτον. Τῶν θλιβομένων ἐστὶ παραμύθιον, καὶ ἰαμάτων πηγὴ ἀνεξάντλητος. Μῆτερ Πάναγνε, ἀεὶ τῷ Υἱῷ σου ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος γ´. Σὲ τὴν μεσιτεύσασαν.
Σ
ὲ τὴν διαπλεύσασαν τὴν θαλασσίαν τοῦ Πόντου ὁδόν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐκ γὰρ τοῦ μένους τῆς φθορᾶς τῶν εἰκόνων, διασώσας ὁ Θεὸς ἡμῶν, διὰ πολλὴν αὐτοῦ ἀγαθότητα, ἐδωρήσατο ἡμῖν ταύτην, φρουρόν, ὁ φιλάνθρωπος.
Ἦχος δ´. Κανόνα πίστεως...
Λ
ιμένα εὔδιον, καὶ λειμῶνα σωτήριον, ἰατρεῖον ἀδάπανον, ἀνέδειξας τὴν εἰκόνα σου, τῶν ἁλιέων τὸ εὔρημα· διὰ τοῦτο ὑμνῶ σε μετ ἐγκωμίων τε καὶ ᾠδῶν, καὶ θερμῶν παρακλήσεων· Μῆτερ τῶν πιστῶν Καμαριώτισσα· πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ σώσαι τὰς ψυχὰς ἡμῶν.
Ὅμοιον.
Λ
ιμένα εὔδιον, καὶ λειμῶνα σωτήριον, θαυματόβρυτον πέλαγος, ἀνέδειξας τὴν εἰκόνα σου, θεοχαρίτωτε Δέσποινα· διὰ τοῦτο αἰτοῦμεν οἱ ἐν ἀνάγκαις ὄντες ἀεὶ καὶ δειναῖς περιστάσεσι. Μῆτερ τοῦ Χριστοῦ Καμαριώτισσα· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ´. Ταχὺ προκατάλαβε...
Π
αράδοξον θέαμα ἐν τῷ πελάγει ποτέ, ὁρῶσιν οἱ ἄδολοι ἐν τῇ ἀκτῇ ἁλιεῖς, Παρθένε Πανάχραντε· λάμπουσα προσωρμίσθης, καὶ νοοῦντες τὸ θαῦμα, εἴδοσαν ἐνδημοῦσαν, τὴν σεπτήν σου εἰκόνα· τὴν σκέπην τῆς Σαμοθράκης, σὲ Καμαριώτισσα.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ...
Τ
ὴν Ἐπισκέπτριαν ὑμῶν ἀνυμνοῦμεν, τὴν θαυματόβρυτον εἰκόνα τιμῶμεν· τὰς προσευχὰς εἰσακοῦσον ἁγνή, τῶν πιστῶν πρόσδεξαι τὰς δεήσεις αὐτῶν, τὰς εὐχὰς καὶ τὰ δάκρυα, καὶ αἴτησαι πρὸς Κύριον ἄφεσιν πταισμάτων· τὴν σὴν εἰρήνην βράβευσον ἡμῖν, καὶ σκέπε τὴν νῆσόν σου σκέπη Παντάνασσα.
Ὅμοιον.
Τ
ὴν Ἐπισκέπτριαν ἡμῶν ἀνυμνοῦμεν, τὴν θαυματόβρυτον εἰκόνα τιμῶμεν· τὰς παρακλήσεις ἄκουσον ἁγνή, τῶν πιστῶν πρόσδεξαι τὰς ἱκεσίας τε, καὶ εὐχὰς ταπεινοῦ ἐμοῦ· αἴτησαι πρὸς Κύριον, ἀφιέναι πταισμάτων, καὶ τὴν εἰρήνην βράβευσον ἡμῖν, φρουρὸς καὶ σκέπη, τῆς νήσου Πανάχραντε.
Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον...
Τ
ὴν ἁγίαν εἰκόνα τῆς Θεομήτορος, τὴν ἐν θαλάσσῃ φανεῖσαν ὡς Ἐπισκέπτην ἡμῶν· προσκυνοῦμεν εὐλαβῶς καὶ ἀσπαζόμεθα· ὅτι ηὐδόκησεν ἐλθεῖν, ἀπαλλάξαι τῶν δεινῶν καὶ λύτρωσιν ἡμῖν δοῦναι· καὶ παρέχειν τὴν προστασίαν, καὶ ἐκ κινδύνων διασῴζειν ἡμᾶς.
Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον...
Σ
εβασμίαν εἰκόνα τῆς Θεομήτορος, τὴν ἐν θαλάσσῃ ὀφθεῖσαν, τὴν Ἐπισκέπτιν ἡμῶν, προσκυνοῦμεν εὐλαβῶς καὶ ἀσπαζόμεθα· ὅτι ηὐδόκησεν ἐλθεῖν, ἀπαλλάξαι τῶν δεινῶν καὶ χάριτος δωρηθῆναι· τῆς Σαμοθράκης τὸ κλέος, καὶ τῶν πιστῶν τὸ ἀγαλλίαμα.
Ἦχος πλ. β´. Ἀγγελικαὶ Δυνάμεις...
Τ
ῶν δυσσεβῶν τὸ μένος σοφῶς ἐκφεύγουσα, ὡς οἱ θεράποντες Μῆτερ, ἀπέκρυψαν καὶ ἐθεντο κρυφίως ἐν θαλάσσῃ, τὴν ἄχραντον εἰκόνα· κατέπλευσεν αἰσίως, ποντοποροῦσα ὡς ναῦς, ἀπήντησαν τῇ πανσέπτῳ, οἱ ἔκθαμβοι ἁλιεῖς· τὴν ἱερὰν δὲ σοῦ μορφήν, νῦν ἀσπαζόμεθα.
Ἦχος βαρύς. Ἐσκήνωσεν ἐν τῇ σῇ...
σκήνωσεν ἐν τῇ Σαμοθράκῃ, ἡ εἰκών σου, Πανάχραντε· καὶ καταθλιβομένους τῶν δεινῶν, ἐρύσατο ταχέως· καὶ ἐδωρήσατο ἡμῖν, χαρὰν ἀνεκλάλητον, Μῆτερ Ἀειπάρθενε.
Αὐτομέλον.
Χ
αίροντες νῦν ἀνυμνήσωμεν τὴν Παρθένον καὶ εὐφρανθῶμεν ἐν ἀγαλλιάσει τρανῶς· ὅτι ἀφίχθη ἐν ἡμῖν ἐπὶ κυμάτων, εἰκὼν ἡ σεπτή, καὶ ἐν τῇ νήσῳ ἀνεδείχθης ἰατρός, καὶ ἐκ παντοίων κινδύνων διασῴζουσα.
Ἦχος πλ. δ´. Ἐξ ὕψους κατῆλθες...
ν ὕμνοις τιμῶμέν σε Δέσποινα, ἐν πίστει εἰκόνι σου σέβομεν, ὅτι ἡμᾶς ἐπισκεφθεῖσα θαυμαστῶς, ἡ ἐλπὶς καὶ ἡ ἀντίληψις ἡμῶν, Μῆτερ, ἀπείρανδρε.
Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεός...
Ε
ὐλογημένη σεπτή Καμαριώτισσα, παραδόξως τοὺς ἁλιεῖς φανεροῦσα, ἑξαστράπτουσαν σὴν εἰκόνα εἰς θάλασσαν, καὶ ἐσαεὶ τὴν Σαμοθράκην περισκέπεις, Παρθένε Πανάχραντε

ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν. Κάθισμα.
Ἦχος δ´. Δεῦτε ἴδωμεν πιστοί...
Κ
αμαριώτισσα σεπτή, ἡ προστασία τῶν πιστῶν καὶ ἰαμάτων ἡ πηγή, τῶν ἀκενώτων δωρεῶν τὸ πολυτίμητον εὔρημα τῶν ἁλιέων. Λάμπουσα ἀφίχθης, ποντοποροῦσα ὡς ναῦς, ἀσμένως ἀνυμνοῦμεν ᾠδὰς προσφέροντες. Χαῖρε τῇ Κυρίᾳ λέγοντες, τῇ σήμερον ἐν θαλάσσῃ ὀφθείσῃ, σεπτῇ εἰκόνι, ὡς θεῖον δῶρον ἐξ οὐρανοῦ τῇ Πολιούχῳ.
Δόξα. Καὶ νῦν. Ὅμοιον. Κατεπλάγη Ἰωσήφ...
ξεπλάγησαν ἁγνή, ἐν τῇ ἀκτῇ οἱ ἁλιεῖς, θεωροῦντές σε ἐν πλῷ  καὶ  ὡς  νεφέλην φωτεινήν, κατὰ παράδοξον τρόπον ἐν
τῷ  πελάγει.  Δέος τὰς ψυχὰς κατελάμβανεν, θαῦμα ἱερὸν ἐννοή-
ήσαντες καὶ προσκυνοῦντες, χαῖρέ σοι Μῆτερ ἐκραύγαζον, διὸ σὺν τούτοις, ὡς Πολιοῦχον, ὕμνοις δοξολογοῦμεν.
Μετὰ τὴν β΄ Στιχολογίαν. Ὅμοιον.
πεσκέψατο ἡμᾶς, καὶ διαμένει μεθ᾿ ἡμῶν, Καμαριωτίσσης ἡ σεπτή, καὶ θαυματόβρυτος εἰκών, εἰκονομάχων ἐκφεύγουσα τὴν μανίαν. Εἶδον ἁλιεῖς καὶ ἐξέστησαν, στήλην φωτεινὴν καταπλέουσαν καταγαγόντες λέμβους ἐξῆλθον καὶ ἀνευρόντες παρέλαβον. Διὸ Παρθένε, ἐν εὐφροσύνῃ, πάντες ἀνευφημοῦμεν.
Δόξα. Καὶ νῦν. Ὅμοιον. Κατεπλάγη Ἰωσήφ...
Δ
εῦτε ᾄσωμεν πιστοί, πανηγυρίζοντες λαμπρῶς, καὶ σκιρτήσωμεν φαιδρῶς, τῇ ἐτησίᾳ ἑορτῇ, ἐν τῇ ἐνδόξῳ ἀφίξει τῆς Παναχράντου. Δόξαν καὶ τιμὴν ἀποδώσωμεν, γόνυ καὶ ψυχὴν ὑποκλίνοντες ὡς δωρεὰς ἀπείρους καὶ χάριτας, καὶ τὰς ἰάσεις παρέχουσα· ταῖς σαῖς πρεσβείαις πρὸς τὸν Υἱόν σου Μῆτερ, μὴ διαλίπῃς.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ. δ´.
Τὴν σοφίαν καὶ Λόγον...
Τ
ὴν μανίαν εἰδότες τῶν δυσσεβῶν, καὶ τὴν θλάσιν νοοῦντες τῆς σῆς μορφῆς· εἰκόνα σου Δέσποινα, οἱ σοὶ δοῦλοι ἀπέκρυπτον, καὶ ἐν θαλάσσῃ θέντες αἰτοῦντες σὴν πρόνοιαν, εἰς Σαμοθράκης νῆσον προπέμπεις πρὸς οἴκησιν· ὅθεν λαμπροφόρος, τῷ πελάγει φανεῖσα, τῷ ὅρμῳ προσήγγισεν καὶ ἡμᾶς ἐπεσκέψατο καὶ προστάτις νῦν πέλουσα. Δέσποινα Παρθένε ἁγνή, τὰς δεήσεις πρόσδεξαι τῶν δούλων σου, τῶν ἐκ πόθου τιμώντων, τὴν θείαν πανήγυριν.
Δόξα. Καὶ νῦν.
ς Μωσῆς ἐν τῇ θίβει ἐν ποταμῳ, ἐν θαλάσσῃ Παρθένε σοῦ ἡ εἰκών, τὴν θλάσιν ἐκφεύγουσα, Ἕλλης Πόντους ἐκπλεύσασα, πρὸς Σαμοθράκης νῆσον πορείαν ποιήσασα, φωτοστεφὴς ὀφθεῖσα τῷ ὅρμῳ ἐγγίσασα. Ὅθεν ἐκπλαγέντες, ἁλιεῖς μετὰ δέους, τὸ χαῖρε φωνήσαντες καὶ τιμὰς ἐναπέδωσαν, καὶ Προστάτιν ἐκτησαντο. Δέσποινα Παρθένε καὶ νῦν, τὴν εἰκόνα ἅπαντες σεβόμεθα, καὶ εὐλαβῶς προσκυνοῦντες αὐτὴν ἀσπαζόμεθα.
Εἶτα οἱ Ἀναβαθμοί. Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ Ἤχου.
Προκ.: Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ.: Ἄκουσον Θυγάτερ καὶ ἴδε καὶ κλῖνον τὸ οὓς σου...
Εὐαγγέλιον (Λουκ. κεφ. α· 39-49, 56): Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ...
Ὁ Ν᾿ (50) Ψαλμός.
Δόξα: Ταῖς τῆς Παναχράντου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στίχ.: Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...
ν τῇ θαλάσσῃ ἐν θλίψει ἐνέβαλον, τὴν σεβασμίαν εἰκόνα σου Ἄχραντε· ἐκ τῆς θαλάσσης ἀγαλλιῶντες ταύτην παρέλαβον, ὅτε ἐν τῷ ὅρμῳ κατέπλευσεν, οἱ τὰς σαγήνας, ἐν τῇ ἀκτῇ καταρτίζοντες. Ἀναδειχθεῖσα ἡμῶν ἡ προστάτις, ἡ φύλαξ ἀποδημούντων καὶ τῶν πλεόντων συμπλοηγήτρια. Ὢ Μῆτερ τῶν πιστῶν Καμαριώτισσα, ἀδιαλείπτως τὸν σὸν Υἱὸν καὶ Θεὸν ἡμῶν καθικέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα οἱ Κανόνες· Τῆς Καμαριωτίσσης καὶ τοῦ Ἁγίου τῆς ἡμέρας· ἡ τῆς τυχούσης ἑορτῆς —προεόρτιος ἤ μεθέορτος— καὶ τῆς Παναγίας τῆς Καμαριωτίσσης· ἤ ἐν τῇ Πέμπτῃ τῆς Διακαινησίμου, ὁ Ἀναστάσιμος και ὁ κανών Της· οὗ ἡ ἀκροστιχίς: Ὑμνῶ, μεγαλύνω, Καμαριώτισσαν, Γεώργιος.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας...
μνῶ ἐπισκέπτριαν προσφιλῆ, τὴν ὑπὸ Ἀγγέλων ὑμνουμένην ἐν οὐρανοῖς· τὴν ἐπὶ κυμάτων ἀφιχθεῖσαν, τῆς Σαμοθράκης τὸ θεῖον ἀγλάϊσμα.
Μ
αρία ὦ Μῆτερ χριστιανῶν, τῶν εἰκονομάχων διαφεύγεις τὸ μοχθηρόν, καλῶς κυβερνῶσα σὴν εἰκόνα, εἰς Σαμοθράκην ὠθεῖς ἀσφαλέστατα.
Ν
οσοῦντας ἰᾶται καὶ τὰς ψυχάς, καὶ τοὺς ἐν κινδύνοις διασῴζει καὶ ναυαγούς· σαγήνας πληροῦσα ἁλιέων, τῶν τὴν εἰκόνα τιμώντων ἐκ πίστεως.
ραῖον τὸ ὄνομα καὶ γλυκύ, τῆς πολυευσπλάχνου, τῆς Κυρίας τῶν οὐρανῶν, συγγνώμην παράσχου μοι Παρθένε, τῷ παναθλίῳ ἱκέτῃ σου δέομαι.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος...
Μ
εγαλύνω καὶ ψάλλω σὸν θαυμαστὸν ὄνομα, καὶ τοῦ παραδόξου σου Μῆτερ τῆς ἐπισκέψεως, θαυμάτων ὤφθης πηγή, ὁ ἰατὴρ νοσημάτων, καὶ λιμὴν σωτήριος οὖσα Πανάχραντε.
κκλησίας ὁ λύχνος ὁ φωταυγὴς Ἄχραντε, τοῦ Θεοῦ καὶ Λόγου δοχεῖον τὸ καθαρώτατον· ἡ μόνη ἐν γυναιξί, τῶν ἀρετῶν ἡ ἀκρότης, ἡ μετὰ τὸν τόκον, Παρθένος ἀμόλυντος.
Γ
ηθοσύνως ὑμνῶ σε θεοστεφὲς Δέσποινα, καὶ τὴν ἱεράν σου Εἰκόνα πίστει ἀσπάζομαι· ἐν τῇ ἀγάπῃ τῇ σῇ, ἁμαρτιῶν μου τὰ πλήθη, καὶ πταισμάτων ἄφεσιν, δίδου τῷ δούλῳ σου.
ποδημίαν οἶδας τῶν οὐρανῶν ἄνασσα, καὶ τῶν ἀποδήμων ὁ φύλαξ σὺ ἀναδέδειξαι· τῶν ἐν θαλάσσῃ καὶ γῇ, τοὺς στεναγμοὺς ἁπαλύνεις, τῶν πιστῶν τὸ στήριγμα, μόνη Πανύμνητε.
Κοντάκιον. Ἦχος γ´. Ἡ Παρθένος σήμερον...
 εἰκὼν ἡ πάνσεπτος, τῆς Θεοτόκου Μαρίας, ἐν τῇ νήσῳ ἔρχεται, ποντοποροῦσα αἰσίως· χόρευε, ἡ Σαμοθράκη λαμπροφοροῦσα, ὕμνησον, μετὰ ᾀσμάτων καὶ ἐγκωμίων· βουληθεῖσαν γενηθῆναι, κινδύνων ῥύστιν, καὶ προστασίαν ἡμῶν.
Τὸ Μεσώδιον Κάθισμα τοῦ Μηναίου καὶ τῆς Καμαριωτίσσης, ἤ τοῦ Ὁσίου Θεοφάνους καὶ τῆς Παναγίας τῆς Καμαριωτίσσης, ὡς κατωτέρω:
Κάθισμα. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...
σιε Θεόφανες, τῶν μοναζόντων τὸ κλέος, ὁ σοφὸς διδάσκαλος, Σιγριανῆς ὁ κτίτωρ καὶ ἡγούμενος· ἱεροῖς δόγμασιν, ἐκτελῶν διδάσκεις· τῶν εἰκόνων ὁ ὑπέρμαχος· χρυσὸν καὶ ἄργυρον, τοῖς ἐν ἀπορίᾳ διένειμας· ἀνθρώποις τε καὶ κτήνεσι, τὰς εὐεργεσίας μετέδωκας· καὶ ἐν Σαμοθράκῃ, τὸ πνεῦμα παραδίδεις τῷ Χριστῷ, ὃν ἐκτενῶς καθικέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν.
Χ
αῖρε Ἀειπάρθενε, τῆς Σαμοθράκης τὸ κλέος, προστασία ἄμαχε, θησαυρὲ ἀτίμητε Καμαριώτισσα· τοῖς βροτοῖς πάντοτε, δωρεὰς παρέχεις, τοῖς νοσοῦσι τὰ ἰάματα· πηγὴ ἀκένωτος, καὶ πρὸς τὸν Υἱόν σου μεσίτρια· Ἀγγέλων ὑπερέχουσα, καὶ τῶν οὐρανῶν ἡ βασίλισσα. Θεία εὐλογία, τῶν πίστει προστρεχόντων σοι ἁγνή, ἐν παῤῥησίᾳ οὖν πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λ
αμπροφόρος ἡ ἔλευσις, τῆς σεπτῆς εἰκόνας σου Καμαριώτισσα· ἀνυμνοῦντές σε δοξάζομεν, καὶ ἀσμένως τὸ χαῖρε βοῶμέν σοι.
ποστάσα τὴν δίωξιν, Παναγία πάνσεπτε Καμαριώτισσα· ἐν τῇ νήσῳ ἐπεδήμησας, καὶ προσήνεγκας θεῖόν σου Ὄνομα.
Ν
όες μέλπουσι Πάναγνε, τῆς φρικτῆς κυήσεως τὸ μυστήριον· προσκυνῶν δὲ τὴν εἰκόνα σου, παρθενίας ὑμνῶ τὴν ὡραιότητα.
 πανύμνητε Δέσποινα, ταπεινῆς αἰτήσεώς μου εἰσάκουσον, ἐκδυσώπησον τὸν Κύριον, τοῦ πυρὸς τῆς γεέννης ῥυσθῆναί με.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς τοῖς προστάγμασί σου...
Κ
ύματα δεινά, τὴν ψυχήν μου περιέλουσαν, διὸ Παρθένε Μῆτερ παρακαλῶ· τὴν σὴν γαλήνην, παράσχου μοι, τῷ ἱκέτῃ σου.
γιον Θεοῦ, καὶ ὡραῖον περιβόλαιον, καὶ παραδείσου Κῆπος ὁ ἐν Ἐδέμ· τὰς εὐλογίας παρέχεις τοῖς δεομένοις σου.
Μ
ήτηρ τοῦ Χριστοῦ, καὶ παρθένος ἀναδέδειξαι, συγκυβερνῆτις ἄξιος θαλασσῶν· καὶ σωτηρίας ὁ φάρος σὺ Καμαριώτισσα.
ξιόν ἐστιν, ἀνυμνεῖν τε καὶ δοξάζειν σε, καὶ πανοικτίρμονα Υἱὸν καὶ Θεόν· τοῦ παρασχεῖν μοι, τῶν πταισμάτων τὴν συγχώρησιν.
ᾨδὴ ς´. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.
ανίδα μοι, τοῦ ἐλέους σου στάξον, τῶν πταισμάτων παριδοῦσα Παρθένε, τὸ πλῆθος, τῆς γὰρ ζωῆς μου γινώσκω, καὶ τῆς ψυχῆς τὰ δυσώδη οἰδήματα, καὶ δέομαι τῆς ἀγαθῆς, τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.
κέτευε, ἐκτενῶς πρὸς Κύριον, καὶ αὐτὸν παρακαλεῖν μὴ ἐλλίπῃς· ὅτι Μητρός, παρακλήσεις ἀκούει, καὶ τῶν παθῶν ἀπαλλάττει τοὺς πταίσαντας· καὶ κράτησόν μου τῆς χειρός, τοῦ ῥυσθῆναί με φθορᾶς τὸν δείλαιον.
ς ἄριστος, πλοηγὸς Πανάχραντε, σὴν εἰκόνα κυβερνῶσα ὡράθης· ὡς λαμπηδών, καταυγάζουσα πόντους, καὶ ὡσεὶ ναῦς ἐν τῷ ὅρμῳ προσήγγισας, καὶ γέγονας τοῖς πλοηγοῖς, σύνοδος ἀποδημοῦν τὸ στήριγμα.
Τ
ὴν δέησιν, τῶν πιστῶν σου ἄκουσον, καὶ γαλήνευσον θαλάσσης τὸν σάλον. Σὺ τὰς εὐδίας Παρθένε χαρίζεις, καὶ τοῦ πελάγους τὸν οὔριον ἄνεμον· ἱστίον οἴαξ πλοηγῶν, σὺ πυξὶς σὺ καὶ τρόπις καὶ ἄγκυρα.
Κοντάκια.
Ὥδε παραθέτω καὶ τὰ Κοντάκια.
α´. Τῶν Νεοφανῶν Μαρτύρων τῆς Σαμοθράκης, τὸ ἐκ τῆς χειρογράφου ἀσματικῆς Ἱ. ἀκολουθίας, τῆς ποιηθείσης ὑπὸ Ἰακώβου τινὸς Μοναχοῦ, ἐν τῷ ἔτει 1843, τῇ προτροπῇ τοῦ τότε Ἐπισκόπου Τραϊανουπόλεως κυροῦ Ἀνθίμου. (Πρὸς διάσωσιν καὶ εἰς μνημόσυνον αὐτῶν) καὶ·
β´. Τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοφάνους, ἵνα εὐχερῶς εὑρίσκωσι ταῦτα οἱ ψάλλοντες, κατὰ τὰς ἰδιωτικὰς Θείας Λειτουργίας, τὰς τελουμένας πρὸς τιμὴν αὐτῶν. (Ἐκ τῆς ἱερᾶς Ἀκολουθίας τῆς 12 Μαρτίου).
Κοντάκιον. Ἦχος δ´. Ὁ ὑψωθείς...
Τοὺς ἀθλοφόρους τοῦ Χριστοῦ χαρμοσύνως, ἀνευφημήσωμεν πιστῶν αἱ χορεῖαι· ὅτι αὐτοὶ ἐκήρυξαν λαμπρᾷ τῇ φωνῇ, Χριστὸν τὸν Θεὸν ἡμῶν, ὠμοτάτοις βαρβάροις, Μανουήλ Θεόδωρος, Μιχαῆλος σὺν δύο, τοῖς Γεωργίοις οὓς χρεωστικῶς, ἀνευφημοῦντες τιμῶμεν ἐν ᾄσμασιν.
Ἦχος β´. Τοῦ Ὁσίου· Τὰ ἄνω ζητῶν.
Ἐξ ὕψους λαβών τὴν θείαν ἀποκάλυψιν, ἐξῆλθες ἐν σπουδῇ, ἐκ μέσου τῶν θορύβων, καὶ μονάσας Ὅσιε, ἐνεργείας θαυμάτων εἴληφας, καὶ προφητείας χάρισμα, συμβίου καὶ πλούτου στερούμενος.
Ἦχος πλ. δ´. Τῆς Καμαριωτίσσης· Εἰ καὶ ἐν τάφῳ.
Εἰ καὶ ἐν πόντῳ ἐτέθης Πανάχραντε, ἀλλὰ πελάγους διῆλθες τήν ἔκτασιν· καὶ κατέστης ναυτιλλομένων ἡ πλοηγός, τὸ σεπτὸν Σαμοθράκης καὶ θεῖον ἀγλάϊσμα· καὶ τοὺς σοῦς δεομένους φυλάττεις Ἀπείρανδρε· ἡ τοῖς νοσοῦσι, παρέχουσα ἴασιν.
Ὁ Οἶκος.
Σέ, Σαμοθράκη, ἡ τῆς Θεομήτορος σεβάσμια καὶ θαυματόβρυτος εἰκών, ἡ σεπτὴ Καμαριώτισσα, ἐξελέξατο εἰς ἑαυτῆς κατοίκησιν, ἐν τοῖς τῆς εἰκονομαχίας χρόνοις. Ἐν σοί, ὡς ἄλλη Πορταΐτισσα ἐπεδήμησεν, ὡς ναῦς ποντοπορούσα καὶ διαλάμπουσα καὶ παραδόξως προσορμισθεῖσα. Σοῦ, νῆσος μακάρια, ἡ Θεοτόκος, Προστάτις ὑπέρμαχος γέγονεν, ὡράϊσμα καὶ κλέος λαμπρότατον. Πρεσβευτὴς ἐν οὐρανοῖς θερμότατος, σκέπη καὶ φύλαξ ἀναδειχθεῖσα τῶν ἀποδήμων σου. Ῥύστις τῶν ἐν κινδύνοις, βοηθὸς τῶν ἐν γῇ καὶ ἐν θαλάσσῃ πέλουσα, ἡ τοῖς νοσοῦσι παρέχουσα ἴασιν.
Ὁ Οἶκος (Τῶν Ἁγίων).
Εὐφραίνου σήμερον καὶ ἀγάλλου, σκίρτα καὶ χόρευε ἡ νῆσος σύμπασα· σὺ γὰρ Σαμοθράκη, οὐκ ἐλαχίστη εἶ, ἐν ὁσίοις καὶ μάρτυσι· Ἀπόστολοι σέ, πρῶτον ἐπεσκέψαντο καὶ πόδες τούτων σὲ ἡγίασαν, Χριστοῦ Ἀναστᾶντος, τὸ Φῶς, τὸ Εὐαγγέλιον καὶ τὴν πίστιν, σὺ πρώτη οἶδας. Σύ, Θεοφάνους ὁσίου τοῦ ὁμολογητοῦ, εὐλογίαις καὶ πλουσίοις χαρίσμασι, ἀφθόνως κατεπλούτησας· ἐν δὲ τῇ μακάριᾳ τούτου κοιμήσει, τὸ σεπτὸν αὐτοῦ ἐνεκολπώθης σκήνωμα. Σὺ ἐν χρόνοις Ἀγαρηνῶν, ἑκατόμβας πλείστας μαρτύρων, τῷ Θεῷ προσήνεγκας. Οὗτοι, Χριστὸν ὁμολογοῦντες πρὸς τὸ μαρτύριον ὁδεύοντες, πεῖραν βασάνων παντοίων ὑπομείναντες καὶ ἐπὶ δένδρων τανυσθέντες, τὰς σάρκας καταξεόμενοι καὶ ὡς ἄρνες σφαγιασθέντες, τῆς ὀρθοδοξίας τὴν πίστιν ἐκράτυναν· δι᾿ ὁ καὶ ἐπαξίως τὰ γέρα καὶ τοὺς στεφάνους τῆς δόξης παρὰ Κυρίῳ ἐδέξαντο. Νῦν δέ, τῇ Τριάδι παρεστηκότες, ὑπὲρ πάντων ἡμῶν ἀπαύστως πρεσβεύουσι καὶ τοῖς αἰτοῦσι, τὰς ἰάσεις ταχέως παρέχουσι,
Συναξάριον.
Του Μηναίου, καί:
Τῇ αὐτῇ ἡμέρᾳ, τῇ Πέμπτῃ τῆς Διακαινησίμου, ἐκκλησιαστικὴν ἑορτὴν καὶ πανήγυριν τελοῦμεν εἰς τιμὴν καὶ μνήμην τῆς Παναγίας Θεοτόκου ἐν τῷ φερωνύμῳ Ναῷ καὶ τῇ κώμῃ Καμαριωτίσσῃ, εἰς ἀνάμνησιν τῆς ἐκ τῶν εἰκονομάχων διασώσεως, τῆς ἱερᾶς καὶ σεβασμίας εἰκόνος, τῆς Παναγίας τῆς Καμαριωτίσσης· ἥτις διὰ θαυμασίου καὶ παραδόξου τρόπου, ἐν τῇ Σαμοθράκη ἀφίχθη, τῶν θαλασσίων κυμάτων ἐπιβαίνουσα. Κατέστη δὲ ἐν ἡμῖν, Προστάτις ὑπέρμαχος, ἀγλάϊσμα καὶ κλέος λαμπρότατον, ἔτι δὲ καὶ τὴν προσωνυμίαν τῷ τόπῳ προσήνεγκε.
Ἐν τοῖς χρόνοις τῆς ·εἰκονομαχιας, ἄδηλον ἐν ἔτει ποίῳ, ἀλλὰ μεσούσης τῆς τοῦ ἔαρος ἐποχῆς καὶ δὴ καὶ ἐν ἡμέρᾳ τῆς ἑβδομάδος Πέμπτη τῆς Διακαινησίμου τοῦ ἐνιαυτοῦ ἐκείνου, ἔλαβε χώραν, ἡ διὰ θαυμασίου τρόπου ἔλευσις τῆς Ἱερᾶς εἰκόνος τῆς Θεομήτορος, ἐν τῇ νήσῳ Σαμοθράκῃ.
Τὸ γεγονὸς τοῦτο τοποθετείται ὡς ἔγγιστα, τελευτώσης τῆς α΄ δεκαετίας, ἤ, ἀρχομένης τῆς β΄, τοῦ Θ᾿ αἰῶνος.
Περὶ τὸ τέλος τῆς α΄ ὥρας τῆς ἡμέρας, οἱ ὀλίγοι ἁλιεῖς, οἱ τὰς σαγήνας αὐτῶν καταρτίζοντες ἐκ τῆς νυκτερινῆς ἀσχολίας, ἐν τῷ ὁρμίσκῳ τῷ εὑρισκομένου ἐν τῷ Βορειοδυτικῷ σημείῳ τῆς νήσου, —τὸ σημερινὸν ἐπίνειον— εἶδον μακρὰν εἰς τὸν ὁρίζοντα λάμψιν τινά, ἐξηπόρουν δὲ μὴ βλέποντες οὐδὲν ἐν τῇ θαλάσσῃ πλέον. Προϊόντος τοῦ χρόνου, ἡ λάμψις φαεινότερα ἐγένετο, ἡ δὲ περιέργεια αὐτῶν καὶ ἡ ἀπορία μεγαλύτερα καθίστατο, μὴ δυναμένων νὰ ἐξηγήσωσί τι ἧν τὸ ὁρώμενον φωτεινὸν θέαμα, ὅ καὶ ἐφαίνετο πλέον πρὸς αὐτούς. Περὶ αὐτοῦ οὐκ ἐψεύσθησαν οὐδόλως, καθ᾿ ὅτι ἡ μεταξὺ αὐτῶν καὶ τοῦ φαινομένου ἀπόστασις, μικρότερα καθίστατο, αἱ ἀκτῖνες τηλαυγέστεραι ἀντηνακλῶντο καὶ ὡς ναῦς τις πλησίστιος, μετὰ πρώρας τὸν ὁρμίσκον, ὁλονὲν ἐπλησίαζεν.
Ἐγκαταλείψαντες οὖν πάντες τὸ ὑπόλοιπον τῶν ἀσχολιῶν, ἐπεδόσθησαν καθόλου εἰς συζητήσεις καὶ μόνον, περὶ τοῦ παραδόξου φαινομένου, καὶ ὑποθέσεις πρὸς ἐξήγησιν ποιοῦντες, ἀναλόγως τῆς φαντασίας, ἕκαστος γνώμην παρεῖχε.
Ὅτε δέ, τὸ παράδοξον θέαμα ἐγγύτερον αὐτῶν ἐγένετο, ἡ δὲ περιέργεια αὐτῶν ἐκορυφώθη, καίτοι μεγάλως προσπαθήσαντες, ἀναῤῥιχηθέντες εἰς βράχους καὶ δένδρα, οὐκ ἠδυνήθησαν ἰδεῖν τοῦτο. Ἀφ᾿ ἑνὸς μὲν κωλυομένων ἐκ τῆς λάμψεως ἥτις ἐξεπέμπετο, ἀφ᾿ ἑτέρου δέ, ἐκ τοῦ μικροῦ τοῦ ὄγκου ἐν μέσῳ τῶν κυμάτων. Ὅθεν ἀπεφασίσθη νὰ καταγάγωσι εἰς τὴν θάλασσαν λέμβους καὶ νὰ ἐξέλθωσιν εἰς ὑπάντησιν τούτου, ὅπερ καὶ ἐγένετο.
Δύο λέμβοι τότε, ἐν παρατάξει, δύο κωπηλάτας ἡ μία ἔχουσα καὶ ἕνα ἡ ἕτερα, ἔλαβον θέσιν ἐκκινήσεως, ὅτε τὸ παράδοξον καὶ μυστηριῶδες κατ’ αὐτοὺς πλεούμενον, ἀπεῖχε ὀλιγοτερον τοῦ ἡμίσεος μιλλίου.
Κωπηλατήσαντες οὖν περὶ τὰς ἑκατὸν ὀργυὰς ἀπὸ τῆς ξηρᾶς, πάντοτε ἐν παρατάξει καὶ εἰς ποίαν τινα ἀπόστασιν μεταξύ των, ὡς ἐκ συνθήματος κατέπαυσαν τοῦ σκοποῦ των, ἀναμένοντες οὕτω τὴν ἄφιξιν τοῦ πλεούμενου. Ὄντως οὕτως καὶ ἐγένετο διὰ μέσου αὐτῶν —τῶν ἐν στάσει λέμβων— διῆλθεν ἀντικείμενόν τι, μικρόν, χρυσίζον εἰς τὰς ἀκτῖνας τοῦ ἡλίου, ὠθούμενον ὡς ὑπὸ ῥεύματος θαλασσίου καὶ διαγράψαν κύκλον, ἔστη.
Τούτου γενομένου, ἀμφότεροι τὴν κωπηλασίαν ἐπανέλαβον καὶ μετ᾿ οὗ πολὺ πλευρίσαντες ἑκατέρωθεν, παρέλαβον κυβώτιόν τι μεταλλικόν, ἐπιμελῶς καὶ ἑρμητικῶς ἠσφαλισμένον· περιεργασθέντες δὲ τοῦτο ἐπ’ ὀλίγον, ἐπέστρεφον ταχέως πρὸς ἑξακρίβωσιν τοῦ περιεχομένου. Ὁ εἷς ἐκ τῆς πρώτης λέμβου ἐκράτει τὸ εὔρημα, ὁ ἕτερος ἐκωπηλάτει, ἀκολουθούσης τῆς ἑτέρας λέμβου, τῶν δὲ ὑπολοίπων ἀγωνιώντων ἐν τῇ ἀκτῇ. Περαιωθέντων οὖν εἰς τὸν αἰγιαλὸν καὶ συγκεντρωθέντων ἁπάντων, προσδέσαντες τὰς λέμβους εἰκῇ καὶ ὡς ἔτυχεν, ἐπεδόθησαν μετὰ σπουδῆς εἰς τὴν διάνοιξιν τοῦ μεταλλικοῦ κυτίου, ἀναλογιζόμενοι κατ᾿ ίδίαν ἕκαστος, περὶ τοῦ ἐν αὐτῷ ὑπάρχοντος θησαυροῦ. Ὄντως, θησαυρὸς ἀτίμητος ἀνυπολογίστου ἀξίας ἐνυπῆρχεν! Εἶδον ἐν εικόνι τὴν σεβασμίαν μορφὴν τῆς Θεομήτορος, κρατούσης ἐν ταῖς ἀγκάλαις αὐτῆς, τὸν κρατοῦντα ἐν χερσὶν αὐτοῦ τὰ σύμπαντα, Υἱόν της, καὶ Κύριον Ἡμῶν Ἰησοῦν Χριστόν· ἐπεγέγραπτο δὲ τῇ εἰκόνι Παναγία η Καμαριώτισσα. Παραχρῆμα, δέος κατέλαβε πάντας, χαρᾶς τε δὲ καὶ ἀγαλλιάσεως ἀνεκλαλήτου πλησθέντες, ἐδόξασαν τὸν Πανάγαθον Θεόν. Ἐξαγαγόντες δὲ ἐκ τῶν ἀποσκευῶν αὐτῶν μεσάλιον (προσόψιον) καθαρὸν —ὑφαντόν—, ὑπεστρωσαν τοῦτο ἐπὶ τῆς κωπαστῆς λέμβου τινὸς καὶ ἐπιθέσαντες τὴν σεβασμίαν εἰκόνα, ἠσπάσθησαν μετὰ φόβου καὶ πολλῆς εὐλαβείας καὶ ἀπόφασιν ἔλαβον, ἵνα τὸ ἑσπέρας μεταφέρωσι ταύτην εἰς τὰς ἑστίας αὐτῶν, καθ’ ὅτι οὐχ ὑπῆρχον οἰκίαι ἐν τῷ τόπῳ τοῦτο. Αὔθις δὲ ἐπανέφερον τὴν συζήτησιν περὶ τοῦ προτέρου φαινομένου καὶ τοῦ παραδόξου τῆς ἀφίξεως τρόπου, νοήσαντες πλέον ὅτι περὶ θαύματος ἐπρόκειτο. Τότε οὖν καὶ οἱ τρεῖς κωπηλάται ἤρξαντο διηγούμενοι τὰ ἐν αὐτοῖς συμβάντα, ὅτι, κατὰ τὴν πρότερον γενομένην πορείαν, ἐπαύσαντο κωπηλαντοῦντες, καθ’ ὅ αἱ χεῖρες αὐτῶν παραλελυμέναι ἐγένοντο, ἀλλ’ οὐδεὶς αὐτῶν ἀπετόλμα εἰπεῖν τῷ ἑτέρῳ τί ἐν αὐτῷ συνέβαινεν, παρέχοντες οὕτως ἐντύπωσιν, ὅτι στάσιν ἀναμονῆς τοῦ ἀφικνουμένου ἐποίουν.
Εἰσὶν  δὲ  τὰ  ὀνόματα  τούτων· —ὡς ἐκ τῆς παραδόσεως δαισῳ-
ζόμενα, γραπτοῦ λόγου μὴ ὑπάρχοντος παντάπασιν— Παῦλος ὁ πρεσβύτερος σὺν τῷ αὐταδέλφῳ Ῥαξῇ τῷ νεωτέρῳ, ὃς καὶ τὸ εὔρημα εἰς τὴν ἀκτὴν ἀπεκόμισεν, ἐν δὲ τῇ ἑτέρᾳ λέμβῳ, Λαμπρός τις ὀνομαζόμενος.
Γεῦμα περὶ τὴν μεσημβρίαν τούτων ποιουμένων, διελέγοντο πάλιν περὶ τοῦ τόπου καὶ τῆς μονίμου ἐγκαταστάσεως τῆς Ἱερᾶς Εἰκονος τῆς Ἀειπαρθένου Θεοτόκου.
Μεταβαλλομένης οὖν τῆς ἀρχικῆς αὐτῶν ἰδέας, περὶ διαφυλάξεως ταύτης εἰς τὰς ἰδίας αὐτῶν οἰκίας, ἔδοξεν αὐτοῖς, ὅπως ἐγκαταστήσωσι ταύτην, εἰς τὸν ἴδιον τῆς ἀφίξεως τόπον, ἵνα ἡ θεία Ἐπισκέπτις γὲνηται ἡ Προστάτις αὐτῶν.
Ἐπικροτούντων δὲ καὶ ὁμονοούντων πάντων ἐπ’ αὐτοῦ, ἀνῆλθον περὶ τὰ τεσσαράκοντα βήματα ἐκ τοῦ σημείου ἐκείνου καὶ ἐντὸς ἐρειπίων Ναοῦ τινος μεγάλου, ἡτοίμασαν τὴν θέσιν ὡς Θρόνον, εἰς τὴν Κυρίαν τῶν οὐρανῶν καὶ ἔθεντο ἐκεῖ τὴν Ἱερὰν εἰκόνα τῆς Παναγίας τῆς Καμαριωτίσσης, ἐν ἡμέρᾳ Πέμπτῃ μετὰ τὸ Πάσχα· διὸ καὶ πρὸς τιμὴν Αὐτῆς, πανδῆμος ἐτελεῖτο πανήγυρις καὶ τελεῖται εἰσέτι, τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν τῇ ὁποία συμμετέχει ἡ νῆσος σύμπασα. Αὕτη ἐστί, ἡ τοῖς πᾶσι γνωστή, ἡ Πανήγυρις τῆς Καμαριωτίσσης.
Οἱ εἰρημένοι ἁλιεῖς, ὡς καὶ οἱ λοιποί, πρὸς ταῖς ἀσχολίαις αὐτῶν πρὸς πορισμὸν τῶν τοῦ ζῆν, μεγάλως ἐπεδίδοντο καὶ εἰς θεραπείαν τῆς Παναχράντους τοσοῦτον μᾶλλον ὥστε τοῦ λοιποῦ, τὸ θυμίαμα, τὸ κηρίον καὶ τό ἔλαιον οὐκ ἐξέλιπεν, καὶ ἡ θρυαλλὶς οὐκ ἐπαύσατο ἀναδιδοῦσα φῶς ἱλαρόν, παρέχουσα ἐλπίδα καὶ παρηγορίαν τοῖς πᾶσι.
Σὺν τῷ χρόνῳ ὠκοδομήθη ἐνταῦθα μικρόν τι κατάλυμα καὶ ηὐτρεπίσθη εἰς Ναΐδριον ἔνθα πᾶσα ἡ Σαμοθράκη προσήρχετο, ἵνα μετ᾿ εὐλαβείας ἀσπασθῇ τὴν Ἱερὰν καὶ θαυματόβρυτον εἰκόνα τῆς Παναγίας τῆς Καμαριωτίσσης καὶ ζητήσῃ τὸ ἔλεος καὶ τὴν βοήθειαν Αὐτῆς εἰς στιγμὰς δύσκολους ἐν καιροῖς χαλεποῖς.
Ὄντως ἡ θεία Ἐπισκέπτις, ἡ Παναγία, ἀνεδείχθη θερμὴ ἀντίληψις, προστάτις καὶ ῥύστις, τῶν ἐν κινδύνοις, σκέπη καὶ φύλαξ τῶν ἀποδημούντων, συγκυβερνήτις ἄριστος καὶ συμπλοηγὸς τῶν ἐν θαλάσσῃ πλεόντων. Ἔκτοτε, πάντων λεγόντων· Πάμε νὰ ἀνάψουμε μιὰ λαμπάδα, ν’ ἀνάψουμε τὸ καντήλι καὶ νὰ προσκυνήσωμε τὴν Καμαριώτισσα, παρέμεινεν ἡ προσωνυμία τῆς Παναγίας, ὡς ὀνομασία, τοῦ τόπου τούτου· διὸ καὶ Καμαριώτισσα καλεῖται ἕως τῆς σήμερον.
Περὶ δὲ τῶν θαυμασίων, ἃ ἡ Θεοτόκος εἰργάσατο τοῖς δεομένοις καὶ σεβομένοις τὴν σεπτὴν εἰκόνα τῆς Καμαριωτίσσης καὶ τοῖς ἐπικαλουμένοις τὴν βοήθειαν αὐτῆς, οὐκ ἐξεστὶ γλῶσσα ἀνθρώπου λαλήσαι.
Πέλαγος γάρ ἐστιν καὶ πηγὴ ἀνεξάντλητος ἐν τῇ νήσῳ, ἰάσεις βρύουσα καθ᾿ ἑκάστην. Τυφλοῖς τὴν ἀνάβλεψιν δωρουμένη, τῶν δαιμονίων ἐλευθεροῦσα, τοῖς ἐν νόσοις διάγουσι τὴν ῥῶσιν χαρίζουσα. Τῶν ἐν ἀτεκνίᾳ τὰς αἰτήσεις ἐπακούουσα καὶ τὸ ποθούμενον αὐταῖς παρέχουσα. Τοὺς ἐν κινδύνοις ῥύει παραδόξως, τοὺς ἐν θαλάσσῃ κινδυνεύοντας διασῴζουσα τῇ ἐπικλήσει μόνη τοῦ ὀνόματος Αὐτῆς. Τοῖς πᾶσι δέ, ἐν γῇ καὶ θαλάσσῃ τοὺς στεναγμούς τε καὶ πόνους ἁπαλύνουσα· ἐλπὶς καὶ παρηγορία κατέστη ἡ θαυματόβρυτος εἰκὼν τῆς Καμαριωτίσσης, κλέος τε καὶ ὡράϊσμα τῆς νήσου, Προστάτις ὑπέρμαχος.
Τὸν σὸν τόκον, Παρθένε, διασῴζεις, ἐκ τῆς τοῦ Ἡρῴδου θηριωδίας, εἰς Αἴγυπτον φυγαδεύουσα· καὶ αὖθις, ἐκ τῆς τῶν εἰκονομάχων μανίας, σὴν εἰκόνα, τῆς θλάσεως περισῴζεις, εἰς Σαμοθράκην προπέμπουσα.
Πρεσβείαις τῆς Παναχράντου Σου Μητρὸς καὶ τῶν τῆς Σαμοθράκης ἁγίων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας καταντήσαντες...
εράν σου εἰκόνα, ἥν Μῆτερ ἐδωρήσω κατασπαζόμεθα. Προστάτιν γὰρ τῆς νήσου, ταύτην ἔχοντες πάντες, τῷ Υἱῷ σου κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός, εὐλογητὸς εἶ.
Σ
εβασμίαν εἰκόνα, προσκυνήσωμεν πάντες τὴν θαυματόβρυτον· ἐν πίστει καὶ ἐλπίδι, καὶ τὴν ἐνδοξοτέραν, ἀνυμνήσωμεν βάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός, εὐλογητὸς εἶ.
Σ
ωτηρίας Μεσσίαν, ὅνπερ ἔτεκες Μῆτερ ἁγνὴ δυσώπησον· τὸν ἕνα τῆς Τριάδος, Δημιουργὸν καὶ Λόγον, ὃν προσκυνοῦντες ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός, εὐλογητὸς εἶ.
ποῤῥήτως ἀφίκου, ὡς ἠθέλησας Μῆτερ Θεοχαρίτωτε, καὶ γέγονας προστάτις, τῆς νήσου διὸ πάντες, τῷ Υἱῷ σου νῦν ψάλλομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός, εὐλογητὸς εἶ.
Ν
αμάτων θαυμασίων, καταρδεύεις τὴν νῆσον Θεογεννήτρια, τοὺς πόνους ἁπαλύνεις, τὸν Κύριον πρεσβεύεις, ὃν ὑμνοῦμεν καὶ ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ η´. Τὸν Βασιλέα τῶν οὐρανῶν...
Γ
ῆς βασιλέα, καὶ οὐρανῶν τὸν Υἱόν σου, ἀνυμνῶ μετ᾿ Ἀγγέλων, Παρθένε· καὶ δοξολογῶ σε, τὴν Κεχαριτωμένην.
νδοξοτέρα, ἐν οὐρανοῖς ἀνεδείχθης, καὶ αὐτῶν τῶν Ἀγγέλων ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, τὴν ἄσπιλον Παρθένον.
ραιοτέρα, σὺ ἐκ Θεοῦ ἐκλεγεῖσα· ὡς Μητέρα Παρθένον ὑμνοῦμεν· καὶ ὑπερυψοῦμεν, τὴν μόνην Θεοτόκον.
εῤῥυπωμένην, μοῦ τὴν στολήν, τῆς ψυχῆς σὺ ἐκκαθαίρεις Παρθένε· ὑμνῶ σε καὶ δοξολογῶ σε, τὴν Κεχαριτωμένην.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον...
Γ
εραίρω προσκυνῶ σε καὶ καθικετεύω, καὶ παρακλήσεις ποιοῦμαι σοι Μῆτερ ἁγνή, δοξολογῶν Παναγία καὶ μεγαλύνων σε.
δοῦσα τὰς ὀδύνας καὶ τὰς ἱκεσίας, μὴ διακόψῃς πρεσβείας πρὸς Κύριον· καταφυγὴ καὶ ἐλπίς μου Θεοχαρίτωτε.
ρθρίζομεν Παρθένε καὶ παρακαλοῦμεν, οἱ Σαμοθράκην οἰκοῦντες, Πανάχραντε, σὺν ἀσωμάτοις χορείαις σὲ μεγαλύνοντες.
Σ
ωτῆρα ἐν κινδύνοις σὲ ὁμολογοῦσιν, οἱ διά σου σεσῳσμένοι Παρθένε ἁγνή, τὴν σὴν εἰκόνα τιμῶντες καὶ μεγαλύνοντες.
Ἑξαποστειλάρια.
Ψάλλομεν, τῆς Παναγίας τῆς Καμαριωτίσσης, τοῦ ἁγίου τῆς ἡμέρας καὶ τῆς Ἑορτῆς — προεόρτιον ἡ μεθέορτον.
Τῆς Καμαριωτίσσης. Ἦχος γ´. Οὐρανὸν τοῖς ἄστροις.
ποδημίαν οἶδας, ἐν τῷ καιρῷ τῶν διωγμῶν, σὺν Θεοφάνει τὴν νῆσον, καταλαβοῦσα δὲ οἰκεῖς· καὶ προστασίαν παρέχεις, τοῖς ἀποδήμοις Παρθένε.
Ὅμοιον. Εἰς τοὺς Νεομάρτυρας.
 παμφαὴς τῶν Μαρτύρων, ἐξέλαμψε νῦν ἑορτή, φωταγωγοῦσα τοὺς πίστει, ἐπιτελοῦντας τὴν αὐτῶν, σήμερον πάμφωτον μνήμην, καὶ τὸν Χριστὸν ἀνυμνοῦντας.
Ὅμοιον. Εἰς τὸν Ὅσιον Θεοφάνην.
περορίας ἐν χρόνοις, θείων εἰκόνων τοῦ Χριστοῦ, ἐν Σαμοθράκῃ τὸ σκῆνος, τοῦ Θεοφάνους τὸ σεπτόν· ἐδέχθης εἰς προστασίαν, ἀπὸ παντοίων κινδύνων.
Εἰς τοὺς Αἴνους: Τῆς Παναγίας τῆς Καμαριωτίσσης, τὰ ἑξῆς: Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χ
αίροις, ἡ σεβάσμια εἰκών, τῆς Σαμοθράκης τὸ σεπτὸν ἐγκαλλώπισμα· κινδύνους διαφυγοῦσα καὶ διαβᾶσα Στενά, καὶ τὸν ὅρμον τοῦτον ἐπιλέξασα· χαρίζουσα ὄνομα, Καμαριώτισσα πάνσεμνε· τῶν χαλεπῶν δέ, νοσημάτων ἀπήλλαξας, καὶ κινδύνων ῥύεις τοὺς δούλους σου Ἄχραντε. Ὅθεν τὴν θαυματόβρυτον, κυκλοῦντες εἰκόνα σου, πανευλαβῶς προσκυνοῦμεν καὶ εὐσεβῶς ἐξαιτούμεθα· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Χ
αίροις, τῶν εὐλαβῶν χαρμονή, τῶν θλιβομένων ἱερὸν καταφύγιον· νοσούντων τὸ ἰατρεῖον, τῶν ὀρφανῶν ἡ στοργή, τῶν δαιμονιώντων ἀπολύτρωσις. Στειρῶν ἐκπληροῦσα δέ, τὸ ποθούμενον αἴτημα, τῶν ναυαγῶν ἡ σωτηρία ὑπάρχουσα, καὶ τῆς νήσου φύλαξ ἁπάσης ὑπέρμαχος. Ὅθεν σοι Καμαριώτισσα, ᾠδὰς νῦν προσφέρομεν, καὶ λιτανείας ποιοῦμεν, ὑπὲρ παντὸς δεομένου σου· τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.
Στίχ.: Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Χ
αίροις, ἡ τῶν ἀγγέλων ἡ χαρά, τῆς Ἐκκλησίας ἡ κρηπὶς καὶ τὸ στήριγμα· τὸ κάρφος εἰκονομάχων, τῶν εὐσεβῶν ἡ ἐλπίς, καὶ τῆς Σαμοθράκης Ἐπισκέπτρια. Θεὸν ἡμῶν ἔτεκες, παρθενίας ἀπάνθισμα· τῶν ἀρετῶν δέ, σὺ ὑπάρχεις ὑπόδειγμα, καὶ ἑκάστοτε, ἱκετεύεις τῷ Τόκῳ σου. Ὅθεν σὲ Θεονύμφευτε, θερμῶς ἀνυμνοῦμέν σε, καὶ τὴν σεπτήν σου εἰκόνα καταφιλοῦμεν δεόμενοι· πιστοὶ τῷ Υἱῶ σου, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ.:Τὸ πρόσωπόν σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ σου.
Χ
αίρει, ἡ Σαμοθράκη φαιδρῶς, ἐν τῇ ἀφίξει τῆς εἰκόνος σου Ἄχραντε· προσφέρουσα ὕμνους δόξαν τῷ σῷ Υἱῷ καὶ Θεῷ, καὶ ἐξαιτουμένη τὰς πρεσβείας σου. Δεινῶν μὲ ἀπάλλαξον, καὶ εἰρήνην παράσχου μοι· ἀνομιῶν δέ, καὶ πταισμάτων τὴν ἄφεσιν, καὶ οὐράνιον, βασιλείαν μοι δώρησαι. Πάσας οὖν τὰς ἐλπίδας μου, εἰς Σὲ ἀνατίθημι. Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, τῆς σωτηρίας τὴν ἄγκυραν. Θεοῦ θεῖον δῶρον, καὶ τῆς νήσου θεία Σκέπη καὶ ἀγαλλίαμα.
Ἐὰν ὁ ἅγιος τῆς ἡμέρας στερῆται Στιχηρῶν τῶν Αἴνων, καὶ ἐὰν δεν ὑπάρχωσι καὶ ἑορτῆς τοιαῦτα· τότε ψάλλομεν καὶ ἀνὰ ἕν ἐκ τῶν κατωτέρω: Εἰς τοὺς οἰκείους Στίχους αὐτῶν. Στιχηρὰ Προσόμοια.
Ἦχος δ´. Ὁ ἐξ Ὑψίστου κληθείς.
Στίχ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Τ
οὺς ἐπισκέπτας ἡμῶν τῆς Σαμοθράκης, Παῦλον τὸν ἀπόστολον, Σίλαν Τιμόθεον, τὴν συνοδείαν τὴν ἔνθεον, τοὺς διδασκάλους· Εὐαγγελίων Χριστοῦ τὰς σάλπιγγας. Δεῦτε οὖν φιλέορτοι, τούτους αἰνέσωμεν, ἐν ἐγκωμίοις καὶ ᾄσμασι καὶ λιτανείαις, καὶ τοὺς ἀγῶνας πάντων ὑμνήσωμεν, ὅτι εἰδώλων ἀπηλλάγημεν, ὡς Σωτῆρα εἰδότες τὸν Κύριον, ὃν αἰτοῦσιν ἀπαύστως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ.: Τίμιος ἐναντίον Κυρίου ὁ Θάνατος τοῦ Ὁσίου.
ς ἐναρέτως τὸν βίον διανύσας, σῶμα τῆς ἀσκήσεως πόνοις ἐλέπτυνας καὶ τῶν ἀγγέλων ἐβίωσας, τὴν πολιτείαν· ὀρθοδοξίας στῦλε ἀκλόνητε. Λέοντα τὸν τύραννον σὺ ἐπετίμησας, τὴν τῶν εἰκόνων προσκύνησιν, διακηρύξας, τῆς Ἐκκλησίας τὴν ὡραιότητα· ὅθεν μετέστης εἰς οὐράνιον, βασιλείαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ὃν ἱκέτευε, Πάτερ, λυτρωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ.:Τοῖς ·Ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
ν τῇ χαράδρᾷ Φωκᾷ ἐν Σαμοθράκῃ, χαίροντες ὡδεύσατε πρὸς τὸ μαρτύριον, τὰς κεφαλὰς ἀποτέμνεσθε, οἱ ἑπτακόσιοι· Χριστοῦ τὴν πίστιν διακηρύττοντες. Βίον τὸν ἐπίγειον μεταλλαξάμενοι, εἰς βασιλείαν οὐράνιον, τὴν αἰωνίαν· καὶ τῷ Δεσπότῃ συναγαλλόμενοι. Δόξαν εὑρόντες ὦ μακάριοι, Παραδείσου τυχόντες οἰκήτορες, καὶ ἡμῖν τοῖς ὑμνοῦσι, τὴν εἰρήνην ἐξαιτούμενοι.
Στίχ.: Ὤμοσε Κύριος τῷ Δαυΐδ...
ν τῇ θαλάσσῃ εἰκόνα σου Παρθένε, ὅτε οἱ ἀνίεροι φθόνῳ συνέτριβον, οἱ σοι θεράποντες ἔθεσαν, ἐναποκρῦψαι, τὴν παρὰ σου δεόμενοι πρόνοιαν. Ταύτην σοι Πανάχραντε, σώαν ἐτήρησας, εἰς Σαμοθράκην προέπεμψας, ἐν ἀσφαλείᾳ, προσωνυμίαν θείαν προσφέρουσα. Ὅθεν ὑμνοῦμεν καὶ δοξάζομεν, ὡς Μητέρα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σώσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. β´.
ορτὴ εὐφρόσυνος, ἐαρινὴ καὶ λαμπροφόρος, ἀνέτειλε τῇ Σαμοθράκῃ σήμερον, ἐν αὐτῇ γὰρ πληροῦται εὐλογίας καὶ χαρισμάτων πλουσίων, τῇ τῶν Ἀποστόλων διαβάσει, καὶ Θεοφάνους Ὁσίου τῇ μεταστάσει. Σὺν τῆς σεπτῆς εἰκόνος τῆς Θεοτόκου τῇ ἀφίξει, καὶ τῶν Μαρτύρων τῆς νήσου τῇ ἀθλήσει. Ὄντως, προστάται τῆς Σαμοθράκης γεγόνασι· καὶ ἐκ μυρίων κινδύνων, λιμοῦ τε καὶ λοιμῶν, ἀλώβητον ταύτην διαφυλάττουσι. Χαίρετε, οἱ ἐπισκέπται ἡμῶν καὶ διδάσκαλοι· χαίρετε Ἀπόστολοι θεῖοι, Παῦλε, Σίλα καὶ Τιμόθεε. Τὰ σκότη τῶν εἰδώλων ἐξεδιώξατε, τῷ φωτὶ τῆς Ἀναστάσεως τοῦ Κυρίου, τοὺς λαοὺς ἐφωτίσατε, καὶ εἰς τὴν πίστιν τοῦ Χριστοῦ, τὰ ἔθνη ὥδηγήσατε. Χαίροις, Θεόφανες, πατὴρ ἡμῶν, Ὅσιε· ὁ γενναιότατος θεματοφύλαξ, τῶν διδαγμάτων τοῦ Χριστοῦ, καὶ τῶν ἀποστολικῶν παραδόσεων. Ἀναριθμήτους ἰάσεις καὶ εὐλογίας, παρέσχες τῷ τόπῳ τῆς ἐξορίας σου, ὅτε τὸ πνεῦμα παρέδωκας τῷ Κυρίῳ, καὶ Σαμοθράκη ἐνεκολπώθη τὸ σεπτόν σου σκήνωμα. Χαῖρε, Μαρία Θεόνυμφε Δέσποινα· χαῖρε σκέπη ἡμῶν, Καμαριώτισσα, χαῖρε νύμφη ἀνύμφευτε· τὰς προσευχὰς πανταχόθεν δεχομένη, καὶ μεσιτείας τῷ Τίω σου ποιουμένη, ἀδιαλείπτως καθικετεύουσα. Ὑμνήσωμεν τὰ ἐθελόθυτα θύματα τῆς πίστεως· τὴν γενναιόφρονα φάλαγγα τῶν ἑπτακοσίων, τῆς Ἐκκλησίας τοὺς στεῤῥοὺς ἀδάμαντας. Μὴ ἀρνησάμενοι γὰρ τὴν πίστιν τοῦ Χριστοῦ, ὡς ἄρνες ἐσφαγιάσθησαν ἐν τῇ χαράδρα τοῦ Φωκᾶ. Χαίρετε ἀθληφόροι νεομάρτυρες, Ἐμμανουήλ, Γεώργιε, Μιχαήλ, Θεόδωρε καὶ Γεώργιε· τῆς Σαμοθράκης οἱ ἔνδοξοι γόνοι, οἱ ἐν τῇ Μάκρῃ μαρτυρήσαντες, οἱ τὴν ὀρθόδοξον πίστιν διακηρύξαντες. Τοῖς μαρτυρίοις προσωμιλήσατε, καὶ τοὺς στεφάνους τῆς δόξης, παρὰ Κυρίου εἰλήφατε. Δεῦτε οὖν φιλέορτοι, τοὺς προστάτας ἡμῶν, ὕμνοις ἐγκωμιάσωμεν καὶ τὰς σεπτὰς αὐτῶν εἰκόνας, ἄνθεσι στεφανώσωμεν. Τὰς βασάνους, τῶν Μαρτύρων ἀναλογισώμεθα, καὶ τὰς τιμίας αὐτῶν κάρας ἀσπασώμεθα. Ἀλλήλων, τὰ πάθη συγχωρήσωμεν, ἵνα τὴν ἡμέραν ἀξίως πανηγυρίσωμεν καὶ οὕτω, Χριστῷ τῷ Ἀναστᾶντι βοήσωμεν Κύριε, ταῖς ἱκεσίαις πάντων, καὶ ταῖς πρεσβείαις τῆς Ἀχράντου σου Μητρός, εἰρήνην παράσχου τῷ λαῷ σου, ἄφεσιν τῶν πταισμάτων ἡμῖν δώρησαι, καὶ κοινωνοὺς πάντας ἡμᾶς, τῆς βασιλείας σου ποιῆσον.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἀπόστολος: Τοῦ Ἁγίου τῆς ἡμέρας ἤ τῆς κα΄ Νοεμβρίου.
Εὐαγγέλιον: Τῆς Θεοτόκου. Ζήτει τοῦτο, τῇ η΄ Σεπτεμβρίου (Λουκ. Ι΄, 38-42, ΙΑ΄ 27-28). Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς...

Εἰς τὰ Δίπτυχα. Μεγαλυνάριον.
Ἃσπίλε ἀμόλυντε καὶ ἁγνή, θείαν σου εἰκόνα ἐπισκέπτιν τὴν προσφιλῆ· τὴν διασωθεῖσαν, ἐκ τῶν εἰκονομάχων, ἐν πίστει προσκυνοῦντες, σὲ μεγαλύνομεν.
Κοινωνικόν: Ποτήριον σωτηρίου.
Ἀπόλυσις.

Π
ανύμνητε Δέσποινα, ταπεινῆς αἰτήσεώς μου εἰσάκουσον· ἐκδυσώπησον τὸν Κύριον, τοῦ πυρὸς τῆς γεένης ῥυσθῆναί με.

Εν ἔτεσι ἐβδομηκοστῷ ὀγδόῳ, ἕως ὀγδοηκοστῷ δευτέρῳ ἐννεακοσίων, ἅμα χιλίων τῆς σεπτῆς Χριστοῦ Θεογενίας συνετέθησαν αἱ ἱεραὶ αὗται ἀκολουθίαι, προτροπῇ μὲν συνέχει καὶ ἐπινεύσει τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, τῆς Παναγίας καὶ Πολιούχου τῆς Καμαριωτίσσης· πόνῳ δὲ καὶ σπουδῇ· πρεσβυτέρου Γεωργίου Ι. Γιαλαμᾶ· ὑπὲρ οὗ, ὑπερεύχεσθε οἱ ταύταις ἐντυγχάνοντες.





ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ
ΠΑΝΑΓΙΑΝ ΤΗΝ ΚΑΜΑΡΙΩΤΙΣΣΑΝ
Ὁ β΄ οὗτος Κανών, ποίημα Ἱερέως Γεωργίου Ἰωάννου Γιαλαμᾶ, ψάλλεται τῇ ἡμέρᾳ τῆς ἑορτῆς τῆς Καμαριωτίσσης —τῇ Πέμπτῃ τῆς Διακαινησίμου— μετὰ τῆς Ἀκολουθίας τοῦ Πάσχα, ὡς ὁμόηχος καὶ χαρμόσυνος.
Ἐπίσης ψάλλεται καὶ ἐν ταῖς ἐφεξῆς καθημεριναῖς, ἕως τῆς παραμονῆς τῆς Ἀποδόσεως τῆς ἑορτῆς τοῦ Πάσχα, καθ’ ἅς τελοῦνται ἰδιωτικαὶ θεῖαι λειτουργίαι πρὸς τιμὴν τῆς Πολιούχου, μετὰ τῆς Ἀκολουθίας τῆς προλαβούσης ἑορτῆς, ὡς διατυποῦται εἰς τὴν β΄ ὑπ’ αὐτοῦ ποιηθεῖσαν ἱερὰν Ἀκολουθίαν.

Τροπάριον τοῦ Πάσχα. Ἦχος πλ. α´.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Ὅμοιον. Εἰς τὴν Καμαριώτισσαν.
Εἰκονα ἔχομεν τὴν σήν, Προστάτιν ἄμαχον Παρθένε· καὶ τοῖς σοὶ προστρέχουσιν, ὀξὺν ἀντιλήπτορα,
Ἡ ἕτερον.
Εἰκονα ἔπεμψας, Ἁγνή, θαυμάτων βρύουσα ἰάσεις καὶ τοῖς σοι προστρέχουσι δεινῶν ἀπαλλάττουσα.

Ὁ Κανών. Ἦχος α´. Ἀναστάσεως ἡμέρα. Οὗ ἡ ἀκροστιχίς: Πανύμνητον ὑμνεῖ, Γε.
ᾨδὴ α´.
Πανηγύρεως ἡμέρα εὐφρανθῶμεν πιστοί. Πάσχα Κυρίου, Πάσχα· καὶ γὰρ ἡ Μήτηρ τοῦ Χριστοῦ, καὶ ἡ Μήτηρ τῶν πιστῶν, εἰκὼν τῆς ἁγνῆς, ἡμᾶς ἐπεσκέψατο, εὐφροσύνη οὐράνιος.
Ἀγαλλόμενοι ὦ Μῆτερ ἀνυμνοῦμεν ἀεί, θαῦμα εἰδότες μέγα· διὰ θαλάσσης γὰρ ὡς ναῦς, ἡ σεπτὴ καὶ ἱερὰ εἰκών σου, ἁγνὴ ποιεῖται ἐπίσκεψιν, προστασίαν παρέχουσαν.
ᾨδὴ γ´. Δεῦτε πόμα...
Νόμους ὑπερβᾶσα φυσικούς, ἐν γαστρί σου χωρήσασα τὸν ἀχώρητον, τὸν ἀναστᾶντα Χριστόν, τῷ κόσμῳ δωρήσαντα ζωήν, δι᾿ οὗ ἐλυτρώθημεν.
Ὕμνους ἀναμέλψωμεν πιστοί, καὶ ᾠδὰς εὐσεβάστως τῇ Ἐπισκέπτριᾳ, ἀγαλλιῶντες τρανῶς, τῆς νήσου τὴν σκέπην καὶ φρουρόν, εἰς ἥν καὶ ἐλπίζομεν.
ᾨδὴ δ´. Ἐπὶ τῆς θείας φυλακῆς...
Μεσίτις ῥύστις καὶ φρουρός, ἡ σεβασμία σου εἰκών, γέγονεν ἡμῖν Παναγία, Σαμοθράκης σέμνωμα καὶ θλιβομένων λύτρωσις· ᾄσατε οἱ τὴν νῆσον οἰκοῦντες, ὅτι ἀνέστη Υἱὸς Αὐτῆς καὶ Κύριος.
Νῦν ἐν ἐγέρσει τοῦ Χριστοῦ, καὶ τῇ ἐλεύσει τῆς Μητρός, ψάλλω μετ᾿ ᾠδῶν καὶ ᾀσμάτων, Σαμοθράκη χόρευε, ἀγαλλιῶσα λέγουσα· Σήμερον εὐλογίᾳ τῷ τόπῳ, ὅτι ἀφίχθη, εἰκὼν τῆς Μεγαλόχαρης.
ᾨδὴ ε´. Ὀρθρίσωμεν ὄρθρου...
Ηὐδοκησας ὅλως ἐνθέως, καὶ ἐν τῇ νήσῳ Παρθένε, προέπεμψας Σὴν εἰκόνα, δωρεάς τε πληρούμενοι καὶ εὐφροσύνης ἔμπλεοι, Πάσχα καινὸν ἑορτάζομεν.
Τῇ μόνῃ ἁγνῇ καὶ ἁγίᾳ, τῇ παναμωμήτῳ Κόρῃ προσπίπτομέν σοι Παρθένε· καὶ Χριστὸν δοξάζομεν, τὸν ἀναστᾶντα Κύριον, πάντας εἰρήνην βραβεύοντα.
ᾨδὴ ς´. Κατῆλθες ἐν τοῖς...
Ὁφθεῖσα ἐπὶ τῶν κυμάτων ὡς ναῦς, καὶ προσήγγισεν τῷ ὅρμῳ αἰσίως, Παρθένε, ἡ ἱερά σου εἰκών, καὶ πανέμπειρος, ἀνεδείχθη ἰατρός, θεραπεύουσα πάθη.
Νῦν πέλεις ἐν τῇ Σαμοθράκῃ πηγή, καὶ κορέννυνται ψυχαὶ αἱ διψῶσαι, Παρθένε, τῶν σῶν ναμάτων ἀεί· καὶ ὑπέρμαχος, ἐν κινδύνοις καὶ δεινοῖς χαλεποῖς καὶ Προστάτις.
Ὑπέστης τὴν εἰκονομάχων ὀργήν, καὶ πρὸς φύλαξιν ἐτέθη θαλάσσῃ, Παρθένε, ἡ σεβάσμια εἰκὼν ἥν ἀνέδειξας, ἰατρεῖον ἐν ἡμῖν, καὶ ψυχῶν καὶ σωμάτων.
ᾨδὴ ζ´. Ὁ παῖδας ἐκ καμίνου...
Μητέρα τοῦ Θεοῦ σὲ γινώσκομεν, Πανύμνητε ἄνασσα· Χαῖρε ἀγαθή, ἐν τῇ ἐγέρσει σοῦ Υἱοῦ, καὶ Θεοῦ μου, ὀλέσας τὸν θάνατον ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Νεφέλην φωτεινὴν ὀνομάζουσι, Προφῆται, Πανύμνητε· Χάριτος πηγήν, καὶ λυχνίαν τὴν χρυσῆν, Ἐκκλησίας ἡ μόνη εὐπρέπεια, ἡ σκέπη καὶ ἡ ἐλπὶς τῶν τιμώντων, λιμὴν ὁ γαληνότατος.
ᾨδὴ η΄. Αὕτη ἡ κλητή...
Ἔαρ τὸ γλυκύ, σὺ ἁγνὴ καὶ ἁγία, ἡ μία μετ᾿ Ἀγγέλων, ἡ βασιλὶς καὶ Κυρία, ἐκλεκτῶν ἐκλεκτή, καὶ παρήγορος ἐλπὶς δεομένων σου, ἐν σοὶ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἴον τὸ τερπνόν, εὐωδίας καὶ κάλλους, ἡ μόνη ἐκλεγεῖσα ὑπὸ Θεοῦ Παναγία· οὐρανῶν βασιλίς, καὶ μεσίτις ἐσαεὶ πρὸς τὸν Κύριον, ἐν σοὶ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.     
ᾨδὴ θ´.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Μεγάλυνον ψυχή μου, τῆς τρισυπόστατου καὶ ἀδιαιρέτου...
Γλυκύτατον ἔαρ, ὦ θεία δρόσος τοῦ Χριστοῦ· εὐλογία Κυρίου ἐπὶ γῆς καὶ λύτρωσις· ᾄσατε νῦν καὶ σκιρτάτε λαοί, σὺ δέ, ἁγνή, δέξου ὑμνῳδίας, τοῦ ἀναξίου ἱκέτου σου.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη· σὸς γὰρ Υἱὸς ἀνέστη, τριήμερος ἐκ τάφου.
Εὐφραίνου ἀγάλλου, ἡ Σαμοθράκη ἡ μικρά· ἡ γὰρ Μήτηρ Κυρίου ἐπὶ σὲ ἐλήλυθε· πλούσια σοῦ τὰ χαρίσματα νῦν, ἡ σωτηρία ἑξανατέλλει, ἐν τῇ ἐγέρσει τοῦ Κτίστου σου.
Ἦχος γ´. Ἐξαποστειλάριον· Σαρκὶ ὑπνώσας...
Δοχὴν ποιοῦμεν εὐλαβῶς, τῆς ἱερᾶς εἰκόνος σου, Πανύμνητε Θεοτόκε, χαρᾶς πληροῦσα τὰς ψυχάς· τῆς βοηθοῦ ἐν θλίψεσι, σκέπης τῶν ἀποδήμων, τῆς νήσου ἀγλάϊσμα.
Εἰς τοὺς Αἴνους. Ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τοῦ πλ. α· ἤχου 4 καὶ 4 τῆς Παναγίας τῆς Καμαριωτίσσης, τὰ τοῦ πλ. α· ἤχου

ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ ΤΗΣ ΠΑΝΗΓΥΡΕΩΣ
Ἡ ἱερὰ αὕτη Ἀκολουθία διεξάγεται, ὡς ἔστι διατυπωμένη ἐν τῇ χειρογράφου Ἱ. Ἀκολουθίᾳ καὶ συμψάλλεται μετὰ τῆς τοιαύτης τοῦ Πάσχα, κατὰ τὴν τυπικὴν διάταξιν τῆς ἑορτῆς τῆς Ζωοδόχου Πηγῆς.
ΤΗ ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ
Μετὰ τὴν ἐναρκτήριον Πασχάλιον Ἀκολουθίαν ἄρχεται ὁ Ἐσπερινός.
Εἰς τὸ Κύριε ἐκέκραξα, Ἀναστάσιμα στ΄ τοῦ πλ. Α΄ ἤχου, καὶ 4 τῆς Θεοτόκου. Δόξα. Αὐτομέλον τοῦ β΄ ἤχου: Ἐν τῇ θαλάσσῃ θλιβόμενοι ἐθεσαν... Καὶ νῦν, τοῦ Ἤχου: Ἐν τῇ Ἐρυθρὴ θαλάσσῃ...

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον: Ἐνωτίσαι ὁ Θεὸς τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου.

Εἰς τὰ Ἀποστιχα· Τὸ Ἀναστάσιμον Στιχηρόν: Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν... Εἶτα: Στιχηρὰ τῆς Καμαριωτίσσης (3) μετὰ τῶν στίχων αὐτῶν εἰς τὰ δύο τελευταία. Καὶ εἰ βούλει λέγε τὰ Στιχηρὰ τοῦ Πάσχα, μετὰ τῶν Στίχ. αὐτῶν. Δόξα. καὶ νῦν: Ἀναστάσεως ἡμέρα..., Χριστὸς ἀνέστη..., τὸ Τροπάριον τῆς Παναγίας, Ὅμοιον: Εἰκονα ἔχομεν τὴν σήν, Προστάτιν ἄμαχον, Παρθένε, καὶ τοῖς σοι προστρέχουσιν ὀξὺν ἀντιλήπτορα. Καὶ αὔθις τό: Χριστὸς ἀνέστη...

Καὶ ἡ Ἀπόλυσις, ὡς ἑξῆς: Ὁ ἀναστᾶς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς Παναχράντου καὶ παναμώμου Ἁγίας Αὐτοῦ Μητρός, ἧς, τὴν διὰ θαλάσσης ἔλευσιν, τῆς σεπτῆς αὐτῆς εἰκόνος, τῆς Καμαριωτίσσης ἑορτάζομεν κ.λ.π.

Τῌ ΠΕΜΠΤῌ ΕΝ Τῼ ΟΡΘΡῼ
Ψάλλεται ὁ Κανὼν τοῦ Πάσχα μετὰ τῶν Εἱρμῶν αὐτοῦ καὶ ἐν ἑκάστη ᾨδή, τὰ Τροπάρια τοῦ Κανόνος τῆς Ὑπεραγίας. Μετὰ τὴν ἐκφώνησιν τῆς γ΄ Ὠδῆς, τὸ Κοντάκιον τοῦ Πάσχα· Εἰ καὶ ἐν Τάφῳ κατῆλθες... καὶ ψάλλομεν τὸ Μεσώδιον Κάθισμα· Χαῖρε Ἀειπάρθενε... Μετὰ τὴν ἐκφώνησιν τῆς ς· Ὠδῆς· τὸ Κοντάκιον καὶ ὁ Οἶκος τῆς Καμαριωτίσσης, τὸ Συναξάριον τῆς ἡμέρας καὶ τῆς Καμαριωτίσσης. Ἀντὶ τὴν Τιμιωτέραν, ἡ Θ᾿ τοῦ Κανόνος τοῦ Πάσχα καὶ τῆς Καμαριωτίσσης, ὡς προεσημειώθησαν.

Εἰς τὰ δίπτυχα τὸ μεγαλυνάριον: Ἄσπιλε, ἀμόλυντε καὶ ἁγνή, θείαν σοῦ εἰκόνα, ἐπισκέπτιν τὴν προσφιλῆ· τὴν διασωθεῖσαν ἐκ τῶν εἰκοναμάχων, ἐν πίστει προσκυνοῦντες, σὲ μεγαλύνομεν.
Ὁμοίως. Εἰς τὸ Ἑξαιρέτως...» ψάλλομεν, μετὰ τό: Ὁ ἄγγελος ἐβόα..., τὰ ἐν τῇ β΄ ᾨδῇ τοῦ Κανόνος τῆς Καμαριωτίσσης, κείμενα δύο Μεγαλυνάρια· Γλυκύτατον ἔαρ... καί· Εὐφραίνου, ἀγάλλου, ἡ Σαμοθράκη ἡ μακρά...

Ἀπόλυσις

















Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου