Παρασκευή 18 Οκτωβρίου 2019

Ἀκολουθία ΥΠ. ΘΕΟΤΟΚΟΥ ἐπί τῇ ἀπελευθερώσει τοῦ Ἁγίου Ὄρους


Ψαλλομένη τῇ Κυριακῇ τοῦ Θωμᾶ 
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν εἰς τό Κύριε ἐκέκραξα, Στιχηρὰ προσόμοια τοῦ ἀπ. Θωμᾶ γ΄.
Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Φέρει Χριστὸς φιλανθρώπως, καὶ τὴν ψηλάφησιν, ὡς καὶ Σταυρὸν πρὸ ταύτης, καὶ τὸν ἄδικον φόνον, τάφου τριημέρως ἐξαναστάς, ἐσφραγισμένου τοῦ μνήματος, καὶ τῶν θυρῶν κεκλεισμένων τοῖς Μαθηταῖς, ἐπιστὰς ὡς παντοδύναμος.
τοῦ Θωμᾶ ἀπιστία, τὴν κοσμοσώτειραν, τοῦ θεανθρώπου Λόγου, τὴν ἐξ ᾍδου κευθμώνων, ἔγερσιν πιστοῦται, τρῆσιν χειρῶν καὶ ποδῶν τολμηρότερον, ἐκψηλαφῶσα πρὸς πίστωσιν κοσμικήν, δεξιᾷ τῇ φιλοπράγμονι.
Συνηθροισμένων τῷ φόβῳ, τῷ ἐκ τοῦ πάθους Σου, τῶν Ἀποστόλων Λόγε, καὶ θυρῶν κεκλεισμένων, ἄφνω συνεισῆλθες, μέσον αὐτῶν, τὴν εἰρήνην δωρούμενος, καὶ τῷ Θωμᾷ προτεινόμενος ψηλαφᾶν, τοὺς σεπτοὺς πλευρᾶς Σου μώλωπας.
Καὶ γ΄ τῆς Θεοτόκου, ὅμοια.
   Τῶν μοναζόντων τὰ στίφη τῶν ἐν τῷ Ἄθωνι, δεῦτε συμφώνως πάντες, ἀνυμνήσωμεν πόθῳ, τὴν μόνην ἀσυγκρίτως τῶν Χερουβείμ, καὶ Σεραφεὶμ ὑπερφέρουσαν, τὴν παναμώμητον Δέσποιναν τὴν πρὸς ἡμᾶς, ἐκ κινδύνων ἀπαλλάττουσαν.
   Πειρατηρίων καὶ θλίψεων καὶ κακώσεων, πολυειδῶν ἐῤῥύσω, Σοῦ τὸ Ὄρος Παρθένε, σκηνώματα τὰ ὄντως ἀγαπητά, καὶ ναοὺς Σῷ ὀνόματι, σεμνυνομένους διέσωσας παντελοῦς, ἀπειλουμένης ἐρημώσεως.
   Πόθῳ τιμῶμεν τὴν χάριν Σου Μητροπάρθενε, ὅτι πολλῶν κινδύνων, ἐλυτρώσω τὸ Ὄρος, τὸ Ἅγιόν Σου τοῦτο ἐκ ληστρικῆς, βαρβαρικῆς τε ὠμότητος, καταδρομῆς χαλεπῆς τε· διὸ τὴν Σήν, προστασίαν νῦν γεραίρομεν.
Δόξα. Τοῦ ἀπ. Θωμᾶ. Ἦχος β'.
   Μετὰ τὴν Ἔγερσίν σου Κύριε, συνηγμένων τῶν Μαθητῶν σου, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν μέσῳ ἔστης, εἰρήνην παρέχων αὐτοῖς. Πεισθεὶς δὲ καὶ ὁ Θωμᾶς, τῇ ὁράσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς σου, Κύριον καὶ Θεόν σε ὡμολόγησε, σῴζοντα τοὺς ἐλπίζοντας εἰς σέ, φιλάνθρωπε.
Καὶ νῦν. Τῆς Θεοτόκου. Ἦχος α΄.
   Εὐφράνθητε σήμερο πληθὺς τοῦ Ὄρους Ἄθω, μονασταὶ καὶ μιγάδες, καὶ σκιρτήσατε ἀγαλλόμενοι, ἐπὶ τῇ προστασίᾳ καὶ ἀρωγῇ, τῆς ἐφόρου Δεσποίνης ἡμῶν Θεοτόκου. Ἰδοὺ γὰρ ἔκφυλον στρατὸν παραδόξως ἀπήλασε τῇ ἀντιλήψει αὐτῆς· διὸ πανηγυρίζοντες χρεωστικῶς Αὐτὴν μεγαλύνομεν, δυσω-ποῦντες τοῦ λοιποῦ, φυλλάττειν καὶ περιέπειν ἡμᾶς, ἐκ παντοίων δεινῶν, κινδύνων καὶ περιστάσεων.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
   λπὶς Χριστιανῶν, Θεόνυμφε Μαρία, φύλαττε τὴν σὴ ποίμνην, ἀπὸ παντοίας βλάβης, ἐχθρῶν τε ἐπιθέσεως.
Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
   Χάριτι τῆς σεπτῆς, Εἰκόνος Σου τὸ ᾄδειν, Παρθένε Θεοτόκε, καὶ τῆς Πορταΐτίσσης, σκέπε φρούρει τὸ Ὄρος Σου.
Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
   Λύσιν τῶν δυσχερῶν, καὶ κτῆσιν τῶν ἀρίστων, Παντάνασσα Μαρία, βράβευσον Σοῖς οἰκέταις, καὶ ἐκ κινδύνων λύτρωσαι.
Δόξα. Καὶ νῦν. Ἦχος β΄.
   Δεῦτε πιστοί, ἐν κιθάρᾳ ψαλμοῦ, καὶ καθαρᾷ καρδίᾳ, τὸν ὕμνον τῇ Παρθένῳ προσοίσωμεν λέγοντες· διάσῳζε τὴν ποίμνην Σου Δέσποινα, ἐξ ἀοράτων καὶ ὁρατῶν δυσμενῶν, ἐπιδρομῆς βαρβάρων καὶ πάσης περιστάσεως, ὡς πάντα ἰσχύουσα· Σὲ γὰρ προστάτιν κεκτήμεθα, καὶ διὰ Σοῦ σωτηρίας τυχεῖν ἐλπίζομεν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τοῦ ἀπ. Θωμᾶ. Ἦχος βαρὺς.
   σφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος. (δίς).
Καὶ νῦν. Τῆς Θεοτόκου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
   Τῶν ἐγκαινίων τὴν μνήμην τῆς Χριστοῦ Ἀναστάσεως, ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἐπιτελοῦντες θεόφρονες· κροτήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, τὴν τούτου Μητέρα εὐλαβῶς, τὴν φυλάκισσαν τοῦ Ὄρους εὐφημοῦμεν, λυτρώσασαν παραδόξως, καταδρομῆς δεινῶς δεκαετοῦς, τὰ χαριστήρια ᾄδοντες τῇ Κεχαριτωμένῃ, ὀξέως δεινῶν ἡμᾶς ἐξαίρουσαν.
Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸ εὐλογῆσαι τὸν Ἱερέα, τό Χριστὸς ἀνέστη ἐκ γ', τὸν Προοιμιακὸν Ψαλμόν καὶ τὸ πρῶτον Κάθισμα τοῦ Ψαλτηρίου· εἰς τό Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχ. ι' καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα.
Τοῦ ἀπ. Θωμᾶ στ΄. Ἦχος α'. Ποίημα Ἰωάννου Μοναχοῦ.
   Τῶν θυρῶν κεκλεισμένων τῶν Μαθητῶν συνηθροισμένων, εἰσῆλθες ἄφνω παντοδύναμε, Ἰησοῦ, ὁ Θεὸς ἡμῶν, καὶ στὰς ἐν μέσῳ αὐτῶν, εἰρήνην δούς, ἐπλήρωσας ἁγίου Πνεύματος, προσμένειν τε προσέταξας, καὶ μηδαμοῦ χωρίζεσθαι ἀπὸ Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν· διὸ βοῶμέν σοι· ὁ φωτισμός, καὶ ἡ ἀνάστασις, καὶ ἡ εἰρήνη ἡμῶν, δόξα σοι.
   Μεθ’ ἡμέρας ὀκτώ, τῆς Ἐγέρσεώς σου Κύριε, ὤφθης τοῖς Μαθηταῖς σου ἐν τόπῳ οὗ ἦσαν συνηγμένοι, καὶ φωνήσας αὐτοῖς· Εἰρήνη ὑμῖν, τῷ ἀπιστοῦντι Μαθητῇ τάς χεῖρας ὑπέδειξας, καὶ τὴν ἄχραντον πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
   Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν, ὅτε εἰσῆλθες Χριστέ, κεκλεισμένων τῶν θυρῶν· ὅθεν καὶ ἠπίστει τοῖς ῥηθεῖσιν αὐτῷ, ἐξ ἀπιστίας εἰς πίστιν βεβαιῶν, οὐκ ἀπηξίωσας δὲ Ἀγαθέ, ὑποδεῖξαι αὐτῷ τὴν ἄχραντον πλευράν σου, καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν τοὺς μώλωπας, ὁ δὲ ψηλαφήσας καὶ ἰδών, ὡμολόγησέ σε εἶναι Θεὸν οὐ γυμνόν, καὶ ἄνθρωπον οὐ ψιλόν, καὶ ἐβόα· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
   Τῶν Μαθητῶν δισταζόντων, τῇ ὀγδόῃ ἡμέρᾳ, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ τὴν εἰρήνην δοὺς τῷ Θωμᾷ ἐβόησε· Δεῦρο Ἀπόστολε, ψηλάφησον παλάμας, αἷς τοὺς ἥλους ἔπηξαν. Ὦ καλὴ ἀπιστία τοῦ Θωμᾶ! τῶν πιστῶν τὰς καρδίας εἰς ἐπίγνωσιν ἦξε, καὶ μετὰ φόβου ἐβόησεν, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Ἦχος β'.
   Μετὰ τὴν Ἔγερσίν σου Κύριε, συνηγμένων τῶν Μαθητῶν σου, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν μέσῳ ἔστης, εἰρήνην παρέχων αὐτοῖς. Πεισθεὶς δὲ καὶ ὁ Θωμᾶς, τῇ ὁράσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς σου, Κύριον καὶ Θεόν σε ὡμολόγησε, σῴζοντα τοὺς ἐλπίζοντας εἰς σέ, φιλάνθρωπε.
   Τῶν θυρῶν κεκλεισμένων, ἐπιστὰς ὁ Ἰησοῦς τοῖς Μαθηταῖς ἀφοβίαν καὶ εἰρήνην ἐδίδου. Εἶτα λέγει τῷ Θωμᾷ· Τί μοι ἀπιστεῖς, ὅτι ἀνέστην ἐκ νεκρῶν; φέρε ὧδε τὴν χεῖρά σου, καί βάλε εἰς τὴν πλευράν μου, καὶ ἴδε· σοῦ γὰρ ἀπιστοῦντος, οἱ πάντες ἔμαθον τὰ πάθη καὶ τὴν Ἀνάστασίν μου, κράζειν μετὰ σοῦ· ὁ Κύριός μου καὶ ὁ Θεός μου δόξα σοι.
Καὶ τῆς Θεοτόκου.
Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
   τοῦ παραδόξου θαύματος! Ἡ Παρθένος Κόρη, ἐκτελεῖ τεράστια, ὡς ξένα τε καὶ φρικτὰ ἐν Ἄθῳ σήμερον, τὸν ἔκφυλον γὰρ στρατόν, τῶν περιβόλων τοῦ Ὄρους ἀπήλασε, καὶ κλῆρον αὐτῆς σεπτόν, καταδρομῆς παραδόξως ἐῤῥύσατο, καὶ πρὸς εὐφροσύνην πάντας, μοναστὰς συνήθροισε τοῦ γεραίρειν ἐν ὕμνοις, τὴν θερμὴν αὐτῆς ἀντίληψιν.
   Βαβαὶ τῶν Σῶν θαυμασίων ἁγνή, ὅτι τὸν Σὸν κλῆρον, Ὄρος ἁγιώνυμον, ἐῤῥύσω ἐκ συμφορῶν καὶ περιστάσεων, καὶ ἥλασας τοὺς δεινοὺς καὶ ὠμοτάτους ἐχθροὺς τῆς Εἰκόνος Σου, διό Σου τὴν ὑπὲρ νοῦν εὐεργεσίαν μεγάλως δοξάζομεν, τῆς πανυπεράγνου Κόρης, τοῦ λοιποῦ αἰτούμενοι, ἐκ παντοίων κινδύνων, σκέπειν σώζειν τε τὴν ποίμνην Σου.
   Δεῦτε μοναστῶν ὁ θίασος, ᾄσμασι κροτοῦντες, μέλψωμεν γηθόμενοι, τὸ ξένως τε καὶ φρικτῶς πραχθὲν τεράστιον, τῆς φυλακίσοης ἡμῶν, Παρθένου Κόρης καὶ μόνης Θεόπαιδος, καὶ φόβῳ τε καὶ χαρᾷ, τὴν τελεσθεῖσαν ἡμῖν χάριν σήμερον, εὐχαριστήριοις ὕμνοις, πόθῳ ἀνυμνήσωμεν, κατὰ χρέως τιμῶντες, τὴν σεπτὴν αὐτῆς προμήθειαν.
   Δόξα τῇ σεπτῇ Σου Δέσποινα, θείᾳ ἀντιλήψει, καὶ τῇ προστασίᾳ Σου, ἐῤῥύσω γὰρ ἐκ πολλῶν ἡμᾶς κακώσεων, συμφώνως οὖν καὶ ἠμεῖς, τῶν μοναστῶν ἡ πληθὺς συγκροτοῦμέν Σοι, πανήγυριν νῦν φαιδρὰν καὶ γηθοσύνως δοξάζομεν ἅπαντες, τὸ ὑπερφυές Σου θαῦμα, ὅτι τοῦ Σταυροῦ ἐχθρούς, καὶ εἰκόνων σεπτῶν Σου, ἐκ τῶν τῇδε ἐσκοράκισας.
Δόξα. Τοῦ ἀπ. Θωμᾶ. Ἦχος πλ. β'.
   Τῶν θυρῶν κεκλεισμένων, ἐπέστης Χριστὲ πρὸς τοὺς Μαθητάς. Τότε ὁ Θωμᾶς, οἰκονομικῶς οὐχ εὑρέθη μετ' αὐτῶν· ἔλεγε γάρ· οὐ μὴ πιστεύσω, ἐὰν μὴ ἴδω κἀγὼ τὸν Δεσπότην, ἴδω τὴν πλευράν· ὅθεν ἐξῆλθε τὸ αἷμα, τὸ ὕδωρ, τὸ βάπτισμα, ἴδω τὴν πληγήν, ἐξ ἧς ἰάθη τὸ μέγα τραῦμα ὁ ἄνθρωπος, ἴδω, πῶς οὐκ ἦν, ὡς πνεῦμα, ἀλλὰ σάρξ καὶ ὀστέα, ὁ τὸν θάνατον πατήσας, καὶ Θωμᾶν πληροφορήσας, Κύριε, δόξα σοι.
Καὶ νῦν. Τῆς Θεοτόκου, ὁ αὐτός.
Σήμερον συγκαλεῖται ἡμᾶς, ἐν τῇ καινῇ ταύτῃ πρώτῃ τε καὶ ὀγδόῃ, τῶν ἐγκαινίων τῆς Ζωηφόρου τοῦ Χριστοῦ Ἀναστάσεως, ἡ παρ’ ἐλπίδα λύτρωσις τῆς πανυμνήτου Θεομήτορος, ἐκ τῆς δεκαετοῦς δεινῆς ἐπιθέσεως, ληστῶν τε καὶ βαρβάρων. Δεῦτε οὖν φιλέορτοι τῆς ἡμῶν ἐφόρου τε καὶ προστάτιδος, ψαλμικῶς ἐπικροτοῦντες, τὴν θείαν αὐτῆς μεγαλουργίαν τιμήσωμεν· καὶ πρὸς αὐτὴν ἐκβοήσωμεν, φύλαττε ἡμᾶς ἀεί, πανάχραντε Δέσποινα ἐκ παντοίων πειρατηρίων, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν.
Προκείμενον τῆς ἡμέρας:Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Στίχ.: Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.
Στίχ.: Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
   γαλλιάσεται ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα σωφροσύνης περιέβαλλέ με ὡς νυμφίῳ περιέθηκέ μοι μήτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμον, καὶ ὡς γῆν αὐξάνουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἐκφύει, οὕτως ἀνατελλεῖ Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Διὰ Σιὼν οὐ σιωπήσωμαι καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται καὶ ὄψονται τὰ ἔθνη τὴν δικαιοσύνην σου καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου, καὶ καλέσητε τὸ ὄνομά σου τὸ καινόν, ὁ Κύριος ὀνομάσει αὐτό. Καὶ ἔση στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ Σου, καὶ οὐκ ἔτι κληθήσει καταλελειμμένη, καὶ ἡ γῆ σου οὐκ ἔτι κληθήσεται ἔρημος· σοὶ γὰρ κληθήσεται θέλημα τὸ ἐμὸν καὶ τῇ γῇ σου οἰκουμένη, ὅτι Κύριος εὐδοκήσει ἐν σοί, καὶ ἡ γῆ σου συνοικισθήσεται. Καὶ ὡς συνοικὼν νενανίσκος παρθένῳ οὕτω κατοικήσουσιν οἱ υἱοί σου· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
   Τάδε λέγει Κύριος· ποῦ ἐστιν ὁ ἀναγαγὼν ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων; Ποῦ ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ Ἅγιον; ὁ ἀναγαγὼν τῇ δεξιᾷ τὸν Μωϋσῆν, ὁ βραχίων τῆς δόξης αὐτοῦ; Κατίσχυσεν ὕδωρ πρὸ προσώπου αὐτοῦ, ποιῆσαι αὐτῷ ὄνομα δόξης αἰωνίου ἤγαγεν αὐτὸν δι’ ἀβύσσου, ὡς ἵππον δι’ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν, καὶ ὡς κτήνη διὰ πεδίου, καὶ οὐκ ἐδειλίασαν. Ἐπίβλεψον ἐκ τοῦ οὐρανοῦ Κύριε, καὶ ἴδε ἐκ τοῦ οἴκου τῆς δόξης σου· ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἠνέσχου ἡμῶν Κύριε; Σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σὺ Κύριε Πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς, ἀπ’ ἀρχῆς τὸ ὄνομά σου ἐφ’ ἡμᾶς ἐστι καὶ ἐπλάνησας ἡμᾶς Κύριε ἀπὸ τῆς ὁδοῦ σου; Ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου ἵνα μικρὸν κληρονομήσωμεν τοῦ Ὄρους τοῦ ἁγίου σου. Οἱ ὑπεναντίοι ἡμῶν κατεάτησαν τὸ ἁγίασμά σου, ἐγενήθημεν ὡς τὸ ἀπ’ ἀρχῆς, ὅτε οὐκ ἤρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ’ ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη καὶ τακήσονται ὡσεὶ κηρὸς τήκεται ἀπὸ προσώπου πυρός, καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους σου, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου τοῖς ὑπεναντίοις, ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλὴν σοῦ, καὶ τὰ ἔργα σου ἀληθινά, καὶ ποιήσεις τοῖς ὑπομενοῦσί σε ἔλεος· συναντήσεται γὰρ ἔλεος τοις ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
(Κεφ. μγ΄ 27, Μδ΄, 1-4).
   σται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὰ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με: Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραήλ, εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.
Λιτή. Τοῦ ἀπ. Θωμᾶ. Ἦχος δ΄.
   Κύριε, τῇ ἀστέκτῳ τῆς σῆς Θεότητος αἴγλῃ, τῶν θυρῶν ἐπέστης οὐσῶν κεκλεισμένων, καὶ στὰς ἐν μέσῳ τῶν Μαθητῶν, τὴν πλευρὰν τραυμάτων σου χειρῶν καὶ ἐξεγύμνωσας, καὶ τῶν ποδῶν, τὰς ὠτειλὰς δεικνύων, ἀθυμίας τὴν κατήφειάν τε λύων, σαφῶς ἐφώνησας· ὃν τρόπον ἐν ἐμοὶ καθορᾶτε, ὦ φίλοι, τῆς σαρκὸς τὴν πρόσληψιν, οὐ πνεύματος φέρω φύσιν, τῷ δὲ διστάζοντι Μαθητῇ, προετρέπου ψηλαφῆσαι φρικτῶς, κατειπών· Ἐρευνήσας ἅπαντα, δεῦρο λοιπὸν μὴ ἀμφίβαλλε, ὁ δὲ αἰσθόμενος ἐν τῇ χειρί, τῆς σῆς διπλῆς οὐσίας, ἐν φόβῳ ἀνεβόα πιστῶς, τῇ πίστει ἑλκόμενος· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Ὁ αὐτός.
   τοῦ παραδόξου θαύματος! ἀπιστία πίστιν βεβαίαν ἐγέννησεν· εἰπὼν γὰρ ὁ Θωμᾶς· Ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω, ψηλαφήσας δὲ τὴν πλευράν, ἐθεολόγει τὸν σαρκωθέντα, τὸν αὐτὸν Υἱὸν τοῦ Θεοῦ, ἐγνώρισεν ὡς πεπονθότα σαρκί, ἐκήρυξε τὸν ἀναστάντα Θεόν, καὶ ἐβόησε λαμπρᾷ τῇ φωνῇ, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Ὁ αὐτός.
   τοῦ παραδόξου θαύματος! τοῦ πυρὸς ὁ χόρτος ἁψάμενος σέσωσται· βαλὼν γὰρ ὁ Θωμᾶς ἐν τῇ πυρίνῃ πλευρᾷ τὴν χεῖρα, Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ, οὐ κατεφλέχθη τῇ ψηλαφήσει· τῆς ψυχῆς γὰρ τὸ δυσπειθές, μετέβαλεν εἰς εὐπιστίαν θερμῶς, ἐκέκραξεν ἀπὸ βαθέων ψυχῆς· ὁ Δεσπότης σύ μου εἶ καὶ Θεός, ὁ ἐκ νεκρῶν ἐγηγερμένος, δόξα σοι.
Ἦχος πλ. δ'.
   ψαι Θωμᾶ τῆς πλευρᾶς τῇ χειρί, λέγει Χριστός, καὶ τοὺς τύπους τῶν ἥλων δεῦρο ψηλάφησον, πίστει ἐρεύνησον, καὶ γίνου μοι πιστός, καὶ μὴ γίνου ἄπιστος, ὁ δὲ Θωμᾶς, τῷ δακτύλῳ ὡς ἥψατο τοῦ Δεσπότου, μέγα ἀνεβόησε· Σύ μου Θεὸς καὶ Κύριος, εὔσπλαγχνε, δόξα σοι.
Τῆς Θεοτόκου. Ἦχος α΄.
   Μέγα καὶ παράδοξον θαῦμα, τοῖς ἐν Ὄρει Ἄθῳ πατρᾶσι τετέλεσται σήμερον, ἐν τῇ λαμπρᾷ ὀγδόῃ τοῦ Πάσχα, ἡ γὰρ πανάμωμος προστάτις καὶ ἔφορος, στρατὸν ἔκφυλον τῶν περιβόλων αὐτῆς ἐξωσγτράκισε, καὶ τῆς αὐτῶν σκαιότητος καὶ τυραννίδος ἐῤῥύσατο. Διὸ πάντες εὐχαριστήρια προσάδοντες, πρὸς αὐτὴν ἀνακράξωμεν· μὴ ἐλλίπῃς ὦ Δέπσοινα, περιφρουροῦσα καὶ σκέπουσα τὴν Σὴν ποίμνην ἀλώβητον, παρορώσα τὰ ἡμῶν πλημμελήματα, καὶ σώζουσα τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
   Τίς ὁ ἦχος τῶν ἑορταζόντων γίνεται; ἡ παντάνασσα Μαριάμ, στρατὸν θραυσνόμενον, καὶ ἀλαζόνα τύραννον ἐπαπειλοῦντα, πῦρ καὶ φόνον παραδόξως ἀπελάσασα, τὸν κλῆρον αὐτῆς, τῆς ἐκείνων ὠμότητος διεσώσατο. Δεῦτε οὖν τὰ τῶν ᾀσμάτων ἄνθη ἀναλαβόντες, καταχρέως αὐτὴν ἀνυμνήσωμεν, ὅπως τῇ προστασίᾳ καὶ σκέπῃ αὐτῆς, δισώζει ἐξ ἀοράτων καὶ ὁρωμένων ἐχθίστων, τῇ ἀκοιμήτῳ αὐτῆς ὑπὲρ ἡμῶν πρεσβείᾳ πρὸς Κύριον.
Δόξα. Τοῦ Θωμᾶ. Ἦχος πλ. α'
   Φιλάνθρωπε, μέγα καὶ ἀνείκαστον τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὅτι ἐμακροθύμησας, ὑπὸ Ἰουδαίων ῥαπιζόμενος, ὑπὸ Ἀποστόλου ψηλαφώμενος, καὶ ὑπὸ τῶν ἀθετούντων σε πολυπραγμονούμενος. Πῶς ἐσαρκώθης; πῶς ἐσταυρώθης ὁ ἀναμάρτητος; ἀλλὰ συνέτισον ἡμᾶς, ὡς τὸν Θωμᾶν βοᾶν σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Καὶ νῦν. Τῆς Θεοτόκου. Ὁ αὐτός.
   Τίς μὴ θαυμάσῃ; Τίς μὴ δοξάσῃ Θεοτόκε πανύμνητε, τὰ πολλὰ καὶ ὑπερφυῆ Σου τερατουργήματα, ἅπερ πάλαι καὶ νῦν καθ’ ἑκάστην ἐκτελεῖς τοῖς ἐκ πόθου τιμῶσί Σε; Τὴν δὲ περι τὸ Ὄρος σου τοῦτο προμήθειαν, τίς ἂν δυνήσεται ἐξειπεῖν; τρέφεις γὰρ καὶ περιθάλπεις τοὺς ἐν αὐτῷ, ὡς ὄρνις τὴν ἑαυτῆς νοσσιάν, ὡς καὶ μισόχριστον στρατὸν ἐπαπει-λοῦντα κατερημῶσαι τὰ ἱερά Σου σκηνώματα, παραδόξως ἀπήλασας· ἀλλὰ καὶ νῦν τοῖς πόθῳ αἰτοῦσί Σε τὰ αἰτήματα ἐκπληροῖς· διὸ εὐχαρίστως Σὲ γεραίρομεν καὶ δεόμεθα, τὴν Σὴν βοήθειαν ἡμῖν δώρησαι, καὶ σῶζε πρεσβείαις Σου.
Εἰς τὸν Στίχον. Τοῦ ἀπ. Θωμᾶ. Ἰδιόμελον. Ἦχος δ΄.
   τοῦ παραδόξου θαύματος! Ἰωάννης στήθει τοῦ Λόγου ἀνέπεσε, Θωμᾶς δὲ τὴν πλευρὰν προσψηλαφῆσαι κατηξιώθη· ἀλλ' ὁ μέν, ἐκεῖθεν φρικτῶς θεολογίας βυθὸν ἀνέλκει, τὴν οἰκονομίαν, ὁ δέ, ἠξίωται μυσταγωγῆσαι ἡμᾶς· παρίστησι γὰρ τὰς ἀποδείξεις τρανῶς τῆς Ἐγέρσεως αὐτοῦ, ἐκβοῶν· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Τῆς Θεοτόκου. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Στ.: Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτὸς ἔστι Κύριος σου.
   Χαίροις, Παρθενομῆτορ σεμνή, φωτεινοτάτη δροσοβόλος νεφέλη τε, πυρφόρος καὶ ὀμβροφόρος, τὸν θεῖον ὄμβρον Χριστόν, ἐν τῷ κόσμῳ ὄντως ἡ ὀμβρήσασα, καὶ κλίμαξ οὐράνιος, ἀπὸ γῆς ἀναφέρουσα, γέφυρα θεία, τοὺς πιστοὺς μεταφέρουσα, πρὸς Παράδεισον, τῆς τρυφῆς θεία τράπεζα, Μάννα ὑπερουράνιον, ἡμᾶς διατρέφουσα, σκέπη τε σκέπουσα πάντας, Ὄρους τε Ἄθω ἡ ἔφορος, Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
   Θαῦμα, καινοπρεπὲς ἀληθῶς, ἡ Θεοτόκος ἐκτετέλεκε σήμερον, βαρβάρων στρατὸν ἀπίστων, ἐπεμβαινόντων δεινῶς, τῷ Ἁγίῳ Ὄρει δέκα ἔτεσιν, ἀθρόως ἀπήλασε, καὶ τῆς τούτων ἀπήλλαξε, πικρᾶς δουλείας, ἀπειλούντων ἐρήμωσιν, καὶ κατάπτωσιν, σκηνωμάτων Θεόπαιδος, ὅθεν εὐχαριστήριον, προσφέρομεν αἴνεσιν, καὶ ἐτησίως τὴν μνείαν, ἐπιτελοῦντες βοήσωμεν, ἀεὶ ἡμᾶς φρούρει, καὶ διάσωζε Παρθένε, τῇ προστασίᾳ Σου.
Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
   Σκέπη, τῆς Θεοτόκου σεπτή, ἀστραπηφόρε ἡ πιστὴ περισκέπουσα, καὶ νέφη τῆς ἁμαρτίας, ἀποσοβοῦσα τιμώς, σκέπε πάσης βλάβης τοὺς τιμῶντάς σε, παντὸς ἐναντίου τε, καὶ δολίου κακώσεως, καὶ ἐναντίας, προσβολῆς τοῦ ἀλάστορος, καὶ διάσωζε, ἐξ ἐχθρῶν ἐπιθέσεως, ὅπως τῇ ἀντιλήψει Σου, σωζόμενοι ὕμνοις Σε, ἀνευφημοῦμεν ἐκ πόθου, καὶ εὐχαρίστως γεραίρομεν, τὴν Σὴν προστασίαν καὶ βοήθειαν, καὶ σθένος καὶ μέγα ἔλεος.
Δόξα. Τοῦ ἀπ. Θωμᾶ. Ἦχος πλ. α'.
   Φιλάνθρωπε, μέγα καὶ ἀνείκαστον τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὅτι ἐμακροθύμησας, ὑπὸ Ἰουδαίων ῥαπιζόμενος, ὑπὸ Ἀποστόλου ψηλαφώμενος, καὶ ὑπὸ τῶν ἀθετούντων σε πολυπραγμονούμενος. Πῶς ἐσαρκώθης; πῶς ἐσταυρώθης ὁ ἀναμάρτητος; ἀλλὰ συνέτισον ἡμᾶς, ὡς τὸν Θωμᾶν βοᾶν σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Καὶ νῦν. Τῆς Θεοτόκου. Ὁ αὐτός.
   τῶν πολλῶν Σου θαυμάτων ἁγνή, ὧν καθ’ ἑκάστην ἐκτελεῖς ἐν τῷ Ὄρει τοῦ κλήρου Σου, ὃ ὡς Παράδεισον ἐν μέσῳ τῆς τοῦ κλαυθμῶνος κοιλάδος ἀνέδειξας, ἐν ᾧ οἱ προσφεύγοντες σωτηρίαν πορίζονται· διὸ αἱ καρδίαι ἡμῶν πρὸς πόθον σου ἀναφλέγονται, οὐ λίπεις γὰρ ἡμῶν προνοοῦσα, καὶ τὰ πρὸς σωτηρίαν συμπράττουσα· ὅθεν καὶ στρατὸν ἔκφυλον ἐκπορθοῦντα τὴν ποίμνην Σου, ἐκ τῶν τῇδε ἀπήλασας, ἧς περ χαρμοσύνου ἀπαλλαγῆς τὴν ἀνάμνησιν ποιούμενοι, πνευματικῶς εὐφραινόμεθα. Καὶ δή Σοι εὐχαριστήρια θύοντες, αἰτούμεθα ἐκτενῶς, τοῦ μὴ ἐλλείπειν ἀεὶ φρουροῦσα ἡμᾶς ἐκ πάσης κακώσεως, καὶ σώζουσα τὴν ποίμνην Σου ἄτρωτον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τοῦ ἀπ. Θωμᾶ. Ἦχος βαρὺς.
   σφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος. (δίς).
Καὶ νῦν. Τῆς Θεοτόκου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
   Τῶν ἐγκαινίων τὴν μνήμην τῆς Χριστοῦ Ἀναστάσεως, ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἐπιτελοῦντες θεόφρονες· κροτήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, τὴν τούτου Μητέρα εὐλαβῶς, τὴν φυλάκισσαν τοῦ Ὄρους εὐφημοῦμεν, λυτρώσασαν παραδόξως, καταδρομῆς δεινῶς δεκαετοῦς, τὰ χαριστήρια ᾄδοντες τῇ Κεχαριτωμένῃ, ὀξέως δεινῶν ἡμᾶς ἐξαίρουσαν.
Ἀπόλυσις.

ΕΝ Τῼ ΟΡΘΡῼ
Ὁ Ἑξάψαλμος τό Θεὸς Κύριος, ἡ συνήθης Στιχολογία, ἀντὶ δὲ τοῦ Ἀμώμου, ὁ Πολυέλεος, διὰ τὴν Δεσποτικὴν Ἑορτήν.
 
Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα.
Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.
   Τῷ φόβῳ τῶν Ἑβραίων, κεκρυμμένων τῶν Μαθητῶν, καὶ ἐν τῇ Σιὼν συνηγμένων, εἰσῆλθες πρὸς αὐτοὺς Ἀγαθέ, καὶ ἔστης κεκλεισμένων τῶν θυρῶν, ἐν μέσῳ αὐτῶν χαροποιός καὶ ὑπέδειξας αὐτοῖς τὰς χεῖρας, καὶ τῆς ἀχράντου σου πλευρᾶς τοὺς μώλωπας, λέγων τῷ ἀπιστοῦντι Μαθητῇ· Φέρε τὴν χεῖρά σου καὶ ἐρεύνα, ὅτι αὐτὸς ἐγὼ εἰμί, ὁ διὰ σὲ παθητός.
Δόξα. Καὶ νῦν. Τῆς Θεοτόκου.
Παντάνασσα Παρθένε τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἡ φρουρὸς καὶ προστάτις, τῶν Ὄρει οἰκούντων, περίσωζε ἡμᾶς ἐκ πειρασμῶν, καὶ πάση ἐχθρῶν ἐπιδρομῆς, τοὺς τῇ σκέπῃ Σου τῇ ἀμάχῳ καταφυγόντας καὶ βοῶντάς Σοι· δόξα τῇ προμηθείᾳ Σου ἁγνή, δόξα τῇ ἀντιλήψει Σου, δι’ ἧς πικρᾶς καταδρομῆς ἠλευθερώθημεν.
Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα.
Ἦχος α'. Τὸν τάφον Σου Σωτήρ.
Ἐπέστης ἡ ζωή, τῶν θυρῶν κεκλεισμένων, Χριστὲ τοῖς Μαθηταῖς, καὶ πλευρὰν ὑπεδείκνυς, καὶ χεῖράς σου καὶ πόδας σου, τὴν ἐκ τάφου σου Ἔγερσιν, προπιστούμενος· ἀλλ' ὁ Θωμᾶς οὐχ εὑρέθη· ὅθεν ἔλεγεν· Ἢν μὴ θεάσωμαι τοῦτον, οὐ πείθομαι τοῖς λόγοις ὑμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Θεοτόκου.
Μαρία καθαρόν, τοῦ Δεσπότου δοχεῖον, καὶ τεῖχος καὶ λιμήν, τῶν εἰς Σὲ προστρεχόντων, τοῦ Ὄρους προπύργιον, καὶ φρουρὸς ἀπροσμάχητος, σῶσον οἴκτειρον, ἐκ πειρασμῶν πολυτρόπων, ἐξ ἀθέων τε, καὶ ὡμοτάτων βαρβάρων, τὴν ποίμνην Σου Δέσποινα.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα ὅμοιον.
Ἰδών μου τὴν πλευρὰν καὶ τὰς τρήσεις τῶν ἥλων, Θωμᾶ, τί ἀπιστεῖς, τῇ ἐμῇ Ἀναστάσει; ὁ Κύριος ἔλεγεν ἀναστὰς ἐκ τοῦ μνήματος, ὀπτανόμενος, τοῖς Ἀποστόλοις ἀῤῥήτως, ὁ δὲ Δίδυμος, πεισθεὶς ἐβόα τῷ κτίστῃ· Θεός μου εἶ καὶ Κύριος.
Δόξα. Καὶ νῦν. Τῆς Θεοτόκου.
Ἡ μόνη κραταιά, τῶν πιστῶν προστασία, καὶ τεῖχος καὶ λιμήν, τῶν ἐν ζάλῃ τοῦ βίου, συμφώνως Σὲ γεραίρομεν, ἀνυμνοῦντες τὴν δόξαν Σου, Σὺ γὰρ λύτρωσις, καὶ σωτηρία ὑπάρχεις, Ὄρους κλήρου Σου, ἐξ ἀλλοφύλων βαρβάρων, αὐτὸ διασώζουσα.
 Οἱ Ἀναβαθμοί. Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Προκείμενον Ἦχος δ': Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.
Στίχ.: Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου.
Εὐαγγέλιον κατὰ Ματθαῖον. Ἑωθινὸν Α'
Ἀνάστασιν Χριστοῦ θεασάμενοι...
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πεντηκοστάριον. Ἦχος ὁ αὐτός.
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα οἱ Κανόνες· τοῦ Θωμᾶ μετὰ τῶν εἱρμῶν εἰς η΄ καί τῆς Θεοτόκου εἰς στ΄.
Ὁ Κανὼν τοῦ ἀπ. Θωμᾶ, ποίημα Ἰωάννου Μοναχοῦ.
ᾨδὴ α'. Ἦχος α'. Ὁ Εἱρμός.
   σωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχως ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
   Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥσπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.
   βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν.
   Πύλαι θανάτου Χριστέ, οὐδὲ τοῦ τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα τῶν θυρῶν σοι ἀντέστησαν, ἀλλ' ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις σου εἰρήνην Δέσποτα δωρούμενος, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Ὁ Κανὼν τῆς Θεοτόκου.
ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
   ναστάσεως ἡμέρα τοῦ Κυρίου Χριστοῦ, δεῦτε συμφώνως πάντες, οἱ ἐν τῷ Ὄρει μονασταί, καὶ τὴν Μητέρα Αὐτοῦ, Παρθένον ἁγνήν, πιστῶς ἀνυμνήσωμεν, χαριστήριον ᾄδοντες.
Καθαρθῶμεν τὰς αἰσθήσεως καὶ ὀψώμεθα, ἐν νοεροῖς ὀφθαλμοῖς, θείαν προμήθειαν ἡμῶν, καὶ γὰρ ἡ Θεόνυμφος, ἐξ Ὄρους τοῦ Ἄθω νῦν, στρατὸν τὸν μισόχριστον, παραδόξως ἐξέβαλε.
   ἀπόγονος τῆς Ἄγαρ εἰσελάσας ἡμῖν, δέδοται Ὄρος ἔφη, εἰς ἐξουσίαν νῦν ἐμήν, ἀλλ’ οὖν ἐψεύσθη δεινῶς, τοῦ Ὄρους αὐτόν, καὶ γὰρ ἡ φυλάκισσα, Θεοτόκος ἐξέβαλε.
   Οὐρανὸς μὲν καὶ ἡ γῆ νῦν εὐφραινέσθωσαν, θείᾳ Χριστοῦ ἐγέρσει, τὴν δὲ Παρθένον κροτείτω, ὁ χορὸς ἀζύγων καὶ γὰρ σήμερον, στρατὸν τὸν μισόχριστον, ἐκ τοῦ Ὄρους ἐξέβαλε.
Καταβασία.
   ναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. 
ᾨδὴ γ'. Ὁ Εἱρμός.
   Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου· οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε.
   Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας.
   ν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε.
   Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Αναστάσεως.
Τῆς Θεοτόκου. Δεῦτε πόμα πίομεν.
   Δεῦτε πόμα πίωμεν καινὸν χαρᾶς, τὰ τοῦ Ὄρους ἀζύγων σεπτὰ συστήματα, ἡ γὰρ Παρθένος ἁγνή, τὴν λύπην μετήλλαξεν ἡμῶν, εἰς τέρψιν σωτήριον.
   Νῦν πάντα πληροῦνται χαρμονῆς, τὰ τοῦ Ὄρους σεπτὰ καταγώγια, τὴν Θεοτόκον ἁγνήν, προστάτιν πλουτοῦντα κραταιάν, δι’ ἧς ἐστερέωνται.
   Χθὲς κατεδουλώθημεν δεινῶς, τυραννίαι πεσόντες ἀπίστων σύμπαντες, νῦν δ’ ἡ προστάτις ἡμῶν, λαμπρὰν ἐχαρίσατο ἡμῖν, σωτηρίαν ἡ πάναγνος.
   Νῦν Λόγε τὸ Ὄρος τὸ σεπτόν, ἐγκωμιάζομαι ξένως τῇ Θεομήτορι, τοῦ γὰρ ἀπίστου στρατοῦ, φυγόντως πανήγυριν φαιδράν, αὐτῇ συνεγείρομαι.
Καταβασία.
   Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Κοντάκιον. Τοῦ ἀπ. Θωμᾶ. Ἦχος πλ. δ'.
   Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.
Ὁ Οἶκος.
   Τίς ἐφύλαξε τὴν τοῦ Μαθητοῦ παλάμην τότε ἀχώνευτον, ὅτε τῇ πυρίνῃ πλευρᾷ προσῆλθε τοῦ Κυρίου; τίς ἔδωκε ταύτῃ τόλμαν, καὶ ἴσχυσε ψηλαφῆσαι φλόγεον ὀστοῦν, πάντως ἡ ψηλαφηθεῖσα· εἰ μὴ γὰρ ἡ πλευρὰ δύναμιν ἐχορήγησε πηλίνῃ δεξιᾷ, πῶς εἶχε ψηλαφῆσαι παθήματα, σαλεύσαντα τὰ ἄνω καὶ τὰ κάτω; Αὕτη ἡ χάρις Θωμᾷ ἐδόθη, ταύτην ψηλαφῆσαι, Χριστῷ δὲ ἐκβοῆσαι· Κύριος ὑπάρχεις καὶ Θεός μου.
Κάθισμα. Τῆς Θεοτόκου. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
   Δεῦτε στίφη μοναστῶν, θαῦμα θεάσασθε φρικτόν, ἡ γὰρ Παρθένος Μαριάμ, ἐν τῇ ὀγδόῃ τῆς Χριστοῦ, λαμπρᾶς ἐγέρσεως τῆς κοσμοχαρμοσύνου, στρατὸν τὸν δυσσεβῆ, ξένως ἀπήλασε, τοῦ Ὄρους τοῦ σεπτοῦ, κληροδοσίας αὐτῆς, ἐν ᾗ λαμπρῶς τελοῦμεν τὴν ἀνάμνησιν, τῶν μοναστῶν ἡ πληθὺς ἡ ἐν Ἄθῳ, πόθῳ κροτοῦντες, τὰ μεγαλεῖα τῆς ἁγνῆς Θεομήτορος.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
ᾨδὴ δ'. Ὁ Εἱρμός.
   Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ. Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε.
   Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ γλυκείας μεθέξεως.
   Χαίρεις ἐρευνώμενος· διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν.
   Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος.
   Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὦ Δίδυμε· πρώτη γὰρ εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.
Τῆς Θεοτόκου. Ἐπὶ τῆς θείας φυλακῆς.
   πὶ τῆς θείας φυλακῆς, νοὸς κινήσεις ἀδελφοί, πάντες ἐν Χριστῷ καὶ τὰς πράξεις, διορθοῦντες ἅπαντες, ἐν εὐφροσύνῃ εἴπωμεν, σήμερον σωτηρία τῷ Ὄρει, διὰ Παρθένου ἁγνῆς, ἡμῶν προστάτιδος.
   εὶ ταράττει με ἐσμός, τῶν ἀδοκήτων συμφορῶν, Δέσποινα βοᾷ ἡ Σῇ ποίμνη, ἡ ἐν Ἄθῳ ἅπασα μὴ οὖν παρίδῃς πρόφθασον, τάχυνον ἐξελοῦ με Παρθένε, τὴν ἀνυμνοῦσαν ἀεὶ τὰ μεγαλεῖά Σου.
   σπερ φυλάκισσαν ἁγνή, τῶν ἱερῶν ἡμῶν Μονῶν, στέφομεν νῦν Σε ἐκ πόθου, θείους ὕμνους πλέκοντες, δέχου τὸ ὑμνητήριον, καὶ αὖθις ἡμᾶς χερσὶν ἀνόμοις μὴ παραδώης, Χριστὸν φέρουσα ἔλεον.
   Θεοπάτωρ μὲν Δαβίδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἤλατο σκιρτῶν· ὁ λαὸς δὲ τοῦ Χριστοῦ ὁ ἄζυγος, ὁ ἐν τῷ Ὄρει πάναγνε, σκιρτῶν πρὸ τῆς Σῆς Εἰκόνος θείως, Σοὶ λιτανεύει Δαβὶδ ὡς προφήτευσε.
Καταβασία.
   πὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος. 
ᾨδὴ ε'. Ὁ Εἱρμός.
   κ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ, παράσχου φιλάνθρωπε.
   πιστὰς τοῖς φίλοις ἀθυμοῦσιν ὁ Σωτήρ, τῇ παρουσίᾳ ἅπασαν, ἀπελαύνει τὴν κατήφειαν, καὶ σκιρτᾶν διεγείρει, τῇ Ἀναστάσει αὐτοῦ.
   τῆς ἀληθῶς ἐπαινουμένης τοῦ Θωμᾶ, φρικτῆς ἐγχειρήσεως! τολμηρῶς γὰρ ἐψηλάφησε τὴν πλευράν, τὴν τῷ θείῳ πυρὶ ἀπαστράπτουσαν.
   πιστίαν πίστεως γεννήτριαν ἡμῖν, τὴν τοῦ Θωμᾶ ἀνέδειξας· σὺ γὰρ πάντα τῇ σοφίᾳ σου, προνοεῖς συμφερόντως, Χριστὲ ὡς φιλάνθρωπος.
Τῆς Θεοτόκου. Ὀρθρίσωμεν ὄρθρου βαθέως.
   ρθρισωμεν ὄρθρου βαθέως πάντες, καὶ σὺν τῷ ὕμνῳ τὰς πράξεις προσοίσωμεν ἐναρέτους, τῇ Παρθένῳ κράζοντες· μὴ ἐλλείπῃς Δέσποινα, τοὺς ἐν τῷ Ὄρει φυλάττουσα.
   Τὴν ἄμετρόν Σου εὐσπλαγχνίαν, πρὸς τὰς ἐν Ὄρει Μονάς, ἐκπληττόμενοι δεδορκότες, πρὸς τὴν Σὴν ἐλπίζομεν ἁγνή, προστασίαν κραταιάν, Πάσχα κροτοῦντες εὐφρόσυνον.
   Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ, ἐκ τοῦ μνήματος ὡς νυμφίῳ, καὶ πανηγυρίσωμεν, τῇ Θεοτόκῳ κράζοντες· Χαίρεις τοῦ Ὄρους ἡ Σώτηρα.
 Καταβασία.
   ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
ᾨδὴ ς'. Ὁ Εἱρμός.
   Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι.
   Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας παλάμας, προτείνας εἰς ἔρευναν.
   Σωτὴρ ἡμῶν ἔλεγε· Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι.
   Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρών σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.
Τῆς Θεοτόκου.
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς.
   Κατήλθομεν ἐν ἁμαρτίαις πολλαῖς, καὶ δικαίαν καθ’ ἠμῶν ἀγανάκτησιν, ὄντως Θεοῦ ἐφελκύσαμεν ἡμεῖς, ἀλλ’ ὦ Δέσποινα, Σὺ ἐξάρπασον ἡμᾶς, ἀπωλείας βαρβάρων.
   Φυλάττουσα ἄχραντε Ὄρος τὸ Σόν, ἐπελθόντων ἀπίστων, πρὸς παιδείαν δεινῶν ἡμῶν παραπτώσεων, οὐ παρέδωκας, εἰς τὰς χεῖρας οὖν αὐτῶν, κατατρίψας τελείως.
   Σωτῆρα ἡμῶν τε καὶ φύλακα, ὦ πανάμωμε ἁγνή, Σὲ γινώσκομεν πᾶσαι αἱ ἐν τῷ Ὄρει Μοναί, διὰ τοῦτό Σοι, ὁμοφώνως τὰ νῦν, συγκροτοῦμεν τοὺς ὕμνους.
Καταβασία.
   Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Κοντάκιον τῆς Θεοτόκου. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
   Τῇ ὑπερμάχῳ καὶ ταχείᾳ ἀντιλήψει Σου, προσπεφευγότες ἡ τοῦ ὄρους μοναστῶν πληθύς, ἀναμέλψωμεν ἐφύμνια μετὰ πόθου, ἀλλοφύλιον γὰρ στρατὸν τὸν μανικώτατον, ἐκποδῶν ποιησαμένη ἠλευθέρωσας, τοὺς Σοὶ κράζοντας· Χαῖρε δόξα παγκόσμιος.
Ὁ Οἶκος.
   γγελοι ἀοράτως, καὶ βροτῶν πᾶσα φύσις, συμφώνως ἀνυμνοῦμεν ἐκ πόθου, τὴν πανθαύμαστον Θεοτόκον ἁγνήν. Πολλῶν καὶ γὰρ θαυμάτων αὐτουργὸς πέφυκε, διὸ ταύτην χαρμοσύνως, ἀναμέλψωμεν βοῶντες·
Χαῖρε, Παρθένε Μήτηρ Κυρίου·
χαῖρε, πηγὴ ἀκενώτου μύρου.
Χαῖρε, ἡ δουλείας τῆς Ἄγαρ λυτρώσασα·
χαῖρε, ἐναντίους ἐχθροὺς ἀπελάσασα.
Χαῖρε, ὅτι ἐξωστράκισας τὸν ἀλλόφυλον στρατόν·
χαῖρε, ὅτι τῶν προσφύγων Σου προστατεύεις ἐναργῶς.
Χαῖρε, ὅτι τοῦ Ὄρους πέλεις σκέπη καὶ τεῖχος·
χαῖρε, ὅτι τοῦ κόσμου εἵης σθένος καὶ κράτος.
Χαῖρε, δι’ ἧς ἡ χαρὰ ὑπερέλαμψε·
χαῖρε, δι’ ἧς ἡ λύπη κατέπαυσε.
Χαῖρε, ἁγνὴ ἀσθενῶν λατρεία·
χαῖρε, σεμνὴ μοναστῶν σωτηρία.
Χαῖρε, δόξα παγκόσμιος.
Συναξάριον.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ δευτέρᾳ ἀπὸ τοῦ Πάσχα, τὰ ἐγκαίνια ἑορτάζομεν τῆς Χριστοῦ Ἀναστάσεως, καὶ τὴν τοῦ ἁγίου Ἀποστόλου Θωμᾶ ψηλάφησιν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν ποιούμεθα, κατὰ κοινὴ τῶν Πατέρων διάθεσιν, τῆς παραδόξως γενομένης ἀποδράσεως τοῦ ἀλλοπίστου στρατοῦ, ἐκ τῶν περιβόλων τοῦ Ὄρους καὶ ἀπαλλαγῆς τῆς ἐκδεκαετοῦς ὡμωτάτης αὐτῶν καταδρομῆς.
Τέρας βεουργὸν εὐλογῶ τὴν Παρθένον,
ὡς στρατὸν τὸν ἔκφυλον φροῦδον δεικνύσαν.
Χάριν  πλουτοῦσα δαψιλῆ Κόρη πληροῦ,
τὰ αἰτήματα τῶν Σὲ λιτανευόντων,
πάσης ἀνάγκης ῥύουσα Σοῦ τὴν ποίμνην.
Ἐγκαινίησιν ἐχθροὺς ἐξ Ὄρους ἤλασεν Ἄνασσα.
Ταῖς τῆς Σῆς ἀχράντου Μητρός Σου, καὶ τοῦ Σοῦ Ἀποστόλου Θωμᾶ πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ὁ Εἱρμός.
   Εἰκόνι λατρεύειν, μουσικῆς συμφωνίας, συγκαλουμένης λαούς, ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες, πατρικῶς οἱ Παῖδες Δαυΐδ, τυράννου ἔλυσαν, τὸ παλίμφημον δόγμα, καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον, ὕμνον ἀναμέλποντες, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
   ς πρώτη ὑπάρχει, ἡμερῶν καὶ κυρία, ἡ λαμπροφόρος αὕτη, ἐν ᾗ ἀγάλλεσθαι ἄξιον, τὸν καινὸν καὶ θεῖον λαόν· ἐν τρόμῳ φέρει γάρ, καὶ αἰῶνος τὸν τύπον, ὡς ὀγδοὰς τελοῦσα τοῦ μέλλοντος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
   μόνος τολμήσας, τῇ ἀπίστῳ τε πίστει, εὐεργετήσας ἡμᾶς, Θωμᾶς ὁ Δίδυμος, λύει μὲν τὴν ζοφώδη ἄγνοιαν τοῖς πᾶσι πέρασι, τῇ πιστῇ ἀπιστίᾳ, ἑαυτῷ δὲ τὸν στέφανον πλέκει σαφῶς, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
   Οὐ μάτην διστάσας, ὁ Θωμᾶς τῇ Ἐγέρσει σου, οὐ κατέθετο, ἀλλ' ἀναμφίλεκτον ἔσπευδεν, ἀποδεῖξαι ταύτην, Χριστὲ τοῖς πᾶσιν ἔθνεσιν· ὅθεν δι' ἀπιστίας πιστωσάμενος πάντας, ἐδίδαξε λέγειν· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
   μφόβως τὴν χεῖρα, ὁ Θωμᾶς τῇ πλευρᾷ σου, τῇ ζωηφόρῳ Χριστέ, ἐνθεὶς ὑπότρομος ᾔσθετο, ἐνεργείας Σῶτερ διπλῆς τῶν δύο φύσεων, τῶν ἐν σοὶ ἡνωμένων ἀσυγχύτως, καὶ πίστει ἐκραύγαζε, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τῆς Θεοτόκου. Ὁ Παῖδας ἐκ καμίνου.
   παῖδας ἐκ καμίνου ῥυσάμενος, παρέβλεψας Κύριε, οἷα συμπαθής, τὰ παραπτώματα ἡμῶν, καὶ ἐῤῥύσω δεινῆς περιστάσεως, ἡμᾶς ταῖς τῆς Μητρός Σου ἱκεσίαις, Θεὸς ὡς ὑπερένδοξος.
   Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω Σου ἔδραμον, Δέσποτα Χριστέ, τὴν δὲ οὐράνιον μῦρόν Σε κυήσασαν, ἅπασαι, Ὄρους Μοναί, Σὲ πλουτοῦσα θεῖον φρουρόν, ἀσεβῶν δυσωσμίας λυτρούμεθα.
   Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾅδου τὴν καθαίρεσιν, ξένης τε φυγῆς, τῶν ἀσεβῶν διατριβῆς, ἐν Ἁγίῳ Σου Ὄρει θεόνυμφε· διὸ τὴν θείαν Σου προστασίαν, ὑμνοῦμεν Θεονύμφευτε.
   ς ὄντως ἱερὰ καὶ χαρμόσυνος, αὕτη ἡ σωτήριος, θεία ἑορτή, τῆς ἐξ ἡμῶν τῶν ἀθέων ἀποδράσεως, οὖσα ἀνάμνησις, ἐν ᾗ τὸν θεῖον ἱλασμόν, ὡς φῶς ἡμῖν ἡ ἀγνή, πᾶσιν ἐπέλαμψεν.
Καταβασία.
   Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ᾨδὴ η'. Ὁ Εἱρμός.
   Τὸν ἐν φλογὶ πυρός, καιομένης καμίνου διαφυλάξαντα Παῖδας, καὶ ἐν μορφῇ Ἀγγέλου συγκαταβάντα τούτοις, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
   πιποθήσας σου, τὴν χαρμόσυνον θέαν, τὸ πρὶν ἠπίστει ὁ Θωμᾶς, ἀξιωθεὶς δὲ ταύτης, Θεὸν καὶ Κύριόν σε ἐκάλει Δέσποτα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας
   Τὸν ἀνασχόμενον τῆς Θωμᾶ ἀπιστίας, καὶ ὑποδείξαντα πλευράν, καὶ τῇ αὐτοῦ παλάμῃ ἀκριβολογηθέντα, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
   Σοῦ τὸ περίεργον, θησαυρὸν ἡμῖν ἀνέῳξε Θωμᾶ· θεολογήσας γλώσσῃ γὰρ θεοφορουμένῃ· Ὑμνεῖτε, ἔλεγες, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῆς Θεοτόκου. Αὕτη ἡ κλητή.
   Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, καθ’ ἣν ἡμεῖς κροτοῦμεν τῆς Βασιλίδος τὸν ὕμνον, ἀνελπίστων λυτὴρ γὰρ ἐγένετο ἡμῖν ἡ Πανάμωμος· διὸ εὐλογοῦμεν, αὐτὴν εἰς τοὺς αἰῶνας.
   Δεῦτε μοναστῶν τὰ ἐν Ἄθῳ συστήματα, σὺν πόθῳ εὐχαρίστως τὴν Θεοτόκον Μαρίαν ἀνυμνήσωμεν, ἡμῶν τὴν προστάτιν καὶ φύλακα, τροφὸν ἰατρόν, θησαυρόν τε εἰς αἰῶνας.
   ρον κύκλῳ τοὺς ὀφθαλμούς Σου Ἁγνὴ καὶ ἴδε, δεινῶς κατατριβέντας δεκαετοῦς τυραννίδος, Ἰσμαὴλ ἀσεβοῦς, τοῦ ἐξ Ἄγαρ καὶ φυλάττῃς τὰ τέκνα Σου, ἐν Σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
   Πάτερ Παντοκράτορ, καὶ Λόγε καὶ Πνεῦμα, Μονὰς τὰς ἐν τῷ Ἄθῳ, διαφύλαττοις ἀτρώτους, τῆς ἐχθρῶν δεινῆς ἐπιθέσεως, εἰς Σὲ γὰρ ἐλπίζομεν, καὶ Σὲ εὐλογούμεν, οἱ ταύταις κατοικοῦντες.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Καταβασία.
   Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ'. Ὁ Εἱρμός.
   Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων, ἐν ὕμνοις μεγαλύνομεν.
   Σοῦ τὴν φαεινὴν ἡμέραν, καὶ ὑπέρλαμπρον Χριστὲ τὴν ὁλόφωτον χάριν, ἐν ᾗ ὡραῖος κάλλει τοῖς Μαθηταῖς σου, ἐπέστης μεγαλύνομεν.
Σὲ τὸν χοϊκῇ παλάμῃ, ψηλαφώμενον πλευράν, καὶ μὴ φλέξαντα ταύτην, πυρὶ τῷ τῆς ἀΰλου θείας οὐσίας, ἐν ὕμνοις
μεγαλύνομεν.
   Σὲ τὸν ὡς Θεὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, οὐ βλεφάροις ἰδόντες, ἀλλὰ καρδίας πόθῳ πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.
Τῆς Θεοτόκου. Φωτίζου, φωτίζου.
   Φαιδρύνου τὸ Ὄρος, τοῦ Ἄθω νῦν τὸ ἱερόν, ἡ γὰρ θεία προστάτις, ἡ ἐν Σοὶ πανάμωμος, τὰς καθ’ ἡμῶν τοῦ ἀπίστου στρατοῦ, θείᾳ ῥοπῇ ἔλυσεν ἐνέδρας, ἡμῖν εἰρήνην χαρίσασα.
   θείας! ὢ φίλης! ὢ ὑποσχέσεως τερπνῆς, τῶν Μονῶν τῶν ἐν Ἄθῳ ἐπηγγείλω πάναγνε, εἶναι προστάτις καὶ φύλαξ φρουρός, ἣν οἱ πιστοὶ ἔχοντες ἐλπίδα, πολλῶν δεινῶν ἐκλυτρούμεθα.
   πάναγνε Κόρη, ὦ Μητροπάρθενε ἁγνή, μὴ ἐλλείπῃς τὸ Ὄρος, τὸ τοῦ Ἄθω Δέσποινα, σκέπουσα πάντοτε χάριτι Σῇ, καὶ τὸν Χριστὸν ἐξιλεουμένη, ὑπὲρ ἡμῶν ἀειπάρθενε.
   Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Ἐξαποστειλάρια. Τοῦ ἀπ. Θωμᾶ.
Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις.
   μῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ, σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν.
   Σήμερον ἔαρ μυρίζει, καὶ καινὴ κτίσις χορεύει, σήμερον αἴρονται κλεῖθρα, θυρῶν καὶ τῆς ἀπιστίας, Θωμᾶ τοῦ φίλου βοῶντος· ὁ Κύριος καὶ Θεός μου.
Καὶ τῆς Θεοτόκου. Ὅμοιον.
   ξεπλάγη εὐπρεπῶς, τῶν μοναστῶν ὁ σύλλογος, ὁρῶν βαρβάρων  τὸν  στρατόν,  ἀπελαθέντα  θαμβικῶς,  καὶ   μέγα
ἀνεκραύγαασε· Σὺ μόνη Θεοτόκε, τοῦ Ὄρους βοήθεια.
Εἰς τοὺς Αἴνους. Ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ' τοῦ ἀπ. Θωμᾶ.
Ἦχος α'. Πανεύφημοι Μάρτυρες.
   Μετὰ τὴν ἐκ τάφου σου φρικτήν, Ζωοδότα Ἔγερσιν, ὥσπερ σφραγῖδας οὐκ ἔλυσας, Χριστὲ τοῦ μνήματος οὕτω κεκλεισμένων, θυρῶν εἰσελήλυθας, πρὸς τοὺς πανευκλεεῖς Ἀποστόλους σου, χαροποιῶν αὐτούς, καὶ εὐθές σου παρεχόμενος, τούτοις Πνεῦμα, δι' ἄμετρον ἔλεος.
   Θωμᾶς ὁ καὶ Δίδυμος οὐκ ἦν, ἐνδημῶν ἡνίκα σύ, τοῖς Μαθηταῖς ὤφθης Κύριε· ὅθεν ἠπίστησε, τῇ σῇ Ἀναστάσει, καὶ τοῖς κατιδοῦσί σε, ἐβόα· Εἰ μὴ βάλω τὸν δάκτυλον, εἰς τὴν πλευρὰν αὐτοῦ, καὶ τῶν ἥλων τὰ τυλώματα, οὐ πιστεύω, ὅτι ἐξεγήγερται.
   ς θέλεις ψηλάφησον Χριστὸς τῷ Θωμᾷ ἐβόησε· βάλε τὴν χεῖρα καὶ γνῶθί με ὀστέα ἔχοντα, καὶ γεῶδες σῶμα, καὶ μὴ γίνου ἄπιστος, ἐπίσης δὲ τοῖς ἄλλοις πιστώθητι, ὁ δὲ ἐβόησεν· ὁ Θεός μου καὶ ὁ Κύριος, σὺ ὑπάρχεις, δόξα τῇ Ἐγέρσει σου.
Τῆς Θεοτόκου γ΄. Ὁ αὐτός. Τῶν οὐρανίων ταγμάτων.
   Δεῦτε κροτήσωμεν χεῖρας ὕμνον ἐξάδοντες, ἐν τῇ ἀναστασίμῳ, τῆς ὀγδόης τοῦ Πάσχα, ἐν ταύτῃ γὰρ δουλείας βαρβαρικῆς, ἀλλοφύλων ἐῤῥύσθημεν, τῇ προστασίᾳ τῆς μόνης ὑπερφυῶς, τὸν Σωτῆρα κυησάσης Χριστόν.
   Δεῦτε προθύμῳ καρδίᾳ ἀνευφημήσωμεν, τὴν ἄχραντον Παρθένον, τὴν ἡμᾶς ῥυσαμένην, βαρβάρων ὠμοτάτων καταδρομῆς, καὶ εἰρήνην βραβεύσασαν, διὰ παντὸς γὰρ παρίσταται τῷ Θεῷ, καὶ πρεσβεύει ὑπὲρ πάντων ἡμῶν.
   ς θαυμαστά Σου τὰ ἔργα τῶν ἀγαθῶν χορηγέ, ὡς θησαυρὸν γὰρ μέγαν, τὴν ἁγίαν Παρθένον, τῷ Ὄρει τῷ Ἁγίῳ Μηγέρα τὴν Σήν, ἐδωρήσω φιλάνθρωπε, δια-φυλάττουσαν τοῦτο ἐκ δυσμενῶν, πειρατῶν ἀνεπιβούλευτον.
Δόξα. Τοῦ ἀπ. Θωμᾶ. Ἦχος πλ. β'.
Μεθ' ἡμέρας ὀκτὼ τῆς Ἐγέρσεώς σου Ἰησοῦ βασιλεῦ, μονογενὲς Λόγε τοῦ Πατρός, ὤφθης τοῖς Μαθηταῖς σου, κεκλεισμένων τῶν θυρῶν, τὴν εἰρήνην σου παρεχόμενος, καὶ τῷ ἀπιστοῦντι Μαθητῇ τοὺς τύπους ἔδειξας. Δεῦρο ψηλάφησον τὰς χεῖρας, καὶ τοὺς πόδας, καὶ τὴν ἀκήρατόν μου πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Καὶ νῦν. Τῆς Θεοτόκου. Ἦχος πλ. α΄.
   που ἐπισκιάσει ἡ χάρις Σου πανάχραντε, ἐκεῖθεν τῶν ἐναντίων διώκεται ἡ δύναμις, καὶ τόξα τῶν πολεμίων συντρίβονται, φάλαγξ δὲ ἡ δαιμόνιος δειματοῦται, ὥσπερ καὶ σήμερον τῇ κραταιᾷ προστασίᾳ Σου, στρατὸν βαρβαρικὸν ἀπεσόβησας, καὶ τῆς αὐτῶν καταδυναστείας ἀπήλλαξας. Ἀλλ’ ὦ Παντάνασσα, τὸ ἡμῶν ἐκνίκημα, καὶ τοῦ Ὄρους τὸ περιτείχισμα, μὴ ἐλλείπῃς ἀεί, περιφρουροῦσα ἡμᾶς καὶ σώζουσα, ἐκ παντοίας κακώσεως, ὡς πάντα ἰσχύουσα. Σὲ γὰρ προστάτιν ἡμῶν κεκτήμεθα, καὶ διὰ Σοῦ σωτηρίας τυχεῖν ἐλπίζομεν, Θεοτόκε πανύμνητε καὶ ἀειπάρθενε.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΝ ΤΗ ΛΕΙΤΟΥΡΓΙΑ
Κοινωνικά: Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον... καί Ποτήριον σωτηρίου λήψομαι...



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου