Ποίημα ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου
Ἐν
τῷ Μικρῷ Ἑσπερινῷ
Ἱστῶμεν Στίχους δ’ καί ψάλλομεν Στιχηρά Προσόμοια.
Ἦχος πλ. β’. Ὅλην
ἀποθέμενοι.
Νέφος φαεινότατον, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, πᾶσαν ἐπεσκίασε, τῶν
Νεομαρτύρων νῦν, καὶ ἐφαίδρυνεν, ἀρετῶν λάμψεσι, καὶ ταῖς τῆς ἀθλήσεως,
καλλοναῖς λίαν ἐκάλλυνε, καὶ κατελάμπρυνε, ταῖς ἐκ τῶν ἀγώνων λαμπρότησι,
βασάνων δὲ τοῖς στίγμασι, νοητῶς αὐτὴν κατεκόσμησε· ταῖς δὲ τῶν θαυμάτων,
ἀκτῖσί τε καὶ αἴγλαις νοητόν, τῇ οἰκουμένῃ ἀνέδειξεν, οὐρανὸν πολύφωτον.
Ἴχνεσιν ἐπόμενοι, τοῖς τῶν ἀρχαίων οἱ νέοι, ἀθληταὶ ἐνήθλησαν, καὶ λαμπρῶς
ἠρίστευσαν οἱ ἀήττητοι, ἐκ παντὸς τάγματος, καὶ Χριστὸν ἐκήρυξαν, καὶ τοῦ
πάθους ἐκοινώνησαν, αὐτοῦ οἱ ἔνδοξοι, καὶ βραβεῖα νίκης ἀπέλαβον, καὶ δόξης
ἠξιώθησαν, καὶ στεφανηφόροι παρίστανται, τῷ ἀστέκτῳ θρόνῳ, σὺν δήμοις τῶν
Ἀγγέλων καὶ χοροῖς, τῶν συμμαρτύρων καὶ ἅπασι, τοῖς δικαίων τάγμασι.
Καλλίνικοι Μάρτυρες, τῆς Ἐκκλησίας ἡ νέα, βάσις καὶ ἀσφάλεια, τοῦ Εὐαγγελίου
τε, ἡ ἐκπλήρωσις, τῶν πιστῶν καύχημα, ἀσεβούντων ὄνειδος, τοῦ Σωτῆρος οἱ τὰ
ῥήματα, ἔργῳ τελέσαντες, καὶ τὰ θεῖα τούτου παθήματα, τρανῶς ἐξεικονίσαντες,
διὰ πολυτρόπων κολάσεων, καὶ παθῶν παντοίων, μαστίγων καὶ ἀγχόνης καὶ πυρός,
ξεσμῶν καὶ ξίφους δεήθητε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἡ γῆ οὐ κατέκρυψεν, ἀλλ᾿ οὐρανὸς ἐπαξίως, ὑμᾶς ὑπεδέξατο, καὶ λαμπρῶς
ἐδόξασε Νεομάρτυρες, καὶ τερπνῶς ἥνωσε, τοῖς Ἀγγέλων τάγμασιν, Ἀποστόλων
προφητῶν ὁμοῦ καὶ τῶν ὁσίων τε, καὶ τῶν ἀθλησάντων τὸ πρότερον· μεθ᾿ ὧν νῦν
ἀγαλλόμενοι, καὶ φωτὸς ἀῤῥήτου πληρούμενοι, μέμνησθε ἀπαύστως, ἡμῶν νῦν ἐτησίως
ἐν ὠδαῖς, ὑμῶν τιμώντων τὴν σύναξιν, τὴν ἀειμακάριστον.
Δόξα.
Ἦχος πλ. δ´.
Φωστῆρες νοητοὶ ἐξανέτειλαν πᾶσιν
ἡμῖν οἱ θεῖοι τοῦ Χριστοῦ Νεομάρτυρες, ἀπλανῶς ὁδηγοῦντες πρὸς τὰς εὐθείας
τρίβους, τῶν σωτηρίων αὐτοῦ ἐντολῶν· τῷ γὰρ τῆς αὐτῶν ἀληθοῦς μετανοίας φωτί,
καὶ τῆς ἀκριβοῦς τῶν θείων νόμων τηρήσεως φωτιζόμενοι, τῆς τε πρὸς τὸν Χριστὸν
ὑπερεξόχου ἀγάπης, τὴν θείαν χάριν ἐν ἐαυτοῖς εἰσοικίζομεν, καὶ τὸ μέγα ἔλεος
κομιζόμεθα, παρὰ Θεοῦ ταῖς ψυχαῖς ἡμῶν.
Καὶ
νῦν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν
δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς
τόν Στίχον, Στιχηρά Προσόμοια.
Ἦχος πλ. β’. Αἱ
ἀγγελικαί.
Ὅλη παμφαής, τῶν Μαρτύρων ἡ χορεία
τῶν νεοφανῶν, δίκην ἄστρων σελασφόρων, λαμπρὰ ὑπάρχει ὃλη, ταῖς τῶν ἄθλων
λαμπρότησιν, όλη τῶν ἀγώνων ταῖς ἀκτῖσι, φαιδρὰ ὑπὲρ ἥλιον τυγχάνει, ὅλη
πέφυκεν, ἀστραπηβόλος τοὺς πιστούς, ἐνθέως φωτίζουσα.
Στ.: Θαυμαστὸς ό Θεὸς ἐν τοῖς Ἁγίοις
αὐτοῦ.
Ῥώμῃ θαυμαστῇ, καὶ ἀνδρείᾳ ἀηττήτῳ,
στίφη τῶν ἐχθρῶν, κατετρόπωσε γενναίως, μαρτύρων νέα φάλαγξ, τροπαιοῦχος
παράταξις, τάγμα ἱερώτατον καὶ θεῖον, δῆμος θεοσύλλεκτος Ἁγίων, οὓς ὑμνήσωμεν,
ὡς στρατιώτας τοῦ Χριστοῦ, καὶ πίστεως φύλακας.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ
ἐθαυμάστωσεν ό Κύριος.
Ὄντως ἀθληταί, τήν ἀσύγκριτον ἀγάπην,
πρός τόν λυτρωτήν ἐπεδείξασθε προθύμως, δι' ὅ ὑμᾶς οὐ θλίψεις, οὐ λιμοί οὐδέ
κίνδυνοι, ταύτης ἐκχωρίσαι κατά Παῦλον οὐ πῦρ οὐδέ ξίφος οὐδέ βρόχοι,
ἠδυνήθησαν, οὐδέ ἐξώσεις ὀφθαλμῶν, οὐ τέλος ὁ θάνατος.
Δόξα, καὶ νῦν.
Ὕψιστε Θεέ, Πάτερ Λόγε καὶ τὸ Πνεῦμα, οἴκτειρον ἡμᾶς, εὐπροσδέκτοις
ἱκεσίαις· τῆς θείας νεολαίας, τῶν μαρτύρων φιλάνθρωπε, τῶν ἐν τῷ σταδίῳ
παῤῥησίᾳ μόνον ἀληθῆ Θεὸν τῶν ὅλων, κηρυξάντων σε, καὶ τὴν ἀῤῥήτως ἐκ μητρός,
τοῦ υἱοῦ ἐνσάρκωσιν.
Ἀπολυτίκιον. Ζήτει ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετά
τόν Προοιμιακόν, τό Μακάριος
ἀνήρ. Εἰς δέ τό Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους στ’ καί ψάλλομεν Στιχηρά
Προσόμοια.
Ἦχος
α’. Ὦ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἐν ὑστέροις καιροῖς, ἐκλάμπουσι μάρτυρες, καὶ
πλάνης τὸν σκοτασμὸν ἀποδιώκουσιν· ἡ πίστις Χριστιανῶν, νῦν ἀνυψοῦται καὶ
πίπτει, ἀσέβεια, ἀγάλλονται οἱ πιστοί, καὶ ἑορτὴν συγκροτοῦσι παγκόσμιον, τῶν
νεοφανῶν βοῶντες, μαρτύρων τὸ καύχημα, καὶ βραβεῖον καὶ νίκη, σὺ ὑπάρχεις
παντοδύναμε.
Βαβαὶ τῶν σῶν θαυμασίων Χριστέ! ὧν περὶ τὸν Κλῆρον, τὸν σὸν ἄρτι ἔδειξας! τὸ
γένος τὸ ἀσθενὲς νῦν ἐθριάμβευσε, τῶν δυνατῶν τὰς ἀρχάς, καὶ ἐξουσίας τοῦ
σκότους ὡς γέγραπται· νεοφανεῖς ἀθληταί, τοῖς παλαιοῖς παραβάλλονται Μάρτυσιν,
ἐν τε τῇ ὁμολογίᾳ, τῇ στεῤῥᾷ τῆς πίστεως, ἐν βασάνων ἰδέαις, ἐν σημείοις τε καὶ
θαύμασιν.
Ὑμῶν τιμῶσι τὴν ἄθλησιν, Ἀγγέλων αἱ τάξεις, καὶ Ἁγίων σύλλογοι, καὶ πάντων
φιλομαρτύρων τὰ συστήματα δοξάζεται ὁ Χριστός, καὶ οἱ τῆς πλάνης προστάται
αἰσχύνονται. Ἄσπάζεται ἡ Τριάς, τοὺς ἑαυτοῖς ἱεροὺς Νεομάρτυρας, καὶ κατακοσμεῖ
στεφάνοις, καὶ συνάπτει Μάρτυσι, παλαιοῖς καὶ δοξάζει, Οἰκουμένης εἰς τὰ
πέρατα.
Ἕτερα
προσόμοια, Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Φιλεόρτων συστήματα, πανταχόθεν συνδράμετε, καὶ κοινὴν πανήγυριν
συγκροτήσατε, ἰδοὺ γὰρ νέοι ἐφάνησαν, Μάρτυρες ἐν πέρατι, γενεᾶς τῆς καθ᾿ ἡμᾶς,
προμηθείᾳ τοῦ κρείττονος· οἱ κηρύξαντες, τὴν ὀρθόδοξον πίστιν ἐν σταδίῳ, καὶ
τοὺς Ἄγαρ ἀπογόνους, κακῶς φρονοῦντας ἐλέγξαντες.
Τοὺς τῆς πίστεως φύλακας, καὶ τῆς πλάνης τοὺς ἄνθρακας, τοὺς Χριστὸν
δοξάσαντας ἐν τοῖς μέλεσι, τοῖς ἐαυτῶν καὶ βαστάσαντας, αὐτοῦ σεπτὰ στίγματα,
καὶ ἀγγέλοις, καὶ βροτοῖς, χρηματίσαντας θέατρον, εὐφημήσωμεν, τοὺς στεῤῥοὺς
Νεομάρτυρας Κυρίου, ἱεραῖς ἐν ὑμνῳδίαις, τῶν ὀρθοδόξων τὸ πλήρωμα.
Τῷ πυρὶ ἐκκαιόμενοι, τῆς Χριστοῦ ἀγαπήσεως, ὡς τρυφὰς τὰ βάσανα, ἐλογίσασθε
ὡς ἁπαλὰ ρόδα μάστιγας πῦρ ὡς αὔραν ἔνδροσον, ὡς Παράδεισον εἱρκτήν τὰ δὲ ξίφη
ὡς στέφανον, καὶ τὸν θάνατον, ὡς ζωὴν κατησπάσασθε γλυκεῖαν Νεομάρτυρες Κυρίου·
όθεν ὑμᾶς μακαρίζομεν.
Δόξα.
Ἦχος πλ. β’.
Νεοφανεῖς ἀστέρες, σήμερον ὲν τῷ τῆς Ἐκκλησίας ἀνέτειλαν στερεώματι, οὐκ
ἀποτροπαίους ἐκβάσεις, ἀλλ᾿ ἀγαθῶν ἐπιῤῥοὰς τῇ οἰκουμένῃ μηνύοντες, ἅπαντες οἱ
μετὰ τὴν ἄλωσιν τῆς βασιλίδος, πολλαχοῦ γενόμενοι Χριστομάρτυρες. Δεῦτε οὖν
φιλέορτοι πάντες, χρεωστικῶς αὐτοῖς προσείπωμεν λέγοντες· χαίρετε, τῆς
ὀρθοδόξου πίστεως οἱ χρηματίσαντες ἀνακαίνισις, καὶ τῆς ἀσεβείας τῶν ἀγαρηνῶν ἡ
κατάργησις· χαίρετε, τῆς Ἀνατολικῆς Ἐκκλησίας ἡ δόξα, καὶ ἑτεροδόξων ἡ
ἀναφαίρετος καταισχύνη χαίρετε, οἱ τύποι γενόμενοι ὑπομονῆς τοῖς πιστοῖς, καὶ
τοῦ διὰ Χριστὸν ἀθλεῖν ἐν καιρῷ τῷ προσήκοντι· πάριτε μέσον ἡμῶν νοερῶς, τῶν
δεινῶν ἐκλυτρούμενοι, καὶ πρεσβεύετε ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καἰ
νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον
τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς
Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος
ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων,
ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Εἰσοδος, Φῶς Ἱλαρόν καὶ τὰ
Ἀναγνώσματα τῶν Ἁγίων Πάντων.
Εἰς
τήν Λιτήν. Ἦχος α´.
Εὐφραίνου ἡ Ἀνατολικὴ Ἐκκλησία, εὐφροσύνην τὴν ἐν Θεῷ. Ἀγάλλου καὶ χόρευε, ἡ
ἐκλεκτὴ νύμφη τοῦ Χριστοῦ· καὶ οἷα φιλόπαις μήτηρ, ὡς δύο φιλτάτους υἱούς, τοὺς
παλαιοὺς καὶ τοὺς νέους σου Μάρτυρας, ἐν ἀμφοτέραις ταῖς ἀγκάλαις βαστάζουσα,
προφητικῶς τῷ νυμφίῳ σου Χριστῷ ἀναβόησον· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκας
Κύριε, ἃ διὰ τῆς χάριτός σου πνευματικῶς γεννήσασα, καὶ γάλακτι εὐσεβείας
ἐκθρέψασα, τελείους ὑπὲρ τοῦ ὀνόματός σου ἀνέδειξα μάρτυρας· πρόσδεξαι οὖν τὰ
αἵματα αὐτῶν, ὡς θυσίαν εὐάρεστον, καὶ ἵλεως ἐπ᾿ ἐμοὶ γεγονώς, τῆς κατεχούσης
με δουλείας, καὶ πάσης αἱρέσεως ἐλευθέρωσον, ἣν τῷ τιμίῳ σου ἐξηγόρασας αἵματι.
Ἦχος
β΄.
Τῷ Χριστῷ δι᾿ ἀγάπης συγκεκραμένοι, καλλίνικοι Νεομάρτυρες, καὶ τοῦτον
ἔνοικον διὰ τῆς πίστεως φέροντες, καὶ ὑμεῖς ἐν Χριστῷ ἐνηθλήσατε, καὶ ὁ Χριστὸς
ἐν ὑμῖν, καὶ δι᾿ ὑμῶν ἤθλησεν, ὡς κεφαλὴ τὰ τῶν μελῶν, οἰκεῖα τὰ ὑμέτερα πάθη,
καὶ τὸν θάνατον λογιζόμενος· ὑμεῖς γὰρ τὰ ὑστερήματα τῶν παθῶν τούτου
ἀνεπληρώσατε· όθεν τὰ λείψανα ὑμῶν, δαιμόνων φυγαδευτήρια, καὶ παντοίας νόσου
λυτήρια γίνονται, ὡς ἐν τῇ ἑνώσει τῶν παθῶν τοῦ Κυρίου τετιμημένα· ἃ πιστῶς
προσκυνοῦντες, δεόμεθα πρεσβεύειν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
γ´.
Εἴ τις εὐφημία καὶ ἔπαινος· εἴ τινες ἐγκωμίων τρόποι, καὶ τέχναι καὶ
μέθοδοι, ὑμῖν δικαιότατα πρέπουσι, στεῤῥότατοι νεομάρτυρες· ὑπὸ τὸν ζυγὸν γὰρ
τῆς δουλείας στενάζοντες, ἐλεύθεροι τῇ πίστει ἐδείχθητε, καὶ ὑπὲρ Χριστοῦ, καὶ
τῆς Ὀρθοδόξου λατρείας, πεῖραν πολλῶν ὑποστάντες βασάνων, κατὰ διαφόρους
καιροὺς καὶ τόπους· ὁ μὲν διὰ ξίφους· ό δὲ δι᾿ ἀγχόνης· ὁ δὲ διὰ πυρός, καὶ
ἄλλος δι᾿ ἄλλου, τὸ μακάριον τέλος ἐδέξασθε, Καὶ νῦν ἐν οὐρανοῖς τοῖς παλαιοῖς
συγχορεύετε Μάρτυσι, καὶ σὺν αὐτοῖς πρεσβεύετε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ´.
Βασιλεῖς καὶ Ἱερεῖς τῷ Θεῷ, κατὰ τὸ γεγραμμένον, ἐχρηματίσατε, ἱεροὶ
Νεομάρτυρες, διὰ τῆς στεῤῥοτάτης ἡμῶν ἀθλήσεως· βασιλεῖς μέν, ὡς κατὰ τῶν παθῶν
τῆς σαρκός, καὶ κόσμου, καὶ κοσμοκράτορος βασιλεύσαντες, Ἱερεῖς δὲ ὡς ἑαυτοὺς
τῷ Θεῷ, ἱερεῖα καθαρὰ προσαγαγόντες καὶ σφάγια. Καὶ νῦν τῷ βασιλεῖ καὶ ἱεράρχῃ
Χριστῷ ἐν οὐρανοῖς παριστάμενοι, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. δ´.
Ἔχει μὲν ἐν οὐρανοῖς, τῶν μακαρίων ἡ πληθύς, προσθήκην χαρᾶς, τὰ ἄϋλα ὑμῶν
πνεύματα, μεγάλαθλοι Νεομάρτυρες· ἔχοντες δὲ ἡμεῖς ἐπὶ γῆς, οἱ τῆς σαρκὸς
δέσμιοι, τὰ ὑλικὰ ὑμῶν λείψανα, πνευματικῆς εὐφροσύνης πληρούμεθα τὸν ἀγιασμὸν
ψυχῶν καὶ σωμάτων, καὶ τὴν θεραπείαν τῶν παθῶν, ἐξ αὐτῶν ἀρυόμενοι· καὶ
εὐχαρίστως τῷ Χριστῷ ἀνακράζομεν· δόξα σοι Κύριε, τῷ καὶ ἐν τῇ καθ᾿ ἡμᾶς
αἰχμαλώτῳ γενεᾷ, νέους ἀναδείξαντι μάρτυρας, εἰς στηριγμὸν τῆς πίστεως εἰς
παραμυθίαν τῆς αἰχμαλωσίας, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν.
Δέσποινα πρόσδεξαι…
Εἰς τόν Στίχον, Στιχηρά Προσόμοια.
Ἦχος πλ. α’. Χαῖροις ἀσκητικῶν.
Χαίροις, Νεομαρτύρων πληθύς, Θεοῦ τοῦ ζῶντος ἡ γενναία παράταξις, ἡ πλάνην
καταβαλοῦσα, ἀγαρηνῶν ἀνδρικῶς, καὶ Χριστοῦ τὴν πίστιν ἀνυψώσασα, τὰ ἄνθη τὰ
πνέοντα, εὐωδίαν τὴν ἄῤῥητον· νέοι κομῆται, Ἐκκλησίας στερέωμα, οἱ αὐγάσαντες,
καὶ τὴν γῆν οὐρανώσαντες, αὖραι αἱ ζωηρόταται, πιστοὺς ἀναψύχουσαι,
λιποθυμοῦντας καθ᾿ ὥραν, ὑπὸ ζυγὸν τῆς ἁλώσεως· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς
ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις
Αὐτοῦ.
Χαίροις, Νεομαρτύρων πληθύς, τῆς Ἐκκλησίας τὰ νεόδμητα φρούρια· οἱ κύκλοι
πασῶν χαρίτων, αἱ ἀπαρχαὶ τῆς ἡμῶν, γενεᾶς καὶ χίδρα τὰ νεόδρεπτα, Θεῷ
προσαγόμενα, τῷ δεσπότῃ τῆς φύσεως· νέαι θυσίαι, αἱ τερπναί, καὶ θεάρεστοι· οἱ
παθήματα, τοῦ Χριστοῦ μιμησάμενοι· ὄμβροι οἱ νεοστάλακτοι, αἱμάτων τοῖς
ρεύμασι, πλάνην βυθίσαντες Ἄγαρ, καὶ μαρανθεῖσαν ποτίσαντες, τὴν ἔνθεον πίστιν·
ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις Νεομαρτύρων πληθύς· πιστῶν ἡ δόξα, καὶ χαρὰ καὶ καλλώπισμα· οἱ
πάντων, ἀρνησιχρίστων, ὑπογραμμοὶ θαυμαστοί· ὁ στρατὸς ὁ νέος τοῦ παντάνακτος
χορὸς νεοσύλλεκτος· τὰ νεόσφακτα πρόβατα, συνειλεγμένα, ἀπὸ χρόνων ἁλώσεως· οἱ
τῆς πίστεως πρόμαχοί τε καὶ φύλακες· πρέσβεις οἱ ἀκαταίσχυντοι· οἱ χρόνοις μὲν
ἔσχατοι, καὶ παλαιοὶ τοῖς βασάνοις· ὑπομονῆς στῆλαι ἔμινυχοι, Χριστὸν
δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ´.
Σήμερον ἔαρ νοητόν, ἐν χειμῶνι μέσῳ τῆς τυραννικῆς αἰχμαλωσίας, τῇ οἰκουμένῃ
ἐπέλαμψεν, οὐχ ὑπὸ μιᾶς χελιδόνος, ἀλλ᾿ ὑπὸ ὀγδοήκοντα καὶ πρός, Νεομαρτύρων
συνιστάμενον. Δεῦτε οὖν φιλέορτοι, καὶ φιλοθεάμονες, εἰς τὰ Μαρτύρια αὐτῶν, ὡς
εἰς λειμῶνας πολυειδεῖς εἰσελθόντες, τὰ ψυχικὰ ἡμῶν αἰσθητήρια ἐστιάσωμεν· καὶ
ἴδωμεν ἐκεῖ παντοδαπὰ εἴδη ἀνθέων, ἄρτι τῶν καλύκων προκύψαντα ποικίλα τῇ όψει,
εὔοσμα τῇ ὀσφρήσει ἀμάραντα τῷ χρόνῳ, καὶ πάντα βεβαμμένα τῷ ἐρυθρῷ τοῦ αἵματος
χρώματι καὶ πρὸς Χριστὸν βοήσωμεντ Κύριε, ό νεωστὶ ταῦτα φυτεύσας, ταῖς
πρεσβείαις αὐτῶν, τοῦ αἰωνίου ἔαρος τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς ὡς
φιλάνθρωπος.
Καὶ νῦν.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου
φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον, Ἦχος γ´. Θείας πίστεως.
Νέοι Μάρτυρες, παλαιὰν πλάνην, καταστρέψαντες, ὕψωσαν πίστιν, τῶν Ὀρθοδόξων
καὶ στεῤῥῶς ἠγωνίσθησαν· τὴν γὰρ ἀνόμων θρησκείαν ἐλέγξαντες, ἐν παῤῥησίᾳ
Χριστὸν ἀνεκήρυξαν, Θεὸν τέλειον. Καὶ νῦν ἀπαύστως πρεσβεύουσι, δωρήσασθαι ἡμῖν
τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Καὶ Ἀπόλυσις.
Εἰς τὸν Ὄρθρον.
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα,
Ἦχος α´. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἥλιοι λαμπροί, ἐν νυκτὶ τῆς δουλείας· ὡς ἄγκυραι στεῤῥαί, ἐν καιρῷ
τρικυμίας, ἐδείχθητε τοῖς πέρασιν, ἱεροὶ Νεομάρτυρες, ὑπανάπτοντες, πιστοὺς
πρὸς θείαν ἀγάπην, καὶ στηρίζοντες, σαλευομένας καρδίας, πρὸς πίστιν τὴν
ἔνθεον.
Δόξα.
Ἀθλήσαντες στεῤῥῶς, ὑπὲρ πίστεως θείας, ἐσχάτοις ἐν
καιροῖς, Νεομάρτυρες πάντας, πρὸς δόξαν τε καὶ αἴνεσιν, τοῦ Θεοῦ διεγείρατε,
τοῦ νευρώσαντος, τὴν ἀσθενῆ ὑμῶν φύσιν, καὶ δοξάσαντος, ἐπὶ τῆς γῆς καὶ ἐν
πόλῳ, ποικίλοις χαρίσμασι.
Καί νῦν. Θεοτοκίον.
Ὁ μέγας ἐν σμικρῷ, κόσμος τοῦ κοσμοπλάστου· σὺ πέλεις Μαριάμ, κορωνὶς
χρησμῶν θείων· βυθὸς ὁ ἀνερμήνευτος, ἀκενώτου κενώσεως· ἐξεικόνισμα, τῆς
ἀρχικῆς εὐπρεπείας, θεοσφάγιστος, βίβλος τῶν θείων κριμάτων· πηγὴ χαριτόβρυτος.
Μετά τήν β’Στιχολογίαν, Κάθισμα.
Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν ὑμῶν, τὴν ἀριστείαν ἀθληταί· τῶν Ἀγγέλων οἱ χοροί, καὶ
Ὀρθοδόξων ἡ πληθύς· πῶς μετὰ σώματος πάσχοντες φθειρομένου, ἀσάρκους δυσμενεῖς
ἐνικήσατε. Καὶ Ἄγαρ ἀπογόνους ἠσχύνατε· καὶ εὐχαρίστως κράζουσι τὸν αἶνον· Δόξα
σοι Κύριε δόξα σοι, τῷ ἐν ὑστέροις, χρόνοις γενέσθαι, εὐδοκήσαντι Μάρτυρας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀπειρόγαμε Ἁγνή, πῶς συλλαμβάνεις ἐν γαστρί, τὸν ἁπάντων τὴν πνοήν,
περιλαμβάνοντα χερσί; φράσον ἡμῖν τὸν λόγον τοῦ Μυστηρίου σου πανάληθες ἐστὶ
τοῦτο ὦ ἄνθρωπε· καὶ παῦσαι ἐρευνῶν τὸ ἀκατάληπτον, ὕψος καὶ βάθος, μῆκος καὶ
πλάτος, τῆς ἀπειράνδρου λοχείας μου· νικᾷ γὰρ ταῦτα, ἐννοιαν πᾶσαν, Ἀγγέλων καὶ
τῶν ἀνθρώπων.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος γ´. Τὴν ὡραιότητα.
Τοὺς Νεομάρτυρας, πάντες τιμήσωμεν, τοὺς καταργή-σαντας, πλάνην τὴν
βάρβαρον, καὶ τὴν ὀρθόδοξον Χριστοῦ, πίστιν ἀνακηρύξαντες, πρὸς αὐτοὺς
κραυγάζοντες· ἀπὸ πάσης κακώσεως, ἡμᾶς ἐκλυτρώσασθε, τοὺς ἐκ πόθου γεραίροντας,
ὑμῶν τὴν πανσεβάσμιον μνήμην, ἐν ἱεραῖς ὑμνολογίαις.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατατιτρώσκει με, βέλος γλυκύτατον, τῆς ἀγαπήσεως, τῆς σῆς πανύμνητε· καὶ
ἀναγκάζει με πικρῶς, βοᾶν σοι εὐλογημένη· χαίροις ἡλιόμορφε, βασιλέως παλάτιον·
χαῖρε στῦλε πύρινε, καὶ νεφέλη ὁλόφωτε. Χαῖρε τοῦ οὐρανοῦ καὶ γῆς θαῦμα. Χαῖρε
ἁπάντων ὑπερτέρα.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’
αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς
χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς
ζωογονίαν.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις
Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Μαρτυρικόν, ἐκ τοῦ κατὰ Λουκᾶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον
πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν
ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ
ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν
ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ
ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν
καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης
με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι
τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω
ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ
αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά
μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ
χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ
ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον,
Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε
ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα: Ταῖς τῶν Νεομαρτύρων…
Καὶ
νῦν: Ταῖς τῆς
Θεοτόκου…
Ἰδιόμελον, Ἦχος β´.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός,…
Τῷ πρωτομάρτυρι Χριστῷ τῷ Θεῷ, σὺν τοῖς παλαιοῖς Μάρτυσιν ἀμέσως ἐν οὐρανοῖς
παριστάμενοι, πολύαθλοι Νεομάρτυρες, στολῇ λευκῇ τῆς μακαρίας δόξης
κατακοσμεῖσθε, ἐν μὲν τῇ δεξιᾷ χειρὶ τὸν σταυρόν, ἐν δὲ τῇ ἀριστερᾷ ὄρπηκα
κατέχοντες φοίνικος, σύμβολον νίκης, ἣν κατὰ τῶν τυραννούντων ἐστήσατε· καὶ ἐπὶ
κεφαλῆς, στέφανον φοροῦντες βασιλικόν, καὶ ἀμάραντον θεοὶ οὗν Θεῷ, καὶ βασιλεῖς
Βασιλεῖ, τῷ κατὰ φύσιν οἱ κατὰ χάριν, ἑνούμενοί τε καὶ εἰς αἰῶνας
συμβασιλεύοντες, πρεσβεύσατε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων ὑμῶν τὰ
μνημόσυνα.
Κανὼν
εἰς τήν Θεοτόκον, οἷον βούλει, εἰς στ´.
Καὶ τῶν Νεομαρτύρων εἰς η´.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Τριὰς μονάς τε, καὶ μονὰς Τρισήλιε, τὸν σκοτισθέντα μου νοῦν, φώτισον ἐν
γνώσει, καὶ τὴν γλῶτταν τράνωσον, τὴν ρυπαρὰν καὶ ἄμουσον, ὅπως μέλψω ἀξίως
κατὰ στοιχεῖον καὶ ὄνομα, τοὺς σοὺς ἱεροὺς Νεομάρτυρας.
Αἰνῶ αἰσίως, Ἀγγελῆν τὸν ἔνδοξον, καὶ μουσικόλαλον, τὸν ἐξ Ἀτταλείας, μέλπω
Ἀθανάσιον, τὸν θύτην παντοκράτορος· καὶ ὁμόπατριν τούτῳ, ἄλλον τιμῶ Ἀθανάσιον,
σὺν Ἀναστασίῳ τῷ Βούλγαρῃ.
Τὸ Νικαέων εὐκλεὲς καλλώπισμα, ὁ Ἀθανάσιος, καὶ Θεσσαλονίκης, οἱ βλαστοὶ
Ἀλέξανδρος, καὶ θεῖος Ἀθανάσιος, καὶ Ναυπλίου τὸ κλέος, ὁ ἔνδοξος Ἀναστάσιος,
καὶ ὁ Ἄχμεδ Κάλφας τιμάσθωσαν.
Θεοτοκίον.
Σὺ πρωτουργός, πασῶν χαρίτων πλήρωμα, ἐκ τῆς Τριάδος Ἁγνή, δεχομένη τοῦτο,
πᾶσι νέμεις ἄχραντε, δι᾿ ὅ σου ἡ πανεύφημος, Ἀκυλίνα τῷ πόθῳ, καὶ Ἀργυρὴ ἡ
πανθαύμαστος, ἤθλησαν στεῤῥῶς μέχρις αἵματος.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἀναστάσιος θεῖος, ὁ ἱερεὺς ἄδεται, καὶ τῶν Ἀθηναίων τὸ εὗχος στεῤῥὸς
Ἀντώνιος, καὶ Ἀναστάσιος, ό ἐξ Ἀγκύρας τιμᾶται, καὶ Βελλᾶς Αὐξέντιος, τὸ θεῖον
βλάστημα.
Γαβριὴλ Βυζαντίου, τὸν εὐκλεῆ πρόεδρον, σὺν τῷ Γαβριὴλ τῷ Σερβίας, Γαβριὴλ
ἕτερον, ὁσιομάρτυρα, σὺν Γεωργίῳ γεραίρω, μεθ᾿ ὧν καὶ Γεώργιον, Φιλαδελφείας
βλαστόν.
Καὶ Γεώργιον ἄλλον, ἀνευφημῶ Κύπριον, καὶ τὸν ἐν σοφίᾳ γεραίρω θεῖον
Γεώργιον, καὶ τὸν ἀθλήσαντα, ἐν Μαγνησίᾳ νομίμως, ἀνυμνῶ Γεώργιον τὸν
ἀξιάγαστον.
Θεοτοκίον.
Θεοῦ Πατρὸς ἄχραντε, τοῦ υἱοῦ δὲ μήτηρ θυγάτηρ δὲ Νύμφη ῶφθης ὡραια,
Πνεύματος κατοικητήριον, τῆς ἀρχιφώτου Τριάδος· ὅλης τῆς θεότητος ἔμψυχον
τέμενος.
Κάθισμα, Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν λειψανων αἱ θεῖαι ὑμῶν σοροί, ἰατρεῖα ὑπάρχουσι θαυμαστά, ἀπόδειξις
ἔμψυχος, τῆς ὀρθῆς ἡμῶν πίστεως· καὶ θησαυροὶ παντοίων, θαυμάτων κοσμόπλουτοι·
κροκοβαφῆ καὶ ἄσηπτα, πυξία τοῦ πνεύματος· τῶν ἐπουρανίων, ἀρωμάτων φιάλαι,
νικῶσαι κιννάμωμον, μύρον νάρδον καὶ κάλαμον, καὶ τῆς γῆς τὰ ἀρώματα·
πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, ἡμῖν τοῖς πόθῳ
τιμῶσιν, ὑμᾶς Νεομάρτυρες,
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μυριώνυμον ἁρμα τὸ τοῦ Δαβίδ, πορφυρόστρωτος κλίνη τοῦ Σολομών, τόμος
Θεοχάρακτος, Ἡσαίου καὶ ἐμψυχος· σκηνὴ τοῦ Μωσέως· καὶ τεῖχος ἀδάμαντος, σὺ τοῦ
Ἀμὼς ὑπάρχεις, Λυχνία χρυσήλατος, ἡ τοῦ Ζαχαρίου· Δανιὴλ τε τὸ ὄρος, πυξίον
κροκόλευκον. Ἀββακοὺμ καὶ τὸ ἐξοχον προφητῶν πάντων λάλημα· πρέσβευε τῷ σῷ υἱῷ
καὶ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς σεβομένοις ἐν πίστει τὸν ἄσπορον
τόκον σου.
ᾨδὴ δ´. Σύ μου ἰσχύς.
Δαμασκηνός, ὁ Ἱερεὺς χαίρων ἤθλησε· καὶ ὡς ρόδον, νέον ὁ Δημήτριος,
Φιλαδελφέων ἡ καλλονή, ἔφη καὶ σὺν τούτῳ, ό Τορναρᾶτος Δημήτριος καὶ Δῆμος ὁ ἐν
Σμύρνῃ εὐκλεῶς μαρτυρήσας· καὶ πολλὰ ἐκτελέσας θαυμάσια.
Δαμασκηνός, Δαμιανός τε οἱ ὅσιοι, σὺν τῷ θείῳ, στέφους ἠξιώθησαν Διονυσίῳ
ἀθλητικοῦ, καὶ ὁ ἐκ τῆς Λέσβου, Δούκας ἀθλήσας δεδόξασται, σὺν τῷ ἐν Βυζαντίῳ,
ἀθλητῇ Δημητρίῳ, τὰ βραβεῖα τῆς νίκης δεξάμενοι.
Ὕμνοις τιμῶ, Κορίνθου τὸν Ἀρχιποίμενα, Ζαχαρίαν, καὶ Ζώρζην τὸν ῎Ιβηρα, τὸν
ἐν τῇ Λέσβῳ καὶ σὺν αὐτῷ, ἄλλον Ζαχαρίαν, τὸν ἐκ τῆς Ἄρτης ἀνθήσαντα, Ἠλίαν τε
σὺν τούτοις, τὸν Ἀρδούνην γεραίρω, τοὺς κλεινοὺς τοῦ Χριστοῦ Νεομάρτυρας.
Κέδρος στεῤῥά, ταῖς ἀντιπνοίαις ἀκλόνητος, τῶν βασάνων ὁ νέος Θεόδωρος, τῆς
Βυζαντίδος σεπτὸς βλαστός, ὤφθη καὶ σὺν τούτῳ, ἄλλος Θεόδωρος Λέσβιος, καὶ
Θεοφάνης ἄμα, μοναζόντων τὸ κλέος, καὶ Θεόφιλος Χίου ὁ ἔφορος.
Θεοτοκίον.
Νέος Ἀδάμ, ἀντὶ τοῦ πάλαι γεγέννηται, ὁ υἱός σου, σὺ δὲ μῆτερ ἄχραντε, ἀντὶ
τῆς Εὔας· ὁ δὲ σταυρός, ἀντὶ γνωστοῦ ξύλου, ὁ Γαβριὴλ ἀντὶ ὄφεως· ἀντὶ Ἐδὲμ ὁ
πόλος· ἡ χαρὰ ἀντὶ λύπης, ὢ καλῶν θημωνία ἀντίστροφος!
ᾨδὴ ε´. Ἵνα τί με ἀπώσω.
Γλῶσσα πᾶσα γεραίρει, τὸν ὁσιομάρτυρα θεῖον Ἰάκωβον καὶ τὸν τούτου μύστην,
καὶ διάκονον ἄλλον Ἰάκωβον· καὶ τὸν Ἰορδάνην, Τραπεζουντίων μέγα εὗχος, τοὺς
Χριστὸν ἐν τοῖς ἄθλοις δοξάσαντας.
Τίς αἰνεῖν οὐκ ὸφείλει, τῶν Ἰωαννίνων τὸ κάλλιστον βλάστημα, θεῖον Ἰωάννην,
καὶ κλεινὸν Σοσταβίας ἀγλάϊσμα ἄλλον Ἰωάννην, καὶ μετὰ τούτων καὶ σὺν τούτοις,
Κουλικᾶν Ἰωάννην τὸν ἔνδοξον.
Βυζαντίδος τὸ κλέος, τέκτων Ἰωάννης ὑμνείσθω ἐν ᾄσμασι·
καὶ ὁ Θάσου γόνος, Ἰωάννης ἀκέστης αἰνείσθω μοι, καὶ ό τῆς Δακίας, σεπτὸς
βαστὸς ἀνευφημείσθω, Ἰωάννης οἱ τρεῖς χαριτώνυμοι.
Θεοτοκίον.
Κέντρον ώφθης χαρίτων, σφαῖρα τε πολύαστρος θεοχαρίτωτε, τῶν ζωδίων κύκλος,
δι᾿ οὗ μέσου διέβη ὁ ἥλιος, τῆς δικαιοσύνης, καὶ τῆς φρικτῆς οἰκονομίας, τὴν
περίοδον πᾶσαν ἐκπλήρωσεν.
Ὠδή στ’. Τήν δέησιν.
Ὁ ναύκληρος, Ἰωάννης ἄξιος, ἀληθῶς ᾠδῆς ὑπάρχει μυρίας· καὶ ὁ στεῤῥός,
Ἰωάννης ὁ μεῖραξ, ἄλλος δειχθεὶς Μακκαβαῖος ἐν χάριτι· λαλεῖται δὲ καὶ σὺν
αὐτοῖς, Ἰωάννης Βουλγάρων τὸ καύχημα.
Ὅσιος, Ἰωάσαφ ἤθλησε, καὶ ἠρίστευσε νομίμως σὺν τούτῳ, ὁ Ἰωσήφ, ἐκ Συρίας
ὑπάρχων· καὶ ὁ τῆς χάριτος κῆρυξ ὁ ἔνθεος, ὁ ἔνδοξος φημὶ Κοσμᾶς, ὁ διπλῷ
καλλυνόμενος στέμματι.
Ἀγάλματι, παρθενίας ἔπαινος, ἅπας πρέπει τῇ παρθένῳ Κυράννῃ Κυπριανῷ, τῷ
ὁσίῳ καὶ πάνυ, τὸν Μαρτυρίου ἀνύσαντι δίαυλον, καὶ Ρώσσῳ δὲ τῷ ἱερεῖ,
Κωνσταντίνῳ πᾶς αἶνος ἐπάξιος.
Θεοτοκίον.
Θεόγλυπτος, ἀνδριὰς πανάχραντε, καὶ εἰκὼν ἀρχετυπίας τῆς θείας· καὶ
θησαυρός, ἀνεξάντλητος θείων, ἀπαυγασμάτων ὑπάρχεις θεόνυμφε· σκοπὸς ὁ
ἐπινοηθείς, πρὸς αἰώνων τῷ κτίστῃ τῆς κτίσεως.
Κοντάκιον.
Ἦχος α´. Τὸν τάφον Σου Σωτήρ.
Ἀγάλλου μυστικῶς, ἡ Χριστοῦ Ἐκκλησία, ὁρῶσα σοὺς υἱούς, Νεομάρτυρας κύκλῳ,
τραπέζης σου καὶ βήματος, ἱσταμένους ἐν κόνεσιν, ὡς νεόφυτα, τῶν ἐλαιῶν καὶ τῷ
κτίστῃ ἀνακραύγαζε· Σὺ τῶν Μαρτύρων ὑπάρχεις, Χριστὲ
τὸ στερέωμα.
Ὁ
Οἶκος.
Ἀεὶ μέν καὶ ἐν πᾶσιν ὀφείλομεν, ἀδελφοί, ἐξυμνεῖν καὶ θαυμάζειν τῆς περὶ
ἡμᾶς τοῦ φιλανθρώπου Θεοῦ προνοίας τὰ ἀνεξιχνίαστα κρίματα, οὐχ ἧττον δέ, καὶ
ἐπὶ τῇ πολυχρονίῳ ταύτῃ τοῦ ἡμετέρου γένους τυραννικῇ αἰχμαλωσίᾳ· αὕτη καὶ γὰρ
πλείστων τε ἄλλων κατὰ ψυχὴν ἀγαθῶν ἡμῖν τοῖς τυραννουμένοις παραίτιος γέγονε,
καὶ ὲξαιρέτως δι᾿ αὐτῆς καὶ ἐξ αὐτῆς ὁ εὐκλεὴς οὗτος καὶ Χριστῷ πεφιλημένος καὶ
τῆς οὐρανίου ἀποθήκης ἄξιος καρπὸς ἀνεβλάστησεν, οἱ νεοφανεῖς, λέγω, μάρτυρες,
οἱ νῦν εἰς εὐφημίαν προκείμενοι· οὗτοι γὰρ οἱ καρτερόψυχοι τῇ τοῦ Χριστοῦ
δυνάμει θωρακισθέντες πάντα τὰ τοῦ βίου τερπνὰ ὡς σκύβαλα ὲλογίσαντο καὶ σαρκὸς
μηδόλως φεισάμενοι εἰς τὸ στάδιον τῆς ἀθλήσεως ἀπεδύσαντο, τὴν μὲν τῶν ἀγαρηνῶν
ἀσέβειαν θριαμ-βεύσαντες, τὴν δὲ τοῦ Χριστοῦ πίστιν ἐν παῤῥησίᾳ ἀνακηρύξαντες
ὑπέρ ἧς καὶ πολυειδέσι βασάνοις ἀνδρείως μέχρι τέλους ἐνεκαρτέρησαν, καὶ τὸν
τοῦ μαρτυρίου ἀνεδήσαντο στέφανον πρὸς τὸν στεφανίτην ἀναβοῶντες· Σὺ τῶν
Μαρτύρων ὑπάρχεις Χριστὲ τὸ στερέωμα.
Συναξάριον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη πάντων τῶν Ἁγίων Νεοφανῶν
τοῦ Χριστοῦ Μαρτύρων τῶν μετὰ τὴν ἅλωσιν τῆς Κωνσταντινου-πόλεως μαρτυρησάντων.
Στ.:
Νέοι ἀθληταί
ὤλεσαν τὴν γραῦν Ἄγαρ.
Καὶ νῦν
σύνεισι τοῖς ἀθληταῖς τοῖς πάλαι.
Βῆ δὲ Πόλον
πληθύς νεάθλων ἄστυ θεοῖο.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν ᾠδαῖς τε καὶ ὕμνοις, τὸν ὁσιομάρτυρα αἰνῶ Μακάριον· Μακάριον τε Κῖον, καὶ
Μᾶρκον τὸν ἐκ Κρήτης, σὺν αὐτῷ δὲ καὶ Μύρωνα, τῆς αὐτῆς νήσου λαμπρὸν
ἀναφανέντα κλέος.
Μανουὴλ τῷ ἐκ Κρήτης, σὺν τῷ Μιχαὴλ Ἀθηνῶν τῷ βλαστήματι, καὶ Μιχαὴλ δὲ
πάλιν, τῷ ἐκ Γρανίτζης όντι, ἀναπέμψωμεν αἴνεσιν, ὡς τὴν Τριάδα λαμπ ρῶς
τεθεολογηκότι .
Μιχαὴλ ἐκ Βρυούλλων, ὁ λευκόχρους Κύκνος αἰσίως γεραίρεται, Νισύριος
Νικήτας· Νικόδημος δὲ πάλιν, ὁ ἐν Μάρτυσιν ὅσιος, ὁ τῇ μονῇ ἐνασκῶν, τῇ ἐν τοῖς
Μετεώροις.
Θεοτοκίον.
Ὅλη καλὴ ὑπάρχεις, ὅλη γλυκασμὸς καὶ ἡδύτης ἀκόρεστος, Μαρία Θεοτόκε, δι᾿ ὁ
τῇ θεωρίᾳ τοῦ σοῦ κάλλους ἀξίωσον, ἐπεντρυφᾶν με ἀεί, τὸν σὸν οἰκτρὸν οἰκέτην.
ᾨδὴ
η´. Ἑπταπλασίως κάμινον.
Τίς οὐ προσοίσει ἔπαινον, Νικοδήμῳ τῷ Μάρτυρι, καὶ ἀνδρὶ όσίῳ, χερσὶ ράβδον
φέροντι, καὶ θείῳ βλαστήματι, Καππαδοκίας αὖθίς τε, τῷ ὑπὲρ Χριστοῦ, διηθληκότι
ἐν Σμύρνῃ γενναίῳ Νικολάῳ, Νικολάῳ τε ἄλλῳ, τῷ ἕλκοντι τὸ γένος ἐκ κώμης τοῦ
Μετζόβου.
Καρπενησίου βλάστημα, εὐφημείσθω Νικόλαος, ὁ ἐν Βυζαντίῳ διαθλήσας ἄριστα,
μεθ᾿ οὗ καὶ Νικόλαος, τὸ Βυζαντίδος γέννημα· θείαις ἐν ᾠδαῖς, μεγαλυνέσθω
δικαίως· Νικόλαος δὲ αὖθις τὸ μέγα Χίου κλέος, ὡς ἐξ αὐτῆς βλαστήσας, καὶ ἐν
αὐτῇ ἀθλήσας.
Τὸν Κωνσταντινουπόλεως, μεγαλύνω Παρθένιον, τὸν τῆς Μυτιλήνης, κλάδον
ὡραιότατον, μεθ᾿ οὗ ἀπελεύθερον, Παῦλον τὸν Ρῶσσον ᾄσμασιν ἱεροῖς τιμῶ· καὶ τὸν
Παχώμιον ἁμα, τὸν ὅσιον γεραίρῳ· σὺν αὐτῷ δὲ τὸν θεῖον ὑμνῶ Παναγιώτην, τὸν ἐκ
τῆς Καισαρείας.
Θεοτοκίον.
Φῶς ἡ τὸ πρῶτον τέξασα, τὸ Ἀγγέλους τὰ δεύτερα, φῶτα ὑποστῆσαν, καὶ φῶς τὸ
πρωτόγονον· δημιουργῆσαν αὖθίς τε, φωστῆρας δύο παραγαγόν· ἐπὶ πᾶσι δὲ ψυχὴν ὡς
φῶς οὐσιῶσαν, καὶ φῶτα ὑποδεῖξαν, προστάγματα οἰκεῖα, φώτισον τοῦ νοός μου τὸν
ζόφον Θεοτόκε.
ᾨδὴ
θ´. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Λαμπρύνει Νεομάρτυρας ὡς ἀστήρ, φαεινὸς ὁ ἐκ Κύπρου Πολύδωρος, καὶ Ρωμανός,
ὁ ὁσιομάρτυς κατακοσμεῖ,χορὸν τὸν νεοσύλλεκτον ἀθλητῶν, Κυρίου καὶ Ρωμανός, ὁ
ἱερεὺς καὶ Μάρτυς, διπλοῦν λαμβάνει στέφος, παρὰ Θεοῦ τοῦ Παντοκράτορος.
Συγχαίρει νεομάρτυσι τοῦ Χριστοῦ, ό στεῤῥότατος Σάββας Νιγδέλιος, καὶ
Σεραφείμ, ὁ τοῦ Φαναρίου Ἀρχιερεύς, αὐτοῖς δὲ συναγάλλεται καὶ ό Τραπεζούντιος
Συμεών, μεθ᾿ ὧν ἀεὶ χορεύει, Σταμάτιος ὁ θεῖος, ὁ ἐκ τοῦ Βόλου καταγόμενος.
Μαρτύρων νέων ηὔξησαν ἀριθμόν, Τριαντάφυλλος ναύτης καὶ εὔχρηστος Χριστῷ
δειχθείς, Χρῆστος παραδείσου ό κηπουρός, τὸ Ἀλβανίας καύχημα· καὶ Χριστοῦ ὁ
δοῦλος ὡς ἀληθῶς Χριστόδουλος ὁ νέος, Χρυσῆ τε ἡ παρθένος. τὸ Βουλγαρίας
ἐγκαλλώπισμα.
Χορεία νεοσύλλεκτε ἀθλητῶν, οὐρανία σειρὰ χρυσοσύνθετε πολυειδής, στέφανε
ἀνθόπλεκτε ἱερέ, τὸν ὕμνον τοῦτον δέξασθε, καὶ συναγαγόντες ἀδελφικῶς, τοὺς
ἀνωνύμους ἄλλους, πάντες Χριστῷ πρεσβείαν, ὑπὲρ ἡμῶν ἀεὶ προσφέρετε.
Θεοτοκίον.
Παράλαρε Παρθένε τοῦ σοῦ Υἱοῦ, ἱεροὺς Νεομάρτυρας ἅπαντας· τοὺς ἐνταυθοῖ
περιεχομένους ὀνομαστί, καὶ εἴ τινες ἐνώνυμοι, ἄλλοι καὶ ἀνώνυμοι ἀλλαχοῦ καὶ
πρέσβευε σὺν τούτοις όπως πυρὸς ρυσθέντες, τῆς θείας δόξης ἐπιτύχωμεν,
Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς συνέλθωμεν,
Λαβόντες θεῖον βάπτισμα, τὸ δι᾿ ὕδατος πρώην, σύμφυτοι ὁμοιώματι, τοῦ
θανάτου Κυρίου· γεγόνατε νῦν δὲ πάλιν, βαπτισθέντες ἀνδρείως, τὸ δι᾿ αἵματος
Βάπτισμα, Νέο-μάρτυρες θεῖοι, πραγματικῶς, τούτου ὡμοιώθητε τῷ θανάτῳ- δι᾽ ὁ
καὶ ἠξιώθητε, δόξης τῆς ἀθανάτου.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Χορείαν Νεοσύλεκτον, γενναιότατον σύνταγμα, Νέο-μαρτύρων Κυρίου,
ἀνευφημήσωμεν ὕμνοις, φιλομαρτύρων σύστημα, πρὸς αὐτοὺς ἀνακράζοντες, ἀπὸ
παντοίας ρύσασθε, ἡμᾶς ἀνάγκης καὶ βλάβης, τοῦ βροτοκτόνου βελίαρ.
Θεοτοκίον.
Μαρία ὁ χρυσόπλοκος, τῆς Θεότητος θάλαμος, εὐγένεια βροτῶν γένους· ἡ
κοσμήσασα κόσμου, τὴν ἀκοσμίαν κόσμισον, τῆς ψυχῆς μου τὸ ἄκοσμον, τῆς ἐκ πόθου
καὶ πίστεως, κοσμούσης σε ἐν εὐκόσμοις, ὑμνολογίαις Παρθένε.
Εἰς
τοὺς Αἴνους ἱστῶμεν στίχ. δ΄.
Ἦχ. β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Δεῦτε, τοῦ Χριστοῦ ὁ μελισσών· Δεῦτε φιλομάρτυρες πάντες, νῦν ἑορτάσωμεν,
τὴν κοινὴν πανήγυριν Νεομαρτύρων Χριστοῦ· οὖτοι γὰρ ἀνεδείχθησαν, ὑστέροις ἐν
χρόνοις, δόξα καὶ στερέωμα τῆς ἡμῶν πίστεως, γένους ἡμετέρου προστάται· πάντων
ἀσθενῶν ἰατῆρες, καὶ τῶν θλιβομένων παρακλήτορες.
Δεῦτε, τῶν Ἀγγέλων στρατιαί· δεῦτε ἀσωμάτων χορεῖαι, συνεορτάσατε, καὶ τοὺς
Νεομάρτυρας νῦν συμπροπέμψατε, ἀπὸ γῆς εἰς οὐράνια· καὶ γὰρ οὗτοι πάντες, σῶμα
θνητὸν φέροντες ὥσπερ ἀσώματοι, ἤθλησαν καὶ ἔδειξαν ἔργῳ, μόνοις τοῖς ὀνόμασιν
ὅτι Ἄγγελοι καὶ Μάρτυρες διίστανται.
Δεῦτε, τῶν Μαρτύρων ἡ πληθύς, δεῦτε προχυθέντες ἐκ Πόλου, νῦν κατασπάσασθε,
ἄλλος ἄλλον Μάρτυρα καὶ πάντες ἕκαστον, συνωνύμους συνώνυμοι, παλαιοὶ τοὺς
νέους, τοὺς ὁμοίους ὅμοιοι καὶ παραλάβετε, τούτους εἰς μονὰς ἡμῶν θείας, ἵνα
συνευφραίνησθε ἅμα, ἐν ἀῤῥήτῳ δόξῃ καὶ λαμπρότητι.
Δέχου ὦ Τριὰς προσκυνητή· δέχου ὦ
Θεάνθρωπε Λόγε, τοὺς Νεομάρτυρας, τούτους οὓς προσάγει σοι γένος αἰχμάλωτον,
ὥσπερ θύματα τέλεια· ὡς εὔοσμα ῥόδα, ἀρωματοσύνθετα, ὡς θυμιάματα· μῦρα
πολύτιμα ὥσπερ, καὶ ἐλευθερίαν ἀντίδος, καὶ πταισμάτων πάντων τὴν συγχώρησιν.
Δόξα.
Ἦχος πλ. α´.
Ὦ νέα παρεμβολὴ Χριστοῦ τοῦ Θεοῦ, ἣν
ὁ Ιακὼβ προῃνίξατο· ὦ νεοσύλλεκτος χορεία καὶ τρίπλοκος, ἡ ἐξ Ἱερομαρτύρων,
Ὁσιομαρτύρων καὶ Μαρτύρων συγκρο-τουμένη· τίς ἡμῶν τοὺς ἀθλητικοὺς ἀγῶνας κατ᾿
ἀξίαν ὲγκωμιάσει; ὑμεῖς γὰρ ἄλλος κατ᾿ ἄλλον χρόνον, καὶ ἐξ ἄλλου τόπου
ὁρμώμενοι, πάντες κατὰ μιᾶς τῆς ἀγαρηνῶν ἀσεβείας ἠνδραγαθήσατε, καὶ ὑπὲρ μιᾶς
θεοσεβείας πολυειδῆ ὑπέστηκε κολαστήρια· ἡδονὴ καὶ θαῦμα τοῖς ὁμοφύλοις, λύπη
καὶ κατάπληξις τοῖς ἀλλοφύλοις γενόμενοι· ὸντως τοῖς αἵμασιν ὑμῶν, τὸ αἷμα τοῦ
Χριστοῦ ἐτιμήσατε καὶ τοῖς πάθεσιν ὑμῶν, τὸ πάθος αὐτοῦ ἐσεμνύνατε, δι᾿ ὅ, ὑπὲρ
χιόνα ἐλάμψατε, ὑπὲρ γάλα ὲτυρώθητε, καὶ ὑπὲρ λίθον σάπφειρον τὸ σύνταγμα ὑμῶν.
Καὶ νῦν ἐν οὐρανοῖς ἡνωμένοι ἀλλήλοις ὑπάρχοντες, πρεσβεύετε ἀπαύστως ὑπὲρ τῶν
ψυχῶν ἡμῶν,
Καὶ νῦν.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν
πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν
τῶν ψυχῶν ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν
Τυπικά καὶ εἰς τοὺς Μακαρισμοὺς τὴν γ᾿ καὶ στ᾿ ᾠδὴν
τοῦ Κανόνος.
Ἀπόστολον
καί Εὐαγγέλιον τῶν Ἁγίων Πάντων ἦ τῶν Ἁγίων Τεσσαράκοντα Μαρτύρων.
Κοινωνικόν: Εἰς Μνημόσυνον αἰώνιον…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου