ΤΕΤΑΡΤΗ ΠΑΣΧΑ!!
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὰ συνήθη κατὰ τὴν Διακαινήσιμον ἑβδομάδα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν γ΄ Ἀναστάσιμα. Ἦχος δ΄.
Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν δυνατέ, τοῦ θάνατου τὰ δεσμά, ὡς Θεός διέῤῥηξας· διὸ προσκυνοῦμεν τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε, δόξα σοι.
Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν, τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.
Καὶ τοῦ Ὀσίου γ΄.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὴν τοῦ Σωτῆρος Ἀνάστασιν
ἑορτάζοντες, ἀνάμνησιν τελοῦμεν, Ἰωσὴφ θεοφόρε, τῆς ἀνακομιδῆς τε τῶν ἱερῶν, ἐκ
τοῦ τάφου λειψάνων σου, δι’ ὧν παρέχεις ἰάσεις παντοδαπάς, τοῖς ἐν πίστει
προσιοῦσί σοι.
Τῶν ἱερῶν σου λειψάνων ἡ ἀνακόμισις,
ὑπόθεσις ἁγίας, ἑορτῆς ἡμῖν ὤφθη, ἐν ᾗ σε συνελθόντες ᾀσματικῶς, Ἰωσὴφ μακαρίζομεν,
καὶ τῇ σορῷ σου προσπίπτοντες τῇ σεπτῇ, θείαν χάριν κομιζόμεθα.
Ἡ ἐν Καψᾷ τοῦ Προδρόμου Μονὴ εὐφραίνεται, κατέχουσα ἐν κόλποις, Ἰωσὴφ θεοφόρε, τὰ θεῖα λείψανά σου ὡς κιβωτόν, μυστικοῦ ἁγιάσματος, ἁγιασμὸν καὶ εἰρήνην καὶ φωτισμόν, τοῖς προστρέχουσι παρέχοντα.
Δόξα. Ἦχος γ΄.
Ἀσκητικὴν πολιτείαν ὑπελθών, πνευματικῆς ἐπληρώθης χάριτος, Ἰωσὴφ παναοίδιμε· καὶ τελέσας τὸν ἀγῶνα ὁσίως, τῶν ἀπ’ αἰῶνος Ἁγίων, ἰσότιμος ὤφθης καὶ ἰσοστάσιος· καὶ τὰ θεῖά σου λείψανα, ὡς χρυσίον πολύτιμον ἡμῖν δέδωκας, πηγὰς ἰαμάτων βλύζοντα, καὶ νόσους θεραπεύοντα, τοῖς πιστῶς τῇ σορῷ σου προσπελάζουσιν· ὧν τὴν ἀνακομιδὴν ἑορτάζοντες, βοῶμέν σοι Πάτερ Ὅσιε· Χριστῷ τῷ ἐλεήμονι Θεῷ πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον. Ἦχος δ΄.
Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου.
Σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι, εὐδοκήσας
Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν
ὀρειάλωτον εὑρών, πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ
ἰδίῳ θελήματι ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον,
Χριστός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.
Φῶς ἱλαρόν.
Προκείμενον. Ἦχος πλ. δ': Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ
μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι.
Στίχ. Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν
ἐξεζήτησα.
Στίχ. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου.
Στίχ. Ὁ Θεός, ἐν τῷ ἁγίῳ, ἡ ὁδός σου.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς
ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν
Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ
ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ
βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ
δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται
πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες
ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ
θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ
σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α΄.
Τῷ θείῳ φόβῳ στοιχούμενος, τῶν
ἐντολῶν τοῦ Σωτῆρος ἐργάτης δόκιμος, ὤφθης Ἰωσὴφ θεόληπτε· καὶ τῶν πάλαι Ὁσίων
βαδίσας τοῖς ἴχνεσι, τῆς ἴσης χάριτος ἠξίωσαι, παρὰ τοῦ πάντων Δεσπότου· διὸ
τῶν θείων λειψάνων σου, ἡ μυρίπνοος σορός, βρύει ἰάματα, καὶ πληροῖ τὰς
αἰτήσεις, τῶν εὐλαβῶς προσιόντων καὶ βοώντων· Κύριε, πρεσβείαις τοῦ Ὁσίου Σου,
σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Ἡ ἀπειρόδωρος χάρις τοῦ Πνεύματος, τοῖς
σοῖς λειψάνοις ἐνοικοῦσα, ὀσμῆς θείας ταῦτα ἔπλησε, καὶ δύναμιν παρέσχετο,
ἐνεργεῖν τὰς ἰάσεις· Χριστὸς γὰρ Ὃν ἠγάπησας, ἐξ ὅλης καρδίας, θαυμαστῶς σε
ἐδόξασεν, ἐν τοῖς ἐσχάτοις χρόνοις, Ἰωσὴφ Πάτερ Ὅσιε· ᾧ πρέσβευε δεόμεθα,
ῥύεσθαι ἡμᾶς πάσης θλίψεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος γ΄
Τῶν
εὐσεβούντων τὰ συστήματα, εὐλαβῶς
προσέλθωμεν, τῇ
ἐν Καψᾷ τοῦ Βαπτιστοῦ Μονῇ, καὶ τοῖς θείοις λειψάνοις προσπέσωμεν, Ἰωσὴφ τοῦ θεόφρονος· ἰδοὺ γὰρ πᾶσι πρόκεινται, ὡς ἱλαστήρον θεῖον, ἀπὸ τοῦ τάφου ἀνακομισθέντα, καὶ τῆς μελλούσης ζωῆς, τὰ σύμβολα προφαίνουσιν· ἐνεργοῦσι γὰρ θαύματα, καὶ ψυχῶν ῥύπους καθαίρουσι, καὶ σωμάτων ἰῶνται πάθη. Ἀλλ’ ὦ Φιλάνθρωπε Κύριε, ὁ τὸν Ὅσιόν
Σου δοξάσας, τῆς αἰωνίου δόξης καὶ ἡμᾶς ἀξίωσον, ταῖς αὐτοῦ δεήσεσι.
Ἦχος δ΄.
Πεπληρωμένα οὐρανίου εὐωδίας, καὶ τὸν κροκιβαφῆ χρωμτισμὸν φέροντα, ἐκ τοῦ τάφου ἀνεκομίσθησαν, τὰ ἱερά σου λείψανα, ἡγιασμένε Πάτερ Ἰωσήφ· καὶ τῇ ἐξ αὐτῶν προϊούσῃ δυνάμει, ἀοράτων πνευμάτων πέπτωκεν ἡ ἰσχὺς καὶ οἱ ἀσθενοῦντες δύναμιν περιεζώσαντο, κατὰ τὴν θείαν φωνήν· πᾶσι γὰρ παρέχεις τὰς αἰτήσεις, τῇ δεδομένῃ σοι χάριτι, καὶ πρεσβεύεις ἀπαύστως, πταισμάτων διδόναι συγχώρησιν, τοῖς τῇ ἁγίᾳ σου σορῷ καταφεύγουσι.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.
Τῆς αἰωνίου ζωῆς κληρονόμος γενόμενος, τῇ καθαρωτάτῃ ἀσκήσει σου, Ἰωσὴφ Πάτερ Ὅσιε, πάντας ἡμᾶς διεγείρεις, πρὸς κτῆσιν τῶν κρειττόνων, τῇ τῶν θαυμάτων ἐπιδείξει· καὶ τὰ θεῖά σου λείψανα, ὡς θησαυρὸν πολύτιμον, καὶ κλῆρον ἀκήρατον, ἡμῖν καταλέλοιπας, δοξασθέντα θείῳ Πνεύματι· ὧν τὴν ἀνακόμισιν γεραίροντες χαρμοσύνως βοῶμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Ἀπόστιχα.
Τὸ Ἀναστάσιμον. Ἦχος δ'
Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας, καὶ κατελθὼν ἐν τῷ ᾍδῃ τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῷ γένει. Διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.
Καὶ
εἶτα τοῦ Ὁσιου. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος
τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ ἱερὸς Ἰωσήφ, ὁ ἐν τῇ δόξῃ τοῦ
Θεοῦ εὐφραινόμενος, ὡς ζήσας ζωὴν ὁσίαν, ἐν ἐγκρατείᾳ πολλῇ, καὶ συντόνοις
πόνοις τῆς ἀσκήσεως· ἐντεῦθεν τὰ θεῖά σου, ἡμῖν δέδωκας λείψανα, ἡγιασμένα, καὶ
ὀσμῆς θείας εὔπνοιαν, ἀποπνέοντα, καὶ πιστοὺς καταφραίνοντα· ὧνπερ τὴν
ἀνακόμισιν, πιστῶς ἑορτάζοντες, τὸν σὸν ἰσάγγελον βίον, χρεωστικῶς μακαρίζομεν,
Χριστὸν ἀνυμνοῦντες, τὸν λαμπρῶς σε ἐν ἐσχάτοις χρόνοις δοξάσαντα.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Μνείαν, τῆς ἐκ τοῦ τάφου σοφέ,
ἐκκομιδῆς τῶν μυριπνόων λειψάνων σου, τελοῦντες πανευχαρίστως, τὸν ἀναστάντα
Χριστόν, καὶ φθορᾶς τὸν κόσμον συνεγείραντα, δοξάζομεν Ὅσιε, τὸν πλουσίαν σοι
δύναμιν, παρεσχηκότα, ἐνεργεῖν τὰ ἰάματα, τοῖς προστρέχουσι, τοῖς ἁγίοις
λειψάνοις σου· ὧνπερ τὴν ἀνακόμισιν, φαιδρῶς ἑορτάζοντες, τῇ λαμπροφόρῳ ἡμέρᾳ,
τῆς τοῦ Σωτήρος ἐγέρσεως, αἰτοῦμέν σου Πάτερ, δυσωπεῖν ὑπὲρ τῶν πίστει,
ὑμνολογούντων σε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν
Κύριον.
Χαίρει, ἡ ἐν Καψᾷ ἐν Χριστῷ, Μονὴ
ἁγία τοῦ Προδρόμου καὶ γάνυται, κατέχουσα ἐν τοῖς κόλποις, ὡς θησαυρὸν τιμαλφῆ,
τὸν σορὸν θεόφρον τῶν λειψάνων σου, οἷς πίστει προστρέχοντες, ἀσθενεῖς
θεραπεύονται, καὶ ἀτεκνίας, τῶν δεσμῶν ἀπολύονται, αἱ στειρευούσαι, τῇ δοθείσῃ
σοι χάριτι· ὅθεν ἡ θεία κάρα σου, σταγόνας προχέουσα, μύρου εὐώδους ἐκπλήττει,
τῶν εὐσεβῶν τὴν διάνοιαν, πιστῶς ἀνυμνούντων, Ἰωσὴφ θαυματοφόρε, τὸν σὲ
δοξάσαντα.
Δόξα.
Ἦχος πλ. δ΄.
Ἀσκητικῶς βιωσάμενος, τῶν ἐν κόσμῳ ἐμάκρυνας τερπνῶν, νοΐ τελείῳ, Ἰωσὴφ παμμακάριστε· καὶ τῷ Θεῷ οἰκειωθείς, τῶν παρ’ Αὐτοῦ ἐπλήσθης δωρεῶν, ὡς καθαρὸς τῇ καρδίᾳ· ὧν καὶ τὰ θεῖά σου λείψανα,, μυστικῶν μετασχόντα, τοῖς πάσιν ἐκφαίνουσιν, ἧς ἠξίωσαι λαμπρότητος Ὅσιε. Αὐτῆς καὶ ἡμεῖς μετασχοίημεν,
δεόμεθα Πάτερ, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.
Καὶ
νῦν...
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ
πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς·
Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν,
θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Χριστός Ἀνέστη...
Καὶ τὸ Ἀπολύτικιον τοῦ Ὁσίου.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν σεπτῶν σου λειψάνων ἱερῶς ἑορτάζοντες, Ἰωσὴφ θεοφόρε, τὴν ἐκ τάφου ἐκκόμισιν, πληρούμεθα ὀσμῆς πνευματικῆς, καὶ χάριτος πλουσίας ἐξ αὐτῶν· θείας δόσεις γὰρ παρέχεις ὡς ἀληθῶς, τοῖς πίστει ἐκβοῶσί σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Καὶ πάλιν τό· Χριστὸς ἀνέστη...
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Ὁ ἱερεύς· Δόξα τῇ Ἁγίᾳ... καὶ τό· Χριστός ἀνέστη..., κατὰ τὴν τάξιν τοῦ Πάσχα. Μετὰ τὴν συναπτὴν ψάλλομεν
τὸ ἑξῆς
Κάθισμα τοῦ Ὁσίου.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Βιώσας ἱερῶς, ἐν Καψᾷ θεοφόρε, τῶν πάλαι ἀσκητῶν, ἐκομίσω τὴν χάριν, μεθ’ ὧν Ἰωσὴφ Ὅσιε, τὸν Σωτῆρα ἱκέτευε, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, τοῖς γεραίρουσιν, ἐκκομιδὴν τὴν ἁγίαν, τῶν θείων λειψάνων σου.
Δόξα.
Ἡ θεία σου σορός, δωρεᾷ οὐρανίῳ, ἀεὶ θαυματουργεῖ, τοῖς πιστῶς προσιοῦσιν· ἧσπερ τὴν ἀνακόμισιν, Ἰωσὴφ ἑορτάζοντες, ἀνυμνοῦμέν σε, ὡς πρὸς Χριστὸν ἡμῶν πρέσβυν, καὶ ὡς ἔφορον, τῆς ἐν Καψᾷ θείας Μάνδρας, καὶ θεῖον ἀγλάϊσμα.
Καὶ νῦν.
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ ἤγειρας Ἀδάμ, ἐκ κευθμώνων τοῦ ᾅδου· διό Σου τὴν Ἀνάστασιν, Ζωοδότα δοξάζομεν, καὶ βοῶμέν Σοι· τῷ ἀνεσπέρῳ φωτί Σου, ἡμᾶς φώτισον, καὶ τῶν παθῶν ἡμῶν Σῶτερ, τὸν ζόφον διάλυσον.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τῇ τῶν λειψάνων σου, ἁγίᾳ λάρνακι,
πιστῶς προσπίπτοντες, ἁγιαζόμεθα, καὶ νοσημάτων χαλεπῶν, λυτρούμεθα θεοφόρε·
χάρις γὰρ ἐκκέχυται, ἐν αὐτοῖς ἡ τοῦ Πνεύματος, Ἰωσὴφ μακάριε, εἰς ἡμῶν
περιποίησιν· διὸ καὶ τῷ Σωτῆρι βοῶμεν· δόξα Χριστὲ τῇ Ἀναστάσει Σου.
Δόξα. Καὶ νῦν.
Νεκρώσας θάνατον, τῷ θείῳ κράτει Σου, ζωὴν ἀθάνατον, ἡμῖν ἐπήγασας, καὶ ἀφθαρσίαν ἀληθῆ, καὶ δόξαν τὴν ὑπὲρ λόγον· ὅθεν Σου τὴν ἔνδοξον, Ζωοδότα Ἀνάστασιν, σήμερον δοξάζοντες, εὐσεβῶς ἐκβοῶμέν Σοι· Ἀνάστησον ἡμᾶς ἐκ τοῦ τάφου, καὶ τῶν παθῶν ἡμῶν Οἰκτίρμον.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον ὁσιακόν.
Ἀνάστασιν Χριστοῦ...
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὀ Θεός...
Τῆς ἰσαγγέλου ζωῆς, λελαμπρυσμένος
ταῖς χάρισιν, ἐν τῷ νυμφῶνι τῆς ἀνω δόξης, χοροβατοῖς διὰ παντός, Ἰωσὴφ
τρισόλβιε· καὶ Ἀγγέλοις συνών, καὶ Ἁγίων χοροῖς, ἀπαύστως ἱκέτευε, σώζεσθαι
τοὺς σὲ μακαρίζοντας.
Εἶτα, οἱ Κανόνες· τοῦ Πάσχα, καὶ τοῦ Ὁσίου.
Ὁ Κανὼν τοῦ Πάσχα, ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ᾨδὴ α' Ἦχος α' εἱρμός
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.
Καὶ ὁ Κανὼν τοῦ Ὀσίου, οὗ ἡ ἀκροστιχίς: Τὴν σορόν σου Ἰωσὴφ γεραίρω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος καὶ Εἱρμὸς ὁ
αὐτός.
Τῶν Ἁγίων
ταῖς χορείαις, ὡς θεράπων Χριστοῦ, ἅμα καὶ τοῖς Ἀγγέλοις, συναυλιζόμενος ἀεί,
ἐκδυσώπει Ἰωσήφ, Χριστὸν τὸν Θεόν, δοθῆναί μοι ἔλλαμψιν, ἀνυμνοῦντί σε Ὅσιε.
Ἡ σορὸς τῶν σῶν λειψάνων, ὡς λειμὼν
εὐανθής, πνέει τοῦ Παρακλήτου, τὴν εὐωδίαν τὴν τερπνήν, καὶ εὐφραίνει ἡμᾶς,
σοφὲ Ἰωσήφ, ὧν νῦν ἑορτάζομεν, τὴν ἐκ τάφου ἀνάδειξιν.
Νόμῳ θείῳ τὴν ζωήν σου, κατευθύνων σαφῶς, ᾗρας ζυγὸν τὸν θεῖον, καὶ ἠκολούθησας Χριστῷ, ἀσκητικῇ διαγωγῇ σοφὲ Ἰωσήφ· ἐντεῦθεν ἰσότιμος, τῶν Ἁγίων γεγένησαι.
Θεοτοκίον.
Σαρκωθεὶς ὁ Θεὸς Λόγος, ἐξ αἱμάτων τῶν Σῶν, Κόρη ἀναλλοιώτως, Θεὸς καὶ ἄνθρωπος ἡμῖν καθωράθη τοῖς ἐν γῇ, τῆς πάλαι ἀρᾶς, ἁγνὴ ἐξαιρούμενος, τοὺς ὑμνοῦντας τὸν τόκον Σου.
Καταβασία
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις:
Ὅτι σὸν τὸ κράτος...
ᾨδὴ γ' Ὁ εἱρμός
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρή-σαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.
Χθὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.
Καὶ τοῦ Ὀσίου.
Ὅλην σου τὴν ἔφεσιν σοφέ, πρὸς Χριστὸν ἀνατείνας ψυχῆς θερμότητι, ἀγγελικῶς ἐπὶ γῆς, ἐβίωσας Πάτερ Ἰωσήφ, καὶ δόξης ἠξίωσαι.
Ῥείθροις ἀρδομένη μυστικῶς, ἡ σορὸς τῶν λειψάνων σου θείου Πνεύματος, ἀναπηγάζει ἡμῖν, ἰάματα Πάτερ Ἰωσήφ, ψυχῆς τε καὶ σώματος.
Ὅλος ὁσιώθης τῷ Χριστῷ, ἐγκρατείας τοῖς πόνοις νοῦν καθηράμενος, καὶ ἐν Καψᾷ τὴν Μονήν, Χριστοῦ τῷ Προδρόμῳ Ἰωσήφ, ἀνίδρυσας Ὄσιε.
Θεοτοκίον.
Νέκρωσον σαρκός μου τὰς ὁρμάς, ἡ τεκοῦσα Παρθένε Χριστὸν ἐν σώματι, τὸν τὴν ἀρχαίαν ἀράν, νεκρώσαντα ξύλῳ τοῦ Σταυροῦ, καὶ ἡμᾶς ζωώσαντα.
Καταβασία
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις:
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...
Κοντάκιον. Ἦχος δ'
Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος. Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ
προκατάλανε.
Τὰ θεῖά σου λείψανα ἀπὸ τοῦ πόνου σοφέ, ἡμῖν ἀνεφάνησαν, ἐκκομισθέντ πιστῶς, ὡς ῥόδα ἡδύπνευστα, ὧνπερ τῇ εὐωδίᾳ, ὁ ἐχθρὸς ὁ δυσώδης, οἴχεται καὶ ἰῶνται, ἐκ δεινῶν παθημάτων, οἱ τούτοις προσιόντες, καὶ σὲ μακαρίζοντες.
Δόξα. Καὶ νῦν.
Ἐκ τάφου ὡς ἥλιος ἐξανατείλας Χριστέ, φωτὸς θείου ἔπλησας τὰς διανοίας ἡμῶν, τῇ θείᾳ ἐγέρσει Σου· θέλων γὰρ ἐνεκρώθης, τῇ σαρκὶ πανοικτίρμον, πάντας δὲ ἐκ τοῦ ᾅδου, ἀναστὰς συνεγείρεις· διόΣου τὴν φωσφόρον, Ἀνάστασιν δοξάζομεν.
ᾨδὴ δ' Ὁ εἱρμός
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.
Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.
Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Καὶ τοῦ Ὁσίου.
Σαρκὸς νεκρώσας τὰς ὁρμάς, ἀγῶσί σου ἀσκητικοῖς, ὤφθης ἀπαθείας δοχεῖον, ὦ Ἰωσὴφ Πατὴρ ἡμῶν, καὶ πάντων ἰσοστάσιος, τῶν πάλαι θεοφόρων Πατέρων, μεθ’ ὧν τῆς ἄνω τρυφᾷς ἀγαλλιάσεως.
Ὁδῷ ὡράθης μυστικῶς, Πάτερ γυναίῳ τῷ πιστῷ, τὴν πρὸς τὴν Μονήν σου πορείαν, ἀσφαλῶς δεικνύμενος, καὶ ἅπαντες ἐθαύμασαν, ὡς ἔγνωσαν τῆς σῆς ἐμφανείας, τὸν ξένον τρόπον δι’ οὗ ἡμᾶς ὡδήγησας.
Ὑπὸ Θεοῦ ὁδηγηθείς, τῇ ἐν Καψᾷ θείᾳ Μονῇ, ἔνθα τεθησαύρισται Πάτερ, ἡ θήκη τῶν λειψάνων σου, ἡ Κάρα σου ἡ πάντιμος, μύρου εὐώδους ἐκῤῥέει θρόμβους, ᾧ οἱ χριόμενοι νόσων ἀπαλλάτονται.
Θεοτοκίον.
Ἰσχύν μοι δίδου
κατ’ ἐχθροῦ, τοῦ πολεμοῦντός με ἀεί, ἐν
νυκτὶ ἁγνὴ καὶ ἡμέρᾳ λόγοις τε καὶ πράξεσιν, ὡς ἂν ἄτρωτος γένωμαι, ταῖς τούτου ἐπηρείαις Παρθένε, καὶ καθαρθῶ μολυσμῶν σαρκὸς καὶ πνεύματος.
Καταβασία
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις:
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος...
ᾨδὴ ε' Ὁ εἱρμός
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ
μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον,
πᾶσι ζωὴν ἀνατέλλοντα.
Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς
τοῦ ᾍδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ,
ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.
Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.
Καὶ τοῦ Ὁσίου.
Ὡς εἴληφας χάριν θεόθεν, δεσμὰ στειρώσεως λύεις, γυναίων σοι προσελθόντων, εὐλαβῶς μακάριε, καὶ χοῦς ἀπὸ τοῦ τάφου σου, θαύματα Πάτερ εἰργάσατο.
Συνέσεως θείας ἐπλήσθης, ὦ Ἰωσὴφ θεοφόρε, ἀμέμπτῳ σου πολιτείᾳ· νῦν δὲ τῶν λειψάνων σου, ἡ θήκη ἡ μυρίμπνοος, βρύει πιστοῖς τὰ ἰάματα
Ἡγίασται Πάτερ ἡ θήκη, τῶν σῶν ἁγίων λειψάνων, τῇ ἄνωθεν χορηγίᾳ, ἧς ἀπὸ τοῦ μνήματος, τὴν θείαν ἀνακόμισιν, ὕμνοις σεπτῶς ἑορτάζομεν.
Θεοτοκίον.
Φωτί Σου τῷ θείῳ Παρθένε, τὴν σκοτισθεῖσαν ψυχήν μου, τοῖς πάθεσι τῆς κακίας, φώτισον πανάμωμε, ὡς ἂν ἀποκρούσωμαι, πάντα τοῦ ἐχθροῦ τὰ βουλεύματα
Καταβασία
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ'
ἣν Ἐκφώνησις:
Ὅτι ἡγίασται...
ᾨδὴ ς'. Ὁ εἱρμός.
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς,
καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς
ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.
Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.
Καὶ τοῦ Ὀσίου.
Γαλήνην, καὶ ἁγιασμόν τε καὶ φῶς, οἱ προστρέχοντες τῇ θείᾳ σορῷ σου, κομίζονται Ἰωσὴφ θαυμαστέ· ὅθεν ἅπασαν, ἡ Σητεία τοῖς πολλοῖς, θαύμασί σου καυχᾶται.
Ἐκ τάφου, οἷα θησαυρὸς ἀληθής, ἀνεφάνησαν ἡμῖν θεοφόρε, τὰ θεῖά σου λείψανα Ἰωσήφ, ὧν γεραίροντες, νῦν τὴν ἀνακομιδήν, τὸν Σωτῆρα ὑμνοῦμεν.
Ῥωσθεῖσα, ἀπὸ
πυρετοῦ χαλεποῦ, χοῦν
λαβοῦσα ἐκ τοῦ
Τάφου σου Πάτερ,
ἡ πάσχουσα πρὸν γυνὴ Ἰωσήφ, ἀνεκήρυττε,
τὸ σὸν θαῦμα ἐμφανῶς, τῇ Μονῇ σου ὡς ἦλθε.
Θεοτοκίον.
Ἀνθρώπων, καὶ τοῦ Ποιητοῦ τοῦ παντός, τῆς κτιστῆς τε καὶ ἀκτίστου οὐσίας, μεθόριον ἀνεδείχθης ἁγνή, ὡς κυήσασα, τὸν Σωτῆρα καὶ Θεόν, Θεοτόκε Παρθένε.
Καταβασία
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις:
Σὺ γὰρ εἶ ὁ βασιλεύς...
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἰμάτων σου.
Ἀγγελικῶς ἐν Καψᾷ βιωσάμενος, τῆς τῶν Ἀγγέλων εὐκλείας ἠξίωσαι· ἡμεῖς δὲ τῶν θείων λειψάνων σου, περικυκλοῦντες τὴν θήκην βοῶμέν σοι· σὺ εἶ Ἰωσὴφ ἡμῶν καύχημα.
Ὁ Οἶκος.
Ἀκολουθήσας τῷ Χριστῷ, ἀπεριτρέπτῳ γνώμῃ, καὶ ἀρνησάμενος σαὐτόν, καὶ τὰς ἐν κόσμῳ ἡδονάς, βίον ἰσάγγελον διήνυσας, ἐν τῇ Καψᾷ Μονῇ σκηνώσας, καὶ σκήνωμα ἔμψυχον γέγονας, δι’ ἐμμελείας ἀρετῶν, Τριάδος τῆς Ἁγίας, παμμακάριστε Πάτερ. Διὸ τῶν τιμίων λειψάνων σου τὴν ἀνακομιδὴν ἑορτάζοντες, κομιζόμεθα ἐξ αὐτῶν ῥῶσιν ψυχῆς καὶ σώματος, καὶ πόνων ἀπολύτρωσιν, καὶ πειρασμῶν ἀπαλλαγήν, τῇ θείᾳ σου πρεσβείᾳ· καὶ τῇ ἐξ αὐτῶν προϊούσῃ εὐωδίᾳ, τὴν τῶν ἀκαθάρτων παθῶν δυσωδίαν ἀποβάλλομεν· πᾶσ γὰρ βοηθεῖς μακάριε, καὶ τῶν βοώντων σοι προΐστασαι· σὺ εἶ Ἰωσὴφ ἡμῶν καύχημα.
Συναξάριον. Τοῦ Μηναίου
καὶ εἶτα·
Τῇ αὐτῇ ἡμέρᾳ, Τετάρτῃ τῆς Διακαινησίμου, ἑορτάζομεν τὴν ἀνακομιδὴν τῶν τιμίων λειψάνων τοῦ Ὁσίου Ἰωσήφ, τοῦ ἐπονομαζομένου Γεροντογιάννη, ἥτις ἐγένετο τῇ Ζ΄ Μαΐου τοῦ 1982.
Τὴν ἐκκομιδὴν τῶν σεπτῶν σου λειψάνων,
ὑμνοῦντες Πάτερ σὴν χάριν ἐξαιτοῦμεν.
Ἑβδομάτῃ Ἰωσήφ, μυρόεντα ὀστᾶ φαάνθησαν.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις πάντων τῶν Σιναϊτῶν Ἁγίων.
Θεοεικέλους Σιναΐτας Ὁσίους,
καὶ Ἀθλητὰς ᾄσμασι κοινοῖς δεῖ μέλπειν.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου, τῆς ἐπονομαζομένης Ὑψενῆς, ἧς ἡ ἁγία καὶ θαυματουργὸς Εἰκὼν εὑρεθεῖσα ὑπὸ τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Μελετίου θησαυρίζεται ἐν τῇ ἐν Ῥόδῳ φερώνυμῳ ἁγίᾳ Μονῇ.
Τῇ Μονῇ σου
Πάναγνε τὴν σὴν Εἰκόνα,
Ὡς ταμεῖον
δέδωκας τῆς χάριτός σου.
Ἡ ἁγία αὕτη καὶ πανυπέρτιμος Εἰκὼν τῆς Ὑπεραγίας Θεοτόκου ὑπῆρχε κεχωσμένη ἐν τῇ γῇ, ὑποκάτω ἐλαίας τινός, ἐν τόπῳ καλουμένῳ «Ὑψενή», ἐγγὺς τοῦ χωρίου Λάρδος τῆς Ῥόδου κειμένῳ. Προσευχομένου ποτὲ ἐκεῖ τοῦ Ὁσίου
καὶ θεοφόρου Πατρὸς ἡμῶν Μελετίου ἐφάνη αὐτῷ στήλη πυρὸς ἐξ οὐρανοῦ κατερχομένη
καὶ ἑστῶσα ἐπὶ τὸν τόπον ἔνθα ἦν κεκρυμμένη ἡ τιμία Εἰκών. Ἔκθαμβος οὗτος τῷ
τοιούτῳ θεάματι γενόμενος προσῆλθε τῷ τόπῳ ἐκείνῳ, ἔνθα ἔστη ἡ φωτοειδὴς στήλη,
καὶ ἀνασκάψας ἀνεῦρε τὸν πολύτιμον τοῦτον θησαυρόν, ὃν καὶ μετ᾿ εὐλαβείας
ἀσπασάμενος ἔλαβεν μεθ᾿ ἑαυτοῦ. Ἀλλ᾿ ἡ Ὑπεραγία Θεοτόκος φανεῖσα κατ᾿ ὄναρ τῷ
Ὁσίῳ Πατρὶ διετάξατο αὐτῷ ἵνα οἰκοδομήσῃ ἐν τῷ τόπῳ τῆς εὑρέσεως Ναὸν, ὃν καὶ
ἀνεγείρας ὁ μακάριος ἐνίδρυσεν ἐν αὐτῷ ὡς βασίλισσαν ἐν θρόνῳ ἁγίῳ τὴν
φανερωθεῖσαν ταύτην ἁγίαν Εἰκόνα, ἔνθα εὑρίσκεται ἄχρι τῆς σήμερον ἰάματα
πηγάζουσα τοῖς προσερχομένοις ἐν πίστει καὶ εὐλαβείᾳ.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον
καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ,
προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ
Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες
οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ
Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν
Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. (γ΄)
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς
προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. (γ΄)
ᾨδὴ ζ' Ὁ εἱρμός
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος,
γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας
ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω
σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι
ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.
Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν
καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν
αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.
Καὶ τοῦ Ὁσίου.
Ἰδοὺ ἀπὸ τοῦ μνήματος Ὅσιε, πιστοὶ συνεκόμισαν, πίστει καὶ χαρᾷ, τὰ λείψανά σου τὰ σεπτά, εὐωδίαν ἐκπέμποντα ἄῤῥητον, τὸν εὐλογητὸν ἀνυμνοῦντες, Θεὸν καὶ ὑπερένδοξον.
Ῥυσθεὶς ὁ ἀσθενῶν ὡς ἐχρίσατο, τῷ μύρῳ τῆς κάρας σου, κνισμοῦ χαλεποῦ, τὴν σοῖ δοθεῖσαν ἐκ Θεοῦ, θείαν χάριν ἐκήρυττεν Ὅσιε, τὸν μόνον εὐλογητὸν μεγαλύνων, Θεὸν τὸν σὲ δοξάσαντα.
Ὠς θεῖον ἀρωγὸν καὶ συλλήπτορα, γεραίρει σε Ὅσιε, μετὰ τὸν Βαπτιστήν, ἡ ἐν Καψᾷ θεία Μονή, καὶ Σητεία ἡ πᾶσα κηρύττει σου, θαυμάτων σου τὰς πολλὰς ἐνεργείας Ἰωσὴφ Πάτερ Ὅσιε.
Θεοτοκίον.
Γενοῦ μοι προσφυγὴ καὶ στερέωμα, Παρθένε πανάμωμε, πίστει δυσωπῶ, ῥιπιζομένῳ χαλεπῶς, προσβολαῖς τοῦ πικροῦ πολεμήτορος, καὶ σύντριψον αὐτοῦ τὴν μανίαν, τὴν κατ’ ἐμοῦ τοῦ δούλου Σου.
Καταβασία
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς
προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις:
Εἴη τὸ κράτος...
ᾨδὴ η' Ὁ εἱρμός
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.
Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τᾶ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Πάτερ
παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομέ-
νη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς
σὲ βεβαπτί-
σμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Καὶ τοῦ Ὁσίου.
Ἐκ τῆς ἱερᾶς καὶ ἁγίας σου κάρας, οἷα ἰδρῶτος θρόμβοι, καὶ πανευώδεις σταγόνες, καθορᾶται σοφέ, ἡ τῆς χάριτος Θεοῦ ἐπιφοίτησις, δι’ ὧν οἱ χρισθέντες, εὗρον τὴν θεραπείαν.
Ῥῶσιν ἀληθῆ, καὶ ὑγείαν τελείαν, εὕρατο τὸ παιδίον, ὃ οἱ τεκόντες ἐν πίστει, ἐν τῷ τάφῳ τῷ σῷ, ἐναπέθεντο αἰτοῦντες τὴν χάριν σου· ὅθεν καὶ τὸ θαῦμα, ἐκήρυττον τοῖς πᾶσι.
Ἁγιοπρεπῆ πολιτείαν ἀνύσας, Ἁγίων ταῖς χορείαις, μετὰ τὸ τέλος συνήφθης, Ἰωσὴφ θαυμαστέ, καὶ ἁγίοις σου λειψάνοις μακάριε, ἡμᾶς ἁγιάζεις, τοὺς πόθῳ σε τιμῶντας.
Θεοτοκίον.
Σάρκα ἐκ τῶν Σῶν, παναγίων αἱμάτων, λαβὼν ὁ Θεὸς Λόγος, ἀπεριτρέπτως Παρθένε, τὴν οὐσίαν ἡμῶν, τῆς ἀρχαίας κατάρας ἐῤῥύσατο· ὅθεν Σε ὑμνοῦμεν, ὡς πύλην σωτηρίας.
Καταβασία.
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις:
Ὅτι ηὐλόγηται...
ᾨδὴ θ' Ὁ εἱρμός
Ὁ Ἄγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ἀγνὴ Παρθένε χαῖρε, καὶ πάλιν ἑρῶ χαῖρε· ὁ Σὸς Υἱὸς ἀνέστη, τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Μεγάλυνον ψυχήν μου, τὸν
ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστὸν τὸν Ζωοδότην.
Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου
φωνῆς· μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ,
ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Μεγάλυνον ψυχήν μου, τὸν ἐθελουσίως,
παθόντα καὶ ταφέντα, καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου.
Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ Ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.
Καὶ τοῦ Ὁσίου.
Μεγάλυνον ψυχή μου, τὸν νέον ἐν
Ὁσίοις, θεράποντα Κυρίου, Ἰωσὴφ τὸν θεῖον.
Ἰάσεις παρέχει, ἡ τῶν λειψάνων σορός,
Ἰωσὴφ καὶ ἰᾶται πάθη χαλεπώτατα· ὅθεν σκιρτᾷ ἡ Μονὴ τοῦ Καψᾶ, καὶ σὺν αὐτῇ,
πᾶσα ἡ Σητεία, ταῖς ἐνεργείαις τῶν θαυμάτων σου.
Μεγάλυνον ψυχή μου, τὸν βλύζοντα ἰάσεις, καὶ πᾶσι βοηθοῦντα, Ἰωσὴφ τὸν θεῖον.
Μονῆς σου τῆς θείας, ἀεὶ προΐστασο σοφέ, Ἰωσὴφ τῆς τιμώσης τὴν ἁγίαν μνήμην σου, καὶ τοῖς πιστῶς, προσιοῦσιν αὐτῇ, δίδου τὴν σήν, θείαν εὐλογίαν, Κρητῶν τὸ νέον ἐγκαλλώπισμα.
Δόξα.
Μεγάλυνον ψυχή μου, τῆς Τρισυποστάτου,
καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος.
Ὁ νέος θεράπων, τοῦ Παντοκράτορος Θεοῦ, τῆς Σητείας τὸ κλέος καὶ Κρητῶν τὸ καύχημα, δέξαι κἀμοῦ, Ἰωσὴφ σοφέ, τὴν προσφοράν, τῶν παρόντων ὔμνων, καὶ τῶν παθῶν με ἀπολύτρωσαι.
Καὶ νῦν.
Χαῖρε Παρθένε χαῖρε, χαῖρε Εὐλογημένη, χαῖρε δεδοξασμένη, Σὸς γὰρ Υἱὸς ἀνέστη, τριήμερος ἐκ τάφου.
Ὑψίστου καθέδρα, καὶ Μήτηρ ὤφθης ἀληθής, σωματώσασα τοῦτον ἐξ ἁγνῶν αἱμάτων Σου· ὄθεν ἁγνή, ἐκ κοπρίας παθῶν, τὴν ταπεινήν, ἔγειρον ψυχήν μου, καὶ σῶσόν με ταῖς πρεσβείαις Σου.
Καταβασία
Ὁ Ἄγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ἀγνὴ Παρθένε χαῖρε, καὶ πάλιν ἑρῶ χαῖρε· ὁ Σὸς Υἱὸς ἀνέστη, τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου
ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ'
ἣν Ἐκφώνησις:
Ὅτι σὲ αἰνοῦσι...
Ἐξαποστειλάριον, τοῦ Πάσχα, αὐτόμελον. Ἦχος β'
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
Τοῦ Ἁγίου, ὅμοιον.
Σαρκὶ ὡς ἄγγελος ἐν γῇ, ἐβίωσας μακάριε, καὶ τῶν Ἀγγέλων τῆς δόξης, ἠξίωσαι ἐν οὐρανοῖς· διό σου προσπτυσσόμεθα, τὴν τῶν λειψάνων θήκην, Ἰωσὴφ τιμῶντάς σε.
Καὶ πάλιν τὸ τοῦ Πάσχα, αὐτόμελον. Ἦχος β'
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
Εἰς τοὺς Αἴνους, Ἀναστάσιμα β΄. Ἦχος δ'
Ὁ Σταυρὸν
ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν
σου τὴν Ἀνάστασιν.
Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας
κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα
Διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας. Διὸ βοῶμέν
σοι· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν Κύριε, δόξα σοι.
Καὶ τοῦ Ὀσίου β΄. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Παμμάκαρ θεόφρον Ἰωσήφ, ἀσκητὴς
θεόληπτος, ὡς ἀληθῶς ἀναδέδειξαι, ἐσχάτοις ἔτεσιν, ἐναρέτοις τρόποις, καὶ βίου
λαμπρότητι, καθάρας σεαυτὸν πάσης σχέσεως, ὑλώδους Ὄσιε· διὰ τοῦτο
συνηρίθμησαι, τῶν Ἁγίων τοῖς δήμοις γηθόμενος.
Παμμάκαρ θεόφρον Ἰωσήφ, τῶν σεπτῶν
λειψάνων σου, τὴν ἱερὰν ἀνακόμισιν, πανηγυρίζοντες, ἑορτὴν ἁγίαν, πόθῳ
συγκροτοῦμέν σοι, καὶ πίστει τῇ σορῷ σου προσπίπτοντες, ἁγιαζόμεθα, καὶ ἰάματα
λαμβάνομεν, ἀνυμνοῦντες, τὸν σὲ θαυμαστώσαντα.
Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα
μετὰ τῶν Στίχων αὐτῶν. Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ
διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ
μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν
ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα
πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν
πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον
πιστούς.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ
προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες
εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς
Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα
Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ.
καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος,
ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον,
καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν
νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ
Μαθηταῖς.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ
εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου,
Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα,
ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας
Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.
Δόξα...
Ὄσιε Πάτερ, τοῖς ἀσκητικοῖς καμάτοις,
τὸν νοῦν καθηράμενος, τοῦ Παρακλήτου ἐδέξω τὴν χάριν· καὶ πάντων τῶν Ἁγίων
ἰσότιμος γενόμενος, ὡς θησαυρὸν ἡμῖν δέδωκας, τὴν σορὸν τῶν λειψάνων σου· ὧν
τὴν ἀνακομιδὴν ἑορτάζοντες, τῆς τοῦ Χριστοῦ Ἀναστάσεως, τῷ φωτὶ λαμπρυνόμεθα,
καὶ τῆς ἐξ αὐτῶν χάριτος, τὰς δωρεὰς καρπούμεθα. Ἀλλ’ ὦ Ἰωσὴφ μακάριε, πρέσβευε
ὐπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν...
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ
πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς·
Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν,
θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Χριστὸς ἀνέστη... ὡς συνήθως.
Μεγαλυνάριον.
Ἡ τῶν σῶν λειψάνων θεία σορός, πίστει
ἁγιάζει, τοὺς προσπίπτοντας εὐλαβῶς, Ἰωσὴφ τρισμάκαρ· διὸ πάσης ἀνάγκης, καὶ
νόσων καὶ κινδύνων, ἡμᾶς ἀπάλλαττε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου