Ἀκολουθία Ὁσίου ΜΟΝΩΝΟΣ τοῦ Θαυματουργοῦ, τοῦ ἐν Κύπρῳ
Ψαλλομένη τῇ 11η Δεκεμβρίου
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετά τόν Προοιμιακόν τό Μακάριος
Ἀνήρ. Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καί
ψάλλομεν Στιχηρά Προσόμοια.
Ἦχος πλ. δ’. Ὤ τοῦ παραδόξου θαύματος.
Πάτερ Νόμων θεσπέσιε, τοῦ Ἀβραὰμ μιμητής, ἀψευδῶς ἐχρημάτισας, θεραπεύων πάντοτε,
τοὺς πρὸς σὲ καταφεύγοντας· Ἰὼβ ἐκτήσω, τὸν ἐν τοῖς πόνοις στεῤῥόν, Δαβὶδ τὸν πρᾶον ὄντως ἐζήλωσας, βίον ἰσάγγελον, ἐπὶ γῆς διήνυσας, τῶν ὀρεκτῶν ἔφθασας τὸ ἔσχατον, ὑπὲρ ἡμῶν δυσωπῶν. (Δίς).
Πάτερ Νόμων πανένδοξε, ὁ Ταμασέων λαός, πρὸς παντοίαν ἐπήρειαν, ἐπικαλουμένων σε, μετὰ πόθου καὶ πίστεως καὶ λυτρουμένων πάσης κακώσεως καὶ τοῖς νοσοῦσιν ἴασιν δώρησαι. Ὤ θείας, Ὅσιε, καὶ θερμῆς πρεσβείας σου, δι’ ἧς ἡμᾶς, ὥσπερ τεῖχος ἄῤῥηκτον φρουρεῖς, πανόσιε. (Δίς).
Πάτερ Νόμων μακάριε, σὺ τὸν ζυγὸν τοῦ Χριστοῦ, ἐπ’ ὤμων ἀράμενος, τῷ Σταυρῷ τὴν ἔπαρσιν, τοῦ Σατὰν καταβέβληκας καὶ τὰς ἐρήμους πόλεις ἀνέδειξας, διὰ τοῦ τρόπου τῆς πολιτείας σου. Ὤ παμμακάριστε, ἀσκητῶν τὸ καύχημα, διὸ Χριστόν ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι ἡμᾶς.
Νόμων πατὴρ ἡμῶν Ὅσιε, ἐν ἐρημίαις ἀεί καὶ σπηλαίοις καὶ ὄρεσι, πίστει διαιτώμενος, τὸν Θεὸν ἐξεζήτησας καὶ Τοῦτον εὗρες ὥσπερ ἐπόθησας, ἀνεπιστρόφῳ ψυχῇ νευρούμενος, ταῖς ἀναβάσεσι ταῖς καλαῖς ἑκάστοτε καὶ μοναστῶν γέγονας συμμέτοχος,
θεομακάριστε.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε ἅπαντες πιστοί, ἀξίως ἐπαινέσωμεν, Νόμωνα τὸν θαυμάσιον· νέμει γὰρ ἰάματα τοῖς πιστῶς προσκυνοῦσιν αὐτόν. Οὖτος γὰρ τῷ ὅπλῳ τοῦ Σταυροῦ, τοῦ Βελίαρ τὰ βέλη κατέαξεν, τὰς μηχανὰς δὲ αὐτοῦ καὶ τὰ τοξεύματα, εἰς οὐδὲν λογισάμενος· διὸ καὶ τὴν οὐράνιον τρίβον εὐκόλως ἐβάδισεν καὶ νῦν σὺν Ἀγγέλοις εὐφραίνεται, τρανῶς τὸν Χριστὸν ἐνοπτριζόμενος καὶ πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τὴν ἁγίαν μνήμην τελούντων αὐτοῦ.
Καὶ νῦν. Τὶς μὴ μακαρίσει Σε...
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν
ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν
μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ
κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ,
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. …
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ
οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη
κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ.
Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς
ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα
θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῇς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς
σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ
βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτῷ, συνήσουσιν ἀλήθειαν,
καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ,
καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ
ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ
βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ
δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται
πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται
θώρακα δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον,
ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ
τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου
τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται
χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως·
ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει
πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν,
Βασιλεῖς, καὶ σύνέτε· μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε, οἱ κρατοῦντες
πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν,
καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Τῶν Κυπρίων πιστοί, πόθῳ συνδράμετε σήμερον, ἐν τῷ τεμένει Νόμωνος τοῦ πανσόφου ἀκέστορος· νέμει γὰρ ἰάματα δαψιλῶς, τοῖς αἰτοῦσιν αὐτοῦ καὶ ψυχικῶν νοσημάτων, παρέχει ἴασιν, τοῖς νεκρώσασι σάρκα, τῆς τοῦ Κυρίου στοργῆς.
Ἀπὸ νεότητος, Πάτερ, τὸν κόσμον κατέλειπες καὶ τὰ τοῦ κόσμου πάντα, εἰς οὐδὲν λογισάμενος, τὴν ἔρημον κατέλαβες καὶ μονάζοντα βίον, δι᾿ ὅλου ἐνέφηνας· διὸ ἐν οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου· ἀλλὰ πρέσβευε τῷ Κυρίῳ ὑπὲρ ἡμῶν, Νόμων παναοίδημε.
Ἀπαρνησάμενος
κόσμον καὶ τὰ ἐν κόσμῳ, Ὅσιε, τῆς τοῦ Κυρίου στοργῆς, τὸν γὰρ Σταυρὸν Αὐτοῦ, ἐπ᾿ ὤμων ἀράμενος, εὐαγγελικῶς Χριστῷ ἠκολούθησας. Ὡς ἐν παραδείσῳ μυστικῶς, τῷ σπηλαίῳ διαιτώμενος καὶ νῦν ἐν οὐρανοῖς αὐλιζόμενος, Νόμων πατήρ ἡμῶν Ὅσιε, τοῦ πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε
Πάτερ, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ Κυρίου ἀκούσας, τὸν κόσμον κατέλειπες, τὸν πλοῦτον καὶ τὴν δόξαν, εἰς οὐδὲν λογισάμενος. Ὅθεν πᾶσιν ἐβόας· ἀγαπήσατε τὸν Θεὸν καὶ εὑρήσετε χάριν αἰώνιον, μηδὲν προτιμήσητε τῆς ἀγάπης αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ Αὐτοῦ, εὑρήσητε ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις, Χριστέ, φύλαξον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε,
καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον,
τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς τόν Στίχον. Ἦχος α΄. Πανεύφημοι
Μάρτυρες.
Νόμων πανεύφημε, καλῶς τῆς σαρκὸς τὸ φρόνημα, καθυποτάξας τῷ πνεύματι, οὐρανοδρόμῳ τε ἐπιβὰς τεθρίππῳ, ἀρετῶν ὀχήματι, ἀνέπτης πρὸς τὸ κάλλος τὸ ἄῤῥητον, οὗ ἐμφορούμενος, νῦν βραβεύεις ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Στίχ.
Τίμιος ἐναντίον
Κυρίου ὁ θάνατος
τοῦ Ὁσίου Αὐτοῦ.
Τῶν Κυπρίων πέρατα, τὰ σὰ νῦν κηρύττει θαύματα, Νόμων,
παναληθέστατα· θαυματουργίαις γάρ ἀμειβώμενός σε ὁ Χριστὸς ἐκόσμησε, τὴν σάρκα δι᾿ αὐτὸν ἀπενέκρωσας καὶ μετὰ θάνατον, τῶν θαυμάτων κατηξίωσεν, εὐδοξίας καὶ μακαριότητος.
Στίχ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Νόμων παναοίδημε, πυκναῖς ἀῤῥωστείαις σώματος καὶ ἀσθενείαις ἰώμενος, ψυχὴν μακάριε, τῶν πταισμάτων λῦσον, τῶν δεσμῶν τοῦ ὄφεως, τῇ θείᾳ δυναστείᾳ Χριστοῦ ἡμῶν· καὶ νῦν ἀνάστησον, ἐκ πταισμάτων καταπτώσεως, τοὺς ἐν πίστει τιμῶντας τὴν μνήμην σου.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον τῶν Ὀρθοδόξων τὰ συστήματα, τῆ σορῷ τοῦ Ὁσίου, μετὰ πόθου συντρέχουσιν, ἵνα λάβωσιν ἰάματα, ψυχῆς τε καὶ σώματος· παρέχει γὰρ πλουσίως, τοῖς νοσοῦσι τὴν ἴασιν· διὸ καὶ ἡμεῖς μετὰ πόθου, σοὶ κράζομεν· χαίροις Ὁσίων ἐγκαλλώπισμα, Νόμων
παμμακάριστε, τῆς Κύπρου τὸ θρέμμα, ὁ τὸν Χριστὸν ἐγκολπωσάμενος καὶ τὰ τερπνὰ τοῦ κόσμου εἰς οὐδὲν λογισάμενος, ἵνα τὴν ὄντως ζωήν, παρὰ Χριστοῦ λάβῃς, Ὅσιε, τοῦ πρεσβεύειν ἀπαύστως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος,
ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε.
Διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ
Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ταμασέων τὸ κλέος καὶ Κυπρίων ἀγλάϊσμα καὶ θαυματουργὸς ὄντως ὤφθης, Νόμων πατήρ ἡμῶν Ὅσιε· νηστείᾳ κατατήξας τῆς σαρκός, ἀλόγους ἐνθυμήσεις πανσθενῶς· ὅθεν χάριν ἰαμάτων ἐξ οὐρανῶν ἐδέξω, θεόπνευστε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι,
Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ
κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν
Κτίστην σου, δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι
ἡμᾶς, διὰ τοῦ τόκου σου.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν,
Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον.
Τὸν ἀσκητὴν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, ὡς νεκρώσαντα πάσας τὰς προσβολὰς τῶ παθῶν, δι’ ἐγκρατείας καὶ στερρᾶς ὑπομονῆς ὡς ἀληθῶς καὶ καταισχύναντα σφοδρῶς, τὸν ἀντίπαλον ἐχθρὸν καὶ πάσας τούτου ἐπάρσεις· καὶ νῦν πρεσβεύοντα τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος,
χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Μετὰ δὲ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῷ φωτὶ λαμπόμενος τῷ ἀπροσίτῳ, ὡς ἀστὴρ ἐξέλαμψας ἐν τοῖς Κυπρίοις, διδαχαῖς καταφωτίζων, μακάριε, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.
Δόξα. Ὅμοιον.
Ταμασέων ἤστραψας ὡς ἑωσφόρος καὶ τὴν Κύπρον ἔλαμψας, ταῖς φαειναῖς σου ἀρεταῖς, Νόμων πατὴρ ἡμῶν Ὅσιε, πᾶσιν ἐκλάμψας, τὸ φῶς τὸ τῆς χάριτος.
Καὶ νῦν. Θεοτοκίον.
Ἐπελεύσει
Πνεύματος τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον καὶ ὁμοούσιον, φωνῇ Ἀγγέλου, Κόρη, συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα, Ἦχος γ΄. Θείας πίστεως.
Μέγα ὄνομα τῇ σῇ πατρίδι, προεξένησαν οἱ σοὶ ἀγῶνες, Νόμων Ὁσίων ἐγκαλλώπισμα· οὐκ ἀφανὴς οὖσα γὰρ οὐδὲ πρότερον, νῦν διὰ σὲ ἐπὶ πλέον πεφήμισται, ὦ μακάριε, διὸ εὐχαρίστως ἤθροισται, ἐπιτελέσαι σου νῦν τὰ μνημόσυνα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τὴν ὡραιότητα τῆς παρθενίας.
Τῆς συμπαθείας σου πλοῦτον τὸν ἄμετρον καὶ δυναστείας σου, κράτος τὸ ἄμαχον, ἀναλαβόμενος εἰς νοῦν, προσέδραμον τῇ σκέπῃ σου· τρόμῳ συνεχόμενος καὶ δεινῶς ἀπορούμενος, κράζω ἐκ βαθέων μου, τῆς καρδίας τοῖς δάκρυσι· Παρθένε Θεοτόκε
βοήθησον, σῶσόν με, σῶσον τὸν ἀνάξιον.
Οἱ Ἀναβαθμοί. Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ Ἤχου.
Προκείμενον:
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται .
Στίχος:
Τίμιος ἐναντίον
Κυρίου ὁ θάνατος
τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον. Ζήτει τό ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγίου Σάββα.
Ὁ Ν' Ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις...
Στίχ. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός... Ἦχος πλ. β΄.
Σήμερον τῶν Ὀρθοδόξων τὰ συστήματα, τῆ σορῷ τοῦ Ὁσίου, μετὰ πόθου συντρέχουσιν, ἵνα λάβωσιν ἰάματα, ψυχῆς τε καὶ σώματος· παρέχει γὰρ πλουσίως, τοῖς νοσοῦσι τὴν ἴασιν· διὸ καὶ ἡμεῖς μετὰ πόθου, σοὶ κράζομεν· χαίροις Ὁσίων ἐγκαλλώπισμα, Νόμων
παμμακάριστε, τῆς Κύπρου τὸ θρέμμα, ὁ τὸν Χριστὸν ἐγκολπωσάμενος καὶ τὰ τερπνὰ τοῦ κόσμου εἰς οὐδὲν λογισάμενος, ἵνα τὴν ὄντως ζωήν, παρὰ Χριστοῦ λάβῃς, Ὅσιε, τοῦ πρεσβεύειν ἀπαύστως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ Κανὼν τῆς Θεοτόκου εἰς ς΄ καὶ τοῦ Ἁγίου εἰς η΄.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας
Πατέρων προέξαρχε θαυμαστέ καὶ τῶν ἀσθενούντων καὶ νοσούντων ὁ ἰατήρ, τὴν ἐζοφωμένην μου καρδίαν, ἐκ πάσης ἀχλύος φωταγώγησον.
Ἀπέλαβες,
Ἅγιε, ἀμοιβάς τῶν πόνων καὶ γέρα τῶν ἀγώνων σου τῶν σεπτῶν, τὴν μετὰ Ἀγγέλων χαρμοσύνην καὶ κληρουχίαν τὴν σωτήριον.
Μακάριος γέγονας ἀληθῶς καὶ τῶν μακαρίων ἐκληρώσω τὴν ἄνω γῆν, Νόμων τρισμάκαρ καὶ δικαίως, εἴληφας τὴν χάριν τῶν ἰάσεων.
Θεοτοκίον.
Λύτρωσαι γεέννης καὶ τῆς φλογός τῆς αἰωνιζούσης, Παναγία, ἡ τὸν Θεόν γαστρὶ συλλαβοῦσα, Θεοτόκε, Ὅνπερ δυσώπει σῶσαι τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μετριώτατος ὤφθης, πρᾶος, εὐθὺς, ἄκακος, ὅσιος, ἁπλοῦς τε καὶ σώφρων, Νόμων ἔνδοξε, ἐκδυσωποῦμέν σε, ἀπὸ παντοίας ἀνάγκης ῥῦσαι τοὺς ἱκέτας σου, ἀξιοθαύμαστε.
Μαθητὴς τοῦ Σωτῆρος καὶ τῶν Αὐτοῦ πράξεων, ἀγγελομιμήτως ἐγένου, τρόπων χρηστότητι, ὅθεν μετάρσιος εἰς οὐρανοὺς ἀνεδείχθης, καὶ Ἀγγέλων γέγονας σύσκηνος, Ὅσιε.
Ἀπὸ πάσης ἀνάγκης φθοροποιοῦ, Ἅγιε, νόσου καὶ δεινῆς ἀρρωστείας πρόφθασον, σῶσόν με· τῶν ἀσθενούντων γάρ, σὺ ἰατὴρ ἀνεδείχθης, ἐπικαλουμένων σε, Νόμων ἔνδοξε.
Θεοτοκίον.
Οὐρανῶν πλατυτέρα καὶ Χερουβεὶμ Ἄχραντε καὶ ἐνδοξοτέρα τῶν ἂνω πασῶν δυνάμεων, Παρθένε Ἄχραντε, σεσαρκωμένον τὸν Λόγον, ἐν κοιλίᾳ φέρουσα, μόνη Πανύμνητε.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν Σταυρὸν τοῦ Κυρίου ἄρας, σοφέ, καὶ Αὐτῷ μέχρι τέλους ἀκολουθῶν, τὸν νοῦν οὐχ ὑπέστρεψας ἐν τῷ κόσμῳ, θεόσοφε, ἐγκρατείᾳ καὶ πόνοις,τὰ πάθη ἐνέκρωσας,καὶ ναὸν ἡτοίμασας σαὐτὸν τῷ Κυρίῳ σου. Ὅθεν χαρισμάτων ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι νοσήματα καὶ διώκειν τὰ πνεύματα, θεοφόρε Πατὴρ ἡμῶν· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον.
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ
γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα,
καὶ ἐν ἀγκάλαις, ἔσχες τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην
καὶ Κύριον· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, καὶ πίστει δοξάζω σε, τοῦ ῥυσθῆναι
πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα
Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις
Πανάμωμε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κατανύξεως πέφυκε, χῶρος τὸ σπήλαιον, ἐν ᾧ οἴκησας, τὰς ἰάσεις γὰρ ἑκάστοτε ἐπιδαψιλεύεις, παμμακάριστε.
Ἀπὸ πάσης μὲ λύτρωσαι, βλάβης τοῦ ἀλάστορος, ὦ τρισόλβιε, Νόμων
θεομακάριστε, καὶ παντὸς κινδύνου με διάσωσον.
Ῥωμαλέον
ἱμάτιον ἔσχες, θεοφόρε, καὶ ἀνυπόδητος διεπάτησας τοὺς ἄνθρακας, βίου τοῦ γεώδους τὸ δοξάριον.
Θεοτοκίον.
Ὑπέρ
φύσιν ἐκύησας, Ἄχραντε Παρθένε,
τόν ὑπερούσιον Θεόν
Λόγον, τόν προάναρχον, Ὅν δυσώπει
σῶσαι τάς ψυχάς ἡμῶν.
ᾨδὴ ε΄. Ἵνα τί μὲ ἀπώσω.
Ἴασαι
μου τὰ πάθη, τὰ παρενοχλοῦντά με ἐξ ἀφροσύνης μου, ἃ ἐσκότισέ με ἡδοναῖς ὁ Βελίαρ καὶ πέπτωκα. Ἀλλ᾿ ἀνάστησόν με καὶ πρὸς τὸ φῶς τῶν προσταγμάτων, τοῦ Κυρίου κατεύθυνον δέομαι.
Ὤ
καινῶν ἀκουσμάτων, ὧνπερ ἀκηκόαμεν ἐπὶ τῇ μνήμῃ σου, Νόμων τρισμάκαρ, τῶν θαυμἁτων τὰ πλήθη τὰ ἄπειρα, ἰατρεύεις πάντας, περιχαρῶς τοὺς πονουμένους καὶ παρέχεις ἀφθόνως ἰάματα.
Νοσηλεύομαι ὅλως καὶ κατακαμπτόμενος βάρει τῶν θλίψεων, τῶν ἁμαρτιῶν μου τῇ κακῇ προαιρέσει συνέχομαι. Ἐξανάστησόν με τῆς χαλεπῆς καὶ κακοτέχνου, Νόμων Θεοφόρε, πατὴρ ἡμῶν.
Θεοτοκίον.
Κατὰ χρέος Σε πάντες, Δέσποινα
κηρύττομεν καὶ μακαρίζομεν, γενεαὶ Σὲ πᾶσαι τῶν ἀνθρώπων δοξάζουσιν, Ἄχραντε. Σὺ γὰρ μόνη πέλεις Χριστιανῶν ἡ προστασία, Θεοτόκε Παρθένε
Πανάχραντε.
ᾨδὴ ς΄. Ἱλάσθητί μου, Σωτήρ.
Ἀπόθετον
τῷ Χριστῷ ὡράθης σκεῦος καὶ τίμιον, ταῖς ἀρεταῖς δαδουχῶ, τοῦ κόσμου τὰ πέρατα, παμμάκαρ θεόληπτε,
Νόμων θεόφρον, μὴ ἐλλείπῃς τοὺς τιμῶντάς σε.
Θεμέλιον ἀῤῥαγές ἀπέθου ἐν τῇ καρδἱᾳ σου, τὴν πίστιν καὶ προσευχήν καὶ τὴν μετριότητα, ἀγρυπνίαν σύντονον
περιπεφραγμένος, διὰ βίου περαιούμενος.
Ἐν
τῷ σπηλᾳίῳ, σοφέ, τὸν βίον σου διεπέρασας, δακρύων
καὶ στεναγμῶν, τοὺς ἄνθρακας ἔσβεσας τοὺς τῆς ματαιότητος καὶ τὴν τῶν πραέων, ἐκληρώσω γῆν ὡς εἴρηται.
Θεοτοκίον.
Ἁγίασμα
νοητόν καὶ ἄθραυστον ἱλαστήριον καὶ κιβωτὸν ἀληθῶς καὶ στάμνον καὶ τράπεζαν καὶ λυχνίαν πάγχρυσον καὶ σκηνὴν καὶ πόκον, Θεοτόκε Σὲ κηρύττομεν.
Κοντάκιον. Ἦχος β΄. Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους
κήρυκας.
Τὸν ἀσκητὴν τῆς ἀληθείας ἅπαντες, ἀνευφημήσωμεν πιστοί ὡς ἀναλάμψαντα ἰαμάτων ἀκτῖνας καὶ φωτίζοντα, τοὺς ἐν πίστει προσιόντας τῇ σορῷ αὐτοῦ, διὰ τοῦτο συμφώνως ἐκβοήσωμεν· Νόμων πατὴρ ἡμῶν Ὅσιε, μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Τὴν τοῦ κόσμου σαφῶς ματαιότητα, ἐννοῶν Νόμων ὁ θαυμάσιος καὶ τὸν κόσμον ἐκ καρδίας μεμίσηκε καὶ τὰ πάθη δεινῶς ἐχαλίνωσε, τὸν Σταυρὸν τοῦ Κυρίου ἀράμενος καὶ τὴν σάρκα δουλώσας τῷ πνεύματι, ἔξω σαρκὸς καὶ τοῦ κόσμου γενόμενος, εἰς οὐρανοὺς ἀνέδραμεν, ἔνθα ὁ τῶν ἑορταζόντων,ἦχος ὁ ἀκατάπαυστος καὶ ᾠδὴ καὶ χαρὰ ἀνεκλάλητος, σὺν Ἀγγέλοις χορεύων καὶ ἀγαλλόμενος. Διὸ Πάτερ σὺν πόθῳ καρδίας βοῶμέν σοι· μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον.
Τῷ αὐτῷ μηνὶ ια΄, τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Νόμωνος τοῦ θαυματουργοῦ.
Στίχοι·
Ὀσφὺν νοητὴν ἀρετῶν ἐζωσμένος,
Εὔζωνος ὁ Νόμων πρὸς πόλον τρέχει.
Χοῦς, δεκάτῃ πρώτῃ, Νόμωνα ἐδέχθη.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις
Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Ῥύστης
ἐγένου
δεομένοις, τοῖς προστρέχουσι τῆ σκέπῃ σου, θεόφρον, ἀπὸ βλάβης ἐχθρῶν καὶ νόσων καὶ σκανδάλων, ὦ Νόμων κραυγάζοντες· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἄμωμος
γέγονεν ὁ βίος, καθαρωτάτη, σοφέ ἡ μαρτυρία καὶ σωτήριος πᾶσι τοῖς πίστει προσιοῦσι, τῇ θήκη τῶν λειψάνων σου, Νόμων
θαυματοφόρε.
Πάθη κατεύνασας σαρκός σου, μετὰ σώματος Ἀγγέλους ἐμιμήσω, παραδείσου τρυφῆς ἐγένου κληρονόμος, ἀναβοῶν μετάρσιος· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σὺ μὲ διάσωσον, Παρθένε, ἀπὸ θλίψεως καὶ ζάλης καὶ κινδύνων καὶ δεινῆς συμφορᾶς καὶ πάσης ἁμαρτίας, ἡ τὸν Θεὸν κυήσασα, Ὅν ἀσπόρως συλλαβοῦσα.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Εὐσεβοφρόνως ἔζησας, Νόμων παμμακάριστε, καὶ δικαιοσύνην καὶ ἀνδρείαν, Ὅσιε, σὺν τούτοις τὴν φρόνησιν καὶ τὴν ἀγάπην καὶ προσευχήν καὶ τὴν σωφροσύνην ἐξασκήσας, θεόφρον, ἐγκράτειαν καὶ πᾶσαν ἀρετὴν τελειώσας, εἰς οὐρανοὺς μετέστης καὶ ζῇς εἰς τοὺς αἰῶνας.
Ὑπὸ τὴν σκέπην, Ἅγιε, σοῦ, πρὸς σὲ καταφεύγοντες, πάντες οἱ νοσοῦντες καὶ δεινῶς κολαζόμενοι, φωνάζουν
κράζοντες, ὦ Νόμων θεράπευσον πάθη τὰ δεινῶς κατακεντοῦντα τὸ σῶμα καὶ καίοντα δὲ μᾶλλον τὴν ἀθλίαν ψυχήν μου, ἵνα σὲ μακαρίζω, εἰς πάντας τοὺς αἰῶνας.
Σῶσαι λαὸν τὸν κάμνοντα νοσημάτων ἀνιάτων, τῶν προσερχομένων τῷ ναῷ σου, Ἅγιε, σὺν πόθῳ καὶ πίστει τε καὶ τῶν δακρύων ἐπιῤῥοῇ, τῇ τῶν μακαρίων καὶ σεπτῶν σου λειψάνων ἀφῆ τε καὶ προσψαύσει, Νόμων θεοφόρε, ἵνα σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Παρθενομῆτορ Ἄχραντε, τῆς ψυχῆς μου τὰ τραύματα καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, νοσοῦντά με ἴασαι, σὺν τῇ ψυχῇ καὶ σώματι· παθῶν τε καὶ ζάλης καὶ κακώσεως δαιμόνων, ἐξαίρουσά με τάχει, δυσωπῶ Σε Παρθένε, ἳνα Σὲ μεγαλύνω τήν Κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ο βίος σου, θεόφρον, πέφυκε
δοχεῖον τῆς τρισηλίου θεότητος, Ἅγιε, ἐξ οὗ λαμβάνομεν πάντες ταχεῖαν ἴασιν.
Νευρούμενος
ἀγάπῃ τῆ πρὸς τὸν Δεσπότην, τὰς τῶν δαιμόνων ἐνέδρας κούφως ἐξέφυγες καὶ οὐρανῶν βασιλείας γέγονας μέτοχος.
Μεγάλως ἠγωνίσω, πάτερ θεοφόρε, καὶ δωρεῶν ἀπολαύσας μεγάλων τε, τοῦ ἰατρεύειν τὰς νόσους τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Ἐξέφυγον
τὰ σπλάγχα
τὰ
πεποθημένα, θεομακάριστε Κόρη πανάμωμε, ἀλλὰ τῇ Σῆ μεσιτείᾳ πρόφθασον σῶσόν με.
Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ ἱερῷ.
Ἐν
σώματι διατελῶν, τῶν Ἀγγέλων τὸν βίον, ὑπῆλθες ὤσπερ ἄσαρκος καὶ τῷ κόσμῳ ἐδείχθης φωστὴρ ἀειλαμπέστατος καὶ τοῖς πᾶσιν ἔδειξας, ὦ Νόμων θεοφόρε, μοναζόντων τὸ κλέος, ἀσκητῶν ἡ καλλονή καὶ τῶν Πατέρων ἡ δόξα.
Θεοτοκίον.
Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν Σὴν ἄμαχον, Δέσποινα, προστασίαν αἰτοῦμεν, οἱ θλίψεσι συσχεθέντες καὶ κλυδωνιζόμενοι, τοῦ βίου ταῖς τρικυμίαις, στῆσον αὔρας τῶν παθῶν καὶ λιμένας πρὸς Θεοῦ ἐμβίβασον θελημάτων.
Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί
ψάλλομεν τά ἀκόλουθα Στιχηρά, δευτεροῦντες τό πρῶτον.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἡ
καθαρά σου καρδία, Πάτερ, ἀνέδραμεν εἰς οὐρανίους νόας, σὺν αὐτοῖς τοῦ Δεσπότου· τῷ θρόνῳ γὰρ τῷ θείῳ παρεστηκώς, ὑπὲρ πάντων ἱκέτευε, τοῦ λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς).
Τῆς Ταμασέας τὸ κλέος, ὁ τῶν Κυπρίων φωστήρ, τῶν θαυματουργημάτων ὁ λαμπρὸς ἑωσφόρος, Νόμων γὰρ ὁ Μέγας πάντας ἡμᾶς, συγκαλεῖ ἐν τῇ μνήμῃ αὐτοῦ, τοῦ ἰατρεῦσαι τὰ πάθη τὰ ψυχικά καὶ τοῦ σώματος ὁ ἔνδοξος.
Δεῦτε συνάχθητε πάντες, ἀπὸ περάτων τῆς γῆς, ὑπὸ ποικίλων νόσων κατεχόμενοι,
πόθῳ ἀῤῥύσασθε πλουσίως χάριν ἀεί, ἀναργύρως παρέχει γάρ, τῶν νοσημάτων τὴν ἴασιν δαψιλῶς, τοῖς νοσοῦσι τὰ ἰάματα.
Δόξα. Ἦχος πλ. δ΄.
Τῶν μοναστῶν τὰ πλήθη τὸν Καθηγητὴν σὲ τιμῶμεν, πατὴρ ἡμῶν Νόμων· σὺ γὰρ φυγαδεύων, τὴν Ταμασέαν οἴκησας. Τὴν σάρκα γὰρ σταυρώσας, Χριστῷ ἠκολούθησας· τὸν δόλιον ὄφιν, τοῖς τῶν δακρύων ὄμβροις, Πάτερ, ἀπέπνιξας, ἔξω σαρκός καὶ κόσμου γενόμενος· τοῖς γὰρ ἀσκήσεως ἄθλοις, χρυσίου λαμπρότερος ἀπήστραψας, Ὅσιε, καὶ καθαρὸν δοχεῖον ἐγένου τοῦ Πνεύματος, Νόμων
παμμακάριστε· πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου