Ἀκολουθία Μάρτυρος ΓΟΒΔΕΛΑΑ τοῦ ἀπό Περσίας
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετά τόν Προοιμιακόν καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε
ἐκέκραξα ἱστῶμεν
στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
ᾈσματικῶς συνελθόντες πιστοὶ τιμήσωμεν, τὸν τοῦ Χριστοῦ ὁπλίτην, καὶ
στεῤῥὸν στρατιώτην, Γοβδελαᾶν τὸν θεῖον καὶ πρὸς αὐτόν, ἀνακράξωμεν λέγοντες·
μὴ διαλείπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν τελούντων σου τὴν ἄθλησιν.
Εὐφραίνου τέρπου ἡ πόλις Περσῶν καὶ σκίρτησον, ἐκ σοῦ γὰρ ἀνεφύη, ὁ λαμπρὸς στρατιώτης, εὔοσμον ὡς κρίνον πάντας πιστούς, ἡδυπνόοις παθήμασιν, εὐωδιάζων καὶ πάθη φθοροποιά, ἀπελαύνων θείᾳ χάριτι.
Ἀνατολῆς ἀφ’ ἡλίου ἐξανατείλαντες, Γοβδελαᾶς καὶ Δάδας, σὺν Κασδόᾳ τῇ θείᾳ, ἤθλησαν νομίμως διὰ Χριστόν, τὸν ἀνέσπερον Ἥλιον, θεοφεγγεῖς ὡς λαμπτῆρες πᾶσαν τὴν γῆν, φρυκτωροῦντες ἐν τοῖς θαύμασι.
Ῥήξας τοῖς βρόχοις τῆς πλάνης Χριστῷ προσέδραμες, κραταιωθεὶς παμμάκαρ, τοῦ Σταυροῦ τῇ δυνάμει· ὥσπερ ὁ ἀνδρεῖος πάλαι Σαμψών, τῷ μοχλῷ τῆς ἀθλήσεως, τοὺς νοητοὺς ἀλλοφύλους καταβαλών, κατεστέφθης ὡς ἀήττητος.
Οὐτ’ἀνυποίστων βασάνων δριμεῖαι μάστιγες, οὐτ’ ἀλγειναὶ κεντήσεις, φλογερῶν ὀβελίσκων, οὔτε τῶν ὀνύχων οἱ σπαραγμοί, καὶ ὀδόντων ἐκρίζωσις, τῆς τοῦ Κυρίου ἀγάπης Γοβδελαᾶ, σὲ χωρίσαι ἠδυνήθησαν.
Τῆς τῶν Ἀγγέλων ἀλήκτου χαρᾶς ἠξίωσαι, Γοβδελαᾶ τρισμάκαρ, τοὺς τυράννους αἰσχύνας, καὶ δίκην ἀραχναίου ἰστοῦ, τὰς αὐτῶν κακουργίας διέλυσας· καὶ τοῖς ὡραίοις ποσί σου καταβαλών, νίκης στέφανον ἀπήλειφας.
Δόξα. Ἦχος δ΄ .
Τὸν τῶν ἀστέρων λάτρην καταλιπὼν υἱοκτόνον ἄνακτα, λατρεύειν παντάνακτι Θεῷ
ἐπέγνως καρτερόψυχε· ἀντὶ στέμματος χρυσοῦ, δόξαν ἐπιποθήσας τὴν ἄληκτον· ἀντὶ
πορφύρας, αἱμάτων μαρτυρικῶν ἠμφιάσω ἱμάτιον· καὶ ἀντὶ σκήπτρου τὸν Σταυρὸν τοῦ
Χριστοῦ εἰς χεῖρας ἀναλαβών, ἀστρικῆς τερθρείας τὸ μάταιον ἐβδελύξω, πολύαθλε
Γοβδελαᾶ, Μαρτύρων κοσμήτωρ, καὶ Βασιλείας Οὐρανῶν ἐφευρέτα ἀξιάγαστε,
λιτανεύων μὴ παύσῃ ὑπὲρ ἡμῶν, τῶν πιστῶς σοι βοώντων· φύλαξον ἡμᾶς ταῖς
πρεσβείαις σου Ἅγιε.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά
σοι ποιήσαντι· παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν,
ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα,
φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών,
τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ
Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καί Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14).
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ
συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς
ἀναγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν
ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς
μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν
μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι
πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν
ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ
ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως
λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται.
Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι
φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος,
ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν
αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά,
καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ
τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τήν Λιτήν. Ἦχος α΄.
Φῶς νοερὸν τοῦ ἀνεσπέρου Ἡλίου Χριστοῦ, ἐν διανοίᾳ σου μάκαρ λαβὼν Γοβδελαᾷ
ἀοίδιμε, τὴν κεχυμμένην σκοτόμαιναν, τῆς ἡλιακῆς καὶ πυρσολάτρου θρησκείας ἀθρόως
ἐξέκλινας, ἀλλοιωθεὶς θείᾳ χάριτι· ὅθεν πόθῳ διακαεῖ πρὸς πάντα τὰ εἴδη τῶν
βασάνων χωρῶν, ὡς εὐσταλὴς σταδιοδρόμος, τῷ ὄρει τοῦ μαρτυρίου προσεπέβης, ἀνενεχθεὶς
εἰς ἀκρώρειαν, καὶ τῶν ἀγώνων τὰ γέρα κομισάμενος· πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Ἐν μὲν τῇ ἀθλήσει σου, πολύτλα πανεύφημε, ἐπληρώθη σαφῶς, ἡ εὐαγγελικὴ πρόῤῥησις
τοῦ Κυρίου ἡ λέγουσα· παραδώσει πατὴρ τέκνον εἰς θάνατον. Λυττήσας γάρ ποτέ ὁ
δυσσεβὴς σὸς γεννήτωρ, πολυτρόπῳ κολάσει σε καθ’ ὑπέβαλεν· ἕνεκεν Αὐτοῦ τοῦ ὑπὲρ
ἡμῶν ἑκουσίως ἀχθέντος εἰς θάνατον, Ὅν ὡς κτίστην πάντων, καὶ Θεὸν γνωρίσας, ἀπλέτῳ
πόθῳ ἡνώθης Αὐτῷ, ὡς ἑνωθεὶς συνέπαθες, καὶ ὡς παθὼν δι’ Αὐτὸν συνδεδόξασαι, αἰτούμενος
ἱλασμὸν ταῖς ψυχαῖς ἡμῶν.
Ἦχος γ΄.
Τὸν λίαν ἐν γῇ ποτέ ὑψηλὸν λαμπρόν τε περιουσίᾳ γένει καί δυναστείᾳ, διὰ δὲ Χριστὸν ταῦτα ὡς ἐπίκηρα
πρωσάμενον, καὶ τοῖς ἐπουρανίοις, ὡς ἀφθάρτοις ἀνταλλαξάμενον, Γοβδελαᾶν τὸν εὐσθενῇ
ἀριστέα οἱ πιστοὶ μακαρίσωμεν· θείῳ γὰρ ὑπὲρ ζέσας πυρί, θανάτῳ πολυωδύνῳ ἑαυτὸν
καθυπέβαλεν, ἵνα τῆς αἰωνίου ἀπολαύσεως τύχῃ· ἣν κληρωσάμενος συνδιαιωνίζει Θεῷ,
ὑπὲρ ἡμῶν Αὐτὸν ἱλεούμενος, τοῦ λυτρωθῆναι ἡμᾶς, τοὺς τιμῶντας αὐτὸν τῆς αἰωνίου
κολάσεως.
Ἦχος πλ. δ΄.
Τίς λαλήσει τὰς ἀριστείας σου στεῤῥέ ἢ τίς ἐξαριθμήσει τῶν ἀγώνων τὰ πλήθη;
Πολλὰ καὶ ὑπὲρ φύσιν ὥσπερ ἄσαρκος ὑπήνεγκας, πλείονα τὰ βραβεία ἀσυγκρίτως ἐκομίσω
ἐκ τῆς ἀνακτορικῆς δεξιᾶς, Ἰησοῦ τοῦ Θεανθρώπου Παντοκράτορος, Γοβδελαᾶ
τρισόλβιε· οὐ μόνον γὰρ τῶν ζωηῤῥήτων παθημάτων Αὐτοῦ, κοινωνὸς ἠξιώθης
γενέσθαι, ἀλλὰ καὶ τῆς ἀφθάρτου δόξης, ὡς Μάρτυς ἀξιοθαύμαστος.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε τῶν πιστῶν ἡ ὁμήγυρις, νοῦν τε καὶ καρδίας καθάρωμεν· δεῦτε αἶνον ᾄσωμεν
τῷ στεφοδότῃ Βασιλεῖ, ἐπὶ τῇ πολυωδύνῳ σφαγῇ Γοβδελαᾶ τοῦ εὐκλεοῦς. Σήμερον
γάρ, ἡ τῶν πρᾳέων γῆ τοῦτον δέχεται, ὡς μιμητὴν τοῦ σωτηρίου πάθους καὶ τῶν ἀγώνων
τὸ πλῆθος τὸ ἄπειρον εὐλαβουμένη, τῷ νικοποιῷ Θεῷ δόξαν ἀπονέμει. Ἄγγελοι
λευχειμονοῦντες σὺν Ἀθλοφόροις, περιχαρῶς εὐφημοῦσι τὸν τεμόντα τὰς ἐπινοίας
Περσῶν. Πάντες οὖν προσείπωμεν αὐτῷ δεόμενοι· εὐσεβῶν θείαν ἄθροισιν, Ἅγιε,
περιφύλαττε, τὴν ἐκ πόθου τελοῦσαν τὴν φωτοφόρον σου ἄθλησιν.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε,
δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος
ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ Ἑαυτοῦ.
Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως
πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Ῥεῖθρον, τὸ ἐρυθραῖον σοφέ, τῶν σῶν αἱμάτων πανστρατὶ φρυαττόμενος, εἰσδύσας
κατεποντίσθη, ὁ νοητὸς Φαραώ, ὁ καταδιώκων σε πολύαθλε· σύ δὲ διεσώθης, εἰς γῆς
ἀπάρας ἀείζωον, ἐπαγγελίας, καὶ πηγὴν τὴν ἀθάνατον, κληρωσάμενος, τῆς ἀπείρου
θεότητος, μέλπων ὕμνον τρισάγιον, ὃν μέλπουσιν Ἄγγελοι, σὺν μυριάσι Ταγμάτων, τῶν
πρωτοτόκων γηθόμενος, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Φέρων, τῆς ζωηφόρου σαρκός, ἐν τῇ σαρκί σου παθημάτων τὴν νέκρωσιν,
προσήχθης ὡς ἱερεῖον, Γοβδελαᾶ τῷ Θεῷ, μυστικῇ τραπέζῃ προτιθέμενος, ὡς μόσχος
πολύτιμος, καὶ θυσία εὐάρεστος, ἐῤῥαντισμένος, μαρτυρίου τοῖς αἵμασι, θείου
Πνεύματος, εὐωδίας πληρούμενος· ἧς τὴν ὀσμὴν τὴν ἄῤῥητον, πιστοὶ εὐωχούμενοι, ἐν
κατανύξει καρδίας, τὴν ἄθλησίν σου γεραίρομεν, θερμῶς τῷ Σωτῆρι, ἀναπέμποντες τὸν
αἶνον, τῷ σὲ δοξάσαντα.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστων ὁ Κύριος.
Λαίλαψ, καὶ καταιγὶς πειρασμῶν, καὶ τῶν βασάνων τῶν ἀπείρων οἱ χείμαῤῥοι, οἰκίαν
τὴν τῆς ψυχῆς σου, καταλαβόντες σφοδρῶς, καταῤῥίψαι Μάρτυς οὐ κατήσχυσαν· αὐτὴν
γὰρ ἐστήριξας, ἐπὶ πέτραν ἀσάλευτον, πίστεως θείας, καὶ εἰς λίθον ἀκρόγωνον, τὸν
καὶ ἔντιμον, φωτισθεὶς θείῳ Πνεύματι· ὅθεν καὶ καταγώγιον, ἐν ἄθλοις ἐτέλεσας,
τῆς ὑπερθέου Τριάδος, ὄλβον λαβὼν ἀναφαίρετον· διὸ μή ἐλλίπῃς, ἱκετεύειν τοῦ
σωθῆναι, τοὺς ἀνυμνοῦντάς σε.
Δόξα. Ἦχος πλ. δ΄.
Τὴν πατρικὴν κληρουχίαν ἀφαιρεθείς, τὴν θεϊκὴν ἀπείληφας Βασιλείαν, Μάρτυς ἀήττητε·
διὸ καὶ πρὸς τὸν τύραννον σὸν πατέρα, τοῖς αἵμασι περιῤῥεόμενος, ἀνδρειοφρόνως
οὕτως ἐβόας· εἰ καὶ κλῆρον οὐχ ἔχω πλέον ἐν σοί, ἀλλ’ ἔχω κλῆρον τὸν οὐρανόν·
Χριστὸς ἐστί μου πατήρ, καὶ σὲ ὡς ἀντίθεον ἀπαρνοῦμαι πατέρα· ζωή μοι Χριστός,
καὶ τὸν ὑπὸ σοῦ θάνατον οὐ φρίττω· Θεὸς γάρ μοι Χριστός, κᾀγὼ χαίρων Αὐτῷ, θῦμα
τὴν ψυχήν μου προσφέρω· τρυφή μοι Χριστός, καὶ τῶν κολαστηρίων σου τῶν ἀμέτρων
οὐκ αἰσθάνομαι· φῶς μοι Χριστός, καὶ οὐ σκοτίζομαι· ὁδός μοι Αὐτός, καὶ οὐ πλανῶμαι·
σὺ δημίους ἔχεις κρεωλογοῦντάς με, ἀλλὰ Χριστός μοι πάρεστι μετ’ Ἀγγέλων
θεραπεύων με· ἡ σὴ δύναμις ἐν προστάγμασιν ἀσθενεῖ, κᾀμοῦ δὲ ἡ ἀσθένεια ἐν ταῖς
βασάνοις ἐνδυναμοῦται, παρὰ Χριστοῦ, τοῦ παρέχοντος πιστοῖς τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου,
Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν
πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸν πολύαθλον Μάρτυρα, καὶ ἀκμαῖον ἀδάμαντα, τὸν καρτερικὸν στρατιώτην, καὶ
πανεύφημον ὁπλίτην, Γοβδελαᾶν ἐν ὕμνοις τιμήσωμεν· ἐκήρυξε γὰρ Χαλδαίοις τὸν
Χριστόν, αἰκίας δριμυτάτας ἐνεγκών, νικητὴς τροπαιοφόρος, κατὰ τῆς πλάνης
γενόμενος. Δόξα τῷ δυναμώσαντι αὐτόν, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐν Μάρτυσιν
αὐτὸν συναριθμήσαντι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων
Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν
οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ
προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς θαῦμα φοβερόν, καὶ παράδοξον τέρας, πῶς ἔφερε πληγάς, ἀνεικάστους ὁ
Μάρτυς, και πάσχων ἐκραύγαζε, πρὸς τυράννους ἀγνώμονας· οὐ χωρίζομαι, τῆς τοῦ
Χριστοῦ μου ἐλπίδος, οὗπερ σέβομαι, Σταυρὸν καὶ τίμια πάθη· δι’ ὧν κόσμος
σώζεται.
Δόξα.
Θεὸν ἐπὶ τῆς γῆς, σταυρωθέντι βουλήσει, ἐπέγνως Ἀθλητά, γενναιόφρον
παμμάκαρ, καὶ Τούτῳ ἠκολούθησας, μέχρις αἵματος, Ἅγιε· ὅθεν ἔλαβες, τῶν σῶν μελῶν
πυρακτώσεις, ἀγαλλόμενος, ἐστὼς ἐν μέσῳ καμίνου, σταυρῷ τειχιζόμενος.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ μέγα τῶν πιστῶν, καὶ ἀπόρθητον τεῖχος, τὴν τῶν ἁμαρτωλῶν, κραταιὰν
προστασίαν, τὸ ἄσυλον φρούριον, καὶ στεῤῥὸν καταφύγιον, ἱκετεύω Σε,
Θεογεννήτρια Κόρη, Σύ μου πρόστηθι, ἐν τῇ ἡμέρᾳ τῆς δίκης, καὶ σῶσόν με
Δέσποινα.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Ἀκμαιότατος, ἀδάμας ὤφθης, ὥσπερ ἄσαρκος, ἐγκαρτερήσας, τὰς ἀφορήτους ἀλγηδόνας
τῶν κολάσεων, καταλιπὼν γὰρ πατέρα τὸν δύσχρηστον, υἱοθετήθης Χριστῷ διὰ
πίστεως, Μάρτυς ἔνδοξε Γοβδελαᾶ· διὸ πρέσβευε σωθῆναι ἡμᾶς, τοὺς πίστει τιμῶντάς
σε.
Δόξα. Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Ὡς στρατιώτης τοῦ Χριστοῦ ἀκατάπληκτος καὶ τροπαιοῦχος ἀληθὴς καὶ ἀήττητος,
τῶν Ἀθλητῶν τὸ καύχημα, στεῤῥὲ Γοβδελαᾶ, στέφος τὸ ἀμάραντον, οὐρανόθεν ἐκτήσω,
χαίρων σὺν Ἀγγέλοις τε, καὶ χορεύων ἀπαύστως, ταῖς σαῖς πρεσβείαις σῶζε τοὺς
πιστῶς, ἀνευφημοῦντας τὴν θείαν σου ἄθλησιν.
Καὶ νῦν. Θεοτοκίον.
Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας,
τίς ἐξειπεῖν δυνήσεται Πανάμωμε; Τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου,
τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν; ἀλλὰ τῇ Σῇ πρεσβείᾳ Ἀγαθή, τούτων μοι
πάντων, τὴν λύτρωσιν δώρησαι.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τοῦ Σταυροῦ τὴν δύναμιν, ἰδὼν σβεσθείσης καμίνου, καὶ γονεῖς καὶ στέφανον,
καὶ τὴν θρησκείαν ἠρνήσω· γέγονας, Ἀγγέλων θαῦμα στεῤῥῶς ἀθλήσας· δέδειξαι,
δαιμόνων τραῦμα πάθη νικήσας· καὶ Χριστῷ υἱοθετήθης καὶ ἐδοξάσθης, Μάρτυς
πανθαύμαστε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Ἐν καιρῷ ἐξόδου μοι, μὴ ἀποστῇς μοι Παρθένε, τὴν ψυχήν μου τότε γάρ, οἱ
πονηροὶ ἐκζητοῦσιν, οἴμοι πῶς, ἐκφύγω τούτους καί τὶ ποίησω, οἴμοι πῶς,
φρικώδεις τόπους διαπεράσω, Σὺ ἐλπίς μου, Σὺ λιμήν μου, καὶ Σοὶ προσφεύγω ὁ Σὸς
ἱκέτης, Ἁγνή.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμεῖ με πάθη·
ἀλλ’ αὐτὸς ἀντιλαβοῦ
καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γὰρ πυρὶ
ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστων ὁ Κύριος.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· προσέχετε ἀπὸ τῶν
ἀνθρώπων...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος, καὶ ἡ ἄληκτος χαρὰ καὶ ἀνέκφραστρος
ἡδονή, τῶν καθορώντων τοῦ Θεοῦ τὸ κάλλος τὸ ἄῤῥητον, ὅπου τῶν Ἀγγέλων δῆμοι καὶ
Ἁγίων ὑπάρχουσι, συνηριθμήθη τὸ πνεῦμά σου, ἀξιομακάριστε Γοβδελαᾶ· τῶν γὰρ
Περσῶν τὸ πρόσταγμα, καὶ τὸν φόβον γενναίως κατέπτυσας, τό σῶμά σου δοὺς ὑπὲρ ἀγάπης
τοῦ Κτίστου σου, ὅλον μεληδὸν κατατέμνεσθαι· ὡς οὖν ἔχων παῤῥησίαν Ἅγιε,
πρόφθασον ἐξελοῦ ἡμᾶς, τοὺς προσκαλουμένους σε, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἶτα οἱ Κανόνες·
τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ΄ (βλέπε εἰς τὸ Θεοτοκάριον, εἰς τὸν Ἦχον
α΄, τῷ Σαββάτῳ Ἑσπέρας),καὶ τοῦ Ἁγίου β΄, εἰς η΄.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τὸν Γοβδελαὰν εὐφημεῖ Κρὴς Καλλιόπιος.
ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Τὸν Κύριον αἴτησαι θεόφρον Μάρτυς, τὸν νοῦν φωτισθῆναί μου καὶ λαβεῖν
σύνεσιν, δοξάζειν σε ἐμμελῶς, τὸν ἀπὸ πάντων τῶν πιστῶν ἀνευφημούμενον.
Ὁ πόθος ὁ ἔνθεος κινεῖ με Μάκαρ, ὁ φόβος συστέλλει με Ἀθλητὰ καθάψασθαι, τῶν παλαισμάτων τῶν σῶν, ὧνπερ ὑπέμεινας στεῤῥῶς, ἀξιοθαύμαστε.
Νικᾶται ἡ σύνεσις τοῦ σοῦ οἰκέτου κηρῦξαι τὰ ἔπαθλα καὶ σεπτὰ τέρατα, δεικνύοντα ἀληθῶς, τὴν δύναμιν τὴν ἀγαθὴν, ἥνπερ ἀνέδειξας.
Θεοτοκίον.
Γυμνὸν ἐφανέρωσε δόλιος ὄφις, ἐμὲ τὸν πανάθλιον ἀρετῆς πάσης τε στερήσας με
ἐκ Θεοῦ, Ὑπέραγνε· διὸ βοῶ, σπεῦσον καὶ σῶσόν με.
Ὁ β’ Κανών. Ποίημα Ἐμμανουὴλ Τζανέ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἄναρχε Λόγε, χαρακτὴρ ἀΐδιε τοῦ ἀθανάτου Πατρός, τὰ σκοτεινὰ νέφη, τῆς ψυχῆς
μου δίωξον, τῷ συμφυεῖ σου Πνεύματι, καταυγάσας τὸν νοῦν μου, φαιδρῶς ὑμνῆσαι τὸν
Μάρτυρα, ὅνπερ τῇ γῇ ἐθαυμάστωσας.
Πάθει τὰ θεῖα τοῦ σαρκὶ πτωχεύσαντος ἀνακηρύξας τρανῶς, ὁ εὐκλεὴς Δάδας, ἐν καμίνῳ βέβληται, Γοβδελαᾶ, ἀλλ’ ἄφλεκτος, παραδόξως ἐξῆλθε, σταυροῦ ἀγκίστρῳ ζωγρήσας σε, πλάνης ἐξελὼν πρὸς εὐσέβειαν.
Πνεῦμα Κύριου Μάκαρ σε ὡδήγησεν ἐν τῇ καμίνῳ ἐλθεῖν, συνετίζοντά σε, τοῦ ἐπικαλέσασθαι, Χριστοῦ τὸ θεῖον ὄνομα, καὶ τὸ πῦρ δὲ σβεσθεῖναι, ἐνήργησεν ἐρεθίζον σε, βαίνειν εὐθαρσῶς πρὸς τὴν ἄθλησιν.
Τέμνετε χεῖρας ἀφειδῶς καὶ πόδας μου κρεωλογοῦντες πικρῶς, καὶ τὰ λοιπὰ μέλη, ῥητορεύων Ἅγιε, τοῦ Ἀνδραμέλεχ ἔλεγες, ἐγὼ γὰρ οὐ λατρεύσω πυρὶ ἐνύλῳ, ἀλλ’ ἄϋλον σέλας παντουργὸν καὶ τρισήλιον.
Ὁ προειδὼς τὸ εὐγενὲς Πολύαθλε τῆς σῆς ψυχῆς ὡς Θεός, Περσικῆς πλάνης, ἀφαρπάσας ἔδειξε, τῆς εὐσεβείας πρόμαχον, Ἀθλητὴν τροπαιοῦχον, πικραῖς βασάνοις ἀνάλωτον, καὶ στεφανηφόρον ὑπέρλαμπρον.
Θεοτοκίον.
Ἄφθορον Νύμφην καὶ Θεοῦ γεννήτριαν, ἐν ἀδιστάκτῳ ψυχῇ, οἱ εὐσεβεῖς πάντες,
Σὲ τὴν ὑψιμέδουσαν, Μητροπάρθενον ᾄδωμεν· διὰ Σοῦ γὰρ ἡ φύσις, ἡμῶν ἡ πάλαι ἐξόριστος,
θρόνῳ πατρικῷ νῦν ἐνίδρυται.
ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Ὁ πλημμελήσας ὑπὲρ ἅπαντας, τοὺς ἀνθρώπους μόνος ἐγὼ εὑρεθείς, καὶ διὰ τοῦτό
σοι βοῷ τῷ γυναίῳ ἐν Μάρτυσι, βοηθῆσαι τῷ οἰκέτῃ σου, λαβεῖν τὴν συγχώρησιν.
Βεβαρημένος τοῖς παθήμασι, καὶ ταῖς τρικυμίαις βυθῷ, καλυφθεὶς ὁ δολιόφρων, καὶ ἐχθρὸς ἐφαρπίζει ἁρπάσαι με, ἀλλὰ ῥῦσαι, καὶ ἀνάγαγε πρὸς φῶς μετανοίας με.
Δεῖξόν μοι τρίβον τὴν σωτήριον, δι’ ἧς Βασιλείαν Θεοῦ εἰσελθεῖν, ἀξιωθῶ τε τῶν ἐκεῖ ἀπολαῦσαι δυνάμεων, καὶ ἀκοῦσαι τὴν τρισάγιον, ᾠδὴν ἀγαλλόμενος.
Θεοτοκίον.
Ἐγὼ ὑπάρχω Ὑπερθαύμαστε τὸ σπατρὸν δοχεῖον μεστὸν μολυσμοῦ, ὅπερ ποιῆσας
καθαρὸν δυσωπῶ Σε Πανύμνητε, καὶ ἐμπλῆσάς με τῆς χάριτος Χριστοῦ Θεονύμφευτε.
Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Γενναιοτάτῳ λογισμῷ καὶ ψυχικῇ διαθέσει, τοῦ πατρὸς καταπατήσας τὸ σέβας,
καθυπήνεγκας σφαγὴν ὑπὲρ Χριστοῦ γενόμενος, τέκνον τῆς ἀνεσπέρου μακαριότητος Ἔνδοξε.
Ἀνηλεῶς οἱ ἀπηνεῖς ἐτύπτουν σε τοῖς βουνεύροις, προσταγῇ τοῦ λυμεῶνος τυράννου, σὺ δ’ ὑπέστης καρτερῶς, Γοβδελαᾶ αὐχόμενος, Ἄγγελον γὰρ ἑώρας, θεόθεν σὲ ἐνισχύοντα.
Δίφρῳ ἐπέβη φλογερῷ ὡς ἀληθὴς τροπαιοῦχος, ἀνιὼν πρὸς τὸν νυμφῶνα καὶ φέρων ἀντὶ σκήπτρου τὸν Σταυρόν, καὶ ὡς πορφυρὰν αἵμασιν ἠμφιεσμένος Μάκαρ, συμβασιλεύεις τῷ Κτίστῃ σου.
Θεοτοκίον.
Νομοθεσίαις τοῦ ἐκ Σοῦ σεσαρκωμένου Δεσπότου, πειθαρχήσας παναμώμητε Κόρη, ὁ
κλεινὸς Γοβδελαᾶς, ἀνόμους ἐτροπώσατο, Σὲ συνεργάτην ἔχων, τὴν σώζουσαν τὰς ψυχὰς
ἡμῶν.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὁ μολύνας τὴν σάρκα καὶ τὴν ψυχήν, ἐξ ἀμέτρων πταισμάτων μόνος ἐγώ, καὶ σχῆμα
τὸ ἅγιον, ὅπερ ἔλαβον δεύτερον, μοναστῶν τῆς διαίτης, ἀπέστην θελήματι, καὶ Ἱερωσύνης,
καταχράνας τὸ δῶρον, ἀχρεῖος κατέστηκα· ὅθεν δυσωπῶ σε, καλλονὴ τῶν Μαρτύρων,
καὶ πίστει κραυγάζω σοι, δωρηθῆναί μοι σύνεσιν, τοῦ μὴ πράττειν τὰ βλέποντα, τὴν
ψυχήν μου τὴν δύστηνον, ἀλλὰ πορεύεσθαι ἴχνη τὰ δίκαια, φέροντα Παραδείσου ἐντός,
καὶ σύν Ἀρχαγγέλοις χορεύειν ἀείποτε.
Δόξα.
Ἀδιστάκτῳ τῇ πίστει Μάρτυς Χριστοῦ, τῶν τυράννων τὰ θράση καταβαλών,
γενναίως νενίκηκας, τὸν ἀρχέκακον δρακοντα, ὑπενεγκὼν μυρίαις αἰκίας στεῤῥότατα,
ὑπομονῆς τε ὤφθης, θεότευκτον ἄγαλμα· ὅθεν τῶν βασάνων, ἀμοιβὴν ἐκομίσω, τὴν
χάριν τοῦ Πνεύματος, ἰατρεύειν νοσήματα· διὸ πίστει κραυγάζω σοι, σπεῦσον καὶ
δεήθητι Θεῷ, τῆς ψυχῆς μου τὰ πάθη ἰάσασθαι, τὰς σὰς σεπτὰς ἀλγηδόνας προτιθεὶς
ἀντίλυτρον.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς ποτὲ τὸν Τελώνην ὁ Σὸς Υἱός, τὸν Ληστὴν καὶ τὴν Πόρνην καὶ Μανασσῆν,
Πέτρον τὸν Ἀπόστολον, καὶ Δαβὶδ τὸν θεσπέσιον, ἐδικαίωσεν ὄντως παρ’ ἐλπίδα ἅπαντας·
οὕτως Σὺ Θεονύμφευτε κᾀμὲ ἐλευθέρωσον, ὅτι προστασία, Παναγία ὑπάρχεις, τοῖς
πόθῳ κραυγάζουσι, καὶ πιστῶς ἐκ βοῶσί Σοι τοῦ Ἀγγέλου τὰ ῥήματα· χαῖρε Κόρη
πανάσπιλε, χαῖρε Νύμφη ἀνύμφευτε, χαῖρε πανθαύμαστε καὶ πανυπέρλαμπρε Δέσποινα
Παρθένε ἁγνή, διὰ Σοῦ γὰρ σωτηρίας τυγχάνομεν.
ᾨδὴ δ΄. Ἐν Πνεύματι προβλέπων.
Λαμπρόν σε ἐν τοῖς ἄθλοις, ἀνέδειξε Χριστός, ὑποτάξας ἔνδοξε, ὡραίοις σου
ποσί, τὸν ἐν κακίᾳ δυνάστην ἀνθρωποκτόνον, ὥσπερ στρουθίον ἐμπαιζόμενον,
παιδίοις νίκης παρασχών σοι τὸ τρόπαιον.
Ἀνάλαβε Μαρτύρων Ἁγίων τοὺς χορούς, καὶ πρεσβείαν ποίησον ὑπὲρ ἐμοῦ βοῶν· τοῦ φωτισθῆναι τὸ ὄμμα τῆς διανοίας, καὶ ἐμπλησθέντα τῆς τροφῆς τῆς ἀκηράτου, χάριν με καὶ δύναμιν δέξασθαι.
Ἀνείληφας βραβεῖον ἐλαίας ἀγαθόν, κᾀμοὶ τοῦτο δώρησαι, στεῤῥὲ Γοβδελαᾶ, τοῦ ἐκνικῆσαι τὰ ὅπλα τοῦ ἀντιπάλου, καὶ ἀποῤῥίψαι τὸν κημὸν τῆς ἁμαρτίας, δόλῳ τὸν φερόμενον θάνατον.
Θεοτοκίον.
Ἐν ᾄσμασιν ὑμνῶ Σε Παρθένε Μαριάμ, καὶ γεραίρω Πάνσεμνε καὶ ἄχραντε Σκηνή,
τὰ μεγαλεῖά Σου Κόρη ἐπιγνωσθέντα, ἐν τῷ ἀθλίῳ δυστυχεῖ καὶ φαρμαχθέντι, νεύσει
πονηρᾷ τοῦ ἀλάστορος.
Ἕτερος. Σύ μου Χριστέ.
Πυρσολατρεῖν ὕδατι ἄστροις ἡλίῳ τε, αἰκισμοῖς σε Μάρτυς κατηνάγκαζεν, ὁ σὸς
πατὴρ ταῦτά σοι βοῶν· σὺ μοῦ ζῇς ἐν τούτοις καὶ δίχα τούτων νενέκρωσαι, τὶ οὖν ἀνοηταίνεις
προσκυνῶν ὡς Δεσπότην, τὸν θανάτῳ λησταῖς συγκατάκριτον;
Ὕδωρ καὶ πῦρ ἔλεγες Μάκαρ τρεπτά εἰσι, καὶ φωστῆρες ἀλλοιοῦνται τύραννε, καὶ οὐ θεοί, μόνος δὲ Χριστὸς ἄτρεπτος ὑπάρχει Θεός τε καὶ ἀναλλοίωτος, εἰ γὰρ καὶ ἐσταυρώθη τῇ σαρκὶ ἀλλ’ ἀνέστη, ὡς Θεὸς διαμένων ἀθάνατος.
Ὡσεὶ ἀσπὶς ἔκλεισεν ὦτα ὁ τύραννος, μήτι φέρων λόγων σου τὴν σάλπιγγα, λεοντιαίᾳ κράξας φωνῇ, τῷ Γαργάλῳ Μάκαρ βιαίως τοῦ ἀποκτεῖναί σε, βοῶν φέρε δὴ γνῶμεν, οὐχ υἱὲ ἀλλ’ ἀντάρτα εἰ ἰσχύῃ Χριστὸς σὲ ζωώσασθαι.
Ἐξ ἀφεγγοῦς πλάνης ἀστρώας ἀνέκυψας, καὶ ἡλίου μᾶλλον περιήστραψας μαρτυρικῷ αἵματι λουσθεὶς, κᾀμὲ ἐκ τῶν ἔργων τοῦ σκότους Μάκαρ ἀνάγαγε, εὐχαῖς σου καὶ ἐν ὥρᾳ τῆς φρικτῆς καταδίκης, πρόστηθί μοι, Θεὸν ἱλεούμενος.
Ἡ βασιλὶς καὶ θεία πρόνοια ἔνδοξε, σὲ ἐκ ῥίζης βασιλέων εἴληφε, καὶ ὥσπερ κλάδον ἐγκεντρισμῷ ἐξ ἀγριελαίας πρὸς πίστιν θείως συνήρμοσε, ἀῤῥήτοις ἐπομβρίαις ἐπαρδεύων σε Μάκαρ, καλλιέλαιον Μάρτυρα ἀνέδειξε.
Τὸν σκορπισμὸν σώματος λώρων ἀφαίρεσιν ἀπτοήτῳ ἔφερες φρονήματι, τὸν γὰρ Χριστὸν εἶχες συνεργὸν θείᾳ δυναστείᾳ, τὸ ἀσθενές σου ῥωννύοντα, καὶ ὑγιῆ δεικνύοντα, σὲ ὡς πρότερον Μάρτυς, βεβαιοῦντα τὴν θείαν ἀντίδοσιν.
Θεοτοκίον.
Βάτον Μωσῆς καὶ ὁ Δαβὶδ πόλιν ἔμψυχον θεῖαν στάμνον, κιβωτὸν καὶ τράπεζαν
τοῦ ζῶντος ἄρτου συμβολικῶς, οἱ σεπτοὶ Προφῆται Παρθένε Σὲ προκατήγγειλαν, ἡμεῖς
δὲ Θεοτόκον, ἀληθῶς καὶ κυρίως, ὀρθοδόξως φρονοῦντες Σὲ μέλπομεν.
ᾨδὴ ε΄. Τὴν Σὴν εἰρήνην.
Ὑμνεῖν ἀξίως δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ, οὕσπερ ἐκ τοῦ σκότους βυθοῦ καὶ
φλογώσεως, τῆς ἁμαρτίας ἀνεκάλεσας, ἔτι φρουρὸς πέλεις τῶν ἐπικαλουμένων.
Φθείρας ἀθλίως τὴν φαιδρὰν στολὴν τοῦ Θεοῦ, ἄλλος οὐκ ἔστιν ὡς ἐγὼ ὁ παμβέβηλος· διὸ βοῶ σοι ἀξιάγαστε Γοβδελαᾶ, σῶσον δοῦλον τὸν σὸν ἀχρεῖον.
Ἡ σὴ πρεσβεία ἐπ’ ἐμοὶ ἐλθέτω ταχύ, δεικνύουσάν μοι τὴν ὁδὸν τὴν ἄγουσαν, πρὸς ἀφθαρσίαν ἀτελεύτητον, ὅτι τυφλὸς πέλω, καὶ εἰς κρημνὸν βαδίζω.
Θεοτοκίον.
Μόνη φανεῖσα καθαρὰ Χριστοῦ τοῦ Θεοῦ, ἄλλη γὰρ ἐκτός Σου Θεὸν οὐ γεγέννηκε,
τὸ ὄνομά Σου ὀνομάζομεν, ὅτι λιμὴν πέλεις ἡμῖν τοῖς Σὲ ζητοῦσι.
Ἕτερος. Ἴνα τί με ἀπώσω.
Τὴν τερπνὴν θεωρίαν, νοΐ φανταζόμενος καὶ τὴν λαμπρότητα τὴν τοῦ
Παραδείσου, οὐκ ᾐσθάνου Σοφὲ ἐν τῷ σώματι, τῶν πλευρῶν τὰς ξέσεις, καὶ ῥαβδισμοὺς
τοὺς διαφόρους, Ἀθλοφόρε, Μαρτύρων ἀγλάϊσμα.
Ἀπὸ σοῦ ἐμακρύνθην, Κύριε Φιλάνθρωπε, ἐγὼ ὁ ἄσωτος, ἁμαρτίαν πᾶσαν, ἐκτελέσας εἰς θάνατον, ὕπνωσα ἀλλ’ ἀνάστησόν με, Γοβδελαᾶ τοῦ Σοῦ πρεσβείαις, μετανοίας παρέχων μοι δάκρυα.
Οἱ κρουνοὶ σῶν αἱμάτων, Μάκαρ ἐναπέσβεσαν πλάνης τοὺς ἄνθρακας, σταλαγμοὶ ἰχώρων, ἐθεράπευον πάθη ἀνίατα, ῥῶσιν ἐχορήγουν, καὶ μαρτυροῦσι τῶν δεσμίων, αἱ πληγαὶ ἰαθεῖσαι σῇ χάριτι.
Ἐν φρουρᾷ συγκλεισθέντι, ὤφθη οὐρανόθεν σοι Κυρίου Ἄγγελος, συμπαθῶς ἐξαίρων, Ἀθλητὰ γενναιόφρον πολύαθλε, ἐκ τῶν ἀκοῶν σου, τὸν πεφλεγμένον ὀβελίσκον, τὰς φρικτάς σου ὀδύνας ἰώμενος.
Θεοτοκίον.
Ἡ Παρθένος παρθένον, σάρκα ἐχορήγησε Θεῷ τῷ πρύτανι, ἀψευδὴς μὲν γλώσσῃ, ἀμιγὴς
δὲ τῷ σώματι πέλουσα, τὸν διαφθαρέντα, Ἀδὰμ ἀντ’ Εὔας, ἀναπλάττει ἀποδοῦσα τὸ
χρέος πληρέστατον.
ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Εἰρηναίαν μοι ζωήν, καταπέμψαι δυσωπῶ, ἱκεσίαις Ἀγαθέ, τοῦ θεράποντος τοῦ
Σοῦ, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα δόξα Σοι.
Ἵνα γένῃ κοινωνός, τοῦ Σωτῆρος Ἰησοῦ, ἐκρεμάσθης Ἀθλητά, ὡς κακοῦργος ἀφειδῶς, δόξης οὖν σῆς, συγκοινωνόν με δεῖξον Πολύαθλε.
Κυβερνήτης μοι γενοῦ, τῷ βεβήλῳ Ἱερεῖ, ἀναξίως τὰς εὐχάς, ἀναφέροντι Θεῷ,
καὶ φώτισον τὸν νοῦν μου Μάκαρ, πρὸς θείαν ἔλλαμψιν.
Θεοτοκίον.
Ῥαθυμίας χαλεπάς, καὶ δαιμόνων προσβολάς, ἐξαφάνισον Ἁγνή, τοῦ
προσφεύγοντος πιστῶς, τῇ σκέπῃ Σου, καὶ ἐξαιτοῦντος τὴν Σὴν βοήθειαν.
Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Μανέντες οἱ δυσσεβεῖς, εἰς ὕψος σὲ ἀπῃώρησαν, τοὺς ὤμους σου δὲ στεῤῥέ, ὀγκίνοις
προσπήξαντες ἔσπευδον, χωρῆσαί σε τῆς Χριστοῦ ἀγάπης, ἀλλ’ εἰς μάτην ἐκοπίασαν.
Ἀκαταπλήκτῳ ψυχῇ, γενναῖε Μάρτυς ὑπήνεγκας, τραχήλου καὶ κεφαλῆς, δορᾶς τὴν ἀφαίρεσιν, ὀδόντων ἐκρίζωσιν, καὶ ὀνύχων πλήξας, κραταιῶς τὸν κοσμοκράτορα.
Ἐν πέτρᾳ τῇ ἀῤῥαγεῖ, Χριστὸς τῆς ὁμολογίας σου, πολύτλα Γοβδελαᾶ, τὴν πίστιν στηρίζων σου, φοβερόν σε ἔδειξε, τοῖς ὑπεναντίοις, καὶ νοσοῦσι θεῖον φάρμακον.
Θεοτοκίον.
Παράδεισος νοητός, ἐδείχθης Κόρη πανάσπιλε, καὶ ῥίζα τοῦ τῆς ζωῆς, ξύλου
θεοφύτευτος, Χριστὸν γὰρ ἐβλάστησας, τὸν ζωοποιοῦντα, τοὺς θανόντας δρακοντείῳ ἰῷ.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῶν Περσῶν φρυάγματα, κατεπατήθη, τῇ στεῤῥᾷ ἐνστάσει σου, Γοβδελαᾶ
καρτερικέ, καὶ γὰρ ἀνδρείως ὑπήνεγκας, τοῦ σοῦ πατρὸς δεινὰ κολαστήρια.
Ὁ Οἶκος.
Τίς ἱκανὸς λαλῆσαι, καὶ ποίου στόματος γλῶσσα ἐξειπεῖν τὰ σὰ γενναῖα
παλαίσματα, ἅπερ παρὰ πολλῶν καὶ διαφόρων τυράννων καὶ δικαστῶν, καθυπήνεγκας·
οἵτινές σοι τῷ πολυάθλῳ καὶ ἀνδρείῳ Γοβδελαᾷ ἐνεδείξαντο πᾶσαν πεῖραν βασάνων. Ἀλλ’
αὐτὸς ἄνω τὸ τῆς ψυχῆς ὄμμα ἔχων ἀεὶ τὰς τοιαύτας τιμωρίας εἰς οὐδὲν
λογισάμενος, μᾶλλον τροφὴν οὐράνιον ἡγήσω, ἅπερ ὑπέμενες. Διὸ κᾀγὼ εἰ καὶ ἀνάξιος
τυγχάνων, σοῦ δέομαι, ἱκετεῦσαι, τοῦ δωρηθῆναί μοι τῷ σῷ βεβήλῳ οἰκέτῃ ὑπομονήν,
ὅπως φύγω τὰς δεινὰς παγίδας τῶν δαιμόνων, καὶ τύχω τῆς οὐρανίου δόξης σὺν σοὶ
τῷ νικήσαντι τὰ τοῦ σοῦ πατρὸς δεινὰ κολαστήρια.
Συναξάριον.
Τῇ ΚΘ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν ἐν Περσίᾳ Ἁγίων Μαρτύρων Γοβλελαᾶ, Δάδα,
Κασδόου καί Κασδόας.
Ὁ Γοβδελαᾶς πείρεται τοῖς καλάμοις,
Τὸν καλάμῳ τυφθέντα Χριστόν μου σέβων.
Ξίφει μεληδὸν σῶμα πᾶν τετμημένος,
Τὸ πνεῦμα σῴζεις, Μάρτυς Ὑψίστου Δάδα.
Ἀθλοῦσιν ἄμφω Κασδόος καὶ Κασδόα,
Ὁ μὲν σπαθισθείς, ἡ δὲ θλασθεῖσα ξύλῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον
καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Τοὺς ἐν καμίνῳ παῖδας.
Ἡ ῥαθυμία ἔπλησε κακῶν, τοὺς δούλους σου, οὐδὲ ἀπολείπεται τὸ πῦρ, τῆς
ἡδονῆς τοῦ ἀναφλέγειν τὴν καρδίαν εἰς ἀνοίας πάντοτε, Γοβδελαᾶ Ἀθλητὰ βοήθει
πᾶσιν ἡμῖν.
Σὺ σωτηρίας πρόξενος ἡμῖν, καὶ πρόμαχος οὐδὲ κατενάρκησας ποτέ, τοῦ ἐξελεῖν ἡμᾶς τοὺς ὑμνητάς σου, ἐκ κινδύνων κράζοντας· ἀπὸ καρδίας θερμῶς χαριστηρίους ᾠδάς.
Κακῶς διάγω εὔσπλαγχνε Σωτήρ, ταλαίπωρος καὶ ἀμετανόητος εἰμὶ ὥσπερ ποτὲ οἱ ἐν Σοδόμοις ἀσεβοῦντες· ἀλλὰ πρόσχες Κύριε, τοῦ Ἀθλητοῦ ταῖς φωναῖς βοῶντος ὑπὲρ ἐμοῦ.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε Μήτηρ τοῦ Θεοῦ, ἱκέτευσον, τὸν ἐκ Σοῦ τεχθέντα δι’ ἐμὲ τοῦ Σοῦ
πιστοῦ οἰκέτου, ὅπως λάβῳ σύνεσιν τοῦ Ἁγίου Πνεύματος, δι’ οὗ παγίδων ῥυσθῶ τῶν
ἀοράτων ἐχθρῶν.
Ἕτερος. Θεοῦ συγκατάβασιν.
Χρυσοῦ τιμιώτερος Τρισμάκαρ ὤφθης, δοκιμασθεὶς ἐν πυρί, τῶν βασάνων
πολλάκις, ἐν ὕδασί τε πολυειδῶν πειρασμῶν παθῶν ἀχράντων σφραγῖδα δεξάμενος,
ἐταμιεύθης ἐν ᾧ οἱ θησαυροὶ τῆς ζωῆς.
Σκορπίσας τὰ μέλη μου ἠπείλησάς μοι, ὦ υἱοκτόνε πατήρ. Μὴ βραδύνῃς τῷ ξίφει
σφάττε συντόνως, ἔκραζες Μάρτυς Χριστοῦ, ἐγὼ λατρεύειν Θεῷ ζῶντι ἔγνωκα, καὶ οὐ
ξοάνοις νεκροῖς καὶ ψευδωνύμοις θεοῖς.
Ἀγγέλους κατέπληξας, τῇ καρτερίᾳ τῇ σῇ στεῤῥὲ Ἀθλητά, ἀφορήτους αἰκίας φέρων γενναίως, καὶ ὥσπερ πάλαι Σαμψών, σαρκὶ ἀσάρκῳ θηρὶ συμπλεκόμενος, τὰς σιαγόνας αὐτοῦ, ἦγξας ῥυσθεὶς πειρασμῶν.
Ὁρῶν σε ἀήττητον Χριστοῦ, τῇ πίστει Μάκαρ ὁ τύραννος, εἰς κοχλίαν τεκτόνων, ἀνηλεῶς σε γυμνὸν κατέκλεισεν, ξέων καὶ φλέγων μασχάλας καὶ πόδας σου, σὺ δὲ ὡς πύργος στεῤῥὸς οὐκ ἐσαλεύθης τὸν νοῦν.
Τὸν πρὶν λύκον γάργαλον λῃστὴν καὶ μάγον, λόγοις σου Μάρτυς σοφέ, μετεσκεύασας ἄρνα θυσιασθῆναι ὑπὲρ ἀγάπης Χριστοῦ, καὶ εἰσαχθῆναι εἰς μάνδραν οὐράνιον, ἐπὶ νομὰς ζωηρὰς τοῦτον ὡδήγησας.
Θεοτοκίον.
Νεᾶνις ἀπείρανδρος, ἐδείχθη Μήτηρ τοῦ ἀπροσίτου φωτός, τὸν γὰρ ἄναρχον
Λόγον, τὸν ἐκ Πατρὸς ἀχρόνως ἐκλάμψαντα, ἀδιαφθόρως ἐν χρόνῳ ἐκύησε λυτρωσαμένη
ἡμᾶς τῆς ἀρχεγόνου ἀρᾶς.
ᾨδὴ ζ΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Λυτρούμενος Ἅγιε παντοίων πειρασμῶν, τὸν Κτίστην καὶ Κύριον δοξάζω ἐκτενῶς,
δοξάσαντα πάλαι σὲ πολύτλα λαμπρῶς ἐν τοῖς οὐρανίοις καὶ ἐν τοῖς ἐπιγείοις.
Λειμὼν εὐωδέστατος ὑπάρχεις Ἀθλητά, εὐφραίνων τὰ Τάγματα, Ἀγγέλων νοερῶν,
Μαρτύρων, Ἁγίων ἱερῶν Πορφητῶν τε καὶ Ἀποστόλων, καὶ Ἱερομαρτύρων.
Ἰδοῦσά σε ἔπτηξε δαιμόνων στρατιά, στεφάνῳ κοσμούμενον ὡς ὄντα ἱερόν, περιβεβλημένον, ἐν ἐσθῆτι λαμπρῷ, καὶ κατατρυφῶντα Τριάδος τῆς Ἁγίας.
Θεοτοκίον.
Ὁ μόνος τὴν σάρκαν μου φορέσας ἀληθῶς, σωθῆναι ἀξίωσον ἐμὲ τὸν ἐμπαθῆ,
πρεσβείαις Οἰκτίρμον, τῆς Μητρός Σου Θεέ, Παρθένου Μαρίας τῆς Σὲ ἁγνῶς
τεκούσης.
Ἕτερος. Ἑπταπλασίως κάμινον.
Ἰχνηλατήσας Ἔνδοξε, πάθη κοσμοσωτήρια, ξύλῳ ἀνηρτήθης τοξευθεὶς τοῖς
βέλεσιν, ἀλλ’ ἄτρωτος ἔμεινας, τὰ κατὰ σοῦ πεμπόμενα δὲ βέλη ἐν ἀέρι ἀπῃώρηντο
θάμβει, ἓν δ’ αὐτοῦ ἀντιστρέψαν τοῦ Γαργάλου τὸ ὄμμα, ἐξώρυξε δεικνύον Θεοῦ τὴν
δυναστείαν.
Δυνατωτέραν κέκτησαι τοῦ πυρὸς τὴν προαίρεσιν, καὶ τὸν θεῖον πόθον τῆς φλογὸς θερμότερον· διὸ καρτερόψυχε καὶ ἐπέβης ἔνδον χαλκοῦ, τοῦ μετὰ τεάφου, καιομένου καὶ πίσσης, ἀλλ’ ἄφλεκτος ἐξῆλθες ὥσπερ πάλαι οἱ παῖδες, Χριστὸν τὸν σώζοντά Σε δοξάζων εἰς αἰῶνας.
Προβιβασθεῖσα πρότερον πατρικαῖς παραινέσεσιν ἡ σὴ ἀδελφὴ Γοβδελαᾶ προσῆλθέ σοι, θαῤῥοῦσα τῆν ἔφεσιν τὴν πρὸς Θεὸν ἐκλύειν σου, ἡ δὲ νικηθεῖσα τοῖς σοῖς λόγοις ἐθέλχθη τῷ Κτίστῃ νυμφευθῆναι διὰ τοῦ μαρτυρίου, καὶ μετὰ σοῦ δοξάζειν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἐκ τοῦ Ὑψίστου δύναμις, κατελθοῦσάν σε ἴσχυσε, φέρειν τοῦ δεινοῦ πατρός σου τὴν ἀπήνειαν, τῶν ἵππων λακτίσματα, τὰ τῶν σουβλῶν κεντήματα, καὶ τὰ ἐξ αὐτῶν γεγενημένας ὀδύνας, βοῶντας Ἀθλοφόρε· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Καρτερικῶς ὑπήνεγκας, καὶ γενναίως νενίκηκας, τοὺς δυσφορωτάτους αἰκισμοὺς
Μυρίαθλε· διὸ ὡς ἀήττητον, ὁ Βασιλεὺς τῆς δόξης Χριστὸς ᾖρεν ἐκ τῆς γῆς λαμπρῷ
στεφάνῳ κοσμήσας, χοροῖς συναριθμῶν σε τῶν Ἁγίων Μαρτύρων, ὁρᾷν Αὐτοῦ τὸ
κάλλος, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Τὰς ἐμπαθεῖς κινήσεις μου, τῇ ἀγρύπνῳ πρεσβείᾳ Σου, κοίμισον Παρθένε
Θεοτόκε δέομαι, φθορᾶς ῥυομένη με τῶν ἀλαστόρων ὁδοστατῶν, τὴν ἐλεεινὴν
καθοδηγοῦσα ψυχήν μου, πρὸς τρίβους μετανοίας, ἐπὶ Σοὶ γὰρ προστρέχω· διὸ μή με
παρίδῃς εἰς τέλος ἀπόλεσθαι.
ᾨδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.
Ποικιλοτρόπως βυθίζει, εἰς ἁμαρτίας ὁ πλάνος, ἀποπλανῶν με τῆς ὁδοῦ, καὶ
προβάλλει τὰ πάθη, ἀπογινώσκειν τε ποιεῖ, δωρήματος Ἅγιε οὗ εἴληφας, παρὰ σοῦ
εὐλαβείᾳ, Ἀθλοθέτα τοῦ Σωτῆρος Ἰησοῦ.
Ἰδὼν τὸν πόνον μου μάκαρ, ᾦσοι προσάγω τὸν ὕμνον ὡς δυνατόν μοι Ἀθλητά, εἰ καὶ λίαν ὑπάρχω, τῶν ἀμυήτων ἐν γραφαῖς, ἀναξίως ἄνθρωπος καὶ ἄθλιος, μεγαλύνω σε ὅμως, ὡς προστάτην τῶν πιστῶν ἡμῶν Σοφέ.
Οὐ δειλιῶ προσεγγίσαι, καὶ ἐξαιτῆσαι τὴν χάριν, ἀντιλαβεῖν Γοβδελαᾶ, τοῦ καμάτου τὸ γέρας, καὶ ἀφανίσαι διὰ σοῦ τὰ σκάνδαλα ἅπαντα, τὰ φέροντα, πρὸς ἀπώλειαν πάντας, τοὺς τελοῦντας τοῦ Βελίαρ τὴν βουλήν.
Θεοτοκίον.
Σὲ προστασίαν καὶ σκέπην, πρὸς Σὸν Υἱὸν κεκτημένος, Σύ μου ἐλπὶς καταφυγή,
Παναγία Παρθένε, καὶ διὰ τοῦτό Σοι βοῶ· Μαρία πανάσπιλε ἀξίωσον, τὸν πολλὰ
ἐπταικότα, λυτρωθῆναι, καὶ ζωῆς ἐπιτυχεῖν.
Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Στρεβλοῦντες ἀπανθρώπως χεῖρας τὰς σάς, Ἀθλητὰ ἐν τοῖς ξύλοις καθήλωσαν, οἱ
δυσμενεῖς, κατηνάγκαζόν τε πυρσολατρεῖν, σὺ δὲ θερμῶς ἱκέτευες, βάπτισμα τὸ
θεῖον ἐπιζητῶν· ὅθεν διὰ νεφέλης, ὑδατελαιοῤῥύτου, φωνὴ Κυρίου σὲ ἐβάπτισεν.
Ὡς ἄκακον ἀρνίον Μάρτυς Χριστοῦ, μιαιφόνων χερσὶ τεθανάτωσαι, μέλη σαρκός, ὀξέσι καλάμοις ἐκκεντηθείς, παρέθου ἐπευχόμενος, τὴν ψυχὴν εἰς χεῖρας ζῶντος Θεοῦ· διὸ ὁ οὐρανός σοι, ἠνοίγη καὶ ἡ θεία, χώρα τῶν ζώντων σε ἐδέξατο.
Ὡς ἄλλος ἀπεφάνθης Μάρτυς σοφέ, οὐρανοῖς τοῖς πρακτέοις ὡς ἄστρασιν, ἄθλοις τοῖς σοῖς, κατηγλαϊσμένος δύνας εἰς γῆν, ἀλλὰ πρωΐ ἀνέτειλας, φέρων ὥσπερ ἥλιον τὸν Χριστόν, λαμπρύνων ὡς σελήνην, τὴν ἱερὰν ψυχήν σου, καὶ καταυγάζων τοὺς ὑμνοῦντάς σε.
Μετέστης ἔνθα ἦχος ὁ καθαρός, καὶ φωνὴ ἀνεκφράστου τερπνότητος, Γοβδελαᾶ, τῷ ἀστέκτῳ θρόνῳ παρεστηκώς, καὶ τῶν μακρῶν ἀγώνων σου, ἐκ Θεοῦ λαμβάνεις τὰς ἀμοιβάς, ἀπαύστως ἱκετεύων, ἀφέσεως πταισμάτων, ἀξιωθῆναι τοὺς τιμῶντάς σε.
Θεοτοκίον.
Τῷ πόθῳ τετρωμένος τοῦ Σοῦ Υἱοῦ, ὑπὲρ τούτου Παρθένε προσέδραμεν, ὁ
Ἀθλητής, τὸ θανεῖν προκρίνας μᾶλλον τοῦ ζῇν· ὅθεν Αὐτὸν ἐκήρυττεν, ἔναντι
τυράννων καὶ δικαστῶν, Θεὸν σεσαρκωμένον, ἄνευ σπορᾶς τεχθέντα, ἐκ Σοῦ τῆς
μόνης Θεομήτορος.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν νοερὸν ἀδάμαντα, καὶ πίστεως ὑπέρμαχον, τὸν ἄριστον στρατιώτην, Χριστοῦ
τοῦ παμβασιλέως, Γοβδελαᾶν τὸν ἔνδοξον, πιστῶς ἀνευφημήσωμεν· ἀθλήσας γὰρ
στεῤῥότατα, ὑπὲρ τοῦ κόσμου ἀπαύστως, ἐξιλεοῦσαι τὸ θεῖον.
Ἕτερον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Γοβδελαᾶν ὑμνήσωμεν, ὡς ὄντα ῥωμαλέον, πίστιν Χριστοῦ τηρήσαντα, ἔναντι
βασιλέων, λαθεῖν θελόντων τὴν δόξαν ἄνακτος σταυρωθέντος, θελήσει ὑπομείναντος,
δι’ ἡμᾶς πάντα πάθη, καὶ τὴν ταφήν, καὶ ἁγίαν ἄνοδον τοῦ διδόναι, τοῖς πίστει
ταῦτα σέβουσι, χάριν τῆς βασιλείας.
Θεοτοκίον.
Ὁ εὐτελὴς οἰκέτης σου, πάντοτε καταφεύγει, εἰς τὴν πολλὴν καὶ ἄμετρον
Δέσποινα εὐσπλαγχνίαν, τὴν Σὴν ἵν’ εὕρῃ συγγνώμην, τύχῃτε βασιλείας, Υἱόν Σου
λιτανεύουσα, ἐπ’ αὐτῷ τῷ ἀχρείῳ, καὶ ταπεινῷ, καὶ ἀθλίῳ δούλῳ Σου Πάναγνε.
Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔδωκας Φιλάνθρωπε, τῷ σῷ οἰκέτῃ τὴν δύναμιν, τοῦ νικῆσαι τὸν τύραννον, καὶ
μωρολογήματα, αὐτοῦ ἐκφαυλεῖσαι, καὶ καταπατῆσαι, τὰ κολαστήρια νῦν δέ, ὡς
νικηφόρον ὑπὲρ Σοῦ ἔστεφας, Γοβδελαᾶν τὸν Μάρτυρας, κληρονομίαν δωρούμενος, τὴν
τρυφὴν τὴν ἀδάπανον, Βασιλείας Σου Κύριε.
Κατακεντηθῆναί σου, ἅπαν τὸ σῶμα Πολύαθλε, ὁ ὡμὸς καὶ ἀπάνθρωπος, Γάργαλος προσέταξεν, ἰξέου καλάνοις, ἐπὶ πολλὰς ὥρας ἐκ κεφαλῆς, μέχρις ποδῶν βιαίων σπεῦδων, τοῦ ἀπολέσαι σε, ἀλλ’ ἔστης καρτερώτατος, τρήσεων ἄλγει τρυχόμενος, ἱκετεύων τὸν Κύριον, σὲ λαβεῖν εἰς ἀπόλαυσιν.
Ὡς εἶδον τὸ σῶμά σου, θανατωθὲν ἐκκεντήμενον, ἐν καλάμοις οἱ δήμιοι, στεῤῥὲ οὐκ ἠρκέσθησαν, χεῖράς τε καὶ πόδας, δεσμεύσαντες ἵπποις, τῇ τοῦ Γαργάλου προσταγῇ, τόποις πετρώδεσι περιέσυρον, ὅπως ἐν γῇ τὸ σῶμά σου, κοπτὲν εἰςτμήματα γένωνται, ἂν πιστοὶ συνελέξαντες, εἰς αὐτῶν λύτρωσιν.
Δαδιὴς Ἀρμαζαὰκ καὶ Αὐδιὴς οἰ πρεσβύτεροι, τὰ κοπέντα ἀθρήσαντες, μέλη σου Πολύαθλε, σινδόνι καὶ μύροις, εἰλίσαντες πίστει, τόπῳ ἐκήδευσαν σεπτῷ, στάσιν παννύχιον ἐκτελοῦντές σοι· σὺ δ’ ὤφθης μετὰ θάνατον, μέσον αὐτῶν ἐπευχόμενος, τὸν μισθὸν ἀπολήψεσθαι, ἐκ χειρὸς τοῦ Κυρίου σου.
Δόξα. Ἦχος πλ. δ΄.
Μάγοι Περσῶν, δῶρα, χρυσόν, καὶ λίβανον καὶ σμύρναν προσήνεγκαν Χριστῷ τῷ
ἀθανάτῳ Βασιλεῖ, καὶ Θεῷ ἡμῶν, ἐν τῇ Αὐτοῦ γεννήσει. Σὺ δὲ πολύτλα Γοβδελαᾶ ὡς
μιμητὴς ἐκείνων, μετὰ τὴν Αὐτοῦ ἀνάστασιν, ψυχήν, αἷμα καὶ σῶμα ἑαυτῷ
ἐθυσίασας, διὰ πολλῶν βασάνων. ᾯ πρέσβευε τοῦ σωθῆναι τοὺς σὲ πιστῶς
ἑορτάζοντας.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου,
Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν
πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου