Πέμπτη 31 Οκτωβρίου 2019

Ἀκολουθία ΤΩΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΩΝ ΗΜΩΝ ΚΑΙ ΠΡΟΜΑΧΩΝ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ...


ΦΩΤΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ, ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΚΑΙ ΜΑΡΚΟΥ ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ
Τῇ πρώτη Κυριακὴ μηνὸς Νοεμβρίου

Ι. ΗΣΥΧ. ΑΓ. ΓΡΗΓΟΡΙΟΥ ΠΑΛΑΜΑ ΚΟΥΦΑΛΙΑ ΘΕΣΣΑΛΟΝΙΚΗΣ
[Ποίημα Γερασίμου Μικραγιαννανίτου μοναχοῦ]
Ἐν τῷ Μικρῷ Ἐσπερινῷ.
Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος β´. Ὅτε ἐκ τὸν ξύλου.
Δεῦτε Ὀρθοδόξων οἱ χοροί, τῆς Ὀρθοδοξίας τοὺς στύλους, καὶ θείους φύλακας, Φώτιον τὸν μέγιστον, ἀνευφημήσωμεν, καὶ τὸν θεῖον Γρηγόριον, τὸν Θεσσαλονίκης, Μᾶρκον τὸν θεσπέσιον, Ἐφέσου πρόεδρον, χαίρετε αὐτοῖς ἐκβοωντες, τῆς Ὑπερουσίου Τριάδος, μύσται καὶ ἐκφάντορες θεόσοφοι.
Χύμα ἐν τῷ στόματι ὑμῶν, δέδοται σοφίας τῆς θείας, παρὰ Θεοῦ δαψιλῶς, Φώτιε πανεύφημε, Μᾶρκε Γρηγόριε, Ἱεράρχαι μακάριοι· ὅθεν ἅπαν στόμα, πάσης ἐφιμώσατε δεινῆς αἱρέσεως, λόγοις καὶ διδάγμασι θείοις, ἐν δυνάμει Πνεύματος θείου, ὡς μυσταγωγοὶ τῶν ὑπὲρ ἔννοιαν.
Φέγγος ὀρθοδόξων διδαχῶν, Φώτιε ἀστράπτεις τῷ κόσμῳ, Ἁγίῳ Πνεύματι, θείαν δὲ ἐγρήγορσιν, διδάσκεις ἅπαντας, θεηγόρε Γρηγόριε, καὶ Λατίνων λύεις, Μᾶρκε ἱερώτατε, πλάνης σκοτόμαιναν, ὅθεν, ὡς Χριστοῦ ἱεράρχας, καὶ τῆς Ἐκκλησίας φωστῆρας, ἅμα ὑμᾶς μέλπομεν γηθόμενοι.
Θείῳ ἐλλαμπόμενῳ φωτί, καὶ Ὀρθοδοξίας τῷ ζήλῳ καταφλεγόμενοι, Φώτιε πανθαύμαστε, θεῖε Γρηγόριε, Μᾶρκε Πάτερ θεόληπτε, πυρὶ τῷ τῶν λόγων, ἅπασαν αἱρέσεων ὕλην ἐφλεξατε· ὅθεν ἀκλινεῖς ἡμᾶς πάντας, πέτρᾳ θεοσδότων δογμάτων, ταῖς ὑμῶν πρεσβείαις συντηρήσατε.
Δόξα. Ἦχος β´.
Τοῦ ἀρχιποίμενος Χριστοῦ θρέμματα, καὶ τῆς Ἐκκλησίας αὐτοῦ ποιμένες, ὡς ἀρετῶν ταμεῖα ἔμψυχα, καὶ Ἀποστόλων μιμηταί, ἀληθῶς ἐδείχθητε, Ὅσιοι Πατέρες· τῇ γὰρ ἄνωθεν σοφίᾳ, θεοπρεπῶς διαπρέψαντες, Εὐαγγελίου τὸν λόγον ἐτρανῶσατε, καὶ τῆς εὐσεβείας τὸ μέγα μυστήριον. Ἀλλ᾿ ὦ Φώτιε πανθαύμαστε, καὶ Γρηγόριε ἱερέ, καὶ Μᾶρκε παμμάκαρ, μὴ παύσησθε δεόμενοι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τὸ Θεοτοκίον τὸν ἤχου.
Ἀπόστιχα. Πρῶτον τὸ Ἀναστάσιμον τοῦ ἤχου καὶ εἴτα τὰ παρόντα.
Ἦχος β´. Οἶκος τὸν Ἔφραθἅ.
Λύχνοι ἀειφεγγεῖς, τῆς θείας ἐπιπνοίας, ἐδείχθητε τῷ κόσμῳ, τρισάριθμοι Πατέρες, καὶ εὐσεβείας πρόβολοι.
Στίχ.: Οἱ ἱερεῖς σου Κύριε ἐνδυσονται δικαιοσύνην...
Χαίροις Ἱεραρχῶν, τριὰς ἱερωτάτη, Φώτιε θεηγόρε, Γρηγόριε τρισμάκαρ, καὶ Μᾶρκε παναοίδιμε.
Στίχ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ...
Φύλαττε ὦ Τριάς, Ἱεραρχῶν Ἁγία, Χριστοῦ τὴν Ἐκκλησίαν, ἐκ πάσης ἐπηρείας, καὶ πλάνης τῶν αἱρέσεων.
Δόξα. Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, Τριὰς ὑπεραγία, ταῖς τῶν τριῶν Πατέρων, πρεσβείαις ἡμᾶς φύλαττε.
Καὶ νῦν. Θεοτοκίον.
Λόγον τὸν τοῦ Πατρός, ἐκύησας Παρθένε, οὗ τὴν οἰκονομίαν, οἱ τρεῖς σοφοὶ Πατέρες, θεοπρεπῶς κηρύττουσι.
Νῦν ἀπολύεις, τὸ τρισάγιον.
Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον τοῦ ἤχου· καὶ τῶν Ἁγίων.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
ρθοδόξων δογμάτων θεηγόροι ἐκφαντορες, Φώτιε σοφὲ Ἱεραρχα, καὶ Γρηγόριε ἔνδοξε, φωστὴρ Θεσσαλονίκης φαεινέ, καὶ Μᾶρκε τῆς Ἐφέσου ὁ ποιμήν, εὐσεβείας ἐν τῇ πέτρᾳ τῇ ἀρραγεῖ, στηρίζετε τοὺς κράζοντας· δόξα τῷ θαυμαστώσαντι ὑμᾶς, δόξα τῷ μεγαλύναντι, δόξα τῷ βεβαιοῦντι δι’ ὑμῶν, πίστιν τὴν Ὀρθόδοξον.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τριάδος θεράποντες, καὶ ὑποφῆται σοφοί, δογμάτων ὀρθότατος, μυσταγωγοὶ ἱεροί, τῷ κόσμῳ ἐδείχθητε, Φώτιε ἱεραρχα, καὶ Γρηγόριε Πάτερ, Μᾶρκε ποιμὴν Ἐφέσου, Ὀρθοδόξων προστάται, καὶ πάσης Ἐκκλησίας, θεμέλιοι ἄρρηκτοι.
Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διάσού Θεοτόκε τοὶς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ.
Μετὰ τὸν Προοιμιακόν, τὸ α΄ Κάθισμα τοῦ Ψαλτηρίου. Εἰς δὲ τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους ι΄, καὶ ψάλλομεν Ἀναστάσιμα τοῦ τυχόντος ἤχου δ΄, καὶ τῶν Ἁγίων Προσόμοια .
Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
ς τῆς θείας ἐλλάμψεως, κοινωνοὶ καὶ συμμέτοχοι, εὐσεβείας πρόμαχοι ἐνθεώτατοι, Ὀρθοδοξίας διδάσκαλοι, καὶ στῦλοι ἀκράδαντοι, Ἐκκλησίας τοῦ Χριστοῦ, ἀληθῶς ἀνεδείχθητε, θεῖε Φώτιε, καὶ Γρηγόριε ἅμα σὺν τῷ Μάρκῳ, διὰ τοῦτο κατὰ χρέος, ὑμᾶς ὁμοῦ μακαρίζομεν.
ς φωστῆρες πολύφωτοι, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, τῶν πιστῶν λαμπρύνετε τὴν διάνοιαν, καὶ τῶν αἱρέσεων ἅπαντα, τὸν ζόφον διώκετε, διδαγμάτων τῷ φωτί, Ἱεράρχαι ὡς μέγιστοι, Πάτερ Φώτιε, καὶ Γρηγόριε ἅμα σὺν τῷ Μάρκῳ, ὁδηγοὶ τῶν Ὀρθοδόξων, οἱ ἀπλανεῖς καὶ θεόσοφοι.
ς ἀνεσπερος ἥλιος, ἐξ Ἑῴας ἀνέτειλας, Ἱεραρχα Φώτιε πολυθαύμαστε, καὶ Δυτικῶν τὴν ἀπόνοιαν, ἡμαυρωσας Ἅγιε, τῷ ἀκτίστῳ δὲ φωτὶ θεοῤῥῆμον Γρηγόριε, φροῦδον ἔδειξας, Βαρλαὰμ καὶ Εὐγένιον τὸν ἄνουν, τῇ ἀτρέπτῳ σου ἔνστασει, ᾔσχυνας Μᾶρκε θεόσοφε.
ρθοδόξων οἱ σύλλογοι, ἑορτὴν ὑμῖν ἄγομεν, κατὰ χρέος σήμερον εὐφραινόμενοι· τι ἡμᾶς διεσώσατε, ἐκ λύμης αἱρέσεων, καὶ δεινῶν σοφιστειῶν, Ἱεράρχαι τρισμέγιστοι, καὶ ἀμόλυντον, παρεδώκατε λόγῳ
Φῶς ὁ πάνσοφος Φώτιος, ἀπαστράπτει τοῖς πέρασιν, ὡς τοῦ θείου Πνεύματος ἐνδιαίτημα, Θεσσαλονίκης ὁ ἔνθεος, ποιμὴν ὁ Γρηγόριος προσευχῆς τῆς νοερᾶς, τοὺς καρποὺς πᾶσι δείκνυσι, καὶ ὁ Μᾶρκος δὲ ἀληθείας τὴν δύναμιν ἐκφαίνει, καὶ τρεῖς ὁμοῦ τὴν πλάνην, τῶν Δυτικῶν θροαμβεύουσι.
Μυστηρίων τῆς χάριτος, καὶ δογμάτων τῆς πίστεως, ὑποφῆται ἔνθεοι καὶ ἐκφαντορες, Φώτιε Πάτερ πανθαύμαστε, καὶ θεῖε Γρηγόριε, σὺν τῷ Μάρκῳ τῷ σοφῷ, ἀπὸ πάσης αἱρέσεως, διασώσατε, τὴν Χριστοῦ Ἐκκλησίαν καὶ λεόντων, κατ᾿ αὐττῆς φρυαττομένων, τὰς μύλας θᾶττον συντρίψατε.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὡς τρίφωτος λυχνία ἐξελαμψαν, οἱ τρεῖς σοφοὶ Ἱεράρχαι, Φώτιος ὁ μέγας, Γρηγόριος ὁ θεοῤῥήμων, καὶ Μᾶρκος ὁ θεόσοφος, τῶν Ὀρθοδόξων τοὺς δήμους πυρσεύοντες· ὡς γὰρ μύσται τῶν ἀῤῥήτων, ἀρετῶν λαμπρότητα, καὶ δογμάτων ἀκρίβειαν, μυσταγωγοῦσι τοὺς βοῶντας· χαίρετε οἱ τῆς θείας σοφίας τῇ δυνάμει, αἱρετικῶν σοφιστείας ἐλέγξαντες καὶ τῆς Ὀρθοδοξιας τὴν χάριν ἐκφήναντες· χαίρετε τῆς Ἀνατολικῆς Ἐκκλησίας διδάσκαλοι θεηγόροι, καὶ τῆς Δυτικὴ ἀνταρσίας ἔλεγχοι σφοδροί· χαίρετε τῆς ἀληθείας σάλπιγγες, καὶ τῆς τοδ Λόγου κενώσεως, θεοειδεῖς ῥήτορες. Τῇ Ἁγίᾳ Τριάδι πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τὸ Δογματικὸν Θεοτοκίον τοῦ ἤχου.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον, καὶ τὰ Ἀναγνώσματα
Δευτερονομίου τὸ Ἀνάγνωσμα. (Κεφ. α, 8)
Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· Ἴδετε, παρέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν, εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἥν ὤμοσε Κύριος τοῖς Πατράσιν ὑμῶν, τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς αὐτὴν καὶ τῷ σπέρματι αὐτῶν μετ᾿ αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς· Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδοὺ ἐστὲ σήμερον ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ἡμῶν προσθείη ὑμῖν, ὡς ἔστε, χιλιοπλασίως· καὶ εὐλόγησαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἒφ᾿ ὑμῶν χιλιάρχους, καὶ ἑκατοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν τῷ καιρῷ ἐκείνῳ λέγων· Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνετε δικαίως ἀνὰ μέσον ἀνδρός, καὶ ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀνὰ μέσον τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσεσθε πρόσωπον ἐν κρίσει κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρίνεις· οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, τι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν.
Δευτερονομίου τὸ Ἀνάγνωσμα. (Κεφ .ι,14)
Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· Ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ, καὶ πάντα σα ἐστὶν ἐν αὐτοῖς. Πλὴν τοὺς Πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτούς, ὑμᾶς, παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι. Ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων οὐ θαυμάζει πρόσωπον, οὐ δ’ οὐ μὴ λάβῃ δῶρον· ποιῶν κρίσιν προσηλύτῳ, καὶ ὀρφανῷ, καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἰμάτιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὁμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεός σου· ὅστις ἐποίησέν σοι τὰ μεγάλα καὶ ἔνδοξα ταῦτα, ἃ εἶδόν οἰ ὀφθαλμοί σου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, Ἀνατολικὴ Ἐκκλησία, φωστῆρας παμφαεῖς ἔχουσα καὶ ὁδηγοὺς ἀπλανεῖς, Φώτιον τὸν μέγαν, Γρηγόριον τὸν Παλαμᾶν, καὶ Μᾶρκον τὸν Εὐγενικόν, Ἀποστολικὸν γὰρ ζῆλον πλουτήσαντες καὶ τὴν μάχαιραν τοῦ Πνεύματος ἀναλαβόντες, τῶν δυσμενῶν αἱρέσεων, τὰς φάλαγγας ἐξέκοψαν καὶ καιρῷ ἰδίῳ ἕκαστος, λόγῳ καὶ ἔργῳ διαπρέψας, πολὺν καρπὸν ὁμοῦ προσάγουσι, τῇ Ὑπερθέῳ Τριάδι, πρεσβεύσατε ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β´.
Τῶν ἀρετῶν τῇ πράξει σεμνυνόμενοι, ἱεραρχίας τὴν στολὴν ἠμφιάσασθε, ὡς σκεύη ἐπάξια, οὐρανίων δωρεῶν, ἔνθεν τὴν θύραθεν παιδείαν, τῇ θείᾳ σοφίᾳ ὑποτάξαντες, ποκιλοτρόπως εὐηργετήσατε, τὴν ἐκκλησίαν τοῦ Χριστοῦ Ἱεράρχαι μακάριοι· καὶ τῇ τοῦ βίου μὲν λαμπρότητι, ὁδηγεῖτε ἡμᾶς, τὰ ἄνω φρονεῖν καὶ ζητεῖν· τῇ δυνάμει δὲ τοῦ λόγου, δοκησισόφων φληναφίας, καὶ αἱρετιζοντων ἐνστάσεις ὡς ἀφρὸν θαλάσσης διαλύσατε· ἀλλ’ ὦ Φώτιε πάνσοφε, καὶ Γρηγόριε ἱερέ, καὶ Μᾶρκε θαυμαστέ ἐν τῇ καλῇ ὁμολογίᾳ στηρίξατε, τοὺς πίστει ἑπομένους, ὑμῶν τοῖς διδάγμασι.
Ἦχος γ´.
ς πρόβολος ἀτίνακτος, καὶ πέτρα ἀρραγής, ἐν τῇ δοθείσῃ σοὶ σοφίᾳ καὶ χάριτι, Φώτιε πολυθαύμαστε, τὴν ἐκ Δύσεως καθ’ ἡμῶν πλημμυρίδα, διέσθησας καὶ ἐξήρανας· τοῖς δὲ καρποῖς τοῦ Πνεύματος, καὶ τῷ φωτὶ τῆς νοερᾶς προσευχῆς, τὴν Βαρλαὰμ ἄνοιαν κατήσχυνας, θεηγόρε Γρηγόριε· τῇ δὲ ἀτρέπτῳ ἔνστάσει σου, καὶ τῇ τῶν λόγων ἀποδείξει, ἐν τῷ τῆς Φλωρεντίας συνεδρίῳ ὑπέδειξας, Ὀρθοδοξίας τὴν ἀκρίβειαν, Μᾶρκε θεσπέσιε. Ἀλλ᾿ ὦ Πατέρες μακάριοι, Ἀποστόλων μιμηταί, καὶ τοῦ Χριστοῦ γνήσιοι μαθηταί, μὴ παύσησθε πρεσβεύοντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ´.
παρνησάμενοι ἑαυτούς, ὑπὲρ τῆς δόξης Χριστοῦ, καὶ τῆς ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ, τεθησαυρισμένης ἀληθείας, πολλοὺς πόνους καὶ ἀγῶνας, καὶ διωγμοὺς καὶ θλίψεις ὑπεστητε, ἀπεριτρέπτῳ καρδίᾳ Ἱεράρχαι θεσπέσιοι· καὶ τῷ καθ᾿ ὑμᾶς ὑποδείγματι, καὶ τῇ σοφῇ διδασκαλίᾳ, πάντας παιδεύετε ἀντέχεσθαι, τῆς Ὀρθοδόξου ὁμολογίας, καὶ τῶν Πατρικῶν παραδόσεων, ὡς ἂν μέτοχοι γενώμεθα, τῶν αἰωνίων ἀγαθῶν, λιταῖς ὑμῶν μακάριοι.
Δόξα. Ἦχος ὁ αὐτός.
Τὴν τρίφωτον λυχνίαν, καὶ τρίκρουνον βρύσιν καὶ θεόβρυτον, τὴν πηγάζουσαν τὰ νάματα τῆς αἰωνίου ζωῆς τοὺς τρεῖς ἁγίους, μύστας καὶ θεράποντας, τῆς ὑπερθέου Τριάδος, Φώτιον τὸν μέγαν, Γρηγόριον τὸν Θεσσαλονίκης, καὶ Μᾶρκον τὸν Ἐφέσου, πᾶς ὁ τοῦ Θεοῦ λαός, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν, τῆς Ἐκκλησίας γὰρ διδάσκαλοι καὶ παιδευταὶ σοφοὶ ὤφθησαν, καὶ ἀληθεῖς οἰκονόμοι, Πνεύματος χάριτος καὶ ἔργῳ καὶ λόγῳ ὁδηγοῦντες ἡμᾶς πρὸς τρίβους σωτηρίας, διὰ παντὸς πρεσβεύουσι Κυρίῳ, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Τὸ Ἀναστάσιμον τοῦ ἤχου· εἴτα τὰ ἑξῆς τῶν Ἁγίων.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἱεραρχῶν ἡ τριάς, τῆς Τρισηλίου ἀστραπῆς ἀμαρύγματα, ἀστέρες οἱ φωτοφόροι, τῆς Ἐκκλησίας Χριστοῦ, τῆς Ὀρθοδοξίας ἐδραιώματα, παμμέγιστε Φώτιε, τῆς σοφίας θησαύρισμα, Θεσσαλονίκης ὁ ποιμὴν ὁ Γρηγόριος. Μᾶρκε ἔνδοξε, τῆς Ἐφέσου ὁ πρόεδρος, ὄργανα θεοκίνητα, δογμάτων τῆς πίστεως, αἱρετιζοντων ἡ πτῶσις, μύσται τῆς χάριτος, τῆς θείας χρηστότητος· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ.: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται...
Χαίροις, Ἱεραρχῶν ἡ τριάς· οἱ ποταμοὶ οἱ ἐξ Ἐδὲμ προερχόμενοι, καὶ πᾶσαν τὴν οἰκουμένην, Ὀρθοδοξιας ἀεί, ζωηῤῥύτοις ῥείθροις πελαγίζοντες· τριχάλκευτον φάσγανον, κατατέμνον ἑκάστοτε, δοκησισόφων, ἀκανθώδη βλαστήματα, καὶ αἱρέσεων ἁπασῶν τὰ ζιζάνια· ῥήτορες οἱ πολύσοφοι, τῆς θείας σαρκώσεως· φωτὸς ἄκτιστου κινύραι, θείων προσόντων αἱ σάλπιγγες Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ.: Καυχήσονται ὅσιοι ἐν δόξῃ...
Χαίροις, Ἱεραρχῶν ἡ τριάς, Φώτιε Πάτερ φωτὸς θείου ὁ ἔμπλεως, Γρηγόριε θεοῤῥῆμον, Ὀρθοδοξίας φωστήρ, καὶ πιστῶν ὦ Μᾶρκε μέγα στήριγμα· οἱ πᾶσιν ἐλέγξαντες, θείῳ λόγῳ καὶ χάριτι, πλάνην Λατίνων, καὶ ὀφρὺν ὑπερόφρυον, οἵα πρόξενον, χαλεπῶν διαιρέσεων. Ὅθεν τῆς τούτων ῥύσασθε δεόμεθα Ἅγιοι, τὴν του Χριστοῦ Ἐκκλησία· ἐπιβουλῆς καὶ κακώσεως, αἰτούμενοι πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ θεῖον ἔλεος.
Δόξα.
τοῦ Πνεύματος ἔλλαμψιν, ἡ τοὺς Ἀποστόλους ἐμφορήσασα, σκηνώσασα ἐν ὑμῖν φωστῆρας παμφαεῖς ὑμᾶς ἔδειξεν, Ἱεράρχαι μέγιστοι· ὅθεν βίου λαμπρότητα, ὀρθότητα δογμάτων, θείας χάριτος μέθεξιν, καὶ πάσης ἐκφύλου αἱρέσεως ἀποτροπήν, τῆς Ἐκκλησίας τοὺς υἱοὺς διδάσκετε, ὡς τῆς θείας ἐνεργείας στόματα. Καὶ νῦν Φώτιε ἱερέ, σὺν Γρηγορίῳ καὶ Μάρκῳ, ῥύσασθε ἡμᾶς καινοφανῶν αἱρέσεων, αἰτούμενοι πᾶσι τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις, τὸ τρισάγιον.
Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον τοῦ ἤχου· καὶ τῶν Ἁγίων.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
ρθοδόξων δογμάτων θεηγόροι ἐκφαντορες, Φώτιε σοφὲ Ἱεραρχα, καὶ Γρηγόριε ἔνδοξε, φωστὴρ Θεσσαλονίκης φαεινέ, καὶ Μᾶρκε τῆς Ἐφέσου ὁ ποιμήν, εὐσεβείας ἐν τῇ πέτρᾳ τῇ ἀρραγεῖ, στηρίζετε τοὺς κράζοντας· δόξα τῷ θαυμαστώσαντι ὑμᾶς, δόξα τῷ μεγαλύναντι, δόξα τῷ βεβαιοῦντι δι’ ὑμῶν, πίστιν τὴν Ὀρθόδοξον.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τριάδος θεράποντες, καὶ ὑποφῆται σοφοί, δογμάτων ὀρθότατος, μυσταγωγοὶ ἱεροί, τῷ κόσμῳ ἐδείχθητε, Φώτιε ἱεραρχα, καὶ Γρηγόριε Πάτερ, Μᾶρκε ποιμὴν Ἐφέσου, Ὀρθοδόξων προστάται, καὶ πάσης Ἐκκλησίας, θεμέλιοι ἄρρηκτοι.
Θεοτοκίον.
Τὸ ἀπ· αἰῶνος ἀπόκρυφον...
Ἀπόλυσις.

Εἰς τὸν Ὄρθρον.
Μετὰ τὴν α΄ Στιχολογίαν, Καθίσματα Ἀναστάσιμα τοῦ ἤχου.
Μετὰ τὴν β΄ Στιχολογίαν, Καθίσματα τῶν Ἁγίων.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
ς τρίφωτος λαμπάς, τοῦ Ἡλίου τῆς δόξης, ἐκλάμπετε ἐν γῇ, Ἱεράρχαι Κυρίου, καὶ πάντας καταυγάζετε, ἀρετῶν ἐπιλάμψεσι, θεῖε Φώτιε, σὺν Γρηγορίῳ καὶ Μάρκῳ, ὅθεν σήμερον, ὑμᾶς ὁμοῦ εὐφημοῦμεν, μιᾷ μνήμῃ χαίροντες.
Θεοτοκίον.
τέχθη ἐκ γαστρός, τῆς ἁγνῆς σου Παρθένε, ὁ Λόγος τοῦ Θεοῦ, ἀσυγχύτως ἀτρέπτως, καὶ πάντας ἐλυτρώσατο, τῆς ἀρᾶς τοῦ Προπάτορος, τοὺς δοξάζοντας, τὸν σὸν ἀπόῤῥητον τόκον, καὶ γεραίροντας, ὡς τοῦ Θεοῦ σε Μητέρα, καὶ πάντων βοήθειαν.
Ἀντὶ τοῦ Ἀμώμου, τὸν Πολυέλεον, τὰ Εὐλογητάρια, Αἴτησις, ἡ Ὑπακοὴ τοῦ ἤχου, καὶ τὸ Κάθισμα τῶν Ἁγίων.
Ἦχοςδ´. Κατεπλάγη Ἰωσήφ.
Τὴν τοῦ Πνεύματος ἰσχύν, ἐνδεδυμένοι ἀληθῶς, τῶν Λατίνων τὴν ὀφρύν, ἐταπεινώσατε εἰς γῆν, δογμάτων θείων θεηγοροῦντες τὸ κράτος, Φώτιε σοφέ, Ἑῴας καύχημα, Γρηγόριε κλεινέ, σκεῦος τῆς χάριτος, καὶ θεῖε Μᾶρκε ῥήτωρ ὁ πάνσοφος, τῶν Πατρικῶν παραδόσεων, διὸ συμφώνως, ὑμᾶς τιμῶμεν κατὰ χρέος μακάριοι.
Θεοτοκίον.
τῶν ὅλων Ποιητής, καὶ Βασιλεὺς τῶν οὐρανῶν, ἐξ ἀχράντου σου γαστρός, σάρκα λαβὼν ὑπερφυως, διπλοῦς ἐτέχθη τῷ κόσμιρ δι’ εὐσπλαγχνίαν, καὶ ἔσωσεν ἡμᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς, νεκρώσας τοῦ ἐχθροῦ, τὴν δυναστείαν Ἁγνή, διὸ τὴν σὴν δοξολογοῦμεν λαμπρότητα, μιᾷ φωνῇ ἀνακράζοντες· Χαῖρε Παρθένε, Ἀγγέλων δόξα, καὶ τῶν βροτῶν καταφύγιον.
Τὰ ἀντίφωνα τοῦ ἤχου, προκείμενον, Ἑωθινὸν Εὐαγγέλιον κ.τ.λ.  ὡς  συνήθως. Εἴτα, οἱ  κανόνες, ὁ Ἀναστάσιμος, τῆς Θεο-
τόκου,  καὶ  τῶν  Ἁγίων  οὗ ἡ ἀκροστιχίς: Τρισὶ φωστῆρσιν ᾆσμα
προσᾴδω. Γερασίμου.
ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Τριὰς Ὑπερούσιε, ταῖς τῶν τριῶν θεραπόντων σου, πρεσβείαις καταύγασον, τὸν νοῦν μου δέομαι, ὡς ἂν Κύριε, ὑμνήσω ἐπαξίως, τὴν τούτων συνέλευσιν, τὴν πολυύμνητον.
ημάτων ἡ δύναμις, καὶ διδαγμάτων ἡ ἔλλαμψις, ὑμῶν κατεφαίδρυνε, τὴν Ἐκκλησίαν Χριστοῦ, Πάτερ Φώτιε, Γρηγόριε καὶ Μᾶρκε· διὸ ὑμᾶς χαίρουσα, γεραίρει σήμερον.
σχὺν ἀπροσμάχητον, ἐνδεδυμένοι τοῦ Πνεύματος, ὡς θεῖοι ἐκφάντορες τῆς θείας χάριτος, τὴν Ὀρθόδοξον, καλὴν ὁμολογίαν, Πατέρες τρισάριθμοι, πᾶσι κρατύνετε.
Θεοτοκίον.
Σκηνὴ θεοχώρητος, καὶ φωτοφόρον παλάτιον, Χριστοῦ τοῦ Παντάνακτος, ὤφθης Πανάχραντε, ἐξ αἱμάτων σου, ἄφραστως σαρκωθέντος, ᾧ πρέσβευε Δέσποινα, σῴζεσθαι ἅπαντας.
ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους.
λύος παθῶν κεκαθαρμένος, φωστὴρ Ἐκκλησίας παμφαής, ἐδείχθης Πάτερ Φώτιε, καὶ ἅπασιν ὑπέδειξας, ἐκ Δύσεως προέρχεσθαι, τὰ τῶν αἱρέσεων σκάνδαλα.
Φωτὸς τοῦ ἄκτιστου ὑποφήτης, ἐδείχθης ὡς μέτοχος αὐτοῦ, Γρηγόριε πανθαύμαστε, Θεσσαλονίκης πρόεδρε, καὶ Βαρλαὰμ τὸν ἄφρονα, κενολογοῦντα ἀπέδειξας.
ς ῥήτωρ δογμάτων ὀρθοδόξων, Λατίνων διήλεγξας σοφῶς, πάντα τὰ φληναφήματα, Μᾶρκε 'Εφέσου καύχημα, καὶ τούτους Πάτερ ἔδειξας, παραχαράκτας τῆς πίστεως.
Θεοτοκίον.
Σαρκός μου θεράπευσον τοὺς πόνους, καὶ ἴασαι Κόρη τῆς ψυχῆς, τὸ ἄλγος τῇ σῇ χάριτι, καὶ δίδου μοι μετάνοιαν, ὡς ἂν ζωὴν τὴν μέλλουσαν, κληρονομήσω ὁ δοῦλός σου.
Τὸ κοντάκιον καὶ τὸν Οἶκον τῆς Κυριακῆς, καὶ εἴτα τὸ Κάθισμα τῶν Ἁγίων.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πατέρες τρισάριθμοι, μύσται Χριστοῦ τοῦ Θεοῦ, πολύσοφε Φώτιε, σὺν Γρηγορίῳ ὁμοῦ, καὶ Μᾶρκε θεόληπτε, ῥύσασθε πάσης βλάβης, τὴν Χριστοῦ Ἐκκλησίαν οἴαπερ ταύτης τείχη, καὶ προπύργια θεῖα, πρεσβεύοντες τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον.
Πηγὴ ἀγαθότητος, οἴαπερ Μήτηρ Θεοῦ, ὑπάρχουσα Δέσποινα, οἴκτειρον πάντας ἡμᾶς, καὶ ῥῦσαι δεόμεθα, πάσης ἐπικειμένης, ἀπειλῆς καὶ ἀνάγκης, πάντας τοὺς προσιόντας, τῇ θερμῇ σου πρεσβείᾳ, σὺ γὰρ Παρθενομῆτορ, ἡμῶν καταφύγιον.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Τὴν σοφίαν κεκτημένοι, οὐρανόθεν μακάριοι, λαμπρότητι βίου, πάντα τοῦ ἐχθροῦ τὰ σοφίσματα, καὶ τὰς πλοκὰς τῶν αἱρεσεων ἐλύσατε, ἀνακράζοντες· δόξα Χριστὲ τῇ δυνάμει Σου
τρισάριθμος χορεία, τῶν Πατέρων ὑμνείσθω μοι, Φώτιος ὁ μέγας, σέλας τῆς Ἑῴας τὸ ἄδυτον, καὶ Παλαμᾶς ὁ θεόσοφος Γρηγόριος, καὶ ὁ ἔνδοξος, Εὐγενικὸς Μᾶρκος σήμερον.
Ρώμης παλαιᾶς τὴν πλάνην, εὐσθενῶς διηλέγξατε, καὶ τὴν ἐν τῇ πίστει, ὄντως ἐκτροπὴν καὶ κιβδήλευμα, ἐξ ὧν ἡμᾶς ἀβλαβεῖς διατηρήσατε, ταῖς λιταῖς ὑμῶν, Ἀρχιεράρχαι μακάριοι.
Θεοτοκίον.
ησοῦν τὸν Βασιλέα, καὶ Θεὸν πάσης κτίσεως, τέξασα Παρθένε, σῴζοντα ὑμᾶς ἀγαθότητι, τὴν ἐν ἑμοὶ ἁμαρτίαν βασιλεύουσαν, ἀπονέκρωσαν, ζωοποιῷ ἀντιλήψει σου.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ναμάτων τοῦ Πνεύματος, ὡς ποταμοὶ κατάῤῥυτοι, ἅπασαν ἀρδεύετε τὴν κτίσιν, Ὀρθοδοξίας τοῖς θείοις ῥεύμασι, καὶ αἱρετιζόντων θολερά, ῥεύματα ξηραίνετε, Ἱεράρχαι τρισάριθμοι.
τρέπτῳ φρονήματι, πικρὰς θλίψεις ἠνέγκατε, ὑπὲρ τοῦ Χριστοῦ τῆς Ἐκκλησίας, ὡς Ἀποστόλων θείων ὁμοζηλοι, Φώτιε καὶ Μᾶρκε οἱ κλεινοί, καὶ θεῖε Γρηγόριε, Ὀρθοδόξων διδά-σκαλοι.
Σοφίας τοῦ Πνεύματος, τὸ χῦμα εἰσδεξάμενοι, τῇ καθαρωτάτῃ πολιτείᾳ σοφοὶ διδάσκαλοι, καὶ μυσταγωγοὶ θεοειδεῖς, ἀληθῶς ἐδείχθητε, Ἱεράρχαι τρισμέγιστοι.
Θεοτοκίον.
Μαρία Πανάχραντε, Ἀγγέλων ἀγαλλίαμα, καὶ βροτῶν ἁπάντων σωτηρία τῆς τοῦ Βελίαρ ἀπάτης σῶσόν με, καὶ τὰ διαβήματα Ἁγνή, τῆς ψυχῆς μου εὔθυνον, πρὸς ὁδὸν τὴν σωτήριον.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
περιτρέπτῳ φρονήματι, ἐν δόγμασιν ὀρθοὶς ἐστηρίξατε, καὶ παραδόσεσι, τῶν Ἀποστόλων μακάριοι, Χριστοῦ τὴν Ἐκκλησίαν, ὑμᾶς γεραίρουσαν.
Πυρίνῃ γλώσσῃ φθεγγόμενοι, Γρηγόριε καὶ Μᾶρκε καὶ Φώτιε, πᾶσαν ἐφλέξατε, ὕλην σαθρὰν τῶν αἱρέσεων, καὶ τῶν πιστῶν τὰς φρένας, κατελαμπρύνατε.
ήμασι θείοις ἑπόμενοι, ὦ Φώτιε σοφὲ καὶ Γρηγόριε, καὶ Μᾶρκε ἔνδοξε, ὑμῶν στεῤῥῶς ἑδραζόμεθα, Ὀρθοδοξιας πέτρᾳ, ὑμᾶς γεραίροντες.
Θεοτοκίον.
ρος κατάσκιον πέφηνας, ὡς ἔφη Ἀββακοὺμ ὁ θαυμάσιος, ἐξ οὗ ὁ Κύριος, κόσμῳ σαρκὶ ἐπεδήμησε, καὶ ἔσωσε Παρθένε, τοὺς σὲ δοξάζοντας.
Κοντάκιον. Ἦχος β΄. Τοὺς ἀσφαλεῖς.
Τοὺς εὐκλεεῖς, ἐν Ἱεράρχαις μέλψωμεν, ὡς ἀληθεῖς Ὀρθοδοξιας φύλακας, σὺν Φωτίῳ τὸν Γρηγόριον, καὶ Μᾶρκον ἅμα τὸν ἀοίδιμον, ὀρθότητι δογμάτων γὰρ κατήσχυναν, αἱρέσεων ἐκ Δύσεως τὸ φρύαγμα, αἰτούμενοι πᾶσι θείαν ἔλλαμψιν.
Ὁ Οἶκος.
κ τοῦ πληρώματος τῆς Τριφαοὺς θεότητος, λαβόντες χάριν Πατέρες οἱ τρισάριθμοι, Φώτιος ὁ Μέγας καὶ πανθαύμαστος, Γρηγόριος Θεσσαλονίκης ὁ ποιμήν, καὶ Μᾶρκος ὁ τῆς Ἐφέσου πρόεδρος, ὡς τρίσοφον οὐρανοχάλκευτος μάχαιρα, αἱρέσεων ἐξέκοψαν πάντα τὰ ζιζάνια, καιρῷ ἰδίῳ ἕκαστος διαπρέψας, καὶ τὴν Ἐκκλησίαν καλῶς στηρίξας, τῷ θεμελίῳ τῶν Ἀποστόλων. Καὶ ὁ μὲν Νικολάου τοῦ ἀλάστορος τὴν ὀφρὺν ἐταπείνωσεν, ὁ δὲ Βαρλαὰμ τοῦ ἄφρονος τοὺς ἄθλους ἐφίμωσεν, ὁ ἕτερος Εὐγενίου τοῦ ὑπέρφρονος τὴν ἰσχὺν καταβέβληκε. Καὶ οἱ τρεῖς ὁμοῦ, τῆς Ὀρθοδοξίας τὴν ἀκρίβειαν διατρανοῦσιν, αἰτούμενοι πᾶσι θείαν ἔλλαμψιν.
ΣΥΝΑΞΑΡΙΟΝ.
Πρῶτον τὸ τοῦ Μηναίου, καὶ εἶτα τὸ ἑξῆς:
Τῇ αὐτῇ ἡμέρᾳ, πρῶτῃ Κυριακῇ τοῦ Νοεμβρίου, μνήμην ἐπιτελοῦμεν τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ τῆς Ὀρθοδοξιας προμάχων· Φωτίου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Μεγάλου, Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ, καὶ Μάρκου Μητροπολίτου Ἐφέσου τοῦ Εὐγενικοῦ.
Στίχ.: Τοὺς τρεῖς ὀμοῦ δίκαιον σέβειν Πατέρας.
Τρόπαιον ἐγείροντας Ὀρθοδοξίας.
Τρισὶν ἀρχιθύταις ἁμᾷ χρὴ λιγαίνειν ἀοιδὴν θέσπιν.
         Ἐκ τούτων τῶν μακαρίων, ὁ μέγας καὶ ἱερώτατος Φώτιος, ἤκμασε τῷ ἑνάτῳ αἰῶνι, Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως γενόμενος, καὶ πολὺς ἐπὶ σοφίᾳ καὶ λόγοις καὶ δόγμασιν εὐσεβείας γνωριζόμενος. Ὁ δὲ Ἅγιος Γρηγόριος ὁ Παλαμᾶς, Ἀρχιεπίσκοπος Θεσσαλονίκης γεγονώς, διέπρεψε τῷ δεκάτῳ τετάρτῳ αἰῶνι, μέγας ἐπ’ ἀρετῇ βίου καὶ ἐλλάμψει τοῦ θείου φωτὸς καταστάς, καὶ περιβόητος, ἐν λόγοις καὶ ἀγῶσιν ἀληθείας. Ὁ δὲ ἱερὸς Μᾶρκος ὁ Εὐγενικός, διαπρέψας τῷ δεκάτῳ καὶ πέμπτῳ αἰῶνι, Μητροπολίτης Ἐφέσου γέγονε, καὶ ἀήξττητος πρόμαχος τῆς Ὀρθοδοξίας ὤφθη, ἐν τῇ τῆς Φλωρεντίας ψευδοσυνόδῳ.
         Οὗτοι οἱ τρισμέγιστοι ἱεράρχαι, τὴν πανοπλίαν τοῦ Ἁγίου Πνεύματος ἀναλαβόντες, πολυμερῶς καὶ πολυτρόπως ἠγωνίσαντο ὑπὲρ τῆς ἀμώμου καὶ Ὀρθοδόξου πίστεως, καὶ δόγμασι καὶ ἀγῶσιν ἐλέγξαντες καὶ καταισχύναντες τὰς κακοδοξίας τῆς Λατινικῆς Ἐκκλησίας, καὶ τὰς ὑπερφιάλους καὶ βλασφήμους ἀξιώσεις τοῦ ταύτης ἀρχιερέως Πάπα Ῥώμης, καὶ ἐκήρυξαν καὶ ὑπέδειξαν τοῖς πᾶσι τὴν ἀκριβείαν δόγμασι τῆς Ἀνατολικῆς Ἐκκλησίας, καὶ τὸ ἀκίβδηλον τῆς ἐν αὐτῇ καλῆς ὁμολογίας. Διὸ καὶ ἐπαξίως παρ’ ἡμῶν τιμῶνται καὶ γεραίρονται ὡς καθηγηταὶ καὶ διδάσκαλοι ἡμῶν, καὶ πρόμαχοι καὶ ἀῤῥαγεῖς πρόβολοι τῆς Ἁγίας τοῦ Χριστοῦ Ἐκκλησίας
Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλεησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Στόμα ἤνοιξας, τὸ θεῖόν σου Γρηγόριε, Ἀγίῳ Πνεύματι, καὶ τὴν οὐσίαν Θεοῦ, ἀμέθεκτον ἅπασιν, ὀρθῶς ἐκήρυξας καὶ τὴν χάριν δέ, σοφὲ καὶ τὴν ἐνέργειαν, μεθεκτὴν οὖσαν τῇ κτίσει.
νυμνήσωμεν, χρεωστικῶς ἐν ᾄσμασι, τὸν μέγαν Φώτιον, τὸν ἐν σοφίᾳ πολύν, καὶ Μᾶρκον τὸν ἔνδοξον, Ἐφέσου πρόεδρον, τὸν συντρίψαντα, ἐν Φλωρεντίᾳ ἅπασαν, τῶν Λατίνων τὴν ἀπάτην.
Δόξης κρείττονος, μετέχοντες μακάριοι, ὡς ἐνθεώτατοι, ἀρχιεράρχαι Χριστοῦ, πανεύφημε Φώτιε, καὶ Μᾶρκε ὅσιε, καὶ Γρηγόριε, ἐκ πάσης ἡμᾶς ῥύσασθε, ἀδοξίας καὶ ἀνάγκης
Θεοτοκίον.
ς κυήσασα, τὸν Ποιητὴν τῆς κτίσεως, θεοχαρίτωτε, καὶ Βασιλέα Χριστόν, αὐτὸν καθικέτευε, πάσης ῥυσθῆναί με, ἐπιθέσεως ἐχθροῦ τοῦ πολεμήτορος, καὶ σωθῆναί με Παρθένε.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Γνώσει διαλάμποντες τῇ θείᾳ, ποιμένες τῆς Ἐκκλησίας ἐνθεώτατοι ἀληθῶς ἐδείχθητε, εὐδοκίᾳ κρείττονι, Γρηγόριε καὶ Φώτιε καὶ Μᾶρκε ψάλλοντες· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
λαμψεν σαμφῶς, ἐκ της Ἑῴας ὡς ἄδυτοι ἑωσφόροι καὶ ἡμαύρωσαν πᾶσαν τῆς Δύσεως, αἵρεσιν καὶ ἔπαρσιν, τῷ σῷ φωτὶ λαμπόμενοι Σῶτερ οἱ μύσται σου, Γρηγόριος καὶ Φώτιος ἅμα, σὺν τῷ σῷ θείῳ Μάρκῳ, οὕς ἅμα εὐφημοῦμεν.
Ρήμασί σου Μᾶρκε θεοπνεύστοις, Λατίνοι ἐν Φλωρεντίᾳ ἐξεπλάνησαν, σὺ γὰρ τὴν ἀκίβδηλον, πίστιν καὶ ἀμόλυντον, τῶν Ἀποστόλων Ἅγιε σοφῶς ἐκήρυξας, ἐλέγξας πᾶν παρείσακτον ταύτῃ, οἷα ἀντιπίπτον, Πνευματι τῷ Ἁγίῳ.
Θεοτοκίον.
γγελοι καὶ ἄνθρωποι ὑμνοῦσι, τὸ μέγα μυστήριον τοῦ τόκου σου· ὅτι Θεὸν τέτοκας ἄνθρωπον γενόμενον, ἐπὶ καινίσει Ἄχραντε τῆς ἀνθρωπότητος, διό σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας
ᾨδὴ θ´. Ἅπας γηγενής.
Στῆλαι ἐμφανεῖς, δογμάτων ὀρθότητος, κόσμῳ ὠράθητε, βίου καθαρότητι Ἀρχιεράρχαι ἀειμακάριστοι, ἅπαν ὀθνεῖον φρόνημα καὶ πᾶσαν ὕβριν, λόγῳ θείῳ, ἀποσκορακίζοντες, καὶ πιστῶν τὰς καρδίας στηρίζοντες.
σχυσαν τῇ σῇ, δυνάμει Φιλάνθρωπε ἐνδυναμουμενοι, οἱ τρεῖς σου θεράποντες, Φώτιος Μᾶρκός τε καὶ Γρηγόριος, κατα-παλαῖσαι ἅπασαν αἵρεσιν βλάσφημον, ὧν πρεσβείαις, ῥύου ἡμᾶς Κύριε, τῆς ἀπάτης αὐτῶν καὶ μολύνσεως.
Μύσται τῆς Χριστοῦ, χρηστότητος ὤφθητε Πατέρες Ὅσιοι, Ἐκκλησίας πρόβολοι, Ὀρθοδοξίας σοφοὶ διδάσκαλοι, Γρηγόριε καὶ Φώτιε καὶ Μᾶρκε Ἔνδοξε· διὰ τοῦτο, θείοις διαδήμασιν, ὁ Δεσπότης ὑμᾶς ἐστεφάνωσε.
λῳ τῷ φωτί, ἀεὶ πλησιάζοντες Τριάδος Ἅγιοι, καὶ θέσει θεούμενοι καὶ ἀϊδίου ζωῆς λαβόμενοι, Γρηγόριε καὶ Φώτιε καὶ Μᾶρκε πάνσοφοι, τὸν παρόντα, ὕμνον μου προσδέξασθε, καὶ νοός μου τὸ σκότος διώξατε.
Θεοτοκίον.
δωρ τῆς ζωῆς, Χριστὸν τὸν Θεὸν ἡμῶν ἄφραστως τέξασα, μόνη Παντευλόγητε, πηγὴ ἐδείχθης θείας χρηστότητος· διὸ κἀμοὶ ἀναβλυσον ὕδωρ ἀφέσεως, καὶ παθών μου, τὴν πυρὰν κατάσβεσον, ἐπομβρίᾳ τῆς σῆς ἀγαθότητος.
Ἅγιος Κύριος... καὶ τὸ Ἀναστάσιμον ἐξαποστειλαριον. Εἴτα τῶν Ἁγίων.
Γυναῖκες ἀκουτισθητε.
Σοφίᾳ τῇ τοῦ Πνεύματος, καὶ λόγῳ θείας πίστεως, τὰς κενολόγους αἱρέσεις, ὡς ἀφορμὰς τῶν σκανδάλων, εἰς τέλος ἀπεκρούσασθε, Φώτιε ὑπερθαυμαστε, καὶ Μᾶρκε καὶ Γρηγόριε· διὸ ὑμᾶς εὐφημοῦμεν, ὡς ὁδηγοὺς Ὀρθοδόξων.
Θεοτοκίον.
Θεὸν τὸν Ὑπερούσιον, οὐσίαν τὴν ἀνθρώπινον, ἐκ σοῦ λαβόντα ἄτρεπτως, ἐκύησας Θεοτόκε· διὸ τὰ μεγαλεία σου, ὑμνοῦμεν καὶ δοξάζομεν· τί ἡμᾶς ἀνήγαγες, ἐκ τῆς ἀρχαίας κατάρας, πρὸς ὕφος ἀθανασίας.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν στίχους η΄, καὶ ψάλλομεν Ἀναστάσιμα τοῦ δ´ ἤχου καὶ τῶν Ἁγίων τὰ ἑξῆς δ´.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τοὺς εὐκλεεὶς ἱεράρχας καὶ διδασκάλους ἡμῶν, τιμήσωμεν συμφώνως, Ὀρθοδόξων οἱ δῆμοι, Φώτιον τὸν μέγαν καὶ θαυμαστόν, καὶ τὸν θεῖον Γρηγόριον, μετὰ τοῦ Μάρκου ποιμένος τοῦ ἱεροῦ, τῆς Ἐφέσου ἀγαλλόμενοι.
σὴ θεόφθογγος γλῶσσα Φώτιε πάνσοφε, ἐκ τοῦ Πατρὸς καὶ
μόνον ὀρθοδόξως κηρύττει, προέρχεσθαι τὸ Πνεῦμα καὶ ὡς πηγήν, ὀλεθρίων αἱρέσεων, τὴν ἐν Συμβόλῳ προσθήκην καὶ ἐκτροπήν, διελέγχει ἐμφανέστατα.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε...
Γρήγορος ὤφθης ἐν πᾶσι Πάτερ Γρηγόριε, ποιμὴν Θεσσαλονίκης, Ὀρθοδόξων προστάτα, καὶ στόμα θεολόγων τῶν ἱερῶν, θεῖε Μᾶρκε γενόμενος, τὴν τῶν Λατίνων ἐλέγχεις παρατροπήν, ἐν τοῖς δόγμασι τῆς πίστεως.
Στίχ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ...
Τῆς Παναγίας Τριάδος ὡς ἐλλαμπόμενοι, ταῖς μυστικαῖς ἀκτῖσι, θεοφόροι Πατέρες, Φώτιε παμμάκαρ Μάρκε σοφέ, καὶ Γρηγόριε Ὅσιε, πάσης αἱρέσεως ῥύσασθε χαλεπῆς, τὰς ψυχὰς ἡμῶν δεόμεθα.
Δόξα. Ἦχος πλ. α΄
Τὴν τριστέλεχον χορείαν, τῶν θεοφόρων Ἱεραρχῶν, Φώτιον τὸν μέγαν, Γρηγόριον τὸν θεῖον, καὶ Μᾶρκον τὸν θεσπέσιον, κατὰ Εὐαγγελικῶς κυβερνήσαντες, πάντα ζόφον κακίστης αἱρέσεως διέλυσαν, καὶ τὸν λαὸν τοῦ Κυρίου ἐπὶ νομὰς σωτηρίας ἀσφαλῶς ὡδηγησαν, λόγοις καὶ ἔργοις, καὶ θαύμασιν ἐκλάμψαντες. Αὐτοῖς βοήσωμεν· θεηγόροι Πατέρες, Ὀρθοδοξίας σάλπιγγες, Χριστὸν δυσωπεῖτε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις...
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν.
Τὰ τυπικά, καὶ εἰς τοὺς Μακαρισμοὺς δ΄ Ἀναστάσιμα, καὶ ἐκ τοῦ κανόνος τῶν Ἁγίων ἡ γ΄ καὶ στ΄ ᾠδή.
Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς Κυριακῆς καὶ τῶν Ἁγίων, ἅπερ ζήτει τῇ λ΄ Ἰανουαρίου, τῶν Ἁγίων Τριῶν Ἱεραρχῶν.

Κοινωνικά: Αἰνεῖτε τὸν Κύριον... καὶ· Εἰς μνημόσυνον αἰώνιον...

Μεγαλυνάριον.
Χαίροις τῶν Πατέρων σεπτὴ τριάς, Φώτιε παμμάκαρ, καὶ Γρηγόριε ἱερέ, σὺν τῷ θείῳ Μάρκῳ, ἡ τρίφωτος λυχνία, ἡ πᾶσαν Ἐκκλησίαν, καταπυρσεύουσα.
Δίστιχον.
Δέξαι ὦ τριὰς Πατέρων θεηγόρων
Οὕς ὑμῖν Γεράσιμος ἔπλεξεν ὕμνους.